Migne Reading Room

PG 29 · cols. 376–385 · Read from the page

Homilies on the Psalms (the rest)

Homilies on the Psalms (the rest)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:376Read from the page
10. Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Στοιχειώδεις αἱ παραινέσεις, καὶ εἰσαγωγοὶ εἰς εὐσέβειαν ἀκριβοῦσαι γλώσσης κρατεῖν, δολερῶν ἐπιβουλευμάτων ἀπέχεσθαι, ἐκκλίνειν ἀπὸ κακοῦ. Οὐ γὰρ τελείῳ πρέπουσα ἡ ἀποχὴ τοῦ κακοῦ, ἀλλὰ τῷ ἄρτι στοιχειουμένῳ ἐκνεῦσαι προσήκει ἀπὸ τῆς ἐπὶ τὸ κακὸν φορᾶς, καὶ οἱονεὶ ὁδοῦ κακῆς τῆς ἐν τῷ πονηρῷ βίῳ συνηθείας ἀπαλλαγέντα, οὕτως ἅψασθαι τῆς τῶν ἀγαθῶν ἐνεργείας. Ἀμήχανον γὰρ ἅψασθαι τοῦ ἀγαθοῦ μὴ ἀποστάντα πρότερον παντελῶς καὶ ἐκνεύσαντα τοῦ κακοῦ· ὡς ἀμήχανον ὑγείαν ἀναλαβεῖν μὴ τῆς νόσου ἀπαλλαγέντα· ἢ ἐν θερμότητι γενέσθαι τὸν μὴ καθαρῶς πεπαυμένον τῆς καταψύξεως· ανεπίδεκτα γὰρ ταῦτα ἀλλήλοις. Οὕτω καὶ τὸν μέλλοντα ἐν ἀγαθῷ βίῳ γενέσθαι πάσης προσήκει τῆς ἐπὶ τὸ κακὸν συναφείας ἀπαλλαγῆναι. Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Περὶ ταύτης εἴρηκεν ὁ Κύριος· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν εἰρήνην, ἐγὼ δίδωμι ὑμῖν. Ζήτησον οὖν τὴν τοῦ Κυρίου εἰρήνην, καὶ δίωξον αὐτήν. Διώξεις δὲ οὐκ ἄλλως ἢ κατὰ σκοπὸν τρέχων εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ἄνω γάρ ἐστιν ἡ εἰρήνη ἡ ἀληθής. Ἐπεὶ ὅσον γε τῇ σαρκὶ συνδεδέμεθα χρόνον, πολλοῖς καὶ τοῖς ἐκταράσσουσιν ἡμᾶς συνεζεύγμεθα. Ζήτησον οὖν εἰρήνην, λύσιν τῶν τοῦ κόσμου τούτου θορύβων· κτῆσαι γαληνιῶντα νοῦν, ἀκύμονά τινα καὶ ἀτάραχον κατάστασιν τῆς ψυχῆς, μήτε ὑπὸ παθῶν σαλευομένην, μήτε ὑπὸ τῶν ψευδῶν δογμάτων διὰ πιθανότητος προκαλουμένων εἰς συγκατάθεσιν περιελκομένην, ἵνα κτήσῃ τὴν εἰρήνην τοῦ Θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν, φρουροῦσαν τὴν καρδίαν σου. Ὁ ζητῶν εἰρήνην Χριστὸν ἐκζητεῖ, ὅτι αὐτός ἐστιν ἡ εἰρήνη, ὃς ἔκτισε τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς εἴτε τὰ ἐπὶ τῆς γῆς.
10. Turn aside from evil, and do good; seek peace, and pursue it. Elementary are these exhortations, and introductory unto godliness, training one strictly to master the tongue, to abstain from deceitful plots, to turn aside from evil. For abstinence from evil is not what befits the perfect man, rather it belongs to him who is just now being taught the elements to swerve aside from the rush towards evil, and having been rid as it were of an evil road—habituation in a wicked life—thus to lay hold of the working of good things. For it is impossible to lay hold of the good without having first stood wholly aloof and swerved aside from evil; just as it is impossible to recover health without having been rid of the disease, or for him to come into warmth who has not cleanly ceased from chilling; for these things are incapable of admitting one another. Thus also it belongs to him who is going to come to be in a good life to be rid of every attachment towards evil. Seek peace, and pursue it. Concerning this peace the Lord has spoken: Peace I leave to you, My peace I give to you; not as the world gives peace do I give to you. Seek, therefore, the peace of the Lord, and pursue it. And you will pursue it in no other way than by running towards the mark unto the prize of the upward calling. For above is the true peace; since for so long a time at least as we have been bound together with the flesh, we have been yoked with many things too that thoroughly trouble us. Seek peace, therefore, a release from the tumults of this world; acquire a tranquil mind, a certain waveless and untroubled state of the soul, neither tossed by passions nor dragged about by false doctrines inviting unto assent through plausibility, so that you may acquire the peace of God which surpasses every mind, guarding your heart. He who seeks peace seeks out Christ, because He Himself is peace, Who created the two into one new man, making peace, and having made peace through the blood of His cross, whether as to the things in the heavens or the things upon the earth.
11. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίοις, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Ὥσπερ οἱ ἅγιοι σῶμά εἰσι Χριστοῦ καὶ μέλη ἐκ μέρους· καὶ ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ τοὺς μὲν ὀφθαλμοὺς, τοὺς δὲ γλώσσας, ἑτέρους τὸν τῶν χειρῶν, καὶ ἄλλους τὸν τῶν ποδῶν ἐπέχοντας λόγον· οὕτω καὶ αἱ ἅγιαι δυνάμεις αἱ πνευματικαὶ καὶ περὶ τὸν οὐράνιον οὖσαι
11. The eyes of the Lord are upon the righteous, and His ears unto their supplication. Just as the saints are the body of Christ and members in part, and God has set in the Church some as eyes, others as tongues, others holding the function of hands, and others that of feet; so also the holy powers that are spiritual and around the heavenly
Notes, col. 376

