Migne Reading Room

PG 29 · cols. 364–373 · Read from the page

Homilies on the Psalms (the rest)

Homilies on the Psalms (the rest)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:364Read from the page
κοσμικὰ ζητεῖν, τοῦ τοιούτου ἡ κραυγὴ εἰσακουστὴ τῷ Κυρίῳ. Τί οὖν τὸ τέλος τῆς ἀκοῆς; Τὸ ῥυσθῆναι ἀπὸ πασῶν τῶν θλίψεων ἄτρωτον, μὴ ὑποκατακλιθέντα, μηδὲ δουλεύοντα τῷ φρονήματι τῆς σαρκός. Τίς οὖν καὶ ὁ τρόπος δι' οὗ ῥύεται ὁ πτωχός; Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἡρμήνευσε τίνα λέγει τὸν πτωχὸν, τὸν φοβούμενον τὸν Κύριον. Διότι ὁ φοβούμενος ἔτι ἐν τῇ τοῦ δούλου τάξει ἐστίν. Ὁ δὲ ὑπὸ τῆς ἀγάπης τετελειωμένος πρὸς τὴν τοῦ υἱοῦ λοιπὸν ἀξίαν ἀνέδραμε. Διόπερ ὁ μὲν δοῦλος καὶ πτωχὸς λέγεται, τῷ μηδὲν ἴδιον ἔχειν· ὁ δὲ υἱὸς ἤδη καὶ πλούσιος, τῷ κληρονόμος εἶναι τῶν πατρικῶν ἀγαθῶν. Παρεμβαλεῖ οὖν ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν. Παντὶ πεπιστευκότι εἰς τὸν Κύριον ἄγγελος παρεδρεύει, ἐὰν μήποτε αὐτὸν ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. Ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς περιστερὰς δυσωδία ἐξελαύνει· οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφίστησιν ἁμαρτία. Ἐὰν ἔχῃς ἐν τῇ ψυχῇ ἄξια φυλακῆς ἀγγελικῆς ἔργα, καὶ νοῦς πλούσιος ἐν τοῖς τῆς ἀληθείας θεωρήμασιν ἐνοικῇ σοι διὰ τὸν πλοῦτον τῶν τιμίων ἔργων τῆς ἀρετῆς, ἀναγκαίως φρουρούς σοι καὶ φύλακας παρακαθίστησιν ὁ Θεὸς, καὶ περιτειχίζει σε φυλακῇ ἀγγέλων. Σκόπει δὲ ἡλίκη ἐστὶ τῶν ἀγγέλων ἡ φύσις· ὅτι ὅλῳ στρατοπέδῳ καὶ παρεμβολῇ πολυανθρώπῳ παρεικάζεται ὁ εἷς ἄγγελος. Διὰ μὲν οὖν τὸ μέγεθος τοῦ φυλάσσοντός σε παρεμβολήν σοι χαρίζεται ὁ Κύριος· διὰ δὲ τὴν ἰσχὺν τοῦ ἀγγέλου οἱονεὶ περιτειχίζει σε πάντοθεν τῇ ἀπ' αὐτοῦ ἀσφαλείᾳ. Τοῦτο γὰρ σημαίνει τὸ, Κύκλῳ. Ὥσπερ γὰρ οἱ τῶν πόλεων περίβολοι, κύκλῳ πάσαις περικείμενοι, πάντοθεν τὰς τῶν πολεμίων προσβολὰς ἀπείργουσιν· οὕτω καὶ ὁ ἄγγελος, καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν, καὶ ὀπισθοφυλακεῖ, καὶ οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει. Διὰ τοῦτο Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δε-
worldly things, the cry of such a man is hearkened to by the Lord. What then is the end of this hearkening? To be rescued unwounded from all afflictions, neither succumbing nor serving the mindset of the flesh. What then is also the manner whereby the poor man is rescued? The angel of the Lord will encamp round about those who fear Him, and will rescue them. He has interpreted whom he calls the poor man: him who fears the Lord. Because he who fears is still in the rank of the servant; whereas he who has been perfected by love has run up henceforth towards the dignity of the son. Wherefore the servant is also called poor, by having nothing of his own; whereas the son is already rich as well, by being heir of the paternal goods. The angel of the Lord, therefore, will encamp round about those who fear Him. Beside everyone who has believed in the Lord an angel sits in attendance, unless ever we drive him away through evil works. For just as smoke puts bees to flight, and foul stench drives out doves; so also tearful and foul-smelling sin removes the angel who guards our life. If you keep in your soul works worthy of angelic guardianship, and an intellect rich in the contemplations of truth dwells in you on account of the wealth of honourable works of virtue, of necessity God stations watchmen and guards beside you, and walls you round with a guard of angels. And consider how great the nature of angels is: that a single angel is likened to a whole army and a populous camp. On account of the greatness of him who guards you, therefore, the Lord bestows a camp upon you; and on account of the strength of the angel He walls you round, as it were, from every side with the safety that comes from him. For this is what Round about signifies. For just as the circuit-walls of cities, lying round about them all, ward off from every side the assaults of enemies; so also the angel both throws up a bulwark in front, and guards the rear, and does not leave even the flanks on either side unguarded. On this account A thousand shall fall at your side, and ten thousand at your right
6. Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Πολλαχοῦ τετηρήκαμεν, ὅτι τοῖς ἔξωθεν μέλεσιν ὁμωνύμως αἱ τῆς ψυχῆς προσαγορεύονται δυνάμεις.
6. Taste, and see that the Lord is good. In many places we have observed that the faculties of the soul are called by the same names as the outward members.
Ἐπεὶ δὲ ἄρτος ἐστὶν ἀληθινὸς ὁ Κύριος ἡμῶν, καὶ ἡ σὰρξ αὐτοῦ ἀληθής ἐστι βρῶσις· ἀνάγκη τὴν ἡδονην τῆς εὐφροσύνης τοῦ ἄρτου διὰ γεύσεως ἡμῖν νοητῆς ἐγγίνεσθαι. Ὡς τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναται παραστῆναι τοῖς ἀπείροις, ὅσον ἀπ' αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου λόγου ἐναργῶς παραδοθῆναι διδασκαλίαις δύναται, ἐὰν μὴ, τὰ τῆς
And since our Lord is true bread, and His flesh is true food, of necessity the pleasure of the gladness of the bread comes to be in us through intelligible tasting. Just as the nature of honey cannot so well be presented by speech to the uninitiated as from the perception itself belonging to taste; so neither can the goodness of the heavenly Word be clearly handed down by teachings, unless, having
Notes, col. 364

