Migne Reading Room

PG 29 · cols. 388–397 · Read from the page

Homilies on the Psalms (the rest)

Homilies on the Psalms (the rest)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:388Read from the page
ΕΙΣ ΤΟΝ ΜΔʹ ΨΑΛΜΟΝ.
On the Forty-Fourth Psalm.
Εις τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, τοῖς υἱοῖς Κορὲ εις σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.
Unto the end, for those who shall be changed, for the sons of Core, for understanding, an ode for the beloved.
1. Φαίνεται μὲν καὶ οὗτος ὁ ψαλμὸς τελειωτικός τις ὢν τῆς ἀνθρωπίνης φύσεως, καὶ εις τὸ προκείμενον τέλος τοῖς κατ' ἀρετὴν βιοῦν προῃρημένοις τὴν ὠφέλειαν παρεχόμενος. Τοῖς γὰρ προκόπτουσι χρεία τῆς εἰς τὸ τελειωθῆναι διδασκαλίας, ἣν ὁ ψαλμὸς οὗτος παρέχεται, ἐπιγραφὴν ἔχων, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων. Κεκρυμμένως δὲ εἶπεν, ὑπὲρ τῶν ἀνθρώπων. Ἡμεῖς γάρ ἐσμεν οι μάλιστα πάντων τῶν λογικῶν ἀλλοιώσεσί τε καὶ τροπαῖς ταῖς ἐφ' ἑκάστης ἡμέρας καὶ ὥρας σχεδὸν ὑποκείμενοι. Οὔτε γὰρ σώματι οὔτε γνώμῃ οἱ αὐτοί ἐσμεν ἑαυτοῖς, ἀλλὰ τὸ μὲν σῶμα ἡμῶν, ἀεὶ ῥέον καὶ σκεδαννύμενον, ἐν κινήσει ἐστὶ καὶ μεταβολῇ, ἢ ἀπὸ μικροῦ εις τὸ μεῖζον αὐξόμενον, ἢ ἀπὸ τοῦ τελείου πρὸς τὸ ἔλαττον συστελλόμενον. Οὐ γὰρ ὁ αὐτός ἐστι τῷ ἀρτιγενεῖ παιδίῳ ὁ εἰς διδασκαλεῖον φοιτῶν ἤδη παῖς, καὶ πρὸς τὰς τῶν τεχνῶν καὶ μαθημάτων ἀναλήψεις ἐπιτηδείως ἔχων· ἕτερος δὲ πάλιν παρὰ τοῦτον ὁμολογουμένως ἐστὶν ὁ ἔφηβος, ἤδη τῶν νεανικῶν ἅπτεσθαι δυνάμενος. Καὶ παρὰ τὸν ἔφηβον ὁ ἀνηρ ἄλλος τίς ἐστι καὶ στεῤῥότητι καὶ μεγέθει σώματος, καὶ τῇ τοῦ λόγου συμπληρώσει. Εἰς ἀκμὴν δὲ ἐλθὼν, καὶ τὸ στάσιμον τῆς ἡλικίας ἀπολαβὼν, πάλιν ἄρχεται κατὰ μικρὸν ὑφαιρεῖν πρὸς τὸ ἔλαττον, ὑποῤῥεούσης αὐτῷ λεληθότως τῆς τοῦ σώματος ἕξεως, καὶ τῶν σωματικῶν τόνων ἐλαττουμένων, ἕως ἂν, ὑπὸ γήρως κατακαμφθεὶς, τὴν εἰς ἔσχατον δυνάμεως ὑφαίρεσιν ὑπομείνῃ. Ἡμεῖς τοίνυν ἐσμὲν οι ἀλλοιούμενοι, καὶ σοφῶς ἡμᾶς τοὺς ἀνθρώπους διὰ τῆς φωνῆς ταύτης ὁ ψαλμὸς παρῃνίξατο. Οὐ γὰρ ἄγγελοι ἐπιδέχονται τὴν ἀλλοίωσιν. Οὐδεὶς γὰρ παρ' ἐκείνοις παῖς, οὐδὲ νεανίσκος, οὐδὲ πρεσβύτης, ἀλλ' ἐν ᾗπερ ἐξ ἀρχῆς ἐκτίσθησαν καταστάσει, ἐν ταύτῃ διαμένουσιν, ἀκεραίας αὐτοῖς καὶ ἀτρέπτου τῆς συστάσεως σωζομένης. Ἡμεῖς δὲ ἀλλοιούμεθα, κατὰ μὲν τὸ σῶμα, ὡς δέδεικται, κατὰ δὲ τὴν ψυχὴν καὶ τὸν ἔσω ἄνθρωπον, τοῖς ἀεὶ προσπίπτουσι πράγμασι συμμετατιθέντες τὰς διανοίας. Ἄλλοι μὲν γάρ ἐσμεν εὐθυμούμενοι, καὶ πάντων ἡμῖν τῶν κατὰ τὸν βίον κατὰ ῥοῦν προϊόντων· ἄλλοι δὲ ἐν τοῖς περιστατικοῖς καιροῖς, ἐπειδάν τινι τῶν ἀβουλήτων προσπταίσωμεν. Ἀλλοιούμεθα δὲ καὶ κατὰ τὰς ὀργὰς, θηριώδη τινὰ κατάστασιν ἀναλαμβάνοντες. Ἀλλοιούμεθα καὶ κατὰ τὰς ἐπιθυμίας, κτηνώδεις γινόμενοι διὰ τοῦ καθ' ἡδονὴν βίου. Ἵπποι θηλυμανεῖς ἐγενήθησαν οἱ ταῖς γυναιξὶ τῶν πλησίον ἐπιμαινόμενοι. Καὶ ὁ μὲν δολερὸς ἀλώπεκι παρεικάζεται, ὡς Ἡρώδης· ὁ δὲ ἀναιδὴς κύων προσαγορεύεται, ὡς Νάβαλ ὁ Καρμήλιος.
1. This psalm too appears to be one that perfects human nature, and affords benefit towards the proposed end for those who have chosen to live according to virtue. For those who are making progress have need of the teaching unto perfection which this psalm supplies, bearing the superscription, Unto the end, for those who shall be changed. Yet covertly he said, for men. For we most of all rational beings are subject to changes and turns almost every day and hour. For neither in body nor in mind are we the same as ourselves; rather, our body, ever flowing and being dissipated, is in motion and alteration, either growing from small to greater, or contracting from completeness towards what is lesser. For the boy already attending school and suited for the mastery of arts and studies is not the same as the newborn infant; and different again beside him, admittedly, is the youth, already able to lay hold of youthful exercises. And beside the youth, the grown man is someone else both in firmness and stature of body, and in the completion of reason. Yet once he has come to his prime and attained the settled stage of his age, he begins again little by little to diminish towards what is lesser, as the vigour of his body imperceptibly slips away from him and his bodily powers abate, until, bowed down by old age, he undergoes the uttermost diminution of strength. We, therefore, are those who are changed, and wisely did the psalm hint at us men through this utterance. For angels do not admit of change. For among them there is no child, nor young man, nor old man, but in the state in which they were created from the beginning, in this they remain, their constitution being preserved for them intact and immutable. We, however, are changed, in body indeed, as has been shown, and in soul and the inner man, shifting our minds along with the events that continually befall us. For we are one sort when we are cheerful and all things in life go with the stream for us, and another in times of distress, whenever we stumble against something unwanted. We are changed also in fits of anger, taking on a certain beastly state. We are changed also in desires, becoming brutish through the life according to pleasure. Those who go mad after their neighbours' wives have become mare-mad stallions. And the deceitful man is likened to a fox, as Herod; while the shameless man is called a dog, as Nabal the Carmelite.
Ὁρᾷς τὸ ποικίλον καὶ πολυειδὲς τῆς ἀλλοιώσεως
Do you see the varied and manifold character of the change
Notes, col. 388

