Migne Reading Room

PG 29 · cols. 400–409 · Read from the page

Homilies on the Psalms (the rest)

Homilies on the Psalms (the rest)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:400Read from the page
θῶν εις τὸν αιῶνα, τουτέστιν, εἰς τὸ ἀπέραντον. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ἡγούμεθα τοίνυν τροπικῶς ἀναφέρεσθαι εις τὸν ζῶντα τοῦ Θεοῦ λόγον, ὥστε συνάπτεσθαι τῇ σαρκὶ, ὅς ἐστιν Ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Διότι ὁ μηρὸς σύμβολόν ἐστι τῆς κατὰ τὴν γένεσιν ἐνεργείας. Αὗται γὰρ, φησὶν, αι ψυχαὶ αἱ ἐξελθοῦσαι ἐκ τῶν μηρῶν Ἰακώβ. Ὡς οὖν ζωή ἐστι, καὶ ὁδὸς, καὶ ἄρτος, καὶ ἄμπελος, καὶ ἀληθινὸν φῶς, καὶ ἄλλα μυρία ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὀνομάζεται· οὕτω καὶ μάχαιρα διατέμνουσα τὸ παθητικὸν μέρος τῆς ψυχῆς, καὶ νεκροῦσα τὰ πρὸς ἐπιθυμίαν κινήματα. Εἶτα, ἐπειδὴ μέλλει τῇ ἀσθενείᾳ συνάπτεσθαι τῆς σαρκὸς ὁ Θεὸς Λόγος, καλῶς πρόσκειται τὸ, Δυνατέ· διότι μεγίστης ἀπόδειξιν δυνάμεως ἔχει τὸ δυνηθῆναι Θεὸν ἐν ἀνθρώπου φύσει γενέσθαι. Οὐ γὰρ τοσοῦτον οὐρανοῦ καὶ γῆς σύστασις, καὶ θαλάσσης, καὶ ἀέρος, καὶ τῶν μεγίστων στοιχείων ἡ γένεσις, καὶ εἴ τι ὑπερκόσμιον νοεῖται, καὶ εἴ τι καταχθόνιον, τὴν δύναμιν παρίστησι τοῦ Θεοῦ Λόγου, ὅσον ἡ περὶ τὴν ἐνανθρώπησιν οικονομία, καὶ ἡ πρὸς τὸ ταπεινὸν καὶ ἀσθενὲς τῆς ἀνθρωπότητος συγκατάβασις. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Τὸ ὡραῖον τοῦ κάλλους διαφέρει· ὅτι τὸ μὲν ὡραῖον λέγεται τὸ συμπεπληρωμένον εἰς τὸν ἐπιτήδειον καιρὸν πρὸς τὴν οἰκείαν ἀκμήν· ὡς ὡραῖος ὁ σῖτος, ὁ ὥριμος ἤδη πρὸς θερισμόν· καὶ ὡραῖος ὁ καρπὸς τῆς ἀμπέλου, ὁ τὴν οἰκείαν πέψιν εἰς τελείωσιν ἑαυτοῦ διὰ τῆς τοῦ ἔτους ὥρας ἀπολαβὼν, καὶ ἐπιτήδειος εἰς ἀπόλαυσιν· κάλλος δέ ἐστι τὸ ἐν τῇ συνθέσει τῶν μελῶν εὐάρμοστον ἐπανθοῦσαν αὐτῷ τὴν χάριν ἔχον. Περίζωσαι οὖν τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου, τουτέστιν, ἐν τῷ πληρώματι τῶν καιρῶν· καὶ τῷ κάλλει σου, τῇ θεωρητῇ καὶ νοητῇ θεότητι. Ἐκεῖνο γὰρ τὸ ὄντως καλὸν, τὸ κατάληψιν πᾶσαν ἀνθρωπίνην καὶ δύναμιν ὑπερβαῖνον, καὶ διανοίᾳ μόνῃ θεωρητόν. Καὶ ἐγνώριζον αὐτοῦ τὸ κάλλος οἱ μαθηταὶ, οἷς ἐπέλυε τὰς παραβολὰς κατ' ἰδίαν. Εἶδον δὲ αὐτοῦ τὸ κάλλος Πέτρος καὶ οἱ υιοὶ τῆς βροντῆς ἐν τῷ ὄρει, ὑπερλάμπον τὴν τοῦ ἡλίου λαμπρότητα, καὶ τὰ προοίμια τῆς ἐνδόξου αὐτοῦ παρουσίας ὀφθαλμοῖς λαβεῖν κατηξιώθησαν. Καὶ Ἔντεινον, φησὶ, καὶ κατευοδοῦ, καὶ βασίλευε. Τουτέστιν, Ἀρξάμενος τῆς τῶν ἀνθρώπων διὰ σαρκὸς ἐπιμελείας, σύντονον καὶ διαρκῆ καὶ μηδέποτε ὑπεκλυομέ-
things unto the age, that is, unto infinity. Gird Thy sword upon Thy thigh, O Mighty One, in Thy loveliness and in Thy beauty. We consider, therefore, that this is figuratively referred to the living Word of God, so as to be joined to the flesh, Who is Active and sharper than any two-edged sword, and piercing even to the division of soul and spirit, of both joints and marrows, and able to judge the thoughts and intentions of the heart. Because the thigh is a symbol of the activity belonging to generation. For these, it says, are the souls