On the reading

Printed ἡδονην, for ἡδονὴν.

PG 29:365Read from the page
ἀληθείας δόγματα ἐπὶ πλέον βασανίσαντες, δυνηθῶμεν τῇ οἰκείᾳ πείρᾳ τὴν χρηστότητα καταλαβεῖν τοῦ Κυρίου. Γεύσασθε δὲ, εἶπε, καὶ οὐχὶ ἐμπλήσθητε· διότι νῦν μὲν ἐκ μέρους γινώσκομεν, καὶ δι' ἐσόπτρου βλέπομεν καὶ αἰνίγματος τὴν ἀλήθειαν· ἥξει δέ ποτε ὅτε ὁ νῦν ἀῤῥαβὼν, καὶ τὸ γεῦμα τοῦτο τῆς χάριτος εἰς τελειότητα ἡμῖν τῆς ἀπολαύσεως καταντήσει. Ὥσπερ δὲ οἱ στομαχοῦντες καὶ οἱ κακόσιτοι, ἀποστρεφόμενοι τὰ σιτία, ὑπὸ τῶν ἰατρῶν θεραπεύονται τὸ δυσάρεστον, διεγειρόντων τὰς ὀρέξεις διά τινος ἐπιτηδεύσεως τῆς ἐν τοῖς βρώμασιν, ὥστε, ὑπὸ τῆς καρυκείας ἐκείνης ἐρεθιζομένης τῆς αἰσθήσεως, ἀεὶ πρὸς τὸ πλεῖον ἐπιτείνεσθαι τὰς ὀρέξεις· οὕτω καὶ ἐπὶ τοῦ λόγου τῆς ἀληθείας, Αὐτὴ, φησὶν, ὑμᾶς ἡ πεῖρα πρὸς τὸ ἀκόρεστον τῆς ἐπιθυμίας ἀεὶ προσκαλέσεται. Διὰ τοῦτο, φησὶ, Γεύσασθε, ἵνα μακάριοι γένησθε ἀεὶ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ' αὐτόν. Ὁ ἀεὶ ἐν ἐπιθυμίᾳ ὢν τοῦ λόγου, ἐπ' οὐδὲν ἕτερον θήσεται τὴν ἐλπίδα ἢ ἐπὶ τὸν Κύριον. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ· ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Ἐὰν μὴ φόβος παιδεύῃ ἡμῶν τὴν ζωὴν, ἀμήχανον κατορθωθῆναι τὸν ἁγιασμὸν ἐν τῷ σώματι. Καθήλωσον γὰρ, φησὶ, ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ὡς γὰρ οἱ ὑπὸ τῶν ἥλων διαπεπαρμένοι τὰ μέλη τοῦ σώματος ἀκίνητα ἔχουσι πρὸς ἐνέργειαν, οὕτως οἱ τῷ θείῳ φόβῳ τὴν ψυχὴν κατειλημμένοι πᾶσαν τὴν ἐκ τῶν παθῶν τῆς ἁμαρτίας ἐνόχλησιν διαφεύγουσι. Τῷ οὖν φοβουμένῳ οὐκ ἔστιν ὑστέρημα· τουτέστι, πρὸς οὐδεμίαν ἀρετήν ἐστιν ἐλλιπὴς ὁ ὑπὸ τοῦ φόβου ἀπὸ πάσης ἀτόπου πράξεως κωλυόμενος, ἀλλὰ τέλειός ἐστι, μηδενὸς τῶν ἐπιβαλλόντων τῇ ἀνθρωπίνῃ φύσει καλῶν ἀπολειπόμενος. Ὡς γὰρ οὐκ ἔστι τέλειος ἐν τῷ σώματι ὁ ἔν τινι μέρει τῶν ἀναγκαίων ἐλλιμπάνων, ἀλλ' ἀτελής ἐστι καθ' ὃ ἐλλείπει· οὕτω καὶ ὁ περὶ μίαν τῶν ἐντολῶν καταφρονητικῶς διακείμενος, διὰ τὸ ὑστερεῖν αὐτῆς, ἀτελής ἐστι κατὰ τὸ ἐλλὲῖπον.
tested the doctrines of truth more thoroughly, we may be able by our own experience to apprehend the goodness of the Lord. And He said Taste, and not Be filled; because now indeed we know in part, and behold the truth through a mirror and an enigma; yet a time will come when the present earnest, and this taste of grace, will arrive for us at perfection of enjoyment. And just as those suffering from stomach distress and poor appetite, turning away from solid foods, are cured of their indisposition by physicians who stir up their appetites through some contrivance in their victuals, so that, the sense being stimulated by that seasoning, their appetites are continually stretched towards more; so also in the case of the word of truth, Experience itself, he says, will continually invite you towards insatiability of desire. On this account, he says, Taste, so that you may become blessed by always hungering and thirsting after righteousness. Blessed is the man who hopes in Him. He who is always in desire of the Word will set his hope upon nothing else than upon the Lord. Fear the Lord, all His saints; for there is no want to those who fear Him. Unless fear disciplines our life, it is impossible for sanctification to be rightly accomplished in the body. For Nail fast my flesh, he says, out of the fear of Thee. For just as those pierced right through by nails keep the members of the body immovable for action, so those whose soul is held fast by divine fear escape all disturbance arising out of the passions of sin. To him who fears, therefore, there is no want: that is, he who by fear is hindered from every improper action is deficient towards no virtue, but is complete, falling short of none of the goods belonging to human nature. For just as he is not complete in body who is lacking in some part of what is necessary, but is incomplete in respect of that wherein he falls short; so also he who is contemptuously disposed regarding one of the commandments, on account of falling short of it, is incomplete according to what is lacking.
7. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Οἰκοδομείτω μὲν ἡμᾶς καὶ πρὸς τὴν καταφρόνησιν τοῦ σωματικοῦ πλούτου ὁ λόγος, τὸ ἀβέβαιον τῆς τῶν χρημάτων περιουσίας ἐκδιδάσκων. Εὐμετάπτωτος γὰρ ὁ πλαῦτος, καὶ οἱονεὶ κῦμα
7. The rich have become poor and have hungered; but those who seek out the Lord shall not be diminished of any good. Let the word indeed edify us also towards contempt for bodily wealth, teaching thoroughly the instability of abundance of money. For wealth is easily overturned, and as it were a wave
Notes, col. 365