On the reading

Printed Εις, for Εἰς.

Printed εις, for εἰς.

Printed οι, for οἱ.

Printed ἀνηρ, for ἀνὴρ.

PG 29:389Read from the page
2. Διόπερ δοκεῖ μοί τις τῶν ἑρμηνευτων καλῶς καὶ εὐθυβόλως τὴν αὐτὴν διάνοιαν δι' ἑτέρας προσηγορίας ἐκδεδωκέναι, ἀντὶ τοῦ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων, ειπὼν αὐτὸς, Ὑπὲρ τῶν κρίνων. Τὸ ὠκύμορον τῶν ἀνθέων ἄξιον ἐνόμισε συγκρίνεσθαι τῷ ἐπικήρῳ τῆς ἀνθρωπίνης φύσεως. Ἐπειδὴ δὲ εἰς τὸν μέλλοντα χρόνον ἐγκέκλιται ἡ φωνὴ (εἴρηται γὰρ Ὑπὲρ τῶν ἀλλοιωθησομένων, ὡς ὕστερόν ποτε τῆς ἀλλοιώσεως ταύτης ἀναφαινομένης ἡμῖν), ἐπισκεψώμεθα μήποτε τὸν τῆς ἀναστάσεως ἡμῖν παραινίσσεται λόγον, ἐν ᾗ ἡ ἀλλοίωσις ἡμῖν δοθήσεται· ἀλλοίωσις δὲ ἐπὶ τὸ βέλτιον καὶ πνευματικόν. Σπείρεται γὰρ, φησὶν, ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Ὁρᾷς τὴν ἀλλοίωσιν; Σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει. Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν· ὅτε καὶ πᾶσα ἡμῖν ἡ σωματικὴ κτίσις συναλλοιοῦται. Καὶ γὰρ καὶ Οἱ οὐρανοὶ ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξει αὐτοὺς ὁ Θεὸς, καὶ ἀλλαγήσονται. Τότε καὶ ὁ ἥλιος ἔσται ἑπταπλασίων ἑαυτοῦ, κατὰ τὸν Ἠσαΐαν, καὶ ἡ σελήνη κατὰ τὸ νῦν ὑπάρχον μέγεθος τοῦ ἡλίου. Ἐπειδὴ δὲ οὐ πᾶσι γέγραπται τὰ λόγια τοῦ Θεοῦ, ἀλλὰ τοῖς ἔχουσιν ὦτα κατὰ τὸν ἔσω ἄνθρωπον, Τοῖς ἀλλοιωθησομένοις ἐπέγραψεν· ὡς οἶμαι, τοῖς ἑαυτῶν ἐπιμελομένοις, καὶ ἀει διὰ τῶν γυμνασίων τῆς εὐσεβείας ἐπὶ τὸ μεῖζον προκόπτουσιν. Αὕτη γάρ ἐστιν ἡ καλλίστη ἀλλοίωσις, ἣν ἡ δεξιὰ χαρίζεται τοῦ Ὑψίστου· ἧς καὶ ὁ μακάριος Δαβὶδ ἐπῄσθετο, ὅτε, γευσάμενος τῶν καλῶν τῆς ἀρετῆς, τοῖς ἔμπροσθεν ἐπεξέτεινε. Τί γάρ φησι; Καὶ εἶπα· Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ὥστε ὁ προκόπτων εις ἀρετὴν οὐκ ἔστιν ὅτε οὐκ ἀλλοιοῦται. Ὅτε γὰρ ἤμην, φησὶ, νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος. Ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου. Καὶ πάλιν γενόμενος ἀνὴρ, οὐχ ἵστατο τῆς ἐνεργείας, ἀλλὰ Τῶν ὄπισθεν ἐπιλανθανόμενος, καὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν ἐδίωκεν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ἀλλοίωσις οὖν ἐστι τοῦ ἔσω ἀνθρώπου ἀνακαινουμένου ἡμέρᾳ καὶ ἡμέρᾳ. Ἐπεὶ οὖν ἀπαγγέλλειν ἡμῖν μέλλει τὰ περὶ τοῦ ἀγαπητοῦ, ὃς τὴν οικονομίαν τῆς σαρκώσεως ὑπὲρ ἡμῶν ἀνεδέξατο, ὑπὲρ τῶν ἀξίων τῆς χάριτος ταύτης τὴν
2. Wherefore one of the interpreters seems to me to have rendered the same thought well and aptly through another appellation, instead of For those who shall be changed saying himself, For the lilies. The short-lived nature of flowers he deemed worthy to be compared to the frailty of human nature. Yet since the expression is inflected for future time (for it is said, For those who shall be changed, as though this change is to be manifested to us hereafter at some time), let us examine whether perhaps it hints to us at the doctrine of the resurrection, in which the change will be given to us—a change for the better and spiritual. For it is sown, he says, in corruption, it is raised in incorruption. Do you see the change? It is sown in weakness, it is raised in power. It is sown a natural body, it is raised a spiritual body; when also the whole bodily creation is changed together with us. For indeed The heavens shall grow old like a garment, and like a cloak God shall change them, and they shall be changed. Then also the sun shall be sevenfold what it now is, according to Isaiah, and the moon according to the now existing size of the sun. And since the oracles of God have been written not for all, but for those who have ears according to the inner man, he inscribed it For those who shall be changed—as I suppose, for those who take care of themselves, and ever advance towards what is greater through the exercises of godliness. For this is the noblest change, which the right hand of the Most High bestows; which the blessed David also perceived when, having tasted the good things of virtue, he stretched out towards the things ahead. For what does he say? And I said: Now I have begun; this is the change of the right hand of the Most High. So that he who advances unto virtue is never not being changed. For when I was a child, he says, I spoke as a child, I thought as a child, I reasoned as a child. Yet when I have become a man, I have done away with the things of the child. And again, having become a man, he did not cease from activity, but Forgetting the things behind, and stretching out towards the things ahead, he pressed on towards the goal for the prize of the upward calling. There is therefore a change of the inner man being renewed day by day. Since, then, he is about to declare to us the things concerning the Beloved, Who took upon Himself the dispensation of the incarnation on our behalf, for those worthy of this grace this
Notes, col. 389

On the reading

Printed ἑρμηνευτων, for ἑρμηνευτῶν.

Printed ειπὼν, for εἰπὼν.

Printed ἀει, for ἀεὶ.

Printed εις, for εἰς.

Printed οικονομίαν, for οἰκονομίαν.

