Migne Reading Room

PG 29 · cols. 352–361 · Read from the page

Homilies on the Psalms (the rest)

Homilies on the Psalms (the rest)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:352Read from the page
ραώ. Φαίνεται γὰρ Φαραὼ λεγόμενος καὶ ὁ ἐπὶ Ἰωσήφ· Φαραὼ καὶ ὁ ἐπὶ Μωϋσέως μετὰ τέσσαρας γενεὰς ἐγερθεὶς βασιλεὺς Αἰγύπτου· Φαραὼ καὶ ὁ κατὰ τοὺς χρόνους Σολομῶντος· Ἔλαβε γὰρ, φησὶ, τὴν θυγατέρα Φαραώ· καὶ ὁ κατὰ τοὺς χρόνους τῆς προφητείας Ἱερεμίου Φαραὼ προσηγορεύετο. Οὕτω δὲ καὶ Ἀβιμέλεχ κατὰ τοὺς χρόνους ἦν Ἀβραὰμ, καὶ κατὰ τοὺς χρόνους Ἰσαάκ· καὶ ὁ νῦν λεγόμενος ἐπὶ τῶν καιρῶν Δαβίδ. Ἐπὶ μὲν γὰρ Ἀβραὰμ εἴρηται, ὅτι Καὶ εἶπεν Ἀβιμέλεχ, καὶ Ὀχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ, καὶ Φιλὸχ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς Ἀβραὰμ, λέγων. Καὶ πάλιν περὶ τοῦ Ἰσαάκ· Ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ. Παρακύψας δὲ Ἀβιμέλεχ ὁ βασιλεὺς Φυλιστεὶμ διὰ τῆς θυρίδος, εἶδε παίζοντα τὸν Ἰσαὰκ μετὰ Ῥεβέκκας. Οὕτως οὖν καὶ νῦν κατὰ τοὺς χρόνους Δαβὶδ Ἀβιμέλεχ εἴρηται ἐν τῇ ἐπιγραφῇ, τὸ κοινὸν τῆς βασιλείας ὄνομα. Ἀγχοὺς δὲ παραδέδοται ὑπὸ τῆς ἱστορίας, ὅπερ ἰδίως ἦν αὐτῷ ἐκ γενετῆς ἐπικείμενον. Ἐπὶ τούτου τοίνυν ἠλλοίωσεν ἑαυτοῦ τὸ πρόσωπον, παραφερόμενος ἐν ταῖς χερσὶ τῶν οἰκετῶν, καὶ ψοφῶν παρὰ τὰς πύλας τῆς πόλεως, καὶ καταῤῥέων, φησὶ, τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώγωνα· ὥστε εἰπεῖν τὸν Ἀγχοὺς τοῖς παισί· Τί εἰσεφέρετε αὐτὸν πρὸς μέ; Μὴ ἐπιδέομαι ἐπιλήπτων ἐγὼ, ὅτι εἰσηνέγκατε αὐτὸν ἐπιληπτεύεσθαι ἐπ' ἐμέ; Καὶ οὕτως ἀπολυθεὶς ἐκεῖθεν, διεσώθη, φησὶν, εἰς τὸ σπήλαιον Ὀδολλάμ. Ὡς οὖν ἐκ μεγάλου κινδύνου διεκφυγὼν, ταύτην ἀναπέμπει τὴν εὐχαριστίαν τῷ ῥυσαμένῳ αὐτὸν Θεῷ. Εὐλογήσω, φησὶ, τὸν Κύριον ἐν παντὶ καιρῷ. Διεκφυγὼν ἐκ τοῦ θανάτου, οἷον ὅρους ἑαυτῷ τίθεται τῆς ζωῆς, τυπῶν ἑαυτοῦ τὴν ψυχὴν πρὸς τὸ τῆς πολιτείας ἀκριβές· ὡς μηδένα καιρὸν διαλιμπάνειν τῆς εὐλογίας, ἀλλὰ καὶ μεγάλων καὶ μικροτέρων πραγμάτων ἐπὶ τὸν Θεὸν ἀναφέρειν τὴν ἀρχήν. Οὐχὶ ἡγήσομαι, φησὶ, κατὰ τὴν ἐμαυτοῦ ἐπιμέλειαν γίνεσθαι, οὐδὲ ἐκ τῆς αὐτομάτου συντυχίας συμβαίνειν, ἀλλ' Ἐν παντὶ καιρῷ εὐλογήσω τὸν Κύριον, οὐκ ἐν ταῖς εὐημερίαις μόνον τοῦ βίου, ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς καιροῖς. Ἐντεῦθεν μαθητευθεὶς ὁ Ἀπόστολος, Πάντοτε, φησὶ, χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Ὁρᾷς ἡλίκη τοῦ ἀνδρὸς ἡ ἀγάπη; Οὐκ ἀπεδυσπέτει πρὸς τὴν συνέχειαν τῶν κακῶν, ὅτε οὐ μόνον πατρίδος ἀπελήλατο, καὶ συγγενείας, καὶ οἰκείων, καὶ κτημάτων, ἀλλὰ καὶ τοῖς πολεμίοις παραδοθεὶς ὑπὸ τῆς ἀνάγκης, μικροῦ διασπᾶσθαι παρ' αὐτῶν ἔμελλεν. Οὐκ εἶπε· Μέχρι τίνος ἡ συνέχεια τῶν κακῶν; οὐκ ἀπεδυσπέτησε πρὸς τὴν παράτασιν τῆς θλίψεως, εἰ-
[Pha]raoh. For both he in the time of Joseph appears to be called Pharaoh; and the king of Egypt raised up in the time of Moses after four generations, Pharaoh; and he in the times of Solomon, Pharaoh: For he took, it says, the daughter of Pharaoh; and he in the times of the prophecy of Jeremiah was addressed as Pharaoh. And in the same way Abimelech also existed in the times of Abraham, and in the times of Isaac; and he who is now so called in the seasons of David. For in the time of Abraham it is said: And Abimelech, and Ochozath his groomsman, and Philoch the commander-in-chief of his host spoke to Abraham, saying. And again concerning Isaac: And he was there a long time. And Abimelech the king of the Philistines, looking out through the window, saw Isaac sporting with Rebecca. Thus, then, now