On the reading

Printed ἐλλὲῖπον, for ἐλλεῖπον.

Printed πλαῦτος, for πλοῦτος.

PG 29:368Read from the page
ὑπὸ τῆς βίας τῶν ἀνέμων ἄλλοτε πρὸς ἄλλα μέρη πεφυκὼς μεταῤῥεῖν. Καὶ πλούσιον λέγει τάχα τὸν Ἰσραήλ· ὧν ἡ υἱοθεσία καὶ ἡ λατρεία, ὧν αι ἐπαγγελίαι, ἐξ ὧν οἱ πατέρες. Οὗτοι τοίνυν διὰ τὴν εἰς τὸν Κύριον ἁμαρτίαν ἐπτώχευσαν. Οἱ δὲ ἀντ' ἐκείνων ἐκζητήσαντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Ἐπτώχευσαν δέ πως καὶ ἐπείνασαν. Ἐπειδὴ γὰρ ἀπέκτειναν τὸν ἄρτον τῆς ζωῆς, ἦλθεν ἐπ' αὐτοὺς ὁ λιμὸς τοῦ ἄρτου· καὶ ἐπειδὴ ἐπεβούλευσαν τῇ πηγῇ τοῦ ὕδατος τοῦ ζῶντος, ἦλθεν αὐτοῖς ἡ δίψα, καὶ ἐπετέθη αὐτοῖς ἡ ἐκ τῆς δίψης κόλασις· λιμὸς δὲ οὐχὶ ἄρτου αἰσθητοῦ, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ἐπτώχευσαν μὲν οὖν καὶ ἐπείνασαν. Οἱ μέντοι ἀπὸ τῶν ἐθνῶν μαθόντες ἐκζητεῖν τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Τὸ παντέλειον ἀγαθὸν αὐτός ἐστιν ὁ Θεός· οὗ οὐκ ἐλαττωθήσονται πάντες οἱ ἐκζητοῦντες αὐτόν. Μὴ γάρ μοί τις ἀπαίδευτος, ἀδιάκριτον ἔχων τὸν περὶ τοῦ ἀγαθοῦ καὶ κακοῦ τόπον, ἀγαθὸν ὀνομαζέτω τὸν πρόσκαιρον ἔχοντα τὴν ἀπόλαυσιν καὶ τῇ φθορᾷ τοῦ σώματος συναπερχομένην. Ὁ γὰρ τὸν σωματικὸν πλοῦτον καὶ τὰ σωματικὰ προτερήματα εἰς τὴν τοῦ ἀγαθοῦ τάξιν κατάγων, εἰς πράγματα εὐτελῆ καὶ οὐδενὸς λόγου ἄξια ἄγει τὸ σεμνὸν καὶ μόνῳ Θεῷ πρέπον ὄνομα, καὶ ἅμα ἐναντιώματι χαλεπωτάτῳ περιπεσεῖται. Ἢ γὰρ τοὺς ἀποστόλους ἐρεῖ, παρὰ τὸ μὴ ἐκζητῆσαι τὸν Κύριον, μὴ τετυχηκέναι τῶν σωματικῶν ἀγαθῶν· ἢ εἰ ἐκζητοῦντες ἀπετύγχανον τῶν τοιούτων ἀγαθῶν, τῆς Γραφῆς αὐτῆς κατηγορήσει λεγούσης μηδενὸς ἀγαθοῦ ἐλαττοῦσθαι τοὺς ἐκζητοῦντας τὸν Κύριον. Ἀλλὰ καὶ ἐξεζήτουν οἱ ἅγιοι τὸν Κύριον, καὶ τῆς αὐτοῦ τοῦ ζητουμένου καταλήψεως οὐκ ἠλαττοῦντο, οὐδὲ τῶν ἀποκειμένων ἐν τῇ αἰωνίᾳ ἀναπαύσει ἀγαθῶν ἐστερήθησαν. Περὶ ἐκείνων γὰρ λέγοιτο ἂν κυρίως τὸ, Παντὸς ἀγαθοῦ. Αἱ γὰρ σωματικαὶ ἀπολαύσεις πλεῖον τὸ ὀδυνηρὸν ἔχουσι τοῦ ἡδέος· οἱ γάμοι τὰς ἀπαιδίας, τὰς χηρείας, τὰς διαφθοράς· αἱ γεωργίαι τὴν ἀκαρπίαν· αἱ ἐμπορίαι τὰ ναυάγια· οἱ πλοῦτοι τὰς ἐπιβουλάς· αἱ τρυφαὶ καὶ οἱ κόροι, καὶ αἱ συνεχεῖς ἀπολαύσεις τὸ ποικίλον τῶν νοσημάτων, καὶ τὸ πολυειδὲς τῶν παθῶν. Παῦλος μέντοι καὶ ἐξεζήτει τὸν Κύριον, καὶ οὐδὲν αὐτῷ ἔλειπε τῶν ἀγαθῶν. Καίτοι τίς ἂν ἐξαριθμήσαιτο τὰ τοῦ σώματος ὀχληρὰ, οἷς παρὰ πάντα τὸν ἑαυτοῦ βίον συνέζη; Τρὶς ἐῤῥαβδίσθη, ἅπαξ ἐλιθάσθη, τρὶς ἐναυάγησε, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκεν, ἐν ὁδοιπορίαις