that came forth out of the thighs of Jacob. Just as, therefore, our Lord Jesus Christ is named life, and way, and bread, and vine, and true light, and countless other things, so also is He a sword cutting through the passionate part of the soul and putting to death the impulses towards desire. Next, since God the Word is about to be joined to the weakness of the flesh, finely is there added O Mighty One; because for God to be able to come to be in the nature of man holds a proof of the greatest power. For not so much do the framing of heaven and earth, and the coming into being of sea, and air, and the greatest elements, and whatever is conceived of above the world, and whatever beneath the earth, set forth the power of God the Word, as do the dispensation concerning the incarnation, and the condescension towards the lowliness and weakness of humanity. In Thy loveliness and in Thy beauty. What is seasonably fair differs from beauty; because that is called seasonably fair which has been brought to fullness at the fitting season for its own prime: as wheat is seasonably fair when it is already ripe for harvest; and the fruit of the vine is seasonably fair when through the season of the year it has received its own ripening unto its perfection, and is fit for enjoyment; whereas beauty is harmonious proportion in the composition of the members, having grace blooming upon it. Gird Thy sword, therefore, upon Thy thigh, O Mighty One: in Thy loveliness, that is, in the fullness of the times; and in Thy beauty, in Thy contemplative and intelligible deity. For that is what is truly fair, surpassing all human comprehension and power, and contemplable by mind alone. And the disciples, to whom He explained the parables privately, came to know His beauty. Peter too and the sons of thunder saw His beauty on the mountain, outshining the brightness of the sun, and were deemed worthy to receive with their eyes the preludes of His glorious coming. And Bend, he says, and prosper, and reign. That is, Having begun the care of men through the flesh, an intense and lasting and never slacken-
Notes, col. 400

On the reading

Printed εις, for εἰς.

Printed αιῶνα, for αἰῶνα.

Printed αι, for αἱ.

Printed οικονομία, for οἰκονομία.

Printed υιοὶ, for υἱοὶ.

PG 29:401Read from the page
νην ποιοῦ τὴν ἐπιμέλειαν. Τοῦτο γὰρ ὁδὸν καὶ δρόμον παρέξει τῷ κηρύγματι, καὶ πάντας ὑποτάξει τῇ βασιλείᾳ σου. Μὴ ξενιζέτω δὲ ἡμᾶς τὸ προστατικῶς λέγεσθαι τὸ, Κατευοδοῦ, διὰ τὴν συνήθειαν τῆς Γραφῆς οὕτως ἀεὶ σχηματιζούσης τὰ εὐκτικά. Γενηθήτω γὰρ τὸ θέλημά σου, ἀντὶ τοῦ, γενηθείη· καὶ, Ἐλθέτω ἡ βασιλεία σου, ἀντὶ τοῦ, ἔλθοι.
make care. For this will provide a way and a course for the proclamation, and will subject all to Thy kingdom. Let it not surprise us that Prosper is spoken in the imperative mood, owing to the custom of Scripture, which always shapes expressions of wish in this way. For Thy will be done stands instead of may it be done; and, Thy kingdom come, instead of may it come.
6. Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης· καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Πάλιν ὁ λόγος ὁμοίως ἐσχημάτισται, ὡσπερεὶ μισθὸν ταῦτα λαμβάνοντος τοῦ Κυρίου, τὸ κατευοδοῦσθαι καὶ βασιλεύειν, ὑπὲρ ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης. Δεῖ δὲ οὕτω νοεῖν· ὅτι ἐπειδὴ τῷ ψεύδει προδιέστραπται τὰ ἀνθρώπινα, ἵνα ἐπισπείρῃς τὴν ἀλήθειαν, βασίλευε ἐν τοῖς ἀνθρώποις τοῖς βασιλευομένοις ὑπὸ τῆς ἁμαρτίας· σὺ γὰρ εἶ ἡ ἀλήθεια. Καὶ, Ἕνεκεν πραότητος, ἵνα τῷ κατὰ σὲ ὑποδείγματι πάντες εἰς ἐπιείκειαν καὶ χρηστότητα προαχθῶσι. Διὸ καὶ ὁ Κύριος ἔλεγε· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ἀπόδειξιν παρείχετο τῆς πραότητος ἐπ' αὐτῶν τῶν ἔργων· λοιδορούμενος, ἐσιώπα· μαστιζόμενος, ἠνείχετο. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Οὐχὶ στῦλος νεφέλης, οὐδὲ φωτισμὸς πυρὸς, ἀλλ' αὐτὴ ἡ δεξιά σου. Τὰ βέλη σου ἠκονημένα, δυνατέ. Βέλη τοῦ δυνατοῦ ἠκονημένα ἐστὶν οἱ εὔστοχοι λόγοι, οἱ καθικνούμενοι τῆς καρδίας τῶν ἀκροωμένων, βάλλοντες καὶ τιτρώσκοντες τὰς εὐαισθήτους ψυχάς. Λόγοι γὰρ, φησὶ, σοφῶν ὡς τὰ βούκεντρα. Διὸ καὶ ὁ Ψαλμῳδὸς ῥυσθῆναί ποτε ἀπὸ τῶν δολερῶν τῶν κατὰ τὴν γενεὰν αὐτοῦ εὐχόμενος, εἰς θεραπείαν γλώσσης δολίας τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα ζητεῖ. Ἐπιζητεῖ δὲ καὶ τοὺς ἄνθρακας παρεῖναι τοὺς ἐρημικούς· ὥστε ὅσων ἂν μὴ καθάψηται διὰ τὴν πώρωσιν τῆς καρδίας τὰ λογικὰ βέλη, τούτοις ἑτοίμην εἶναι τὴν κόλασιν, ἣν καὶ ἐρημικοὺς ἄνθρακας προσηγόρευσεν. Ὅσοι γὰρ ἐρήμους τοῦ Θεοῦ κατέστησαν ἑαυτοὺς, τούτοις ἀναγκαῖος ὁ εὐτρεπισμὸς τῶν ἐρημικῶν ἀνθράκων. Νῦν οὖν Τὰ βέλη σου ἠκονημένα. Ἐκ τούτων τῶν βελῶν τιτρώσκονται αἱ παραδεξάμεναι τὴν πίστιν ψυχαὶ, καὶ εἰς τὴν ἄκραν τοῦ Θεοῦ ἀγάπην ἐκκαυθεῖσαι λέγουσι παραπλησίως τῇ νύμφῃ τὸ, Τετρωμένη ἀγάπης ἐγώ εἰμι. Ἀνεκδιήγητον δὲ καὶ ἄῤῥητον τὸ τοῦ λόγου κάλλος, καὶ ἡ τῆς σοφίας ὡραιότης, καὶ ἡ τοῦ Θεοῦ ἐν τῇ εἰκόνι αὐτοῦ μορφή. Μακάριοι οὖν, οἱ τοῦ ἀληθινοῦ κάλλους φιλοθεάμονες. Οἱονεὶ γὰρ προσδεθέντες αὐτῷ διὰ τῆς ἀγάπης, καὶ τὸν ἐπουράνιον καὶ μακαριστὸν ἐρῶντες ἔρωτα, ἐπιλανθάνονται μὲν οἰκείων καὶ φίλων· ἐπιλανθάνονται δὲ οἴκου καὶ περιουσίας ἁπάσης· ἐκλαθόμενοι δὲ καὶ τῆς σωματικῆς εἰς τὸ ἐσθίειν
6. Because of truth and meekness and righteousness; and Thy right hand shall guide Thee wondrously. Again the expression is shaped in the same way, as though the Lord were receiving these things as a reward, namely to prosper and to reign, in behalf of truth, and meekness, and righteousness. Yet one must understand it thus: since human affairs have been perverted beforehand by falsehood, in order that Thou may sow the truth, reign among human beings who are ruled over by sin; for Thou art the truth. And, Because of meekness, so that by the example patterned after Thee all may be led forward unto gentleness and kindness. Wherefore the Lord also used to say: Learn from Me, for I am meek and lowly in heart (Matt. 11:29). And He furnished proof of His meekness in His very deeds: when reviled, He kept silent; when scourged, He endured. And Thy right hand shall guide Thee wondrously. Not a pillar of cloud, nor an illumination of fire, but Thy right hand itself. Thy arrows are sharpened, O Mighty One. The sharpened arrows of the Mighty One are well-aimed words that reach into the heart of the hearers, striking and wounding sensitive souls. For the words of the wise, it says, are as ox-goads (Eccles. 12:11). Wherefore also the Psalmist, praying once to be delivered from the deceitful men of his generation, seeks the sharpened arrows of the Mighty One for the healing of a deceitful tongue (Ps. 119:4). And he seeks also that the coals of the desert be present; so that for all whom the rational arrows do not touch on account of the hardening of their heart, punishment may stand ready for them, which he also called coals of the desert. For as many as have rendered themselves deserted of God, for them the preparation of the coals of the desert is necessary. Now therefore, Thy arrows are sharpened. By these arrows the souls that have received the faith are wounded, and being kindled unto the supreme love of God they utter, in like manner with the bride, the saying, I am wounded with love (Song 2:5). Unutterable and ineffable is the beauty of the Word, and the comeliness of wisdom, and the form of God in His image. Blessed, therefore, are those who love to contemplate the true beauty. For being bound fast to Him, as it were, through love, and loving the heavenly and blessed love, they forget kinsfolk and friends; they forget also house and all possessions; and having forgotten even bodily