PG 29:392Read from the page
ᾠδὴν ταύτην ἐκδεδωκέναι τοῖς υἱοῖς Κορέ φησιν ὁ Προφήτης. ᾨδὴ γάρ ἐστι, καὶ οὐχὶ ψαλμός· διότι γυμνῇ φωνῇ, μὴ συνηχοῦντος αὐτῇ τοῦ ὀργάνου, μετ' ἐμμελοῦς τῆς ἐκφωνήσεως παρεδίδοτο. ᾨδὴ δὲ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἆρά σοι διηγήσομαι τὸν ἀγαπητὸν, ὅντινα ὁ λόγος εἶναί φησιν; ἢ καὶ πρὸ τῶν ἡμῶν λόγων ἐπίστασαι, μεμνημένος τῆς ἐν τῷ Εὐαγγελίῳ φωνῆς; Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. Ἀγαπητὸς γὰρ τῷ Πατρὶ μὲν ὡς Μονογενὴς, τῇ κτίσει δὲ πάσῃ ὡς πατὴρ φιλάνθρωπος καὶ ἀγαθὸς προστάτης. Τὸ αὐτὸ δέ ἐστι τῇ φύσει καὶ ἀγαπητὸν καὶ ἀγαθόν. Διότι καλῶς ὡρίσαντο ἤδη τινὲς, ἀγαθὸν εἶναι οὗ πάντα ἐφίεται. Οὐ τοῦ τυχόντος δέ ἐστιν εις τὸ τέλειον χωρῆσαι τῆς ἀγάπης, καὶ τὸν ὄντως ἀγαπητὸν ἐπιγνῶναι· ἀλλὰ τοῦ ἐκδυσαμένου ἤδη τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδυσαμένου τὸν νέον, τὸν ἀνακαινούμενον εις ἐπίγνωσιν κατ' εικόνα τοῦ κτίσαντος. Ἐπεὶ ὅ γε χρήματα ἀγαπῶν, καὶ περὶ τὸ φθαρτὸν τῶν σωμάτων κάλλος ἐπτοημένος, καὶ τὸ δοξάριον τοῦτο ὑπερτιμῶν, τὴν τοῦ ἀγαπᾷν δύναμιν ἐφ' ἃ μὴ προσῆκεν ἀναλώσας, πρὸς τὴν τοῦ ἀληθινῶς ἀγαπητοῦ θέαν ἀπετυφλώθη. Διὰ τοῦτό φησιν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Τὸ δὲ, Ἐξ ὅλης, μερισμὸν εις ἕτερα οὐκ ἐπιδέχεται. Ὅσον γὰρ ἂν τῆς ἀγάπης παραναλώσῃς ἐπὶ τὰ κάτω, τοσοῦτόν σοι λείψει ἐξ ἀνάγκης ἀπὸ τοῦ ὅλου. Διὰ τοῦτο ὀλίγοι ἐκ πάντων φίλοι Θεοῦ προσηγορεύθησαν· ὡς Μωϋσῆς ἀναγέγραπται εἶναι φίλος· ὡς Ἰωάννης· Ὁ γὰρ φίλος, φησὶ, τοῦ νυμφίου, ἑστὼς, χαρᾷ χαίρει· τουτέστιν, ὁ τὸ στάσιμον ἔχων καὶ ἀμετακίνητον τῆς εἰς Χριστὸν φιλίας, οὗτος ἄξιος τῆς αὐτοῦ φιλίας. Διὸ καὶ τοῖς μαθηταῖς ἤδη τελειουμένοις ὁ Κύριος, Οὐκέτι, φησὶν, ὑμᾶς λέγω δούλους, ἀλλὰ φίλους· ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ. Τελείου τοίνυν ἐστὶ τὸ τὸν ὄντως ἀγαπητὸν ἐπιγνῶναι. Καὶ τῷ ὄντι μόνοι φίλοι Θεοῦ καὶ ἀλλήλοις οἱ ἅγιοι· οὐδεὶς δὲ τῶν πονηρῶν καὶ ἀμαθῶν φίλος. Οὐδὲ γὰρ πίπτει τὸ τῆς φιλίας καλὸν εις μοχθηρὰν διάθεσιν· διότι οὐδὲν αισχρὸν καὶ ἀνάρμοστον εἰς συμφωνίαν δύναται χωρῆσαι φιλίας. Τὸ γὰρ κακὸν οὐ τῷ ἀγαθῷ ἐναντίον ἐστὶ μόνον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ. Ἤδη δὲ καὶ ἐπὶ τὴν ἐξέτασιν τῶν ῥημάτων προΐωμεν.
ode the Prophet says he has given forth to the sons of Core. For it is an ode, and not a psalm, because it was delivered with the bare voice, without the instrument sounding along with it, in melodious utterance. And it is an ode for the Beloved. Shall I recount to you the Beloved, Whom Scripture says He is? Or even before our words do you know Him, remembering the voice in the Gospel: This is My beloved Son, in Whom I am well pleased; hear Him? For He is beloved to the Father indeed as Only-Begotten, and to all creation as a loving Father and good Protector. And the same thing is by nature both lovable and good; because some have already well defined the good to be that which all things desire. Yet it does not belong to any chance person to advance to the perfection of love and to recognize Him Who is truly beloved, but to him who has already put off the old man, who is being corrupted according to the desires of deceit, and has put on the new, who is being renewed unto knowledge according to the image of Him Who created him. Since he who loves wealth, and is excited over the perishable beauty of bodies, and prizes above measure this paltry glory, having spent the power of loving upon things that were not fitting, has been blinded towards the contemplation of Him Who is truly beloved. On this account it says: You shall love the Lord your God with your whole heart, and with your whole soul, and with your whole mind. Now the phrase With your whole does not admit of division unto other things. For as much of your love as you squander upon things below, by so much will you of necessity fall short of the whole. On this account few out of all were called friends of God: as Moses is recorded to be a friend; as John: For the friend of the bridegroom, he says, who stands, rejoices with joy; that is, he who has a steadfast and unshakeable friendship towards Christ, this man is worthy of His friendship. Wherefore also to the disciples, when they were already being perfected, the Lord says: No longer do I call you servants, but friends; for the servant does not know what his master does. It belongs to the perfect man, therefore, to recognize Him Who is truly beloved. And in truth only the saints are friends of God and to one another; whereas no one among the wicked and ignorant is a friend. For the good of friendship does not fall into a depraved disposition, because nothing shameful and discordant can enter into the harmony of friendship. For evil is opposed not only to the good, but also itself to itself. Let us now proceed also to the examination of the words.
3. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἤδη μέν τινες ᾠήθησαν ἐκ προσώπου τοῦ Πατρὸς
3. My heart has belched forth a good word. Already indeed some have supposed that from the person of the Father
Notes, col. 392

On the reading

Printed εις, for εἰς.

