Migne Reading Room

PG 29 · cols. 524–533 · Read from the page

Against Eunomius, five books

Against Eunomius, five books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:524Read from the page
Οἷον, τὸ σῶμα ἁπλοῦν μὲν εἶναί φησιν ἡ πρώτη ἔντευξις, ποικίλον δὲ ὁ λόγος ἐπιὼν δείκνυσι, τῇ ἐπινοίᾳ αὐτὸ εἰς τὰ ἐξ ὧν σύγκειται διαλύων, καὶ χρῶμα, καὶ σχῆμα, καὶ ἀντιτυπίαν, καὶ μέγεθος, καὶ τὰ λοιπά. Πάλιν τὰ ἀνυπόστατα μὲν παντελῶς, κατὰ δὲ ἀναζωγράφησίν τινα τῆς ἐννοίας καὶ φαντασίαν μόνην ἀνατυπούμενα, ὡς ὅσα οἱ μυθοποιοὶ καὶ ζωγράφοι πρὸς τὴν τῶν ἐντυγχανόντων ἔκπληξιν τερατεύονται κατ' ἐπίνοιαν καὶ ταῦτα θεωρητὰ ὑπὸ τῆς συνηθείας λέγεται. Ὧν οὐδενὸς ἐπιμνησθεὶς οὗτος, ἢ ἀμαθῶς ἢ κακούργως, περὶ τῆς τῶν ἀνυπάρκτων ἐπινοίας μόνης ἡμῖν ἐφιλοσόφησε· καὶ οὐδὲ ταύτην ὡς ἔχει φύσεως ἐξηγούμενος. Οὐ γὰρ σημαίνειν μέν τι τὴν ἐπίνοιαν, ψευδὲς δὲ τοῦτο, φησίν· ἀλλὰ παντελῶς ἄσημον εἶναι τὸ ὄνομα, καὶ ἐν μόνῃ τῇ ἐκφωνήσει τὴν ὑπόστασιν ἔχειν. Καίτοι τοσοῦτον ἀπέχει τοῦ κατὰ τῶν ματαίων μόνων καὶ ἀνυποστάτων φαντασιῶν τὸ ὄνομα τοῦτο τῆς ἐπινοίας κεῖσθαι, ὥστε μετὰ τὸ πρῶτον ἡμῖν ἀπὸ τῆς αἰσθήσεως ἐγγινόμενον νόημα τὴν λεπτοτέραν καὶ ἀκριβεστέραν τοῦ νοηθέντος ἐπενθύμησιν ἐπίνοιαν ὀνομάζεσθαι· ὅθεν ἡ συνήθεια καλεῖ ἐπιλογισμὸν, ει καὶ μὴ οἰκείως. Οἷον τοῦ σίτου νόημα μὲν ἁπλοῦν ἐνυπάρχει πᾶσι, καθὸ φανέντα γνωρίζομεν· ἐν δὲ τῇ ἀκριβεῖ περὶ αὐτοῦ ἐξετάσει, θεωρία τε πλειόνων προσέρχεται, καὶ προσηγορίαι διάφοροι τῶν νοηθέντων σημαντικαί. Τὸν γὰρ αὐτὸν σῖτον νῦν μὲν καρπὸν λέγομεν, νῦν δὲ σπέρμα, καὶ πάλιν τροφήν· καρπὸν μὲν, ὡς τέλος τῆς παρελθούσης γεωργίας· σπέρμα δὲ, ὡς ἀρχὴν τῆς μελλούσης· τροφὴν δὲ, ὡς κατάλληλον εἰς προσθήκην τῷ τοῦ προσφερομένου σώματι. Τούτων ἓν ἕκαστον τῶν λεγομένων καὶ κατ' ἐπίνοιαν θεωρεῖται, καὶ τῷ ψόφῳ τῆς γλώσσης οὐ συναπέρχεται· ἀλλὰ τῇ ψυχῇ τοῦ νενοηκότας ἐνίδρυται τὰ νοήματα. Καὶ ἁπαξαπλῶς, πάντα τὰ τῇ αισθήσει γνώριμα, καὶ ἁπλᾶ μὲν εἶναι τῷ ὑποκειμένῳ δοκοῦντα, ποικίλον δὲ λόγον κατὰ τὴν θεωρίαν ἐπιδεχόμενα, ἐπινοίᾳ θεωρητὰ λέγεται.
For instance, our first encounter pronounces a body to be simple, whereas reason, coming upon it, shows it to be manifold, resolving it by conceptual thought into the constituents of which it is composed—colour, shape, solidity, size, and the rest. Again, things that have no real subsistence at all, but are moulded by a kind of mental depiction and imagination alone, such as all the marvels that myth-makers and painters contrive for the amazement of those who come across them—these too are said by common usage to be contemplable by way of conceptual thought. Making mention of none of these, whether ignorantly or maliciously, this man has philosophized to us solely