PG 29:404Read from the page
καὶ πίνειν ἀνάγκης, μόνῳ τῷ θείῳ καὶ καθαρῷ προστετήκασιν ἔρωτι. Νοήσεις δὲ ἠκονημένα βέλη καὶ τοὺς ἀποστελλομένους ἐπὶ τὸ ἐπισπεῖραι πάσῃ τῇ οἰκουμένῃ τὸ Εὐαγγέλιον· οἳ, διὰ τὸ ἠκονῆσθαι, ἔλαμπον τοῖς τῆς δικαιοσύνης ἔργοις, καὶ λεπτῶς ἐπὶ τὰς τῶν διδασκομένων ψυχὰς παρεδύοντο· ταῦτα γὰρ τὰ βέλη, πανταχοῦ προπεμπόμενα, παρεσκεύαζε τοὺς λαοὺς ὑποκάτω πίπτειν τοῦ Χριστοῦ. Δοκεῖ δέ μοι ἀκολουθότερον ἡ λέξις ἀποκαθίστασθαι δι' ὑπερβατοῦ, ὥστε τοιοῦτον εἶναι τὸν νοῦν· Ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου, καὶ λαοὶ ὑποκάτω σου πεσοῦνται· τῷ τὰ βέλη σου ἠκονημένα εἶναι ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Οὐδεὶς θεομάχος καὶ ἀλαζὼν καὶ ὑπερήφανος ὑποκάτω πίπτει τοῦ Θεοῦ, ἀλλ' οἱ τὴν ἐκ πίστεως ὑποταγὴν καταδεξάμενοι.
necessity for eating and drinking, they cleave to the divine and pure love alone. Moreover, you may understand by sharpened arrows those also who are sent forth to sow the Gospel throughout the whole inhabited world; who, by reason of their having been sharpened, shone with the works of righteousness, and subtly stole into the souls of those being taught; for these arrows, sent forth everywhere, prepared the peoples to fall beneath Christ. Yet it seems to me that the wording is more coherently restored by hyperbaton, so that the sense is as follows: Bend the bow and prosper and reign, and Thy right hand shall guide Thee wondrously, and peoples shall fall beneath Thee, because Thy arrows are sharpened in the heart of the enemies of the King. No fighter against God and boaster and haughty man falls beneath God, save those who have accepted the subjection that comes from faith.
7. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἐπειδὴ πολλὰ πρὸς τὸ ἀνθρώπινον ἀνατεινόμενος διελέχθη, ἐπανάγει νῦν ἐπὶ τὰ ὕψη τῆς περὶ τοῦ Μονογενοῦς δόξης τὸν λόγον. Ὁ θρόνος σου, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τουτέστιν, ἡ βασιλεία σου ἐπέκεινα τῶν αἰώνων, καὶ ἐννοίας πάσης ἐστὶ πρεσβυτέρα. Καὶ καλῶς μετὰ τὴν τῶν λαῶν ὑποταγὴν τὸ μεγαλοπρεπὲς τῆς βασιλείας τοῦ Θεοῦ ἀνυμνεῖ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Διὰ τοῦτο καὶ ἀπέδωκεν αὐτῷ τὴν ἰδίαν προσηγορίαν, σαφῶς αὐτὸν ἀναγορεύσας Θεόν· Ὁ θρόνος σου, ὁ Θεός. Παιδευτική τίς ἐστιν ἡ ῥάβδος τοῦ Θεοῦ· παιδεύουσα δὲ, εὐθείας καὶ οὐ παρατετραμμένας ἐπάγει τὰς κρίσεις. Διὰ τοῦτο ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας αὐτοῦ προσηγόρευται. Ἐὰν γὰρ ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν. Ὁρᾷς τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ; Οὐκ ἐπὶ τῶν τυχόντων χρῆται, ἀλλ' ἐπὶ τῶν ἁμαρτανόντων. Αὕτη δὲ καὶ παρακλήσεως λέγεται ῥάβδος· Ἡ ῥάβδος γάρ σου, φησὶ, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Αὕτη καὶ συντριμμοῦ ἐστι
7. Thy throne, O God, is unto the age of the age; a rod of uprightness is the rod of Thy kingdom. Thou loved righteousness and hated lawlessness; therefore God, Thy God, anointed Thee with the oil of gladness above Thy fellows. After speaking at length with reference to His humanity, he now leads the discourse back up to the heights of the glory concerning the Only-Begotten. Thy throne, he says, O God, is unto the age of the age; that is, Thy kingdom is beyond the ages, and is older than all thought. And rightly after the subjection of the peoples does he hymn the majesty of the kingdom of God. A rod of uprightness is the rod of Thy kingdom. On this account he also rendered to Him His own proper appellation, clearly proclaiming Him God: Thy throne, O God. The rod of God is a rod of discipline; and in disciplining, it brings judgements that are straight and not perverted. Therefore the rod of His kingdom has been called a rod of uprightness. For if his sons forsake My law, and walk not in My judgements, I will visit their lawlessnesses with a rod (Ps. 88:31, 33). Do you see the righteous judgement of God? He uses it not upon chance persons, but upon sinners. Yet this is also called a rod of consolation: For Thy rod, he says, and Thy staff, they have comforted me (Ps. 22:4). This is also of crushing
8. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
8. Therefore God, Thy God, anointed Thee with the oil of gladness above Thy fellows.
PG 29:405Read from the page
Ἐπειδὴ ἔδει σχηματίσαι τὸ τυπικὸν χρίσμα, καὶ τοὺς τυπικοὺς ἀρχιερέας καὶ βασιλέας, ἐχρίσθη τῷ ἀληθινῷ χρίσματι ἡ σὰρξ τοῦ Κυρίου, τῇ τοῦ ἁγίου Πνεύματος εἰς αὐτὴν ἐπιδημίᾳ, ὅπερ ἀγαλλιάσεως ἔλαιον προσηγόρευται. Ἐχρίσθη δὲ παρὰ τοὺς μετόχους αὐτοῦ· τουτέστιν, ὑπὲρ πάντας ἀνθρώπους τοὺς μετέχοντας τοῦ Χριστοῦ. Διότι ἐκείνοις μὲν μερική τις ἐδίδοτο Πνεύματος κοινωνία, ἐπὶ δὲ τὸν Υἱὸν τοῦ Θεοῦ κατελθὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὥς φησιν Ἰωάννης, Ἔμεινεν ἐπ' αὐτόν. Καλῶς δὲ ἀγαλλιάσεως ἔλαιον τὸ Πνεῦμα προσαγορεύεται, ἐπειδὴ καὶ εἷς τῶν ὑπὸ τοῦ Πνεύματος ἁγίου γεωργουμένων καρπῶν ἐστιν ἡ χαρά. Ἐπειδὴ δὲ μικτός ἐστιν ὁ περὶ τοῦ Σωτῆρος λόγος διά τε τὴν φύσιν τῆς Θεότητος, καὶ τὴν οἰκονομίαν τῆς ἐνανθρωπήσεως, πάλιν εἰς τὸ ἀνθρώπινον τοῦ Θεοῦ ἀποβλέψας, φησίν· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· ἀντὶ τοῦ, Οἱ μὲν λοιποὶ ἄνθρωποι πόνῳ καὶ ἀσκήσει καὶ προσοχῇ πολλάκις κατορθοῦσι τὴν πρὸς τὸ καλὸν διάθεσιν, καὶ τὴν τῶν φαύλων ἀποστροφήν· σοὶ δὲ φυσική τίς ἐστι πρὸς τὸ ἀγαθὸν ἡ οἰκείωσις, καὶ πρὸς τὴν ἀνομίαν ἡ ἀλλοτρίωσις. Καὶ ἡμῖν δὲ οὐ χαλεπὸν βουληθεῖσιν ἀναλαβεῖν τὴν πρὸς τὴν δικαιοσύνην ἀγάπην, καὶ τὸ πρὸς τὴν ἀνομίαν μῖσος. Πᾶσαν γὰρ δύναμιν ὁ Θεὸς χρησίμως ἔδωκε τῇ λογικῇ ψυχῇ· ὥσπερ τὴν τοῦ ἀγαπᾷν, οὕτω καὶ τὴν τοῦ μισεῖν· ἵνα λόγῳ εὐθυνόμενοι ἀγαπῶμεν μὲν τὴν ἀρετὴν, μισῶμεν δὲ τὴν κακίαν. Ἔστι γάρ ποτε καὶ ἐπαινετῶς τῷ
Since it was necessary to give form to the typical anointing, and the typical high priests and kings, the flesh of the Lord was anointed with the true anointing by the coming of the Holy Spirit upon it, which has been called the oil of gladness. And He was anointed above His fellows; that is, above all human beings who partake of Christ. For to them a partial communion of the Spirit was given, whereas upon the Son of God the Holy Spirit descended and, as John says, abode upon Him (John 1:32). And rightly is the Spirit called the oil of gladness, since joy too is one of the fruits cultivated by the Holy Spirit (Gal. 5:22). And since the discourse concerning the Saviour is mixed, on account both of the nature of the Godhead and of the economy of the incarnation, looking again towards the human side of God, he says: Thou loved righteousness, and hated lawlessness; instead of saying, Other human beings often achieve through toil and ascetic practice and attentiveness the disposition towards what is noble, and the turning away from base things; whereas to Thee kinship with the good, and alienation from lawlessness, is natural. Yet even for us, if we are willing, it is not hard to take up love towards righteousness and hatred towards lawlessness. For God has usefully given every faculty to the rational soul: just as that of loving, so also that of hating; in order that, guided straight by reason, we may love virtue and hate wickedness. For it is sometimes possible even praiseworthily to make use of
9. Σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Ὑποκαταβαίνων ἀκολούθως ὁ προφητικὸς λόγος, καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκονομίαν προεπιβαλὼν, τῷ ἐνατενισμῷ τοῦ Πνεύματος τοῦ ἀποκαλύπτοντος αὐτῷ τὰ κρυπτὰ, ἦλθεν ἐπὶ τὸ πάθος· Σμύρνα γὰρ, φησὶ, καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου. Ἡ μὲν οὖν σμύρνα ὅτι ταφῆς ἐστι σύμβολον, καὶ ὁ εὐαγγελιστὴς ἡμᾶς Ἰωάννης ἐδίδαξεν, εἰπὼν ὑπὸ Ἰωσὴφ τοῦ Ἀριμαθαίου ἐντεταφιάσθαι μετὰ σμύρνης καὶ ἀλόης. Ἡ δὲ στακτὴ καὶ αὐτὴ σμύρνης ἐστὶν εἶδος τὸ λεπτότατον. Ἐκθλιβέντος γὰρ τοῦ ἀρώματος, ὅσον μὲν αὐτοῦ ῥυτὸν, εἰς τὴν στακτὴν ἀπομερίζεται· τὸ δὲ παχύτερον ἀπομένον σμύρνα προσα-
9. Myrrh and stacte and cassia from Thy garments, from ivory palaces, out of which daughters of kings gladdened Thee in Thy honour. Descending in sequence, the prophetic word, having first touched upon all that belongs to the economy, by the intent gaze of the Spirit revealing to him what is hidden, has come to the passion: For myrrh, he says, and stacte and cassia from Thy garments. Now that myrrh is a symbol of burial, the Evangelist John also taught us, saying that He was prepared for burial by Joseph of Arimathea with myrrh and aloes (John 19:39). And stacte too is itself the finest kind of myrrh. For when the spice is pressed out, as much of it as flows off is separated into stacte; while the thicker part remaining behind, myrrh, is
PG 29:408Read from the page
γορεύεται. Οὐκοῦν καὶ ἀποπνέει ἡ τοῦ Χριστοῦ εὐωδία, σμύρνης μὲν διὰ τὸ πάθος, στακτῆς δὲ διὰ τὸ μὴ ἀκίνητον μεῖναι μηδὲ ἀνενέργητον ἐν ταῖς τρισὶν ἡμέραις καὶ ταῖς τρισὶ νυξὶν, ἀλλὰ κατελθεῖν εἰς ᾅδου τῆς περὶ τὴν ἀνάστασιν οἰκονομίας ἕνεκεν, ἵνα πληρώσῃ ἑαυτοῦ τὰ σύμπαντα. Κασσίας δὲ ἀποπνέει, διότι ἡ κασσία φλοιός τίς ἐστι λεπτότατος καὶ εὐώδης, ξυλώδει κάρφει περιτεινόμενος. Μήποτε οὖν τὸ τοῦ σταυροῦ πάθος, ἐπ' εὐεργεσίᾳ τῆς κτίσεως πάσης παραληφθὲν, βαθέως ἡμῖν καὶ σοφῶς ὁ λόγος διὰ τοῦ τῆς κασσίας ὀνόματος παρηνίξατο. Ἔχεις οὖν σμύρναν μὲν διὰ τὴν ταφὴν, στακτὴν δὲ διὰ τὴν εἰς ᾅδου κάθοδον (ἐπειδὴ πᾶσα σταγὼν ἐπὶ τὰ κάτω φέρεται), κασσίαν δὲ διὰ τὴν τῆς σαρκὸς περὶ τὸ ξύλον οἰκονομίαν. Ἐκ δὲ ταύτης τῆς αἰτίας Εὔφρανάν σε, φησὶ, θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Θυγατέρες δὲ βασιλέων τίνες ἂν εἶεν ἢ εὐγενεῖς καὶ μεγάλαι καὶ βασιλικαὶ ψυχαί; αἳ, διὰ τὴν πρὸς τὰ ἀνθρώπινα συγκατάβασιν ἐπιγνοῦσαι τὸν Χριστὸν, εὔφραναν αὐτὸν ἐν τῇ τιμῇ, ἐν ἀληθινῇ πίστει καὶ ἀγάπῃ τελείᾳ, δοξάζουσαι αὐτοῦ τὴν θεότητα. Τὰ δὲ ἀρώματα ταῦτα οὐ μικρολόγως φησὶ προσεῖναι τοῖς ἱματίοις τοῦ Χριστοῦ (τουτέστιν, ἡ παραβολὴ τῶν λόγων καὶ ἡ τῶν δογμάτων κατασκευή), ἀλλ' ἀπὸ ὅλων τῶν οἰκοδομημάτων φέρεσθαι. Βάρεις γὰρ τοὺς μεγίστους τῶν οἴκων λέγει, καὶ τούτους ἐξ ἐλέφαντος εἶναι κατεσκευασμένους, τὸ πλούσιον, οἶμαι, τῆς τοῦ Χριστοῦ περὶ τὸν κόσμον ἀγάπης τοῦ προφήτου διδάσκοντος. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Περὶ τῆς Ἐκκλησίας ἤδη διαλέγεται, περὶ ἧς ἐν τῷ ᾌσματι μεμαθήκαμεν, ὅτι μία ἐστὶ τελεία τοῦ Χριστοῦ περιστερὰ, ἥτις εἰς τὴν δεξιὰν χώραν τοῦ Χριστοῦ λαμβάνει τοὺς ἐπ' ἔργοις ἀγαθοῖς γνωριζομένους, διακρίνουσα ἀπὸ τῶν φαύλων, ὥσπερ ὁ ποιμὴν διακρίνει τοὺς ἄρνας ἀπὸ τῶν ἐρίφων. Παρίσταται οὖν ἡ βασίλισσα, ἡ τῷ νυμφικῷ Λόγῳ καθηρμοσμένη ψυχὴ, ἡ μὴ βασιλευομένη ὑπὸ τῆς ἁμαρτίας, ἀλλὰ τῆς τοῦ Χριστοῦ βασιλείας μετέχουσα, ἐκ δεξιῶν τοῦ Σωτῆρος ἐν ἱματισμῷ διαχρύσῳ· τουτέστιν, ἐν δόγμασι νοεροῖς καθυφασμένοις καὶ πε-