naturally apt to shift at different times towards different parts under the violence of the winds. And perhaps he calls Israel rich: whose are the adoption of sons and the service, whose are the promises, from whom are the fathers. These, accordingly, on account of their sin towards the Lord became poor; whereas those in their stead who sought out the Lord shall not be diminished of any good. And in a certain way they became poor and hungered. For since they slew the Bread of life, famine of bread came upon them; and since they plotted against the Fountain of living water, thirst came to them, and the punishment arising from thirst was laid upon them: yet a famine not of perceptible bread, nor a thirst for water, but a famine of hearing the word of the Lord. They indeed, therefore, became poor and hungered; those from the nations, however, having learned to seek out the Lord, shall not be diminished of any good. The all-perfect good is God Himself, of Whom all who seek Him out shall not be diminished. For let no uninstructed man, keeping the topic concerning good and evil undistinguished, name for me as good him who has enjoyment that is temporary and passes away together with the corruption of the body. For he who brings bodily wealth and bodily advantages down into the rank of the good brings the revered name that befits God alone down unto paltry things worthy of no account, and at the same time will fall into a most grievous contradiction. For either he will say that the apostles, through failing to seek out the Lord, did not attain bodily goods; or, if while seeking Him out they missed such goods, he will accuse Scripture itself when it says that those who seek out the Lord are diminished of no good. Rather, the saints both sought out the Lord, and were not diminished of the apprehension of Him Who was sought, nor were they deprived of the goods laid away in eternal rest. For concerning those goods would the phrase Of any good properly be spoken. For bodily enjoyments hold more of the painful than of the pleasant: marriages hold childlessness, widowhoods, corruptions; tillages of the land, barrenness; ventures of commerce, shipwrecks; riches, plots; luxuries and surfeits and continual enjoyments, the variety of diseases and the manifold forms of passions. Paul, however, both sought out the Lord, and none of the goods was lacking to him. And yet who could recount the troublesome things of the body wherewith he lived throughout his whole life? Three times he was beaten with rods, once he was stoned, three times he suffered shipwreck, a night and a day he spent in the deep, in journeyings
Notes, col. 368

On the reading

Printed αι, for αἱ.