about the conceptual thought of non-existent things, and without even explaining this as it is by nature. For he does not say that conceptual thought signifies something, though something false, but that the name is utterly devoid of meaning and has its subsistence in the vocalization alone. And yet so far is this name of 'conceptual thought' from applying solely to vain and unsubstantial imaginations, that after the first notion arising in us from sense-perception, the subtler and more exact reflection upon the object conceived is called conceptual thought; whence common usage calls it 'after-reasoning,' even if not quite properly. For example, a simple notion of grain exists in everyone, whereby we recognize it when it appears; yet in the exact investigation concerning it, both a consideration of more aspects supervenes and diverse designations indicative of the aspects conceived. For we call the selfsame grain now 'fruit,' now 'seed,' and again 'nourishment': 'fruit,' as the goal of past husbandry; 'seed,' as the beginning of future husbandry; and 'nourishment,' as suitable for the growth of the body of him who partakes of it. Each single one of these things mentioned is both contemplated by way of conceptual thought and does not depart along with the noise of the tongue; rather, the notions remain fixed in the soul of him who has conceived them. And in general, all things familiar to sense-perception which seem simple in their underlying subject, yet admit of a varied account under contemplation, are said to be contemplable by conceptual thought.
7. Ἐγγὺς δὴ τοῦ τοιούτου τρόπου τῆς ἐπινοίας τὴν χρῆσιν καὶ παρὰ τοῦ θείου δεδιδάγμεθα λόγου. Τὰ μὲν οὖν ἄλλα παρήσω, πολλὰ ἔχων εἰπεῖν, ἑνὸς δὲ μόνου τοῦ καιριωτάτου μνησθήσομαι. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς περὶ ἑαυτοῦ λόγοις, τὴν φιλανθρωπίαν τῆς θεότητος καὶ τὴν ἐξ οἰκονομίας χάριν τοῖς ἀνθρώποις παραδηλῶν, ἰδιώμασί τισι τοῖς περὶ αὐτὸν θεωρουμένοις ἀπεσήμαινε ταύτην, θύραν ἑαυτὸν λέγων, καὶ ὁδὸν, καὶ ἄρτον, καὶ ἄμπελον, καὶ ποιμένα, καὶ φῶς, οὐ πο-
7. Very close to such a manner, indeed, have we been taught the use of conceptual thought by the divine word as well. Other instances I shall pass over, though I have many to tell, and I shall mention one alone, the most opportune. When our Lord Jesus Christ, in His words concerning Himself, was manifesting to mankind the loving-kindness of the Godhead and the grace coming from His dispensation, He signified this by certain characteristic properties contemplated in relation to Himself, calling Himself door, and way, and bread, and vine, and shepherd, and light, not being many-
Notes, col. 524