Printed εικόνα, for εἰκόνα.

Printed αισχρὸν, for αἰσχρὸν.

PG 29:393Read from the page
λέγεσθαι ταῦτα περὶ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς αὐτὸν Λόγου, ὃν ἐκ τῆς οἱονεὶ καρδίας καὶ αὐτῶν τῶν σπλάγχνων, φασὶ, προήγαγε· καὶ ἀπὸ ἀγαθῆς καρδίας ἀγαθὸς λόγος προῆλθεν· ἐμοὶ δὲ δοκεῖ ταῦτα ἐπὶ τὸ προφητικὸν ἀναφέρεσθαι πρόσωπον. Τὰ γὰρ ἐφεξῆς τοῦ ῥητοῦ οὐκέτι ὁμοίως ἐξομαλίζει ἡμῖν τὴν περὶ τοῦ Πατρὸς ἐξήγησιν. Οὔτε γὰρ ἂν περὶ τῆς ἑαυτοῦ γλώσσης ὁ Πατὴρ εἶπεν, ὅτι Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος κάλλει παρὰ τοὺς υιοὺς τῶν ἀνθρώπων. Οὐ γὰρ ἐκ τῆς πρὸς τοὺς ἀνθρώπους συγκρίσεως τὴν ὑπεροχὴν τοῦ κάλλους ἔχει. Καὶ προϊὼν φησι· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως. Οὐ γὰρ εἶπεν· Ἔχρισά σε ἐγὼ ὁ Θεὸς, ἀλλ', Ἔχρισέ σε· ὥστε ἐκ τούτου παρίστασθαι ἕτερον εἶναι τὸ διαλεγόμενον πρόσωπον. Ποῖον οὖν ἐστι τοῦτο ἢ ὁ Προφήτης ὁ χωρήσας την τοῦ ἁγίου Πνεύματος εις αὐτὸν γενομένην ἐνέργειαν; Ἐξηρεύξατο, φησὶν, ἡ καρδία μου λόγον ἀγαθόν. Ἐπειδὴ γὰρ ἡ ἐρυγή ἐστι πνεῦμα κρύφιον κατὰ τὴν ζέσιν τῆς τροφῆς ἀποῤῥηγνυμένων τῶν πομφολύγων ἐπὶ τὸ ἄνω διαπνεόμενον, ὁ τραφεὶς τῷ ζῶντι ἄρτῳ τῷ ἐκ τοῦ οὐρανοῦ καταβάντι καὶ διδόντι ζωὴν τῷ κόσμῳ, καὶ ὁ ἐμπλησθεὶς παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ, κατὰ τὴν τῆς Γραφῆς συνήθη τροπολογίαν, ἡ τραφεῖσα τοῖς ἱεροῖς μαθήμασι ψυχὴ, πρόσφορον τοῖς βρώμασι προΐεται τὴν ἐρυγήν. Διὰ τοῦτο, ἐπειδὴ λογικὴ ἦν καὶ ἀγαθὴ ἡ τροφὴ, λόγον ἀγαθὸν ἐξερεύγεται ὁ Προφήτης. Ὁ γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν. Ζητήσωμεν οὖν καὶ ἡμεῖς τὴν ἀπὸ τοῦ λόγου τροφὴν εις πλήρωσιν τῶν ψυχῶν ἡμῶν (Δίκαιος γὰρ, φησὶν, ἐσθίων, ἐμπίπλησι τὴν ψυχὴν αὐτοῦ), ἵνα κατὰ τὴν ἀναλογίαν ὧν τρεφόμεθα, οὐ τὸν τυχόντα λόγον, ἀλλὰ ἀγαθὸν ἀναπέμπωμεν. Ὁ γὰρ πονηρὸς ἄνθρωπος, ὑπὸ μοχθηρῶν δογμάτων ἀνατραφεὶς, ἐξερεύγεται τῇ καρδίᾳ λόγον πονηρόν. Οὐχ ὁρᾷς ὁποῖα τὰ στόματα τῶν αἱρετικῶν ἀπερεύγεται; ὡς χαλεπὰ καὶ δυσώδη, πολλήν τινα τὴν ἐν τῷ βάθει νόσον τῶν ἀθλίων κατηγοροῦντα; Ὁ γὰρ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν. Μὴ δὴ οὖν, κνηθόμενος τὴν ἀκοὴν, ἐπισωρεύσῃς σεαυτῷ διδασκάλους, νόσον ἐνεργάσασθαι τοῖς σπλάγχνοις σου δυναμένους, καὶ πονηρῶν σοι ῥημάτων ἐρυγὴν προξενῆσαι, δι' ὧν μέλλεις ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως καταδικάζεσθαι. Ἐκ γὰρ τῶν λόγων σου, φησὶ, δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Πάνυ προσάγει ἡμᾶς τῇ διανοίᾳ τοῦ προφητικοῦ προσώπου καὶ τοῦτο τὸ ῥῆμα· Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἀντὶ τοῦ, Ἐξομολογήσομαι τῷ κριτῇ, καὶ προλαμβάνω τὸν κατήγορον, διὰ τῆς περὶ τῶν ἰδίων ἔργων ἀπαγγελίας. Ἐντολὴν γὰρ εἰ-
these things are spoken concerning the Word Who was in the beginning with Him, Whom out of His heart, so to speak, and His very inward parts, they say, He brought forth, and from a good heart a good word came forth; yet to me these things seem to be referred to the prophetic person. For what follows in the text no longer similarly smooths out for us the exposition concerning the Father. Neither indeed would the Father have said concerning His own tongue, My tongue is the reed-pen of a swift-writing scribe. Fair in beauty beyond the sons of men. For He does not have superiority of beauty from comparison with men. And going forward he says: Therefore God, Thy God, has anointed Thee with the oil of gladness. For He did not say, I, God, have anointed Thee, but, He has anointed Thee; so that from this it is shown that the person speaking is another. Who then is this save the Prophet, who contained the working of the Holy Spirit that came into him? My heart, he says, has belched forth a good word. For since eructation is a hidden wind breathed upwards as bubbles burst in the fermentation of food, he who has been nourished with the living bread that came down out of heaven and gives life to the world, and has been filled with every word coming forth through the mouth of God—according to Scripture's customary figurative speech, the soul nourished with sacred teachings—sends forth an eructation suited to its meats. On this account, since the nourishment was rational and good, the Prophet belches forth a good word. For the good man out of the good treasure of his heart brings forth what is good. Let us too, therefore, seek the nourishment that comes from the word unto the filling of our souls (For the righteous man eating, it says, fills his soul), so that in proportion to the things wherewith we are nourished we may send up no casual word, but a good one. For the evil man, nourished up by depraved doctrines, belches forth in his heart an evil word. Do you not see what sort of things the mouths of the heretics belch out—how grievous and foul-smelling, betraying some great sickness in the depths of the wretched men? For the evil man out of the evil treasure of his heart brings forth what is evil. Do not then, itching in your hearing, heap up for yourself teachers able to work sickness in your inward parts and procure for you an eructation of evil words, through which you are about to be condemned in the day of judgement. For by your words, He says, you shall be justified, and by your words you shall be condemned. I tell my works to the King. This saying too strongly leads us to the thought of the prophetic person: I tell my works to the King; instead of, I will confess to the Judge, and anticipate the accuser, through the declaration concerning my own works. For we have re-
Notes, col. 393