also in the times of David he has been called Abimelech in the inscription, the common name of the kingship; whereas Anchus has been handed down by the history, which belonged privately to him as laid upon him from birth. Before this man, accordingly, he changed his countenance, being carried about in the hands of the servants, and making a noise beside the gates of the city, and letting his spittle run down, it says, upon his beard; so that Anchus said to his servants: Why did you bring him in to me? Do I have need of epileptics, that you brought him in to have fits before me? And thus having been dismissed from there, he escaped safely, it says, into the cave of Odollam. Having therefore escaped thoroughly, as it were, out of great danger, he sends up this thanksgiving to the God Who rescued him. I will bless the Lord, he says, at every season. Having escaped thoroughly out of death, he sets for himself boundaries, as it were, of life, moulding his own soul towards strictness of conduct, so as to leave out no season from blessing, but to refer the origin both of great matters and of smaller ones unto God. I shall not deem things, he says, to come about according to my own diligence, nor to happen out of spontaneous chance, but At every season I will bless the Lord, not in the prosperous days of life only, but also in times of crisis. Taught from this source, the Apostle says: Rejoice always, pray without ceasing, in everything give thanks. Do you see how great the man's love is? He did not grow impatient towards the continuity of ills, when he had not only been driven from fatherland, and kindred, and household, and possessions, but also, having been handed over to the enemy by necessity, was within a little of being torn apart by them. He did not say: How long the continuity of ills? He did not grow impatient towards the prolongation of the affliction, know-
PG 29:353Read from the page
δὼς, Ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα. Τῷ ὄντι γὰρ τοῖς καλῶς παρεσκευασμένοις αἱ θλίψεις οἱονεὶ τροφαί τινές εἰσιν ἀθλητικαὶ καὶ γυμνάσια, ἐπὶ τὴν πατρῴαν δόξαν τὸν ἀγωνιστὴν προβιβάζουσαι· ὅταν λοιδορούμενοι εὐλογῶμεν, βλασφημούμενοι παρακαλῶμεν, καταπονούμενοι εὐχαριστῶμεν, θλιβόμενοι ἐπὶ τῇ θλίψει καυχώμεθα. Αἰσχρὸν γὰρ εὐλογεῖν μὲν ἡμᾶς ἐπὶ τοῖς χρηστοτέροις, σιωπᾷν δὲ ἐπὶ τοῖς σκυθρωποτέροις καὶ ἐπιπόνοις πράγμασιν. Ἀλλὰ τότε καὶ πλέον εὐχαριστεῖν δεῖ, εἰδότας, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Δοκεῖ ἀδύνατόν τι ἐπαγγέλλεσθαι ὁ προφήτης. Πῶς γὰρ διαπαντὸς ἡ αἴνεσις τοῦ Θεοῦ ἐν τῷ στόματι ἀνθρώπου εἶναι δύναται; Ὅτε διαλέγεται τὰς συνήθεις καὶ βιωτικὰς ὁμιλίας, οὐκ ἔχει τὸν αἶνον τοῦ Θεοῦ ἐν τῷ στόματι. Ὅτε καθεύδει, σιωπήσεται πάντως. Ἐσθίοντος δὲ καὶ πίνοντος πῶς ἐνεργήσει τὸ στόμα τὴν αἴνεσιν; Πρὸς δὴ τοῦτο λέγομεν, ὅτι ἔστι μέν τι καὶ νοητὸν στόμα τοῦ ἔνδον ἀνθρώπου, ᾧ τρέφεται μεταλαμβάνων τοῦ λόγου τῆς ζωῆς, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβάς. Περὶ ἐκείνου τοῦ στόματος καὶ ὁ Προφήτης φησὶν ὅτι· Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα. Ἐκεῖνο καὶ ὁ Κύριος προκαλεῖται ἡμᾶς εὐρύχωρον ἔχειν εἰς ὑποδοχὴν ἀφθονωτέραν τῶν τροφῶν τῆς ἀληθείας. Πλάτυνον γὰρ, φησὶ, τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Δύναται οὖν ἡ ἐντετυπωμένη ἅπαξ καὶ οἱονεὶ ἐσφραγισμένη τῷ ἡγεμονικῷ τῆς ψυχῆς περὶ Θεοῦ ἔννοια αἴνεσις ὀνομάζεσθαι Θεοῦ, διαπαντὸς ἐνυπάρχουσα τῇ ψυχῇ. Δύναται δὲ καὶ, κατὰ τὴν ἀποστολικὴν ὑποθήκην, ὁ σπουδαῖος πάντα ποιεῖν εἰς δόξαν Θεοῦ, ὥστε πᾶσαν πρᾶξιν, καὶ πᾶν ῥῆμα, καὶ πᾶσαν ἐνέργειαν νοερὰν, αἰνέσεως ἐπέχειν δύναμιν. Εἴτε γὰρ ἐσθίει ὁ δίκαιος, εἴτε πίνει, πάντα εἰς δόξαν Θεοῦ ποιεῖ. Τοῦ τοιούτου καθεύδοντος ἡ