PG 29:369Read from the page
πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀνάγκαις πολλάκις. Μέχρι τῆς ἐσχάτης ὥρας καὶ πεινῶν ἄνθρωπος, καὶ διψῶν, καὶ γυμνητεύων, καὶ κολαφιζόμενος, πῶς οὐκ
often, in hunger and thirst, in fastings often, in toil and travail, in necessities often. Right up to the last hour a man both hungering, and thirsting, and going naked, and being buffeted, how was he not
8. Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. Ἐνδιαθέτου διδασκάλου φωνὴ, προσκαλουμένου εἰς μάθησιν διὰ πατρικῆς εὐσπλαγχνίας. Καὶ γὰρ τέκνον ἐστὶ πνευματικὸν τοῦ διδασκάλου ὁ μαθητής. Ὁ γὰρ παρά τινος τὴν μόρφωσιν τῆς εὐσεβείας δεχόμενος, οὗτος οἱονεὶ διαπλάττεται παρ' αὐτοῦ, καὶ εἰς σύστασιν ἄγεται, ὥσπερ καὶ ὑπὸ τῆς κυοφορούσης τὰ ἐν αὐτῇ διαμορφούμενα βρέφη. Ὅθεν καὶ Παῦλος ὅλην τὴν Ἐκκλησίαν τῶν Γαλατῶν, ἐκ τῶν προτέρων διαπεσοῦσαν μαθημάτων, καὶ οἱονεὶ ἀμβλωθεῖσαν, πάλιν ἀναλαμβάνων, καὶ μορφῶν ἄνωθεν ἐν αὐτοῖς τὸν Χριστὸν, τέκνα ἔλεγε· καὶ ἐπειδὴ μετ' ὀδύνης καὶ θλίψεως ἐποιεῖτο τῶν ἐσφαλμένων τὴν ἐπανόρθωσιν, ὠδίνειν ἔλεγε τῇ ψυχῇ διὰ τὴν ἐπὶ τοῖς ἀποπεσοῦσι λύπην. Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Δεῦτε οὖν, τέκνα, ἀκούσατέ μου. Τί ποτε ἄρα διδάσκειν μέλλει ὁ πνευματικὸς ἡμῶν πατήρ; Φόβον, φησὶ, Κυρίου διδάξω ὑμᾶς. Ἐπειδὴ ἄνω προσέταξε φοβεῖσθαι τὸν Κύριον, καὶ τὸ ἐκ τοῦ φόβου κέρδος ὑπέδειξεν, εἰπὼν, Ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν· νῦν καὶ διδασκαλίαν τινὰ τοῦ θείου φόβου ἡμῖν παραδίδωσι. Τὸ μὲν γὰρ, ὅτι χρὴ ὑγιαίνειν, παντός ἐστιν εἰπεῖν, καὶ τοῦ ἰδιώτου· τὸ δὲ, πῶς χρὴ κτήσασθαι τὴν ὑγείαν, τοῦτο ἴδιον ἤδη τοῦ τὴν ἰατρικὴν τέχνην ἐπισταμένου. Οὐ πᾶς φόβος ἀγαθόν ἐστι καὶ σωτήριον, ἀλλ' ἔστι τις καὶ ἐχθρὸς φόβος, ὃν ἀπεύχεται ὁ Προφήτης ἐγγενέσθαι αὐτοῦ τῇ ψυχῇ, λέγων· Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. Ἐχθρὸς γὰρ φόβος ὁ θανάτου ἡμῖν δειλίαν ἐμποιῶν, ὁ προσώπων ὑπεροχὰς καταπτήσσειν ἡμᾶς ἀναπείθων. Πῶς γὰρ ὁ ταῦτα φοβούμενος δυνήσεται ἐν καιρῷ μαρτυρίου μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστῆναι, καὶ ἀποδοῦναι τῷ Κυρίῳ τὴν ὀφειλὴν, τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι; Καὶ ὁ ὑπὸ δαιμόνων εὐπτόητος τὸν ἐχθρὸν ἔχει φόβον ἐν ἑαυτῷ. Καὶ ὅλως, ὁ τοιοῦτος φόβος ἀπιστίας ἔοικεν ἔγγονον εἶναι πάθος. Οὐδεὶς γὰρ πιστεύων ἰσχυρὸν αὐτῷ παρεῖναι τὸν βοηθὸν φοβεῖται ἀπό τινος τῶν ἐπιχειρούντων αὐτὸν ἐκταράσσειν. Φόβος δὲ ὁ σωτήριος, καὶ φόβος ἁγιασμοῦ ποιητικὸς, φόβος ὁ κατ' ἐπιτήδευσιν, καὶ οὐχὶ κατὰ πάθος ἐγγινόμενος τῇ ψυχῇ, ποῖός ἐστι βούλει διηγήσωμαι;
8. Come, children, hearken to me; I will teach you the fear of the Lord. It is the voice of an earnestly affectionate teacher, inviting unto learning through fatherly tender-heartedness. For indeed the disciple is a spiritual child of the teacher. For he who receives from someone the forming of godliness is as it were moulded by him and brought into consistence, just as unborn babes also that are formed within her are by her who bears them in the womb. Whence Paul also, taking up again the whole Church of the Galatians after it had fallen away from its former lessons and as it were suffered miscarriage, and forming Christ anew in them, called them children; and since with pain and affliction he was making restoration of those who had stumbled, he said that he travailed in soul on account of his grief over those who had fallen away: My little children, of whom I travail