On the reading

Printed ανεπίδεκτα, for ἀνεπίδεκτα.

PG 29:377Read from the page
τόπον, αἱ μὲν ὀφθαλμοὶ λέγονται, τῷ τὴν ἐπισκοπὴν ἡμῶν πιστευθῆναι, αἱ δὲ ὦτα, τῷ παραδέχεσθαι ἡμῶν τὰς δεήσεις. Νῦν οὖν τὴν ἐποπτικὴν ἡμῶν δύναμιν, καὶ τὴν τῶν εὐχῶν ἀντιληπτικὴν, ὀφθαλμοὺς εἶπε καὶ ὦτα. Ὀφθαλμοὶ οὖν Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Ἐπειδὴ πᾶσα πρᾶξις τοῦ δικαίου ἀξία τῆς θεωρίας τοῦ Θεοῦ, καὶ πᾶν ῥῆμα, τῷ μηδὲν ἀργῶς λέγεσθαι παρὰ τοῦ δικαίου, ἐνεργόν ἐστι καὶ ἔμπρακτον, διὰ τοῦτο ἀεὶ ἐφορᾶσθαι καὶ ἀεὶ εἰσακούεσθαι τὸν δίκαιον ὁ λόγος φησί. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Πρόσωπον οἶμαι τὴν πεπαῤῥησιασμένην καὶ φανερὰν τοῦ Κυρίου ἐπιδημίαν τὴν ἐπὶ τῆς κρίσεως λέγεσθαι. Διὸ καὶ ὀφθαλμοὶ Κυρίου, ὡς ἔτι πόῤῥωθεν ἐπισκοποῦντος ἡμᾶς, ἐπιβλέπειν τὸν δίκαιον εἴρηνται· αὐτὸ δὲ τὸ πρόσωπον ἐπιφανήσεσθαι, ἐπὶ τὸ ἐξολοθρεῦσαι ἐκ γῆς πᾶν τὸ τῆς πονηρίας μνημόσυνον. Μὴ γάρ μοι σωματικῶς διαπεπλασμένον τὸ πρόσωπον τοῦ Θεοῦ νοήσῃς· ἐπεὶ οὕτω γε καὶ ἄλογον εἶναι δόξει τὸ παρὰ τῆς Γραφῆς εἰρημένον, ἰδίᾳ μὲν ὀφθαλμοὺς ὑπάρχειν ἐπιλάμποντας τῷ δικαίῳ, ἰδίᾳ δὲ τὸ πρόσωπον ἐπιφερόμενον τοῖς πονηροῖς. Καίτοι οὔτε ὀφθαλμοὶ χωρὶς προσώπου, οὔτε πρόσωπον ὀφθαλμῶν ἐστιν ἄμοιρον. Ἄνθρωπος μὲν οὖν οὐ μὴ ἴδῃ τὸ πρόσωπον Κυρίου, καὶ ζήσεται· οἱ δὲ ἄγγελοι τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Διότι νῦν μὲν χωρῆσαι ἡμᾶς τὴν θέαν τῆς ἐνδόξου ἐπιφανείας διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς τὴν περικειμένην ἡμῖν ἀμήχανον· οἱ μέντοι ἄγγελοι, τῷ μηδὲν ἔχειν προκάλυμμα τοιοῦτον παραπλήσιον τῇ ἡμετέρᾳ σαρκὶ, ὑπ' οὐδενὸς ἐμποδίζονται διηνεκῶς ἐνατενίζειν τῷ προσώπῳ τῆς δόξης τοῦ Θεοῦ. Ὥστε καὶ ἡμεῖς, ἐπειδὰν γενώμεθα υἱοὶ τῆς ἀναστάσεως, τότε καταξιωθησόμεθα τῆς πρόσωπον πρὸς πρόσωπον γνώσεως. Τότε δὲ οἱ μὲν δίκαιοι ἐν ἀγαλλιάσει τῆς θέας τοῦ προσώπου κατ-
place, some are called eyes, by having been entrusted with the oversight of us, and others ears, by receiving our supplications. Now, therefore, He called the power that watches over us, and that which apprehends prayers, eyes and ears. The eyes of the Lord, therefore, are upon the righteous, and His ears unto their supplication. Since every action of the righteous man is worthy of the contemplation of God, and every word, because nothing is spoken idly by the righteous man, is active and effectual, on this account the word says that the righteous man is always watched over and always hearkened to. But the countenance of the Lord is upon those who do evil things, to destroy their remembrance from the earth. By countenance I think is meant the open and manifest coming of the Lord at the judgement. Wherefore the eyes of the Lord also, as of One still overseeing us from afar, have been said to look upon the righteous man; whereas the countenance itself will appear, so as to destroy from the earth every remembrance of wickedness. For do not conceive for me the countenance of God as bodily moulded; since in that way what is spoken by Scripture will even seem unreasonable, that separately there exist eyes shining upon the righteous man, and separately the countenance brought against the wicked. And yet neither are eyes without a countenance, nor is a countenance devoid of eyes. Now a man shall by no means see the