ing, That affliction works endurance, and endurance proof, and proof hope. For in truth, to those who are well prepared, afflictions are as it were certain athletic foods and exercises, advancing the contestant towards the ancestral glory: when, being reviled, we bless; being slandered, we entreat; being worn down, we give thanks; being afflicted, we boast in the affliction. For it is shameful for us to bless over more pleasant things, yet to keep silent over gloomier and painful matters. Rather, then even more must we give thanks, knowing that Whom the Lord loves He chastens, and scourges every son whom He receives. Continually shall His praise be in my mouth. The prophet seems to promise something impossible. For how can the praise of God be continually in a man's mouth? When he converses in customary and everyday discussions, he does not have the praise of God in his mouth. When he sleeps, he will altogether keep silent. And while he eats and drinks, how will the mouth perform praise? Towards this, indeed, we say that there is also a certain intelligible mouth of the inner man, wherewith he is nourished when partaking of the Word of life, Who is the bread that came down out of heaven. Concerning that mouth the Prophet also says: I opened my mouth, and drew in spirit. That mouth the Lord also invites us to keep spacious for a more abundant reception of the foods of truth. For Open wide your mouth, He says, and I will fill it. Therefore the conception concerning God, once imprinted and as it were sealed upon the governing faculty of the soul, can be named praise of God, abiding continually within the soul. And the earnest man can also, according to the apostolic counsel, do all things unto the glory of God, so that every action, and every word, and every intellectual operation holds the force of praise. For whether the righteous man eats, or whether he drinks, he does all things unto the glory of God. When such a man sleeps, the
2. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. Μηδεὶς, φησὶ, τὴν ἐμὴν ἐπίνοιαν, καθ' ἣν διεσώθην ἐκ τῶν κινδύνων, ἐπαινείτω. Οὐ γὰρ ἐν δυνάμει ἀνθρώπου, οὐδὲ ἐν σοφίᾳ, ἀλλ' ἐν τῇ χάριτι τοῦ Θεοῦ ἐστιν ἡ σωτηρία. Μὴ καυχάσθω, φησὶν, ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, μήτε ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μήτε ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ· ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν Κύριον τὸν Θεὸν αὐτοῦ. Ὁρᾷς τὸν Ἀπόστολον πῶς τοὺς συνεργοὺς τοῦ Εὐαγγελίου ἐπαινεῖ; Ὅς ἐστι σύνδουλος καὶ διάκονος ὑμῶν ἐν Κυρίῳ. Ἐὰν μέντοι τις ἐπὶ σώματος
2. In the Lord shall my soul be praised. Let no one, he says, praise my own ingenuity, according to which I escaped safely out of the dangers. For not in human power, nor in wisdom, but in the grace of God is salvation. Let not the rich man boast, it says, in his riches, nor the wise man in his wisdom, nor the strong man in his strength; but in this let him who boasts boast, in understanding and knowing the Lord his God. Do you see how the Apostle praises the fellow-workers of the Gospel? Who is a fellow-servant and minister of yours in the Lord. If, however, anyone upon bodily
PG 29:356Read from the page