again in birth, until Christ be formed in you. Come, therefore, children, hearken to me. What ever, then, is our spiritual father about to teach? The fear of the Lord, he says, I will teach you. Since above he enjoined us to fear the Lord, and pointed out the gain arising from that fear, saying, For there is no want to those who fear Him; now he hands down to us also a certain teaching of the divine fear. For that one ought to be healthy belongs to everyone to say, even the layman; whereas how one ought to acquire health, this already belongs properly to him who understands the medical art. Not every fear is a good and saving thing, rather there is also a certain hostile fear, which the Prophet prays may not come to be in his soul, saying: From fear of an enemy deliver my soul. For a hostile fear is that which produces in us cowardice towards death, that which persuades us to cower before eminences of persons. For how will he who fears these things be able in a season of martyrdom to stand firm unto death against sin, and render the debt to the Lord, Who died and was raised on our behalf? He too who is easily scared by demons has the hostile fear within himself. And in general, such fear seems to be a passion born of unbelief. For no one who believes that a strong Helper is present with him is afraid of any of those who attempt to trouble him thoroughly. But saving fear, and fear productive of sanctification, fear that comes to be in the soul by deliberate practice and not by passion—do you wish that I recount of what sort it is?
PG 29:372Read from the page
Ὅταν μέλλῃς ἐπί τινα ὁρμᾷν ἁμαρτίαν, ἐννόησόν μοι ἐκεῖνο τὸ φρικτὸν καὶ ἀνύποιστον τοῦ Χριστοῦ δικαστήριον, ἐν ᾧ προκαθέζεται μὲν ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καὶ ἐπηρμένου ὁ κριτὴς, παρέστηκε δὲ πᾶσα ἡ κτίσις ὑποτρέμουσα τὴν ἐπιφάνειαν αὐτοῦ τὴν ἔνδοξον· παράγεσθαι δὲ μέλλομεν καθ' ἕνα εἰς ἐξέτασιν τῶν βεβιωμένων ἡμῖν. Εἶτα τῷ πολλὰ πονηρὰ πεποιηκότι κατὰ τὸν βίον φοβεροί τινες καὶ κατηφεῖς παρίστανται ἄγγελοι, πῦρ βλέποντες, πῦρ ἀναπνέοντες, διὰ τὴν πικρίαν τῆς προαιρέσεως, νυκτὶ ἐοικότες τὰ πρόσωπα, διὰ τὸ κατηφὲς καὶ μισάνθρωπον. Εἶτα βάραθρον βαθὺ, καὶ σκότος ἀδιεξόδευτον, καὶ πῦρ ἀλαμπές· ἐν τῷ σκότει τὴν μὲν καυστικὴν δύναμιν ἔχον, τὸ δὲ φέγγος ἀφηρημένον. Εἶτα σκωλήκων γένος ιοβόλον καὶ σαρκοφάγον, ἀπλήστως ἐσθίον, καὶ μηδέποτε κορεννύμενον, ἀφορήτους ὀδύνας ἐμποιοῦν τῇ καταβρώσει. Εἶτα τὴν πασῶν χαλεπωτάτην κόλασιν, τὸν ὀνειδισμὸν ἐκεῖνον καὶ τὴν αἰσχύνην τὴν αἰώνιον. Ταῦτα φοβοῦ· καὶ τούτῳ τῷ φόβῳ παιδευόμενος, οἱονεὶ χαλινῷ τινι ἀνάκοπτε τὴν ψυχὴν ἀπὸ τῆς πρὸς τὰ φαῦλα ἐπιθυμίας. Τοῦτον τὸν φόβον τοῦ Κυρίου διδάσκειν ἡμᾶς ὁ πατὴρ ἐπηγγείλατο· οὐχ ἁπλῶς διδάσκειν, ἀλλὰ τοὺς ἀκούειν αὐτοῦ προαιρουμένους· οὐ τοὺς μακρὰν ἀποπεσόντας, ἀλλὰ τοὺς δι' ἐπιθυμίαν τοῦ σωθῆναι προστρέχοντας· οὐ τοὺς ξένους τῶν Διαθηκῶν, ἀλλὰ τοὺς ἐκ τοῦ βαπτίσματος τῆς υἱοθεσίας οἰκειουμένους τῷ λόγῳ. Διὰ τοῦτο, φησὶ, δεῦτε· τουτέστι, διὰ τῶν ἀγαθῶν ἔργων ἐγγίσατέ μοι, τέκνα, υἱοὶ φωτὸς γενέσθαι διὰ τῆς παλιγγενεσίας καταξιωθέντες. Ἀκούσατε, οἱ ἔχοντες τὰ ὦτα τῆς καρδίας ἀνεῳγμένα· Φόβον Κυρίου διδάξω ὑμᾶς· τοῦτον, ὃν μικρῷ πρόσθεν ὁ λόγος ὑμῖν ὑπέγραψεν.