On the reading

Printed ει, for εἰ.

Printed νενοηκότας, for νενοηκότος.

Printed αισθήσει, for αἰσθήσει.

PG 29:525Read from the page
λυώνυμός τις ὤν· οὐ γὰρ πάντα τὰ ὀνόματα εἰς ταυτὸν ἀλλήλοις φέρει. Ἄλλο γὰρ τὸ σημαινόμενον φωτὸς, καὶ ἄλλο ἀμπέλου, καὶ ἄλλο ὁδοῦ, καὶ ἄλλο ποιμένος. Ἀλλ' ἓν ὢν κατὰ τὸ ὑποκείμενον, καὶ μία οὐσία καὶ ἁπλῆ καὶ ἀσύνθετος, ἄλλοτε ἄλλως ἑαυτὸν ὀνομάζει, ταῖς ἐπινοίαις διαφερούσας ἀλλήλων τὰς προσηγορίας μεθαρμοζόμενος. Κατὰ γὰρ τὴν τῶν ἐνεργειῶν διαφορὰν, καὶ τὴν πρὸς τὰ εὐεργετούμενα σχέσιν, διάφορα ἑαυτῷ καὶ τὰ ὀνόματα τίθεται. Φῶς μὲν γὰρ ἑαυτὸν τοῦ κόσμου λέγει, τό τε ἀπρόσιτον τῆς ἐν τῇ θεότητι δόξης τῷ ὀνόματι τούτῳ διασημαίνων, καὶ ὡς τῇ λαμπρότητι τῆς γνώσεως τοὺς κεκαθαρμένους τὸ ὄμμα τῆς ψυχῆς καταυγάζων· ἄμπελον δὲ, ὡς τοὺς ἐν αὐτῷ κατὰ τὴν πίστιν ἐῤῥιζωμένους ἐπ' ἔργων ἀγαθῶν καρποφορίαις ἐκτρέφων· ἄρτον δὲ, ὡς οἰκειοτάτη τροφὴ λογικοῦ τυγχάνων, τῷ διακρατεῖν τὴν σύστασιν τῆς ψυχῆς, καὶ τὸ ἰδίωμα αὐτῆς διασώζειν, ἀναπληρῶν ἀεὶ παρ' ἑαυτοῦ τὸ ἐνδέον, καὶ πρὸς τὴν ἐξ ἀλογίας ἐγγινομένην ἀῤῥωστίαν οὐκ ἐῶν ὑποφέρεσθαι. Καὶ οὕτως ἄν τις τῶν ὀνομάτων ἕκαστον ἐφοδεύων ποικίλας εὕροι τὰς ἐπινοίας ἑνὸς ἑκάστου τοῦ κατὰ τὴν οὐσίαν τοῖς πᾶσιν ὑποκειμένου. Τίς οὖν οὕτω τὴν γλῶσσαν πρὸς βλασφημίαν ἠκόνηται, ὥστε τολμῆσαι εἰπεῖν ταῖς φωναῖς τὰς ἐπινοίας ταύτας συνδιαλύεσθαι; Τί οὖν ἄτοπον οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων λαμβάνεσθαί τινα κατ' ἐπίνοιαν, καὶ αὐτὸ τοῦτο πρῶτον, περὶ οὗ ὁ σύμπας ἡμῖν κεκίνηται λόγος; Εὑρήσομεν γὰρ οὐδαμῶς ἑτέρως λεγόμενον τὸ ἀγέννητον. Ἄφθαρτον γὰρ καὶ ἀγέννητον εἶναι τὸν Θεὸν τῶν ὅλων λέγομεν, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις προσαγορεύοντες. Ὅταν μὲν γὰρ εἰς τοὺς κατόπιν αἰῶνας ἀποβλέψωμεν, ὑπερεκπίπτουσαν πάσης ἀρχῆς εὑρίσκοντες τὴν ζωὴν τοῦ Θεοῦ, ἀγέννητον αὐτὸν λέγομεν· ὅταν δὲ τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπεκτείνωμεν, τὸν ἀόριστον καὶ ἄπειρον, καὶ οὐδενὶ τέλει καταληπτὸν προσαγορεύομεν ἄφθαρτον. Ὡς οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτω τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη, τῇ ἐπινοίᾳ θεωρούντων ἡμῶν ἑκάτερα. Τίς οὖν ἀντερεῖ λόγος καὶ ἐπινοεῖσθαι τῶν ὀνομάτων τούτων ἑκάτερον, καὶ ὁμολογίαν εἶναι τοῦ κατ' ἀλήθειαν τῷ Θεῷ προσόντος; Ὁ δὲ ὡς μαχόμενα ταῦτα καὶ ἀσύμβατα παντελῶς ἀπ' ἀλλήλων διίστησι· τὸ, τὶ κατ' ἐπίνοιαν τὶ λέγεσθαι, καὶ τὸ ἀποπληροῦν τῷ Θεῷ τὴν τοῦ εἶναι ὅ ἐστιν ὁμολογίαν.