κάλλει, ἢ γονέων περιφανείᾳ ἐπαινεῖται, οὐκ ἐν Κυρίῳ ἐπαινεῖται αὐτοῦ ἡ ψυχὴ, ἀλλ' ἐν τῇ ματαιότητί ἐστι τῶν τοιούτων ἕκαστος. Οὐδὲ γὰρ αἱ μέσαι τέχναι τὸ ἀληθινῶς ἐπαινετὸν ἔχουσι, κυβερνῆται, ἰατροὶ, ῥήτορες, ἢ ἀρχιτέκτονες πόλεις οἰκοδομοῦντες ἢ πυραμίδας, ἢ λαβυρίνθους, ἢ ἄλλας τινὰς δαπανηρὰς ἢ ὑπερόγκους οἰκοδομημάτων κατασκευάς. Οἱ ἐπὶ τούτοις ἐπαινούμενοι, οὐκ ἐν Κυρίῳ ἔχουσι τὴν ἑαυτῶν ψυχήν. Ἀρκεῖ ἡμῖν πρὸς ἅπαν ἀξίωμα τὸ τηλικούτου Δεσπότου δούλους ἡμᾶς ὀνομάζεσθαι. Οὐ δήπου γὰρ βασιλεῖ μέν τις ὑπηρετῶν μέγα φρονήσει, διὰ τὸ ἐν τῇδε τῇ τάξει τῆς ὑπηρεσίας τετάχθαι· Θεῷ δὲ καταξιωθεὶς λατρεύειν, ἀλλαχόθεν τοὺς ἐπαίνους ἑαυτῷ περινοήσει, ὡς οὐκ ἀ⟨…⟩κούσης αὐτῷ τῆς ἐπικλήσεως τοῦ Κυρίου πρὸς πᾶσαν δόξης καὶ περιφανείας ὑπερβολήν; Ἐν τῷ Κυρίῳ οὖν ἐπαινεθήσεται ἡ ψυχή μου. Ἀκουσάτωσαν πραεῖς, καὶ εὐφρανθήτωσαν. Ἐπειδὴ ἄνευ πολέμου, φησὶ, κατωρθώθη μοι ἡ σωτηρία ἐκ μόνης τῆς κατὰ πρόσωπον ἀλλοιώσεως, διὰ τῆς τοῦ Θεοῦ συνεργίας ἀπατηθέντων τῶν πολεμίων· Ἀκουσάτωσαν πραεῖς, ὅτι δυνατὸν καὶ ἡσυχάζοντας ἐγεῖραι τρόπαιον, καὶ μὴ μαχομένους νικητὰς ἀποφανθῆναι· Καὶ εὐφρανθήτωσαν, βεβαιούμενοι εἰς τὴν πραότητα τῷ κατ' ἐμὲ ὑποδείγματι. Ἔλαβον γὰρ ταύτην τὴν χάριν παρὰ Θεοῦ, ἐπειδὴ κατώρθωσα τὴν πραότητα. Μνήσθητι, Κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. Μεγίστη γὰρ τῶν ἀρετῶν ἡ πραότης· διὸ καὶ τοῖς μακαρισμοῖς ἐγκατείλεκται. Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Ἐκείνη γὰρ ἡ γῆ, ἡ ἐπουράνιος Ἱερουσαλὴμ, οὐ γίνεται τῶν μαχομένων λάφυρον, ἀλλὰ μακροθύμων καὶ πραϋπαθῶν ἀνδρῶν πρόκειται κληρονομία. Ἴσον δὲ δύναται τὸ, Ἀκουσάτωσαν πραεῖς, καὶ τὸ, Ἀκουσάτωσαν οἱ Χριστοῦ μαθηταί. Τάχα δὲ προφητικῶς βούλεται μέχρις ἡμῶν διαβῆναι τὸ θαῦμα τῆς τοῦ Θεοῦ εἰς αὐτὸν εὐεργεσίας. Ἀκουσάτωσαν γὰρ οἱ πολλαῖς ὕστερον γενεαῖς γενήσεσθαι τοῦ Χριστοῦ μαθηταὶ μέλλοντες. Τούτους γὰρ ὠνόμασε πραεῖς, οἷς ὁ Κύριος διαλέγεται· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Οἱ
beauty, or illustriousness of parents is praised, his soul is not praised in the Lord, but each of such men is in vanity. For neither do the middle arts possess what is truly praiseworthy: pilots, physicians, orators, or architects building cities, or pyramids, or labyrinths, or certain other costly or immense constructions of buildings. Those who are praised for these things do not have their own soul in the Lord. It suffices for us towards every dignity that we be named servants of so great a Master. For surely someone serving a king will not think highly of himself because he has been stationed in this particular rank of service, while he who has been counted worthy to serve God will devise praises for himself from elsewhere, as though the appellation of the Lord were not ⟨…⟩ for him towards every excess of glory and illustriousness? In the Lord, therefore, shall my soul be praised. Let the meek hear, and be glad. Since without war, he says, deliverance was achieved for me out of the mere alteration of countenance, the enemy having been deceived through the co-operation of God: Let the meek hear, that it is possible even for those keeping quiet to raise a trophy, and without fighting to be declared victors; And let them be glad, being confirmed unto meekness by the example seen in me. For I received this grace from God, since I achieved meekness. Remember, O Lord, David and all his meekness. For the greatest of the virtues is meekness; wherefore it has also been enrolled among the beatitudes. For Blessed, He says, are the