countenance of the Lord and live; whereas the angels of the little ones in the Church continually behold the countenance of our Father Who is in the heavens. Because now indeed for us to have room for the sight of the glorious manifestation is impossible on account of the weakness of the flesh lying around us; the angels, however, by having no such veil like our flesh, are hindered by nothing from gazing intently without cease upon the countenance of the glory of God. So that we too, whenever we become sons of the resurrection, shall then be counted worthy of the knowledge that is face to face. And then the righteous, on the one hand, in exultation at the sight of His countenance shall be count-
12. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. Νοητὴ τῶν δικαίων ἡ κραυγὴ, ἐν τῷ κρυπτῷ τῆς καρδίας τὴν μεγαλοφωνίαν ἔχουσα, δυναμένη ἐφικέσθαι καὶ αὐτῶν τῶν ὤτων τοῦ Θεοῦ. Ὁ γὰρ μεγάλα αἰτῶν, καὶ περὶ ἐπουρανίων εὐχόμενος, οὗτος κράζει, καὶ ἀκουστὴν ἀναπέμπει
12. The righteous cried out, and the Lord hearkened to them, and out of all their afflictions He rescued them. Intelligible is the cry of the righteous, having its loud voice in the hidden place of the heart, able to reach even the very ears of God. For he who asks great things, and prays concerning heavenly things, this man cries out, and sends up an audible
PG 29:380Read from the page
τῷ Θεῷ τὴν εὐχήν. Ἐκέκραξαν οὖν οἱ δίκαιοι· οὐδὲν μικροπρεπὲς, οὐδὲ γήϊνον, οὐδὲ ταπεινὸν ἐπεζήτησαν. Διὰ τοῦτο αὐτῶν παρεδέξατο τὴν φωνὴν ὁ Κύριος, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς· οὐ τοσοῦτον ἀπολύων αὐτοὺς τῶν ὀχληρῶν, ὅσον κρείττονας τῶν συμβαινόντων κατασκευάζων. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Τῇ ἑαυτοῦ ἀγαθότητι πᾶσιν ἐγγίζει· μακρύνομεν δὲ ἑαυτοὺς ἡμεῖς διὰ τῆς ἁμαρτίας. Ἰδοὺ γὰρ, φησὶν, οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Διὰ τοῦτο Μωϋσῆς ἐγγίζειν λέγεται τῷ Θεῷ· καὶ εἴ τις ἄλλος παραπλήσιος ἐκείνῳ, δι' ἀνδραγαθήματα καὶ πράξεις ἀγαθὰς ἐγγὺς γίνεται τοῦ Θεοῦ. Ἄντικρυς δὲ προφητείαν ἔχει ὁ λόγος τῆς ἐπιδημίας τοῦ Κυρίου, καὶ σύμφωνος τῷ προάγοντι. Ἐκεῖ μὲν γὰρ ἐλέγετο· Πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακά· τουτέστιν, ἡ ἐπιφάνεια αὐτοῦ κατὰ τὴν κρίσιν ἐπὶ ἀφανισμῷ πάσης πονηρίας γενήσεται· ἐνταῦθα δὲ, Ἐγγὺς ὁ Κύριος τοῖς συντετριμμένοις τὴν παρδίαν, τὴν ἐπιδημίαν τὴν τοῦ Κυρίου τὴν ἐν σαρκὶ προαγγέλλει, ἐγγίζουσαν ἤδη, καὶ οὐ μακρὰν ἀφεστηκυῖαν. Καὶ τοῦτό σοι πιστὸν ἐκ τῆς Ἠσαΐου προφητείας γενέσθω· Πνεῦμα γὰρ Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσαθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Ἐπειδὴ γὰρ ἰατρὸς ἀπεστέλλετο τῶν συντετριμμένων τὴν καρδίαν, Ἐγγὺς, φησὶ, Κύριός ἐστιν· ὑμῖν λέγω τοῖς ταπεινοῖς καὶ συντρίψασιν ἑαυτῶν τὸ φρόνημα, εὐθυμοποιῶν ὑμᾶς καὶ εἰς μακροθυμίαν ἐνάγων τῇ χαρᾷ τῶν προσδοκωμένων. Συντριμμὸς δὲ καρδίας ἐστὶν ὁ ἀφανισμὸς τῶν ἀνθρωπίνων λογισμῶν. Ὁ καταφρονήσας τῶν τῇδε, καὶ ἀποδεδωκὼς ἑαυτὸν τῷ λόγῳ τοῦ Θεοῦ, καὶ ἐμπαρέχων ἑαυτοῦ τὸ ἡγεμονικὸν τοῖς ὑπὲρ ἄνθρωπον καὶ θειοτέροις νοήμασιν, οὗτος ἂν εἴη ὁ συντετριμμένην ἔχων τὴν καρδίαν, καὶ ποιήσας αὐτὴν θυσίαν οὐκ ἐξουδενωμένην ὑπὸ τοῦ Κυρίου. Καρδίαν γὰρ συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἐγγὺς οὖν Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Ὁ μηδὲν ἔχων ἔπαρμα, μηδὲ φρονῶν ἐπί τινι τῶν ἀνθρωπίνων, οὗτος καὶ συντετριμμένος ἐστὶ τῇ καρδίᾳ, καὶ ταπεινὸς τῷ πνεύματι. Ἔστι μὲν ταπεινὸς καὶ ὁ κατὰ τὴν ἁμαρτίαν πορευόμενος, διότι ταπεινωτικὴ μάλιστα πάντων ἡ ἁμαρτία. Καθὸ καὶ τὴν ἐφθαρμένην καὶ ἀπολέσασαν τὸν τῆς παρθενίας ἁγιασμὸν λέγομεν ταπεινοῦσθαι. Ὡς ὁ Ἀμνὼν, φησὶν, ἐπαναστὰς τῇ Θάμαρ, Ἐταπείνωσεν αὐτήν. Ὅσοι οὖν τὸ ἀνάστημα καὶ τὸ δίαρμα τῆς ψυχῆς ἀπολωλέκασιν, ὑπὸ τῆς ἁμαρτίας καταβληθέντες εἰς γῆν, καὶ οἱονεὶ ἐδαφισθέντες, ὁμοίως
prayer to God. The righteous, therefore, cried out: they sought after nothing mean, nor earthly, nor lowly. On this account the Lord accepted their voice, and out of all their afflictions He rescued them: not so much releasing them from troublesome things as rendering them superior to what befalls them. Near is the Lord to those who are crushed in heart, and the lowly in spirit He will save. By His own goodness He draws near to all; yet we remove ourselves far off through sin. For behold, he says, those who remove themselves far from Thee shall perish. On this account Moses is said to draw near to God; and if anyone else is like him, through noble deeds and good actions he comes near to God. And the saying outrightly holds a prophecy of the coming of the Lord, and is in harmony with what precedes. For there it was said: The countenance of the Lord is upon those who do evil things; that is, His manifestation at the judgement will take place for the abolition of all wickedness; whereas here, Near is the Lord to those who are crushed in heart proclaims beforehand the coming of the Lord in the flesh, already drawing near and not standing far off. And let this become credible to you from the prophecy of Isaiah: For the Spirit of the Lord is upon Me, on account of which He anointed Me: to preach good tidings to the poor He has sent Me, to heal those who are crushed in heart, to proclaim release to captives, and recovery of sight to the blind. For since a Physician was being sent for those crushed in heart, Near, he says, is the Lord: I say it to you who are lowly and have crushed your own pride, cheering you and leading you on unto long-suffering by the joy of the things awaited. And crushing of heart is the abolition of human thoughts. He who has despised the things here, and has given himself over to the word of God, and offers his own governing faculty to thoughts that are above man and more divine, this man would be he who has a crushed heart, and who has made it a sacrifice not despised by the Lord. For a crushed and humbled heart God will not despise. Near, therefore, is the Lord to those who are crushed in heart, and the lowly in spirit He will save. He who has no elation, nor thinks proudly over any human thing, this man is both crushed in heart and lowly in spirit. Lowly indeed is he also who walks according to sin, because sin most of all things brings low; insofar as we also say that she who has been corrupted and has lost the sanctification of virginity is humbled: as Amnon, it says, rising up against Tamar, Humbled her. All those, therefore, who have lost the stature and elevation of the soul, cast down to the earth by sin and as it were dashed to the ground, in like manner
Notes, col. 380