On the reading

Printed υιοὺς, for υἱοὺς.

Printed προϊὼν φησι, for προϊών φησι.

Printed την, for τὴν.

Printed εις, for εἰς.

PG 29:396Read from the page
λήφαμεν τὴν λέγουσαν· Λέγε σὺ πρῶτος ἀνομίας σου, ἵνα δικαιωθῇς. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὥσπερ ὁ κάλαμος ὄργανόν ἐστι γραφικὸν, τῆς χειρὸς τοῦ ἐπιστήμονος κινούσης αὐτὸν εις τὴν περὶ τῶν γραφομένων ἀποσημείωσιν· οὕτω καὶ ἡ τοῦ δικαίου γλῶσσα, κινοῦντος αὐτὴν τοῦ ἁγίου Πνεύματος, ἐγγράφει τὰ ῥήματα τῆς αιωνίου ζωῆς ταῖς καρδίαις τῶν πιστευόντων· βαπτομένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος. Γραμματεὺς οὖν τὸ ἅγιον Πνεῦμα, διότι σοφόν ἐστι καὶ διδακτικὸν ἁπάντων· ὀξυγράφον δὲ, διότι ὀξεῖα τῆς διανοίας ἡ κίνησις. Νοήματα δὲ ἡμῖν ἐγγράφει τὸ Πνεῦμα, Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Κατὰ δὲ τὴν ἀναλογίαν τοῦ πλάτους τῆς καρδίας, πλείονα ἢ ἐλάττονα ἐγγράφει ταῖς καρδίαις τὸ Πνεῦμα, ἢ ἐκφανῆ πᾶσιν, ἢ ἀμυδρότερα, κατὰ τὴν προπαρασκευὴν τῆς καθαρότητος. Διὰ δὲ τὸ τάχος τῶν γραφομένων πλήρης πᾶσα λοιπὸν ἡ οἰκουμένη τοῦ Εὐαγγελίου γεγένηται. Τὸ δὲ ἐφεξῆς
ceived a commandment which says: Tell your iniquities first, that you may be justified. My tongue is the reed-pen of a swift-writing scribe. Just as the reed-pen is a writing instrument, when the hand of the skilled man moves it for the noting down of the things being written, so also the tongue of the righteous man, as the Holy Spirit moves it, inscribes the words of eternal life upon the hearts of believers, dipped not in ink, but in the Spirit of the living God. A scribe, therefore, is the Holy Spirit, because He is wise and able to teach all things; and swift-writing, because swift is the movement of the mind. And thoughts the Spirit inscribes for us, Not on tablets of stone, but on fleshly tablets of the heart. Yet in proportion to the breadth of the heart, the Spirit inscribes more or fewer things upon hearts, either manifest to all or fainter, according to the prior preparation of purity. And on account of the speed of what is written, the whole inhabited earth has by now become full of the Gospel. And what follows next
4. Ὡραῖος κάλλει παρὰ τοὺς υιοὺς τῶν ἀνθρώπων. Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου. Προσάγεται δὲ ἡμᾶς τῇ διανοίᾳ ταύτῃ ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος· ὁ μὲν ειπών· Κάλλει ἐκαλλωπίσθης παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὁ δὲ Σύμμαχος· Κάλλει καλὸς εἶ παρὰ τοὺς υιοὺς τῶν ἀνθρώπων. Ὡραῖον οὖν κάλλει προσαγορεύει τὸν Κύριον ὁ ἐνατενίσας αὐτοῦ τῇ θεότητι. Οὐ γὰρ τὸ τῆς σαρκὸς ἀνυμνεῖ κάλλος. Εἴδομεν γὰρ αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Δῆλον οὖν, ὅτι ἐνιδὼν αὐτοῦ τῇ λαμπρότητι καὶ τῶν ἐκεῖθεν μαρμαρυγῶν ἀναπλησθεὶς ὁ Προφήτης, πληγεὶς τὴν ψυχὴν τούτῳ τῷ κάλλει, πρὸς τὸν ἔνθεον ἔρωτα τῆς νοητῆς ὡραιότητος ἐκινήθη· ἧς ἐπιφανείσης τῇ ἀνθρωπίνῃ ψυχῇ, πάντα αισχρὰ καὶ ἀπόβλητα τὰ τέως ἀγαπώμενα καταφαίνεται. Διὰ τοῦτο καὶ ὁ Παῦλος, ὅτε εἶδε τὸν ὡραῖον κάλλει, πάντα ἡγήσατο σκύβαλα, ἵνα Χριστὸν κερδήσῃ. Οἱ μὲν ἔξω τοῦ λόγου τῆς ἀληθείας μωρίαν ὀνομάζουσι τοῦ Εὐαγγελίου τὸ κήρυγμα, τὴν εὐτέλειαν τῆς φράσεως τῶν Γραφῶν ἐξουθενοῦντες· ἡμεῖς δὲ οἱ καυχώμενοι ἐν
4. Fair in beauty beyond the sons of men. Grace has been poured out upon Thy lips. Both Aquila and Symmachus lead us to this meaning, the one having said: In beauty Thou wast beautified beyond the sons of men; and Symmachus: In beauty Thou art fair beyond the sons of men. He therefore addresses the Lord as fair in beauty, having gazed intently upon His deity. For he is not hymning the beauty of the flesh. For we saw Him, and He had no form nor beauty, but His form was without honour, failing beyond the sons of men. It is clear, therefore, that having looked upon His splendour and been filled with the gleamings therefrom, the Prophet, smitten in soul by this beauty, was moved towards divine love for the intelligible loveliness; and once this has shone forth upon the human soul, all things hitherto loved appear shameful and worthy to be cast away. On this account Paul too, when he saw Him Who is fair in beauty, counted all things refuse, that he might gain Christ. Those outside the word of truth name the preaching of the Gospel foolishness, despising the plainness of the diction of the Scriptures; whereas we who boast in
Notes, col. 396

On the reading

Printed εις, for εἰς.

Printed αιωνίου, for αἰωνίου.

Printed υιοὺς, for υἱοὺς.

Printed ειπών, for εἰπών.

Printed αισχρὰ, for αἰσχρὰ.