meek, for they shall inherit the earth. For that earth, the heavenly Jerusalem, does not become the spoil of fighters, but lies set forth as the inheritance of long-suffering and gentle-minded men. And Let the meek hear has equal force with Let the disciples of Christ hear. And perhaps prophetically he wishes the wonder of God's benefaction towards him to pass across even unto us. For let those hear who many generations afterwards are to become disciples of Christ. For these He named meek, with whom the Lord converses: Learn from me, for I am meek and lowly in heart. Those
3. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. Πρέποντα ἑαυτῷ χορὸν εἰς δοξολογίαν τοῦ Κυρίου παραλαμβά-
3. Magnify the Lord with me. A fitting choir for himself unto the glorification of the Lord he takes
PG 29:357Read from the page
νει. Μηδεὶς ταραχώδης, μηδὲ τεθορυβημένος, μηδὲ ἐκ τῶν παθῶν τῆς σαρκὸς τὴν ψυχὴν παροιστρῶν ἐγκαταμιγήτω μοι· ἀλλ' ὑμεῖς οἱ πραεῖς, οἱ τὸ βεβηκὸς καὶ εὐσταθὲς τῆς ψυχῆς κατωρθωκότες, τὸ δὲ νωθρὸν καὶ ὑπνῶδες πρὸς τὰς τῶν καθηκόντων ἐνεργείας ἀποσειόμενοι, ὑμεῖς μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. Μεγαλύνει δὲ τὸν Κύριον ὁ μεγάλῃ διανοίᾳ καὶ γαύρῳ τῷ φρονήματι καὶ ἐπηρμένῳ τοὺς ὑπὲρ τῆς εὐσεβείας πειρασμοὺς ὑπομένων. Ἔπειτα δὲ καὶ ὁ μεγάλῃ τῇ διανοίᾳ καὶ θεωρήμασι βαθυτάτοις τὰ μεγέθη τῆς κτίσεως καθορῶν, ἵν' ἐκ τοῦ μεγέθους καὶ τῆς καλλονῆς τῶν κτισμάτων τὸν γενεσιουργὸν αὐτῶν θεωρήσῃ. Ὅσῳ γάρ τις ἐπὶ πλεῖον ἐμβαθύνει τοῖς λόγοις καθ' οὓς γεγένηται τὰ ὄντα, καὶ καθ' οὓς οἰκονομεῖται, τοσούτῳ μᾶλλον θεωρεῖ τὴν μεγαλοπρέπειαν τοῦ Κυρίου, καὶ τὸ ὅσον ἐφ' ἑαυτῷ, μεγαλύνει τὸν Κύριον. Ἐπεὶ οὖν εἷς νοῦς καὶ ἑνὸς ἀνδρὸς μελέτη, οὐδὲ πρὸς βραχὺ αὐταρκεῖ πρὸς τὴν τῶν μεγαλείων τοῦ Θεοῦ κατάληψιν, πάντας ὁμοῦ τοὺς πραεῖς εἰς τὴν κοινωνίαν ταύτης τῆς ἐνεργείας παραλαμβάνει. Δεῖ γὰρ πᾶσαν σχολὴν ἄγειν ἀπὸ θορύβων τῶν ἔξωθεν, καὶ πᾶσαν ἡσυχίαν ἐν τῷ κρυπτῷ τῆς καρδίας βουλευτηρίῳ ποιήσαντα, οὕτως ἐπιβάλλειν τῇ θεωρίᾳ τῆς ἀληθείας. Ἀκούεις τοῦ ἐξομολογουμένου τὴν ἁμαρτίαν, τί φησιν; Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. Οὐ μόνον δὲ θυμὸς, ἀλλὰ καὶ ἐπιθυμία, καὶ δειλία, καὶ φθόνος ὀφθαλμὸν ψυχῆς ἐκταράσσει· καὶ ἁπαξαπλῶς πάντα τὰ πάθη συγχυτικὰ καὶ ἐκταρακτικὰ τοῦ διορατικοῦ τῆς ψυχῆς ἐστι. Καὶ ὡς οὐ δυνατὸν τεθολωμένῳ ὀφθαλμῷ ἀκριβῆ λαβεῖν τῶν ὁρατῶν τὴν κατάληψιν, οὕτως οὐδὲ τεθολωμένῃ καρδίᾳ τῇ κατανοήσει τῆς ἀληθείας ἐπιβαλεῖν. Ἀναχωρῆσαι οὖν δεῖ τῶν τοῦ κόσμου πραγμάτων, καὶ μήτε δι' ὀφθαλμῶν, μήτε δι' ὤτων, μήτε δι' ἄλλης τινὸς αἰσθήσεως ἐπεισάγειν ἀλλοτρίους λογισμοὺς τῇ ψυχῇ. Θορύβων γὰρ ἀσιγήτων καὶ στάσεων ἀδιαλλάκτων ἀναπιμπλῶσι τὰ ἔνδον οἱ τοῦ φρονήματος τῆς σαρκὸς ἐπανιστάμενοι πόλεμοι. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου. Ταῦτα, φησὶν, ἀκουσάτωσαν οἱ πραεῖς, ὅτι ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ τῷ χαλεπῷ, ὅτε πᾶς μὲν θυμὸς τῶν μνησικακούντων ἐκινεῖτο κατ' ἐμοῦ, πᾶσα δὲ χεὶρ ἐπ' ἐμὲ ὡπλίζετο, γυμνὸς δὲ ἐγὼ καὶ ἄοπλος ἕτοιμος εἰς πᾶσαν αἰκίαν ἐξεκείμην τοῖς πολεμίοις, τότε οὐ συνεχύθην τοὺς διαλογισμοὺς τῷ φόβῳ, οὐκ ἐξεκρούσθην ἐκ τῆς τοῦ Θεοῦ ἐννοίας, οὐκ ἀπέγνων τῆς ἐμαυτοῦ σωτηρίας, ἀλλ' ἐξεζήτησα τὸν Κύριον Οὐχὶ ἐζήτησα μόνον ἁπλῆν τινα καὶ χρονικὴν πρὸς τὸν Κύριον ἐλπίδα, ἀλλ' ἐξεζήτησα. Πλεῖον γάρ τι δηλοῖ παρὰ τὸ ζητῆσαι ἡ ἔμφασις τοῦ ἐκζητῆσαι, ὡς καὶ παρὰ τὴν ἔρευναν ἡ ἐξερεύνησις. Ἐξέλιπον γὰρ ἐξερευνῶντες ἐξερευνήσεις. Πολλὴν οὖν τινα σχολὴν καὶ ἀταραξίαν ὁ λόγος παρίστησι διὰ τῆς ἐκζητήσεως.