On the reading

Printed παρδίαν, for καρδίαν.

Printed ἰάσαθαι, for ἰάσασθαι.

PG 29:381Read from the page
τῷ ὄφει συμπορευόμενοι συγκύπτουσι, μὴ δυνάμενοι ἀνορθωθῆναι εἰς τὸ παντελὲς, οὗτοι τεταπείνωνται μὲν, οὐ μὴν τῷ πνεύματι· οὐ γὰρ ἐπαινετὴ αὐτῶν ἡ ταπείνωσις. Ὅσοι δὲ ἔχοντες τὴν τοῦ Πνεύματος τοῦ ἁγίου χάριν, ἑκόντες ἑαυτοὺς ὑποταπεινοῦσι τοῖς ὑποδεεστέροις, κατὰ τὸν Ἀπόστολον λέγοντες ἑαυτοὺς εἶναι δούλους τινῶν ἐν Χριστῷ, καὶ Πάντων περίψημα ἕως ἄρτι· καὶ πάλιν· Ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν· οἱ πνευματικῶς τῇ ταπεινώσει κεχρημένοι, πάντων ἑαυτοὺς ποιοῦντες ἐσχάτους, ἵνα πάντων πρῶτοι γένωνται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τούτους καὶ μακαρίζει ὁ Κύριος λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ἐν παντὶ, φησὶ, θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι. Διὰ τοῦτό φησι καὶ ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ὥστε ἐὰν ἴδῃς ποτὲ ἐν νόσοις, ἐν πηρώσεσι σώματος, ἐν ἀποβολῇ τῶν οἰκείων, ἐν πληγαῖς, ἐν ἀτιμίαις, ἐν πάσῃ ἐνδείᾳ καὶ ὑστερήσει τῶν ἀναγκαίων τοὺς δικαίους ὑπάρχοντας, μνήσθητι, ὅτι Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ὁ δὲ λέγων μὴ πρέπειν τῷ δικαίῳ τὴν θλίψιν, οὐδὲν ἕτερον λέγει ἢ μὴ ἁρμόζειν τῷ ἀθλητῇ τὸν ἀνταγωνιστήν. Μὴ ἀγωνιζόμενος δὲ ὁ ἀθλητὴς τίνας ἕξει τῶν στεφάνων τὰς ὑποθέσεις; Ἤδη δὲ τέταρτον λέγεται ἐν τῷ ψαλμῷ τούτῳ, τίνα τρόπον ἀπὸ θλίψεως ῥύεται ὁ Κύριος, οὓς ἐὰν θέλῃ ῥύσασθαι. Πρῶτον μὲν γάρ· Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με· δεύτερον δὲ πάλιν· Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλί-
travelling along with the serpent bow together, unable to be raised upright completely—these have been humbled indeed, yet not in spirit; for their humiliation is not praiseworthy. Whereas all who, possessing the grace of the Holy Spirit, willingly humble themselves beneath inferiors, saying according to the Apostle that they are servants of some in Christ, and The offscouring of all until now; and again: We have become as the refuse of the world—those who spiritually practise humility, making themselves last of all so that they may become first of all in the kingdom of the heavens—these too the Lord pronounces blessed, saying: Blessed are the poor in spirit. Many are the afflictions of the righteous, and out of them all the Lord will rescue them. In everything, he says, afflicted, yet not straitened. On this account the Lord also says to His own disciples: In the world you have affliction; but take courage, I have overcome the world. So that if ever you see the righteous in diseases, in maimings of body, in loss of kinsfolk, in blows, in dishonours, in every want and lack of necessities, remember that Many are the afflictions of the righteous, and out of them all the Lord will rescue them. And he who says that affliction does not befit the righteous man says nothing other than that an antagonist does not suit the athlete. Yet if he does not contend, what occasions for crowns will the athlete have? And now for the fourth time it is stated in this psalm in what manner the Lord rescues from affliction whomever He wishes to rescue. For first: I sought out the Lord, and He hearkened to me, and out of all my afflictions He rescued me; and a second time again: This poor man cried out, and the Lord hearkened to him, and out of all his afflic-
13. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν· ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Πότερον δεῖ ἐπὶ τῆς λέξεως μεῖναι, καὶ ἀρκεσθῆναι τῇ κατὰ τὸ πρόχειρον προσπιπτούσῃ ταῖς ἀκοαῖς ἡμῶν ἐννοίᾳ, ὅτι τὰ ὀστᾶ ταῦτα, τὰ τῆς σαρκὸς ὑποστηρίγματα, οὐ συντριβήσεται τῶν δικαίων διὰ τὴν παρὰ τοῦ Κυρίου δεδομένην αὐτοῖς φυλακήν; Καὶ πότερον ζῶντος μόνον καὶ ἐν τῷ βίῳ τυγχάνοντος ἀσύντριπτα τοῦ δικαίου φυλαχθήσεται τὰ ὀστᾶ; ἢ καὶ ἀπολυθέντος τοῦ δεσμοῦ τοῦ σωματικοῦ, μηδὲν αἴτιον ἐπισυμβήσεσθαι συντριβῆς τῷ δικαίῳ; Καὶ μὴν πολλὰ μεμαθήκαμεν ἐπὶ τῆς πείρας ὀστᾶ δικαίων συντετριμμένα, τῶν ἐν τοῖς ὑπὲρ τῆς εἰς Χριστὸν μαρτυρίας παραδόντων ἑαυτοὺς παντοίοις εἴδεσι παθημάτων. Ἤδη γάρ τινων καὶ σκέλη κατέαξαν οἱ διώκοντες, καὶ χεῖ-
13. The Lord guards all their bones; not one of them shall be crushed. Must one remain at the letter, and rest content with the sense that falls readily upon our ears, namely that these bones of the righteous, the supports of the flesh, will not be crushed, on account of the keeping given to them from the Lord? And will the bones of the righteous man be guarded uncrushed only while he lives and is in life, or even when he has been loosed from the bodily bond will no cause of crushing befall the righteous man? And yet we have learned by experience of many bones of righteous men that have been crushed, among those who in bearing witness unto Christ have handed themselves over to sufferings of every kind. For already of some the persecutors have broken both legs, and hand-
PG 29:384Read from the page
ρας καὶ κεφαλὰς διέπειραν τοῖς ἥλοις πολλάκις. Καίτοι τίς ἀντερεῖ μὴ οὐχὶ πάντων εἶναι δικαιοτάτους τοὺς ἐν τῷ μαρτυρίῳ τετελειωμένους; Ἀλλὰ μήποτε, ὥσπερ ἄνθρωπος λέγεται, τουτέστιν, ἡ ψυχὴ, καὶ ὁ νοῦς ὁ ἀνθρώπινος· οὕτω καὶ τὰ μέλη αὐτοῦ ὁμωνύμως ὀνομάζεται πρὸς τὰ τῆς σαρκός· ὡς πολλάκις ὀνομάζει ἡ Γραφὴ τοῦ κρυπτοῦ ἀνθρώπου, ἐν τῷ λέγειν· Τοῦ σοφοῦ οι ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ· τουτέστι προορατικόν ἐστι καὶ περιεσκεμμένον τὸ κρυπτὸν τοῦ σοφοῦ. Καὶ πάλιν ὀφθαλμοὺς ὁμοίως λέγει τούς τε τῆς ψυχῆς καὶ τῆς σαρκὸς, οὐ μόνον ἐν ᾗ παρεθέμεθα λέξει, ἀλλ' ἐν τῷ φάσκειν τὴν ἐντολὴν Κυρίου τηλαυγῆ εἶναι καὶ φωτίζουσαν ὀφθαλμούς. Τί δὲ δεῖ λέγειν περὶ τοῦ, Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω; Δῆλον γὰρ, ὅτι κέκτηνταί τινες ὦτα κρείττονα δυνάμενα ἀκούειν λόγων Θεοῦ. Πρὸς δὲ τοὺς μὴ ἔχοντας ἐκεῖνα τὰ ὦτα τί φησιν; Οἱ κωφοὶ, ἀκούσατε, καὶ οι τυφλοὶ, ἀναβλέψατε· καὶ, Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα· καὶ, Ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Ταῦτα γὰρ πάντα εἴρηται πρὸς τὰς ὑπουργούσας δυνάμεις ἐπὶ τὴν νοητὴν τροφὴν καὶ τὸν νοητὸν λόγον. Τοιοῦτον δὲ καὶ τὸ. Τὴν κοιλίαν μου ἀλγῶ· καὶ τὸ, Ὁ ποῦς τοῦ δικαίου οὐ μὴ προσκόψῃ. Πάντα γὰρ ἐπὶ τοῦ ἔσω ἀνθρώπου κατείλεκται τὰ τοιαῦτα. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ὀστᾶ τινα ἂν τοῦ ἐν τῷ κρυπτῷ, ἐν οἷς ὁ σύνδεσμος καὶ ἡ ἁρμονία τῶν ψυχικῶν ἐστι δυνάμεων συγκροτουμένη. Καὶ ὥσπερ τὰ ὀστᾶ τῇ οἰκείᾳ εὐτονίᾳ τῶν σαρκῶν περιστέλλει τὴν ἁπαλότητα, οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ εισί τινες, οἳ διὰ τὴν οἰκείαν στεῤῥότητα τὰ ὑστερήματα δύνανται τῶν ἀσθενούντων βαστάζειν. Καὶ ὥσπερ τὰ ὀστᾶ συνάπτεται ἀλλήλοις κατὰ τὰς διαρθρώσεις νεύροις καὶ συνδέσμοις ἐπιπεφυκόσιν, οὕτως ἂν εἴη καὶ ὁ τῆς ἀγάπης καὶ τῆς εἰρήνης σύνδεσμος, συμφυῖαν τινὰ καὶ ἕνωσιν τῶν πνευματικῶν ὀστέων ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ κατεργαζόμενος. Περὶ τούτων τῶν ὀστέων τῶν λυομένων ἀπὸ τῆς ἁρμονίας, καὶ οἱονεὶ ἐξάρθρων γινομένων, φησὶν ὁ Προφήτης· Διεσκορπίσθησαν τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. Καὶ ἐάν ποτέ γε ταραχὴ αὐτὰ καὶ κραδασμὸς καταλάβῃ, εὐχόμενος λέγει· Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Ὅταν δὲ σώζῃ τὴν οἰκείαν ἁρμονίαν, φυλαττόμενα ὑπὸ τοῦ Κυρίου, οὐδὲ ἓν αὐτῶν συντριβήσεται, ἀλλ' ἄξιά ἐστι δόξαν ἀναφέρειν τῷ Θεῷ. Πάντα γὰρ, φησὶ, τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι; Εἶδες
ds and heads they many times pierced through with nails. And yet who will gainsay that those who have been perfected in martyrdom are most righteous of all? Rather, perhaps, just as man is spoken of—that is, the soul and the human mind—so also its members are named homonymously after the things of the flesh, as Scripture often names those of the hidden man when it says: The eyes of the wise man are in his head; that is, the hidden part of the wise man is foresighted and circumspect. And again, it similarly calls eyes both those of the soul and those of the flesh, not only in the saying which we have cited, but in affirming that the commandment of the Lord is far-shining and enlightens the eyes. And what need is there to speak concerning the saying, He who has ears to hear, let him hear? For it is clear that some possess better ears, able to hear the words of God. And to those who do not have those ears, what does He say? Hear, you deaf, and look up, you blind; and, I opened my mouth, and drew in spirit; and, Thou hast crushed the teeth of sinners. For all these things have been spoken with reference to the faculties that minister towards intellectual nourishment and the intellectual word. Of such a kind also is this: I am pained in my belly; and this, The foot of the righteous man shall by no means stumble. For all such things are recounted with reference to the inner man. By the same principle, too, there would be certain bones of the hidden [man], in which the bond and the harmony of the faculties of the soul is held together. And just as the bones by their own firmness wrap round the softness of the flesh, so also in the Church there are some who through their own steadfastness are able to bear the failings of the weak. And just as the bones are joined to one another at the joints by sinews and ligaments grown upon them, so also would be the bond of love and of peace, working out a certain natural union and oneness of the spiritual bones in the Church of God. Concerning these bones, when they are loosed from their harmony and become as it were dislocated, the Prophet says: Our bones have been scattered beside hades. And if ever indeed trouble and shaking overtake them, praying he says: Heal me, O Lord, for my bones have been troubled. Yet whenever they preserve their own harmony, being guarded by the Lord, not even one of them shall be crushed, but they are worthy to offer up glory to God. For all my bones, he says, shall say: Lord, Lord, Who is like unto Thee? Have you seen
Notes, col. 384