named; for not all the names tend to the same meaning as one another. For one thing is the meaning of 'light,' another of 'vine,' another of 'way,' and another of 'shepherd.' Yet being one in His underlying subject, and one essence both simple and uncompounded, He names Himself differently at different times, adapting to Himself designations that differ from one another in their conceptual thoughts. For in accordance with the difference of His operations and His relation towards the recipients of His benefactions, He applies different names also to Himself. He calls Himself 'light of the world,' indicating by this name both the unapproachability of the glory in the Godhead, and that by the splendour of knowledge He illumines those who have been purified in the eye of the soul; 'vine,' as nurturing unto the fruitfulness of good works those who are rooted in Him through faith; and 'bread,' as being the most fitting nourishment of a rational being, by sustaining the constitution of the soul and preserving its distinctive property, ever supplying from Himself what is lacking, and not allowing it to slip away into the infirmity engendered by irrationality. And thus anyone going through each of the names would find varied conceptual thoughts belonging to each single one, while the One underlying them all is the same in essence. Who, then, has so sharpened his tongue for blasphemy as to dare say that these conceptual thoughts are dissolved together with the vocal sounds? What absurdity is there, then, if in this way in the case of the God of the universe too certain things are taken by way of conceptual thought, and first of all this very term concerning which our whole discussion has been set in motion? For we shall find 'the unbegotten' spoken of in no other way. Indeed, we say that the God of the universe is incorruptible and unbegotten, addressing Him by these names according to different mental grasps. For when we look back towards the ages past, finding the life of God transcending every beginning, we call Him unbegotten; and when we stretch our mind out towards the ages to come, we address Him Who is boundless, infinite, and comprehensible by no end as incorruptible. Just as, therefore, the endlessness of His life was named 'incorruptible,' so its beginninglessness was named 'unbegotten,' when we contemplate both by conceptual thought. What argument, then, will gainsay that each of these names is both conceived in thought and is a confession of what truly belongs to God? Yet he, treating these things as warring and utterly incompatible, severs them from one another: that anything should be said in any respect by way of conceptual thought, and that one should fulfil to God the confession of His being what He is.