along. Let no one turbulent, nor disturbed, nor goading his soul to madness out of the passions of the flesh be mingled in with me; but you, the meek, who have achieved firmness and stability of soul, and shake off sluggishness and drowsiness towards the activities of your duties, do you magnify the Lord with me. And he magnifies the Lord who with great mind and with exultant and uplifted spirit endures temptations on behalf of godliness. And next, he also who with great mind and most profound contemplations beholds the magnitudes of creation, so that from the magnitude and the beauty of the creatures he may contemplate the Author of their origin. For the more deeply someone enters into the principles according to which things that exist have come into being, and according to which they are governed, so much the more does he contemplate the magnificence of the Lord, and, so far as lies in himself, magnifies the Lord. Since, therefore, a single intellect and a single man's study does not suffice even for a brief while towards the apprehension of the mighty works of God, he takes all the meek together along into the fellowship of this activity. For one must keep full leisure from tumults from without, and having made complete stillness in the hidden council-chamber of the heart, so apply oneself to the contemplation of truth. Do you hear him who confesses his sin, what he says? My eye was troubled from anger. And not only anger, but also desire, and cowardice, and envy troubles the eye of the soul; and in general all the passions are confounding and disturbing of the discerning faculty of the soul. And just as it is not possible with a muddied eye to take hold of an exact apprehension of visible things, so neither with a muddied heart to apply oneself to the understanding of truth. One must therefore withdraw from the affairs of the world, and introduce no alien thoughts into the soul either through eyes, or through ears, or through any other sense. For the wars rising up from the mindset of the flesh fill the inner parts with unceasing tumults and irreconcilable factions. I sought out the Lord, and He hearkened to me. Let the meek hear these things, he says, that I in that grievous season, when all the wrath of those bearing malice was being stirred up against me, and every hand was arming itself against me, while I, naked and unarmed, lay exposed ready for every outrage at the hands of the enemy, then I was not confounded in my thoughts by fear, I was not driven out from the mindfulness of God, I did not despair of my own deliverance, but I sought out the Lord. I did not seek merely some simple and temporary hope towards the Lord, but I sought out earnestly. For the emphasis of seeking out signifies something more beyond seeking, just as searching out does beyond searching. For they failed, searching out searchings. The word therefore sets forth a certain great leisure and untroubledness through seeking out.
PG 29:360Read from the page
4. Καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με. Πᾶσα ἡ τοῦ δικαίου ζωὴ τεθλιμμένη ἐστὶ, καὶ Στενὴ καὶ τεθλιμμένη ἡ ὁδός· καὶ, Πολλαι αἱ θλίψεις τῶν δικαίων. Διὰ τοῦτο καὶ ὁ Ἀπόστολός φησιν, Ἐν παντὶ θλιβόμενοι· καὶ, Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Ῥύεται δὲ ἐκ θλίψεως τοὺς ἁγίους αὐτοῦ ὁ Θεὸς, οὐκ ἀδοκιμάστους αὐτοὺς καταλιμπάνων, ἀλλὰ τὴν ὑπομονὴν αὐτοῖς χαριζόμενος. Εἰ γὰρ Ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν· ὁ τὴν θλίψιν ἀφαιρούμενος τῆς δοκιμῆς ἑαυτὸν ἀπεστέρησεν. Ὡς οὖν οὐδεὶς στεφανοῦται ἄνευ ἀνταγωνιστοῦ, οὕτως οὐδὲ δόκιμος ἀποφανθῆναι δύναται εἰ μὴ διὰ θλίψεων. Ἐκ πασῶν οὖν τῶν θλίψεων ἐῤῥύσατό με, οὐχὶ μὴ ἐῶν με θλίβεσθαι, ἀλλὰ σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν, χαριζόμενος. Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε· καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Τοῖς καθημενοις ἐν σκότει καὶ σκιᾷ θανάτου, τούτοις παρακελεύεται προσελθεῖν τῷ Κυρίῳ, καὶ ἐγγίσαι αὐτοῦ ταῖς ἀκτῖσι τῆς θεότητος, ἵν', ἐκ τοῦ προσεγγισμοῦ ἐλλαμφθέντες τῇ ἀληθείᾳ, χάριτι τὸν φωτισμὸν αὐτοῦ εἰς ἑαυτοὺς χωρήσωσιν. Ὥσπερ γὰρ τὸ αἰσθητὸν τοῦτο φῶς οὐ πᾶσιν ὁμοίως ἀνατέλλει, ἀλλὰ τοῖς ἔχουσιν ὀφθαλμοὺς, καὶ ἐγρηγορόσι, καὶ ὑπ' οὐδενὸς κωλύματος ἀπολαύειν δυναμένοις τῆς τοῦ ἡλίου ἐπιδημίας· οὕτω καὶ ὁ τῆς δικαιοσύνης ἥλιος, Τὸ ἀληθινὸν φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, οὐ πᾶσι τὴν ἑαυτοῦ φαιδρότητα χαρίζεται, ἀλλὰ τοῖς ἀξίως αὐτοῦ πολιτευομένοις. Φῶς γὰρ, φησὶν, ἀνέτειλεν, οὐχὶ τῷ ἁμαρτωλῷ, ἀλλὰ τῷ δικαίῳ. Ὡς γὰρ ἀνέτειλε μὲν ὁ ἥλιος, ἀλλ' οὐχὶ ταῖς νυκτερίσιν, οὐδὲ τοῖς ἄλλοις ζώοις τοῖς νυκτινόμοις· οὕτω καὶ τὸ φῶς τῇ μὲν ἑαυτοῦ φύσει λαμπρόν ἐστι καὶ φαιδρυντικόν· οὐ πάντες δὲ αὐτοῦ τῆς λαμπηδόνος μεταλαμβάνουσιν. Οὕτω καὶ Πᾶς ὁ τὰ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ αὐτοῦ τὰ ἔργα. Προσέλθετε οὖν πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Μακάριος ὁ ἐν τῇ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ, ὅταν ἔλθῃ ὁ Κύριος φωτίσαι τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερῶσαι τὰς βουλὰς τῶν καρδιῶν, τολμήσας ὑπὸ τὸ φῶς ἐκεῖνο τῶν ἐλέγχων γενέσθαι, καὶ ἐπανελθὼν ἀνεπαίσχυντος τῷ ἀμόλυντον ἔχειν τὸ συνειδὸς ἀπὴ πονηρῶν ἔργων. Οἱ γὰρ τὰ φαῦλα πράξαντες εἰς ὀνειδισμὸν καὶ αἰσχύνην ἀναστήσονται, ἐνορῶντες ἐν ἑαυτοῖς τὸ αἶσχος καὶ τοὺς τύπους τῶν ἡμαρτημένων. Καὶ τάχα φοβερω-
4. And out of all my afflictions He rescued me. The whole life of the righteous man is afflicted, and Narrow and afflicted is the way; and, Many are the afflictions of the righteous. Wherefore the Apostle also says, In everything afflicted; and, That through many afflictions we must enter into the kingdom of God. Yet God rescues His saints out of affliction, not leaving them untested, but bestowing endurance upon them. For if Affliction works endurance, and endurance proof, he who strips away affliction has deprived himself of proof. Just as, therefore, no one is crowned without an antagonist, so neither can anyone be declared approved except through afflictions. Out of all my afflictions, therefore, He rescued me, not by not permitting me to be afflicted, but along with the temptation bestowing also the way out, so as to be able to bear up under it. Draw near to Him, and be enlightened; and your faces shall by no means be put to shame. Those sitting in darkness and the shadow of death, these he exhorts to draw near to the Lord, and to approach the rays of His divinity, so that, shone upon from that drawing near with truth, they may by grace receive His illumination into themselves. For just as this perceptible light does not rise for all alike, but for those who have eyes, and are awake, and are able unhindered by any obstacle to enjoy the presence of the sun; so also the Sun of righteousness, The true light, which enlightens every man coming into the world, does not bestow His own brightness upon all, but upon those who conduct their lives worthily of Him. For Light, it says, has dawned, not for the sinner, but for the righteous man. For just as the sun indeed rose, yet not for bats, nor for the other night-roaming animals; so also the light in its own nature is indeed radiant and cheering, yet not all partake of its brilliance. Thus also Everyone who practises base things hates the light, and does not come to the light, lest his works be exposed. Draw near to Him, therefore, and be enlightened, and your faces shall by no means be put to shame. Blessed is he who in the day of the righteous judgement of God, when the Lord comes to bring to light the hidden things of darkness, and to make manifest the counsels of the hearts, has dared to come beneath that light of scrutiny, and has returned unashamed by keeping his conscience unstained from evil works. For those who have practised base things will rise unto reproach and shame, beholding within themselves the disgrace and the imprints of their sins. And perhaps more fear-
Notes, col. 360

On the reading

Printed Πολλαι, for Πολλαὶ.

Printed καθημενοις, for καθημένοις.

Printed ἀπὴ, for ἀπὸ.

PG 29:361Read from the page
τέρα τοῦ σκότους καὶ τοῦ πυρὸς τοῦ αἰωνίου ἡ αἰσχύνη ἐστὶν, ᾗ μέλλουσι συνδιαιωνίζειν οἱ ἁμαρτωλοὶ, ἀεὶ ἐν ὀφθαλμοῖς ἔχοντες τὰ ἴχνη τῆς ἐν σαρκὶ ἁμαρτίας, οἱονεί τινος βαφῆς ἀνεκπλύτου, τῇ μνήμῃ τῆς ψυχῆς αὐτῶν εἰς τὸ διηνεκὲς παραμένοντα. Ὀλίγων δέ ἐστι τὸ προσελθεῖν τῷ φωτὶ τῷ ἀληθινῷ, καὶ ἀποκαλύψαι, καὶ μετὰ τὴν ἀποκάλυψιν τῶν κρυπτῶν, μὴ ἀπελθεῖν αἰσχυνθέντας τὰ πρόσωπα.
ful than the darkness and the eternal fire is the shame wherewith sinners are going to dwell forever, always having before their eyes the traces of sin committed in the flesh, like some indelible dye, remaining perpetually in the memory of their soul. Yet it belongs to few to draw near to the true light, and to uncover, and after the uncovering of hidden things, not to depart ashamed in their faces.
5. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ. Οὐκ ἀει ἐπαινετὴ ἡ πτωχεία. ἀλλ' ἡ ἐκ προαιρέσεως κατὰ τὸν εὐαγγελικὸν σκοπὸν κατορθουμένη. Πολλοὶ γὰρ πτωχοὶ μὲν τῇ περιουσίᾳ, πλεονεκτικώτατοι δὲ τῇ προαιρέσει τυγχάνουσιν· οὓς οὐχ ἡ ἔνδεια σώζει, ἀλλ' ἡ προαίρεσις κατακρίνει. Οὐ τοίνυν ὁ ἐνδεὴς πάντως μακαριστὸς, ἀλλ' ὁ κρείττονα ἡγησάμενος τῶν τοῦ κόσμου θησαυρῶν τὴν ἐντολὴν τοῦ Χριστοῦ. Τούτους καὶ ὁ Κύριος μακαρίζει λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· οὐχ οἱ πένητες κατὰ τὴν περιουσίαν, ἀλλ' οἱ τὴν πτωχείαν ἐκ ψυχῆς προελόμενοι. Οὐδὲν γὰρ τῶν ἀπροαιρέτων μακαριστόν. Διότι πᾶσα ἀρετὴ, μάλιστα δὲ αὕτη πρὸ πάντων, τῷ ἑκουσίῳ χαρακτηρίζεται. Οὗτος οὖν, φησὶν, ὁ πτωχὸς ἐκέκραξε. Τῇ δεικτικῇ φωνῇ ἐπὶ τὸν πτωχεύοντα κατὰ Θεὸν, καὶ πεινῶντα, καὶ διψῶντα, καὶ γυμνητεύοντα, τὴν διάνοιάν σου προκαλεῖται· Οὗτος ὁ πτωχὸς, μονονουχὶ δακτύλῳ δεικνύς· Οὗτος ὁ μαθητὴς Χριστοῦ. Δυνατὸν καὶ εἰς Χριστὸν ἀνάξαι τὸν λόγον, ὃς, πλούσιος ὢν τῇ φύσει, διότι πάντα τὰ τοῦ Πατρὸς αὐτοῦ ἐστι, δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Σχεδὸν γὰρ παντὸς ἔργου τοῦ προάγοντος ἐπὶ τὸν μακαρισμὸν αὐτὸς ἦρξεν ὁ Κύριος, παράδειγμα τοῖς μανθάνουσιν ἑαυτὸν προτιθείς Ἐπάνηκε ἐπὶ τοὺς μακαρισμοὺς, καὶ ἕκαστον ἐξετάσας εὑρήσεις, ὅτι προέλαβε τὴν ἐκ τοῦ λόγου διδασκαλίαν τοῖς ἔργοις. Μακάριοι οἱ πραεῖς. Πῶς οὖν μάθωμεν τὴν πραότητα; Μάθετε ἀπ' ἐμοῦ, φησὶν, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Μακάριοι οἱ εἰρηνοποιοί. Τίς ἡμᾶς διδάξει τὸ τῆς εἰρήνης καλόν; Αὐτὸς ὁ εἰρηνοποιὸς, ὁ ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον· ὁ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐν τοῖς οὐρανοῖς εἴτε τὰ ἐπὶ τῆς γῆς. Μακάριοι οἱ πτωχοί. Αὐτός ἐστιν ὁ πτωχεύσας, καὶ κενώσας ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, ἵνα ἡμεῖς πάντες ἐκ τοῦ πληρώματος αὐτοῦ λάβωμεν, καὶ χάριν ἀντὶ χάριτος. Εἴ τις οὖν, ἀπὸ τοῦ ἁγίου καὶ φιλανθρώπου Πνεύματος ἀγόμενος, μὴ φρονῶν ἐφ' ἑαυτῷ, ἀλλὰ ταπεινῶν ἑαυτὸν, ἵνα τοὺς ἄλλους ὑψώσῃ, κράζοι τῷ πνεύματι τὰ μεγάλα εὐχόμενος, καὶ μηδὲν μικροπρεπὲς μηδὲ ταπεινὸν φθέγγοιτο ἐκ τοῦ τὰ ἐπίγεια καὶ
5. This poor man cried out, and the Lord hearkened to him. Not always is poverty praiseworthy, but that which is rightly accomplished out of deliberate choice according to the evangelical aim. For many happen to be poor indeed in substance, yet most covetous in deliberate choice; whom lack does not save, but deliberate choice condemns. Not altogether blessed, therefore, is the needy man, but he who has esteemed the commandment of Christ better than the treasures of the world. These the Lord also pronounces blessed, saying: Blessed are the poor in spirit; not those who are indigent as to substance, but those who have chosen poverty from the soul. For nothing involuntary is blessed; because every virtue, and this one above all before every other, is characterized by willingness. This poor man, therefore, he says, cried out. By the demonstrative expression he summons your mind towards him who is poor according to God, and hungering, and thirsting, and going naked: This poor man, all but pointing with a finger: This disciple of Christ. It is possible also to refer the saying unto Christ, Who, being rich by nature, because all things that are His Father's are His, for our sakes became poor, so that we by His poverty might become rich. For of nearly every work that leads on towards blessedness the Lord Himself made a beginning, setting Himself forth as a pattern to learners. Go back over the beatitudes, and having examined each one you will find that He anticipated the teaching given by word through His works. Blessed are the meek. How then shall we learn meekness? Learn from me, He says, for I am meek and lowly in heart. Blessed are the peacemakers. Who will teach us the good of peace? He Himself the peacemaker, Who makes peace, and reconciles the two into one new man; Who made peace through the blood of His cross, whether as to the things in the heavens or the things upon the earth. Blessed are the poor. He it is Who became poor, and emptied Himself in the form of a servant, so that we all might receive from His fullness, and grace for grace. If anyone, therefore, led by the holy and man-loving Spirit, not thinking proudly of himself, but humbling himself so that he may exalt others, should cry out in the spirit praying for great things, and utter nothing mean or lowly from seeking earthly and
Notes, col. 361

On the reading

Printed ἀει, for ἀεὶ.