On the reading

Printed οι, for οἱ.

Printed εισί, for εἰσί.

PG 29:385Read from the page
λογικῶν οστεων φυσιν; Τάχα δ' ἂν τοῦτο ἡ Ἐκκλησία λέγοι, τὸ, Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, κατὰ τὸ τῆς ἀναστάσεως μυστήριον. Τάδε γὰρ, φησὶ, λέγει Κύριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ φέρω εις ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ ειμι Κύριος. Ταῦτα οὖν τὰ ὀστᾶ, ἀπολαβόντα τὴν ζωὴν, εὐχαριστοῦντα τῷ ἀναστήσαντι, ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι⟨…⟩
the nature of rational bones? Perhaps too the Church might say this—All my bones shall say—according to the mystery of the resurrection. For thus, he says, says the Lord to these bones: Behold, I bring into you a spirit of life, and I will give sinews upon you, and I will bring up flesh upon you, and you shall live, and you shall know that I am the Lord. These bones, therefore, having received back life, giving thanks to Him Who raised them up, shall say: Lord, Lord, Who is like unto Thee
14. Ἀκριβῶς πρόσκειται τὸ, Θάνατος ἁμαρτωλῶν πονηρός· διότι ἐστί τις ἐπὶ τῶν δικαίων θάνατος οὐ πονηρὸς τὴν φύσιν, ἀλλ' ἀγαθός. Οἱ γὰρ συναποθανόντες τῷ Χριστῷ ἐν ἀγαθῷ θανάτῳ γεγόνασι· καὶ οἱ ἀποθανόντες τῇ ἁμαρτίᾳ τὸν ἀγαθὸν καὶ σωτήριον ἀποτεθνήκασι θάνατον. Ὁ μέντοι τῶν ἁμαρτωλῶν πονηρός. Διαδέχεται γὰρ αὐτοὺς ἡ κόλασις, ὡς καὶ τὸν πλούσιον τὸν ἐνδεδυμένον πορφύραν καὶ βύσσον, καὶ εὐφραινόμενον καθ' ἡμέραν λαμπρῶς. Καὶ οι μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν. Οἳ καὶ διὰ τὸ ἐν πλημμελείαις ζῆν μισοῦσι τὸν δίκαιον· ὡς ὑπὸ τῆς ἐν τῷ κανόνι εὐθύτητος, τῷ τρόπῳ τοῦ δικαίου, οὕτως αὐτοὶ τῇ παραθέσει τοῦ βελτίονος ἐλεγχόμενοι. Καὶ διότι ἐν ἁμαρτίαις ζῶσι, μισητικῶς διάγουσι πρὸς τὸν δίκαιον φόβῳ τῶν ἐλέγχων· καὶ διότι μισοῦσι, πάλιν ἁμαρτίαις ἑαυτοὺς περιβάλλουσι. Πολλαὶ γὰρ αἱ προφάσεις δι' ἃς ἂν μισηθείη ὁ δίκαιος· ἥ τε παῤῥησία ἡ ἐν τοῖς ἐλέγχοις. Μισοῦσι γὰρ ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον βδελύσσονται. Καὶ ἡ φιλοπρωτία δὲ καὶ ἡ φιλαρχία πολλοὺς ἐκίνησεν εις τὸ μισεῖν τοὺς κρείττονας· ἔσθ' ὅτε δὲ καὶ ἄγνοια τοῦ περὶ τοῦ δικαίου λόγου, καὶ τοῦ, τίς ὁ δίκαιος. Θάνατος ἁμαρτωλῶν πονηρός. Ἢ καὶ τὴν ζωὴν ἅπασαν θάνατον ὀνομάζει· διότι τὴν σάρκα ταύτην θάνατον προσηγόρευσεν ὁ Ἀπόστολος, ειπών· Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Οἱ δὲ κακῶς κεχρημένοι τῷ σώματι τούτῳ, καὶ πάσης ἁμαρτίας αὐτὸ ὑπηρεσίαν ποιούμενοι, πονηρὸν ἑαυτοῖς τὸν θάνατον κατασκευάζουσι. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οι ἐλπίζοντες ἐπ' αὐτῷ. Ἐπειδὴ κατείχοντο ὑπὸ τὴν αιχμαλωσίαν τοῦ ἐχθροῦ οἱ κτισθέντες ἐπὶ
14. Precisely is there added the saying, The death of sinners is evil; because in the case of the righteous there is a certain death not evil in nature, but good. For those who have died together with Christ have come to be in a good death; and those who have died to sin have died the good and saving death. That of sinners, however, is evil. For punishment succeeds them, just as it also did the rich man who was clothed in purple and fine linen and made merry splendidly every day. And those who hate the righteous man shall offend. They indeed, because they live in offences, hate the righteous man, being convicted, as if by the straightness in a rule, by the manner of life of the righteous man, through the comparison with what is better. And because they live in sins, they conduct themselves hatefully towards the righteous man out of fear of reproofs; and because they hate, they again wrap themselves round with sins. For many are the pretexts on account of which the righteous man might be hated: first, outspokenness in reproofs. For in the gates they hate him who reproves, and they abhor a holy word. Fondness for the first place, too, and love of rule have moved many to hate their betters; and sometimes also ignorance of the account concerning what is righteous, and of who the righteous man is. The death of sinners is evil. Or else he names the whole of life death, because the Apostle called this flesh death, saying: Who shall deliver me out of the body of this death? And those who have used this body ill, and made it a service of every sin, prepare an evil death for themselves. The Lord shall redeem the souls of His servants, and none of those who hope in Him shall offend. Since there were held fast under the captivity of the enemy those who were created for
Notes, col. 385

On the reading

Printed οστεων, for ὀστέων.

Printed φυσιν, for φύσιν.

Printed εις, for εἰς.

Printed ειμι, for εἰμι.

Printed οι, for οἱ.

Printed ειπών, for εἰπών.

Printed αιχμαλωσίαν, for αἰχμαλωσίαν.