PG 29:528Read from the page
8. Καὶ γὰρ αὖ μηδὲ τοῦτο παρέλθωμεν, οἷον αὐτῷ τῆς εὐλαβείας τὸ σχῆμα ἐπὶ καταστροφῇ τῶν ἀκουόντων ἐπινενόηται ἐν τῷ λέγειν,
8. Moreover, let us not pass this over either—what sort of guise of reverence has been devised by him for the subversion of his hearers when he says:
ΕΥΝ, Μὴ κατ' ἐπίνοιαν ἀνθρωπίνην σεμνύνειν τὸν Θεὸν τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ, ἐκτιννύναι δὲ αὐτῷ τὸ πάντων ἀναγκαιότατον ὄφλημα, ἐν τῇ τοῦ εἶναι ὅ ἐστιν ὁμολογίᾳ.
EUNOMIUS. Not according to human conceptual thought to honour God with the designation of 'the unbegotten,' but to discharge to Him the most necessary debt of all, in the confession of His being what He is.
ΒΑΣ. Τίς ἂν λόγος ἀξίως τῆς σκολιότητος ταύτης τῶν τεχνασμάτων ἐφίκοιτο; Ἐκφοβεῖν τοὺς ἁπλουστέρους ἐπιχειρεῖ, ὡς μὴ ἀποδιδόντας τὰ ὀφειλόμενα τῷ Θεῷ, ει μὴ οὐσίαν εἶναι ὁμολογήσειαν τὸ ἀγέννητον, καὶ ὀφλήματος ἔκτισιν τὴν ἰδίαν ἀσέβειαν ὀνομάζει, ἵνα μὴ δόξῃ παρ' ἑαυτοῦ τι λέγειν, ἀλλὰ τὸ ἀναγκαίως τῷ Θεῷ ὀφειλόμενον ἐκπληροῦν. Καὶ τοῖς λοιποῖς ἐνδείκνυται, ὅτι ἐν μὲν τῇ οὐσίᾳ τιθέμενοι τὸ ἀγέννητον, ἀνεύθυνοι ἀφεθήσονται· εἰ δὲ ἑτέρως κατὰ τὸν εὐσεβῆ τρόπον ὑπολαμβάνοιεν, ὡς ἐλλελοιπότες τὸ πάντων χρεῶν πρεσβύτατον καὶ ἀναγκαιότατον ἔκτισμα, ἀπαραίτητον τὴν ὀργὴν ἐκδέξονται. Ἡδέως οὖν ἂν αὐτὸν ἐξετάσαιμι, τὴν εὐγνωμοσύνην ταύτην ὁμοίως ἐπὶ πάντων τῶν περὶ Θεοῦ λεγομένων φυλάσσει, ἢ κατὰ τοῦτο μόνον τὸ ῥῆμα; Ει μὲν γὰρ οὐδὲν ὅλως κατ' ἐπίνοιαν θεωρεῖ, ἵνα μὴ δόξῃ ἀνθρωπίναις τὸν Θεὸν σεμνύνειν προσηγορίαις, πάντα ὁμοίως οὐσίαν ὁμολογήσει τὰ ἐπιλεγόμενα τῷ Θεῷ. Πῶς οὖν οὐ καταγέλαστον, τὸ δημιουργικὸν οὐσίαν εἶναι λέγειν; ἢ τὸ προνοητικὸν πάλιν οὐσίαν; ἢ τὸ προγνωστικὸν πάλιν ὡσαύτως; καὶ ἁπαξαπλῶς, πᾶσαν ἐνέργειαν, οὐσίαν τίθεσθαι; Καὶ εἰ πάντα ταῦτα πρὸς ἓν σημαινόμενον τείνει, ἀνάγκη πᾶσα ταυτὸν ἀλλήλοις δύνασθαι τὰ ὀνόματα· ὡς ἐπὶ τῶν πολυωνύμων· ὅταν Σίμωνα καὶ Πέτρον καὶ Κηφᾶν τὸν αὐτὸν λέγωμεν. Οὐκοῦν ὁ ἀκούσας τὸ ἀναλλοίωτον τοῦ Θεοῦ, πρὸς τὸ ἀγέννητον ὑπαχθήσεται· καὶ ὁ ἀκούσας τὸ ἀμερὲς, πρὸς τὸ δημιουργικὸν ἀποφέρεται. Καὶ ταύτης τί ἂν γένοιτο τῆς συγχύσεως ἀτοπώτερον, ἀφελόμενον τὴν ἰδίαν σημασίαν ἑκάστου τῶν ὀνομάτων, ἀντινομοθετεῖν τῇ τε κοινῇ χρήσει καὶ τῇ διδασκαλίᾳ τοῦ Πνεύματος; Καίτοι ὅταν μὲν ἀκούσωμεν περὶ τοῦ Θεοῦ, ὅτι πάντα ἐν σοφίᾳ ἐποίησε, τὴν δημιουργικὴν τέχνην αὐτοῦ διδασκόμεθα· ὅταν δὲ, ὅτι ἀνοίγει τὴν χεῖρα αὐτοῦ, καὶ ἐμπιπλᾷ πᾶν ζῶον εὐδοκίας, τὴν διὰ πάντων κεχωρηκυῖαν πρόνοιαν· ὅταν δὲ, ὅτι Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, τὸ ἀόρατον τῆς αὐτοῦ φύσεως παιδευόμεθα. Πάλιν δὲ τὸ ἐκ προσώπου τοῦ Θεοῦ λεγόμενον,