Whenever you are about to rush towards some sin, call to mind for me that dread and unbearable judgement-seat of Christ, whereon the Judge sits presiding upon a lofty and uplifted throne, while all creation stands beside trembling before His glorious manifestation; and we are going to be brought forward one by one for examination of the things lived by us. Next, beside him who has done many evil things in life stand certain fearful and grim-visaged angels, looking fire, breathing out fire on account of the bitterness of their purpose, like night in their faces on account of their gloominess and hatred of mankind. Next, a deep pit, and impassable darkness, and lightless fire, possessing in the darkness its burning power, yet stripped of brightness. Next, a venom-shooting and flesh-devouring race of worms, eating insatiably and never sated, causing unendurable pangs by its devouring. Next, the most grievous punishment of all, that reproach and eternal shame. Fear these things; and being disciplined by this fear, check your soul as though with some bridle from desire towards base things. This fear of the Lord the father promised to teach us: not simply to teach, but to teach those who choose to hear him; not those who have fallen far away, but those who run up out of desire to be saved; not strangers to the Covenants, but those who from the baptism of adoption as sons are made familiar with the word. On this account, he says, come: that is, through good works draw near to me, children, who have been counted worthy through regeneration to become sons of light. Hearken, you who have the ears of your heart opened: The fear of the Lord I will teach you—this fear which a little before our discourse sketched out for you.
9. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Εἴ τις θέλει, φησὶ, ζωὴν, οὐ τὴν κοινὴν ταύτην ἣν καὶ τὰ ἄλογα ζῇ, ἀλλὰ τὴν ὄντως ζωὴν τὴν θανάτῳ μὴ διακοπτομένην. Νῦν γὰρ, φησὶν, ἀποθνήσκετε, Καὶ ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν δὲ ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Οὐκοῦν καὶ ἡ ὄντως ζωὴ ὁ Χριστὸς, καὶ ἡ ἡμετέρα ἐν αὐτῷ διαγωγὴ ζωή ἐστιν ἀληθινή. Ὁμοίως δὲ καὶ αἱ ἡμέραι ἄλλαι εἰσὶν ἀγαθαὶ, ἃς ἐν ἐπαγγελίᾳ προτίθησιν ὁ Προφήτης. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Αἱ γὰρ τοῦ αἰῶνος τούτου ἡμέραι πονηραὶ, ἐπειδὴ καὶ ὁ αἰὼν οὗτος, τοῦ κόσμου μέτρον ὑπάρχων, περὶ οὗ εἴρηται, ὅτι Ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται, συναφομοιοῦται τῇ φύσει τοῦ κόσμου ὃν ἐκμετρεῖ. Μέρη δὲ τοῦ χρόνου τούτου αἱ ἡμέραι αὗται. Διὰ τοῦτό φησιν ὁ Ἀπόστολος· Ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ
9. Who is the man who desires life, loving to see good days? If anyone desires life, he says—not this common life which the irrational creatures also live, but that which is truly life, uninterrupted by death. For now, he says, you die, And our life has been hidden with Christ in God; when Christ, our life, is manifested, then you also with Him shall be manifested in glory. Therefore both that which is truly life is Christ, and our way of life in Him is true life. And in like manner there are also other days that are good, which the Prophet sets forth in promise: Who is the man who desires life, loving to see good days? For the days of this age are evil, since this age also, being the measure of the world concerning which it has been said that The whole world lies in the evil one, is assimilated to the nature of the world which it measures out. And parts of this time are these days. On this account the Apostle says: Buying up the season, because the
Notes, col. 372