PG 29:397Read from the page
τῷ σταυρῷ τοῦ Χριστοῦ, οἷς ἐφανερώθη διὰ τοῦ Πνεύματος τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, οἴδαμεν, ὅτι πλουσία χάρις ἐστὶν ἐκκεχυμένη παρὰ Θεοῦ ἐπὶ τοῖς περὶ Χριστοῦ λόγοις. Διὰ τοῦτο ἐν ὀλίγῳ τῷ χρόνῳ πᾶσαν σχεδὸν τὴν οἰκουμένην διῆλθε τὸ κήρυγμα, ἐπειδὴ πλουσία καὶ ἄφθονος ἡ χάρις ἐκκέχυται ἐπὶ τοὺς κήρυκας τοῦ Εὐαγγελίου, οὓς καὶ χείλη Χριστοῦ ὠνόμασεν ἡ Γραφή. Διὰ τοῦτο ἐν εὐκαταφρονήτοις λεξειδίοις πολὺ τὸ ἀγωγὸν καὶ πρὸς σωτηρίαν ὁλκὸν ἔχει τοῦ Εὐαγγελίου τὸ κήρυγμα. Καὶ πᾶσα ψυχὴ κεκράτηται δόγμασιν ἀκινήτοις, διὰ τῆς χάριτος πρὸς τὴν ἀσάλευτον εἰς Χριστὸν πίστιν βεβαιουμένη. Ὅθεν φησὶν ὁ Ἀπόστολος· Δι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως· καὶ πάλιν· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ, ἡ σὺν ἐμοί.
the cross of Christ, to whom there have been manifested through the Spirit the things freely given to us by God, not in words taught by human wisdom (1 Cor. 2:13), know that rich grace has been poured out from God upon the words concerning Christ. On this account in a short time the preaching passed through almost the whole inhabited earth, since rich and abundant grace has been poured out upon the heralds of the Gospel, whom Scripture has also named the lips of Christ. On this account, in contemptible little phrases, the preaching of the Gospel possesses great power to lead and draw towards salvation. And every soul is held fast by immovable doctrines, being confirmed through grace towards unshakeable faith in Christ. Whence says the Apostle: Through Whom we received grace and apostleship unto obedience of faith (Rom. 1:5); and again: I laboured more abundantly than they all; yet not I, but the grace of God which is with me (1 Cor. 15:10).
5. Ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Γέγραπται ἐν τῷ Εὐαγγελίῳ, ὅτι Ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις διὰ στόματος αὐτοῦ. Διόπερ ἐμφαντικῶς ὁ ψαλμὸς; τὸ πλῆθος τῆς χάριτος τῶν παρὰ τοῦ Κυρίου ἡμῶν ῥημάτων παραστῆσαι βουλόμενος, Ἐξεχύθη χάρις ἐν τοῖς χείλεσί σου, εἶπε, διὰ τὸ ἄφθονον τῆς ἐν τῷ λόγῳ χάριτος. Εὐλόγησέ σε, φησὶν, ὁ Θεὸς εἰς τὸν αἰῶνα. Δῆλον δὲ, ὅτι ἐπὶ τὸ ἀνθρώπινον χρὴ ἀναφέρεσθαι ταῦτα, καθὰ προκόπτει σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι. Κατὰ τοῦτο δῆλον, ὅτι καὶ ἆθλον ἀνδραγαθημάτων αὐτῷ νοοῦμεν δεδόσθαι τὴν χάριν. Ὅμοιον δὲ τούτῳ τό· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. ᾯ παραπλήσιόν ἐστι καὶ τὸ Φιλιππησίοις παρὰ Παύλου γραφὲν, ὅτι Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν. Ὥστε δῆλον, ὅτι ταῦτα περὶ τοῦ κατὰ τὸν Σωτῆρα ἀνθρώπου λέγεται· ἢ ἐπειδὴ ἡ Ἐκκλησία σῶμά ἐστι τοῦ Κυρίου, καὶ αὐτὸς κεφαλὴ τῆς Ἐκκλησίας· ὥσπερ ἀποδεδώκαμεν χείλη εἶναι τοῦ Χριστοῦ τοὺς ὑπηρετουμένους τῷ οὐρανίῳ λόγῳ (ὥσπερ Παῦλος ἐν ἑαυτῷ ἔχων τὸν Χριστὸν λαλοῦντα, καὶ εἴ τις ἐκείνῳ τὴν ἀρετὴν παραπλήσιος)· οὕτω καὶ τὰ λοιπὰ μέλη τοῦ σώματος τοῦ Χριστοῦ, οἱ καθεῖς τῶν πεπιστευκότων ἐσμέν. Τὴν οὖν τῇ Ἐκκλησίᾳ διδομένην εὐλογίαν ἐπὶ τὸν Κύριον ὁ ἀναφέρων οὐχ ἁμαρτήσει. Τὸ οὖν, Εὐλόγησέ σε ὁ Θεὸς, τουτέστι, Τὰ μέλη τὰ σὰ καὶ τὸ σῶμα τὸ σὸν ἐπλήρωσε τῶν παρ' ἑαυτοῦ ἀγα-
5. Grace has been poured out upon Thy lips; therefore God has blessed Thee unto the age (Ps. 45:2). It is written in the Gospel that They marvelled at the words of grace coming forth through His mouth (Luke 4:22). Wherefore expressively the psalm, wishing to set forth the multitude of the grace of the words that come from our Lord, said, Grace has been poured out upon Thy lips, on account of the abundance of the grace in His speech. God has blessed Thee, it says, unto the age. Now it is clear that these things must be referred to His humanity, inasmuch as He advances in wisdom and stature and grace (Luke 2:52). In accordance with this it is clear that we also understand the grace to have been given to Him as a prize of noble deeds. Similar to this is the saying: Thou hast loved righteousness, and hated iniquity; therefore God, Thy God, has anointed Thee with the oil of gladness beyond Thy fellows (Ps. 45:7). Akin to this also is what was written to the Philippians by Paul, that He humbled Himself, becoming obedient unto death, even death on a cross; wherefore God also highly exalted Him (Phil. 2:8–9). So it is clear that these things are spoken concerning the man in the Saviour; or else, since the Church is the body of the Lord, and He Himself is the head of the Church, just as we have explained that those who minister to the heavenly word are the lips of Christ (just as Paul had Christ speaking in him (2 Cor. 13:3), and whoever is like him in virtue), so also we, each one of those who have believed, are the remaining members of the body of Christ. He, therefore, who refers to the Lord the blessing given to the Church will not err. Thus the saying, God has blessed Thee, means, Thy members and Thy body He has filled from Himself with good
Notes, col. 397

On the reading

Printed 3⟨5⟩7, for 397.

Printed ψαλμὸς;, for ψαλμὸς,.