BASIL. What speech could worthily match this crookedness of his artifices? He attempts to frighten the simpler folk, as though they were not rendering what is owed to God unless they confess the unbegotten to be essence; and he names his own impiety the discharge of a debt, so that he may seem not to say anything from himself, but to fulfil what is necessarily owed to God. And to the rest he intimates that if they place the unbegotten in the essence, they will be let go unpunished; whereas if they suppose otherwise after the pious manner, as having defaulted on the most ancient and most necessary payment of all debts, they will incur inexorable wrath. Gladly, then, would I examine him: does he observe this conscientiousness alike in all the things predicated of God, or with respect to this term alone? For if he contemplates nothing at all by way of conceptual thought, lest he seem to honour God with human designations, he will confess all things predicated of God to be alike essence. How, then, is it not laughable to say that the creative power is essence? Or again, that the providential power is essence? Or again, the foreknowing power likewise? And in short, to posit every operation to be essence? And if all these tend towards a single meaning, there is every necessity that the names have the selfsame force as one another, as in the case of things with many names, when we call the selfsame man Simon, Peter, and Cephas. Consequently, he who hears of the immutability of God will be led to His unbegottenness; and he who hears of His indivisibility is carried off to His creative power. And what could be more absurd than this confusion—stripping away the proper signification of each of the names, to legislate against both common usage and the teaching of the Spirit? Yet when we hear concerning God that He made all things in wisdom, we are taught His creative art; when we hear that He opens His hand and fills every living creature with good pleasure, we are taught His providence pervading all things; and when we hear, 'He made darkness His hiding-place,' we are instructed in the invisibility of His nature. And again, when we hear what is spoken in the person of God,
Notes, col. 528