On the reading

Printed ιοβόλον, for ἰοβόλον.

PG 29:373Read from the page
ἡμέραι πονηραί εἰσι. Καὶ ὁ Ἰακὼβ δὲ, Αι ἡμέραι, φησὶ, τῶν ἐτῶν μου μικραὶ καὶ πονηραί. Οὐκοῦν νῦν μὲν οὐκ ἐσμὲν ἐν ζωῇ, ἀλλ' ἐν θανάτῳ. Διὸ καὶ ηὔχετο ὁ Ἀπόστολος, λέγων· Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Ἄλλη δέ τίς ἐστι ζωὴ, πρὸς ἣν καλεῖ ἡμᾶς ὁ λόγος· καὶ νῦν μὲν αἱ ἡμέραι ἡμῶν πονηραὶ, ἄλλαι δέ τινές εἰσιν ἀγαθαὶ, ἃς νὺξ οὐ διακόπτει· ἔσται γὰρ ὁ Θεὸς αὐτῶν φῶς αἰώνιον, καταλάμπων αὐτὰς τῷ φωτὶ τῆς ἑαυτοῦ δόξης. Μὴ τοίνυν, ὅταν ἀκούσῃς ἡμερῶν ἀγαθῶν, τὴν ἐνταῦθά σοι νομίσῃς ζωὴν ἐν ἐπαγγελίαις προκεῖσθαι. Φθαρταὶ γάρ εἰσιν αὗται, ἃς ὁ αἰσθητὸς ἥλιος ἀπεργάζεται· οὐδὲν δὲ φθαρτὸν ἁρμοζόντως ἂν δῶρον γένοιτο τῷ ἀφθάρτῳ. Εἰ γὰρ ἄφθαρτος ἡ ψυχὴ, ἄφθαρτα αὐτῆς καὶ τὰ χαρίσματα. Καὶ Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου. Εἰ δὲ σκιὰν ἔχει ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, νόει μοί τινα Σάββατα τρυφερὰ, ἅγια, ἐκ τῶν αἰωνίων ἡμερῶν, νεομηνίας, ἑορτάς· καὶ νόει μοι ἀξίως τοῦ πνευματικοῦ νόμου. Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Εἰ βούλει ἐν ταῖς ἡμέραις γενέσθαι ταῖς ἀγαθαῖς, εἰ ἀγαπᾷς τὴν ζωὴν, ποίησον τὴν ἐντολὴν τῆς ζωῆς. Ὁ γὰρ ἀγαπῶν με, φησὶ, τὰς ἐντολάς μου τηρήσει. Πρώτη δὲ ἐντολὴ τὸ, παῦσαι τὴν γλῶσσαν ἀπὸ κακοῦ, καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον. Σχεδὸν γὰρ ἡ προχειροτάτη καὶ πολύτροπος ἁμαρτία ἡ διὰ γλώσσης ἐστὶν ἐνεργουμένη. Ὠργίσθης; καὶ ἡ γλῶσσα προτρέχει. Ἐν ἐπιθυμίαις εἶ; καὶ τὴν γλῶσσαν ἔχεις πρὸ πάντων οἱονεί τινα μαστρωπὸν καὶ προαγωγὸν, συγκαταπρασσομένην τῇ ἁμαρτίᾳ, καθυποκρινομένην τοὺς πλησίον. Καὶ ὅπλον σοι πρὸς τὴν ἀδικίαν ἡ γλῶσσα, μὴ τὰ ἀπὸ καρδίας φθεγγομένη, ἀλλὰ τὰ πρὸς ἀπάτην προφέρουσα. Καὶ τί δεῖ πάντα τῷ λόγῳ ἐπεξιέναι τῶν διὰ γλώσσης ἁμαρτανομένων; Πεπλήρωται ἡμῶν ὁ βίος τῶν ἀπὸ γλώσσης πταισμάτων. Αἰσχρολογία, εὐτραπελία, μωρολογία, τὰ οὐκ ἀνήκοντα, καταλαλιαὶ, λόγος ἀργὸς, ἐπιορκίαι, ψευδομαρτυρίαι, πάντα ταῦτα τὰ κακὰ, καὶ ἔτι πλείω τούτων, τῆς γλώσσης ἐστὶ δημιουργήματα. Οἱ δὲ ἀνοίγοντες τὸ στόμα κατὰ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες, ἄλλῳ τινὶ τὴν ἀσέβειαν καὶ οὐχὶ τῷ ὀργάνῳ τῆς γλώσσης ἐργάζονται; Ἐπειδὴ οὖν Ἐκ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ, παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ μὴ ἐνεργήσῃς θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια. Παῦσον δὲ καὶ τὰ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἀντὶ τοῦ, Ὅλον τὸ ὄργανον τὸ πρὸς τὴν διακο-
days are evil. And Jacob too says, The days of my years are small and evil. Therefore now indeed we are not in life, but in death. Wherefore the Apostle also prayed, saying: Who will rescue me out of the body of this death? There is, however, some other life, towards which the word calls us; and now indeed our days are evil, yet there are certain others that are good, which night does not interrupt; for God will be their eternal light, shining down upon them with the light of His own glory. Do not, therefore, whenever you hear of good days, suppose that life here is set before you in promises. For corruptible are these days which the perceptible sun produces; and nothing corruptible could fittingly become a gift to the incorruptible. For if the soul is incorruptible, incorruptible also are its gifts of grace. And The fashion of this world passes away. And if the law holds a shadow of the good things to come, conceive for me certain delicate, holy Sabbaths made up of the eternal days, new moons, feasts; and conceive them for me worthily of the spiritual law. Make your tongue cease from evil, and your lips from speaking guile. If you wish to come to be in the good days, if you love life, do the commandment of life. For He who loves Me, He says, will keep My commandments. And the first commandment is this: to make the tongue cease from evil, and the lips from speaking guile. For nearly the readiest and most manifold sin is that wrought through the tongue. Have you grown angry? Straightway the tongue runs ahead. Are you in desires? Before all else you have the tongue as it were some pander and procurer, helping to accomplish the sin, playing a part to win over your neighbours. And the tongue is a weapon for you towards injustice, uttering not the things from the heart, but bringing forward things meant for deceit. And what need is there to go through in speech every one of the sins committed through the tongue? Our life has been filled with stumblings arising from the tongue. Filthy talk, ribald wit, foolish talk, things unbecoming, backbitings, idle speech, perjuries, false testimonies—all these evils, and still more than these, are handiworks of the tongue. And those who open their mouth against the glory of God, and speak injustice unto the height, do they work ungodliness with anything else and not with the instrument of the tongue? Since, therefore, Out of your words you shall be justified, and out of your words you shall be condemned, make your tongue cease from evil, and do not work vain treasures with a lying tongue. And make your lips also cease from speaking guile; instead of: The whole instrument that is towards the minis-
Notes, col. 373

On the reading

Printed Αι, for Αἱ.