so called. Therefore the fragrance of Christ also breathes forth: of myrrh on account of the passion, and of stacte on account of His not remaining motionless or inactive during the three days and the three nights, but descending to Hades for the sake of the economy concerning the resurrection, in order that He might fill all things with Himself. And it breathes forth cassia, because cassia is a very thin and fragrant bark stretched round a woody stalk. Perhaps, then, the word deeply and wisely hinted to us through the name of cassia at the passion of the cross, undertaken for the benefit of all creation. You have, therefore, myrrh on account of the burial, stacte on account of the descent into Hades (since every drop is borne downwards), and cassia on account of the economy of the flesh upon the wood. And for this cause, Daughters of kings, he says, gladdened Thee in Thy honour. Now who would daughters of kings be save noble and great and royal souls, who, having recognized Christ through His condescension towards human affairs, gladdened Him in honour, in true faith and perfect love, glorifying His divinity? And these spices he says belong in no paltry fashion to the garments of Christ (that is, the comparison of His words and the framing of His doctrines), but are brought from the whole of the buildings. For by palaces he means the greatest of houses, and says that these have been constructed of ivory, the prophet teaching, I suppose, the richness of Christ's love towards the world. The queen stood at Thy right hand, clothed in vesture wrought with gold, arrayed in varied colours. He is speaking now concerning the Church, concerning whom we have learned in the Song that Christ's perfect dove is one (Song 6:8), who receives to the right hand of Christ those known for good works, separating them from the base, just as the shepherd separates the lambs from the kids (Matt. 25:32). The queen, therefore, stands by—the soul joined in harmony to the bridal Word, not ruled over by sin, but partaking of the kingdom of Christ—at the right hand of the Saviour in vesture wrought with gold; that is, in spiritual doctrines woven throughout and
10. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου, καὶ
10. Hear, O daughter, and see, and incline your ear, and forget your people, and the house of your father; and the King shall desire your beauty; because He is your Lord, and
PG 29:409Read from the page
προσκυνήσουσιν αὐτῷ Προσκαλεῖται τὴν Ἐκκλησίαν ἐπὶ τὴν ἀκρόασιν καὶ τὴν τήρησιν τῶν προστασσομένων, καὶ προσοικειοῦται αὐτὴν διὰ τῆς προσηγορίας, θυγατέρα αὐτὴν προσαγορεύων· οἱονεὶ τεκνοποιούμενος αὐτὴν διὰ τῆς ἀγάπης. Ἄκουσον, θύγατερ, καὶ ἴδε. Διδάσκει αὐτὴν γεγυμνασμένον ἔχειν τὸν νοῦν πρὸς θεωρίαν διὰ τοῦ, Ἴδε. Κατανόησον, φησὶ, τὴν κτίσιν, καὶ ὠφεληθεῖσα ἀπὸ τῆς κατ' αὐτὴν τάξεως, οὕτως ἀνάβαινε πρὸς τὴν τοῦ κτίσαντος θεωρίαν. Εἶτα κάμπτων αὐτῆς τὸν ὑψηλὸν τῆς ἀλαζονείας τράχηλον, Κλῖνον, φησὶ, τὸ οὖς σου. Μὴ ἀποδράμῃς πρὸς τοὺς ἔξω μύθους, ἀλλὰ κατάδεξαι τὸ ταπεινὸν τῆς ἐν τῷ εὐαγγελικῷ λόγῳ φωνῆς· Κλῖνον τὸ οὖς σου πρὸς τὴν ὧδε διδασκαλίαν, ἵνα ἐπιλάθῃ τῶν μοχθηρῶν ἐθῶν ἐκείνων καὶ τῶν πατρικῶν διδαγμάτων. Διὸ Ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται. Ἔκβαλέ μοι, φησὶ, τὰς τῶν δαιμόνων διδασκαλίας, ἐπιλάθου θυσιῶν, χορείας νυκτερινῆς, μύθων εἰς πορνείαν καὶ πᾶσαν ἀσέλγειαν ἐκκαιόντων. Διὰ τοῦτο θυγατέρα σε ἐμαυτοῦ προσηγόρευσα, ἵνα μισήσῃς τὸν πατέρα τὸν πρότερόν σε γεννήσαντα εἰς ἀπώλειαν. Ἐὰν γὰρ διὰ τῆς λήθης ἀπαλείψῃς τοὺς σπίλους τῶν πονηρῶν μαθημάτων, ἀπολαβοῦσα τὸ ἴδιον ἑαυτῆς κάλλος, ἐπιθυμητὴ φανήσῃ τῷ νυμφίῳ καὶ βασιλεῖ. Ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσουσιν αὐτῷ. Τὸ ἀναγκαῖον τῆς ὑποταγῆς παραδηλοῖ διὰ τοῦ, Αὐτός ἐστι Κύριός σου. Προσκυνήσουσι δὲ αὐτῷ, πᾶσα ἡ κτίσις. Διότι Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Καὶ θυγάτηρ Τύρου ἐν δώροις. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Δοκεῖ ἡ ὑπερβολὴ τῆς εἰδωλολατρείας ἐν τῇ Χανανίτιδι χώρᾳ ἐπιτετηδεῦσθαι. Μητρόπολις δὲ τῆς Χαναὰν ἡ Τύρος. Προτρεπόμενος οὖν εἰς ὑπακοὴν τὴν Ἐκκλησίαν ὁ λόγος, Καὶ θυγάτηρ, φησὶ, Τύρου ἥξει ποτὲ μετὰ δώρων. Καὶ τὸ σὸν δὲ πρόσωπον οἱ πλούσιοι τοῦ λαοῦ προσκυνήσουσιν ἐν δώροις. Οὐκ εἶπε, Σὲ προσκυνή-
they shall worship Him. He summons the Church to the hearing and the keeping of what is commanded, and draws her into kinship through the mode of address, calling her daughter; begetting her, as it were, as His child through love. Hear, O daughter, and see. He teaches her to keep her mind trained for contemplation through the word, See. Observe, He says, the creation, and having been profited by the order within it, ascend thus towards the contemplation of the Creator. Then, bending down her lofty neck of arrogance, Incline, He says, your ear. Do not run off to external myths, but welcome the lowliness of the voice in the evangelical word; Incline your ear to the teaching here, so that you may forget those wicked customs and ancestral teachings. Wherefore, Forget your people, and the house of your father. For everyone who commits sin has been begotten of the devil (1 John 3:8). Cast out for Me, He says, the teachings of the demons; forget sacrifices, nocturnal dancing, myths that inflame unto fornication and every licentiousness. On this account I called you My own daughter, so that you might hate the father who formerly begot you unto destruction. For if through forgetfulness you wipe away the stains of evil lessons, recovering your own proper beauty, you will appear desirable to the Bridegroom and King. Because He is your Lord, and they shall worship Him. He indicates the necessity of subjection through the words, He is your Lord. And they shall worship Him, namely the whole creation. Because in the name of Jesus Christ every knee shall bow, of heavenly, and earthly, and subterranean beings (Phil. 2:10). And the daughter of Tyre with gifts. The rich of the people shall entreat your countenance. It seems that the excess of idolatry was practised in the land of Canaan. And Tyre was the metropolis of Canaan. Exhorting the Church, therefore, to obedience, the word says, Even the daughter of Tyre shall come one day with gifts. And your countenance too the rich of the people shall worship with gifts. He did not say, Worship you
11. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς. Ἐπειδὴ ἐκαθάρθη ἀπὸ τῶν
11. All the glory of the daughter of the King is within, clothed in golden-fringed garments, arrayed in varied colours. Virgins shall be brought to the King after her. Since she was cleansed from the