On the reading

Printed ΕΥΝ,, for ΕΥΝ..

Printed ει, for εἰ.

Printed Ει, for Εἰ.

PG 29:529Read from the page
Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι, τὸ ἀεὶ ταυτὸν καὶ ἄτρεπτον τῆς θείας οὐσίας μανθάνομεν. Πῶς οὖν οὐχὶ μανία σαφὴς, μὴ ἴδιον σημαινόμενον ἑκάστῳ τῶν ὀνομάτων ὑποβεβλῆσθαι λέγειν, ἀλλὰ, παρὰ τὴν ἐνέργειαν, πάντα ταυτὸν δύνασθαι ἀλλήλοις διορίζεσθαι τὰ ὀνόματα; Ἔπειτα ἐὰν καὶ δῶμεν τοῦτο, οὐδ' οὕτω πλέον αὐτοῖς οὐδὲ εἰς τὸν σκοπὸν περιέσται. Εἰ γὰρ πάντα ταῦτα, ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς λαμβανόμενα, τὴν οὐσίαν αὐτοῦ σημαίνει, τὸ ἀναλλοίωτον λέγω, καὶ τὸ ἀόρατον, καὶ τὸ ἄφθαρτον, παραπλησίως δηλονότι καὶ ἐπὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, οὐσίας ἔσται δηλωτικά. Ἀόρατον γὰρ, καὶ ἀναλλοίωτον, καὶ ἄφθαρτον, καὶ ἀμερῆ, καὶ τὰ τοιαῦτα πάντα, καὶ τὸν μονογενῆ Υἱὸν ὀνομάζομεν. Καὶ οὕτω τὸ σοφὸν αὐτοῖς εἰς τὸ ἐναντίον περιελεύσεται. Οὐ γὰρ μᾶλλον διὰ τὸ ἐν μιᾷ προσηγορίᾳ διάφορον ἀνόμοιον κατὰ τὴν οὐσίαν ἀποδεικνύειν ἕξουσιν, ἢ διὰ τὴν ἐν τοῖς πλείοσι κοινωνίαν ὅμοιον ὁμολογεῖν ὑπ' αὐτῆς τῆς ἀνάγκης τῶν δεδομένων ἐκβιασθήσονται. Εἰ δὲ λέγοι ἐπὶ μόνης τῆς τοῦ ἀγεννήτου φωνῆς τῇ εὐλαβείᾳ ταύτῃ κεχρῆσθαι, ἐπὶ δὲ τῶν ἄλλων ἀφυλάκτως ἔχειν· πάλιν αὐτὸν ἐρωτήσωμεν, τίς ἡ ἀποκλήρωσις, τοσούτων ὄντων τῶν περὶ Θεοῦ λεγομένων, ἐν ἑνὶ τούτῳ μόνῳ τὴν ἀκρίβειαν ἐπιδείκνυσθαι, καὶ ἐν ἑνὶ τούτῳ ἀποπληροῦντα αὐτῷ τὴν τοῦ εἶναι ὅ ἐστιν ὁμολογίαν, ἐν ἑτέροις παμπληθέσιν ἀνθρωπίναις ἐπινοίαις σεμνύνειν μὴ παραιτεῖσθαι; Ὁ γὰρ πλειόνων ὀφειλέτης οὐ μᾶλλον εὐγνώμων ἐν τῇ τοῦ ἑνὸς ἀποδόσει ἢ ὑπερβάλλων ἀγνωμοσύνῃ ἐν τῇ τῶν πλειόνων ἀποστερήσει. Οὕτω μὲν οὖν, ὡς τὰ πανοῦργα τῶν θηρίων, ταῖς ἑαυτοῦ τέχναις ἁλίσκεται, οἷς λανθάνειν ἐπιχειρεῖ, τούτοις πλέον διελεγχόμενος.
'I am, and I have not changed,' we learn the ever-same and unchangeable character of the divine essence. How, then, is it not manifest madness to say that a distinct meaning does not underlie each of the names, but, contrary to their force, to determine that all the names mean the selfsame thing as one another? Furthermore, even if we grant this, not even so will any advantage accrue to them for their goal. For if all these terms, when taken in relation to our God and Father, signify His essence—I mean 'the immutable,' 'the invisible,' and 'the incorruptible'—plainly in like manner, when applied to the only-begotten Son of God too, they will be indicative of essence. For we name the only-begotten Son as well invisible, immutable, incorruptible, indivisible, and all such things. And thus their cleverness will come round for them to the opposite result. For they will be no more able to prove Him unlike in essence because of the difference in a single designation than they will be forced by the very necessity of their premises to confess Him like because of the community in the greater number of designations. And if he should say that he has employed this caution in the case of the word 'unbegotten' alone, while acting without guard in the case of the others, let us ask him again: what is this arbitrary selection—when there are so many predicates spoken of God—to display exactness in this single one alone, and while fulfilling to Him in this single one the confession of His being what He is, not to shrink in a vast multitude of others from honouring Him with human conceptual thoughts? For a debtor who owes many debts is no more conscientious in repaying one than excessive in ingratitude in defrauding of the many. Thus, then, like cunning wild beasts, he is caught by his own devices, being all the more convicted by the very means through which he attempts to escape detection.
PG 29:532Read from the page
9. Τίνα δέ ἐστι τὰ ἑξῆς τοῦ λόγου σκοπεῖτε. Δείξας, ὡς οἴεται, ὅτι ἀδύνατόν ἐστιν ἐπινοίᾳ λαβεῖν τὸ ἀγέννητον, ἐπάγει·
9. Consider what follows next in his argument. Having shown, as he supposes, that it is impossible to grasp the unbegotten by conceptual thought, he adds:
ΕΥΝ. Ἀλλὰ μὴν οὐδὲ κατὰ στέρησιν· εἴ γε τῶν κατὰ φύσιν αἱ στερήσεις εἰσὶ στερήσεις, καὶ τῶν ἕξεων δεύτεραι.
EUNOMIUS. Yet neither is it according to privation; seeing that privations are privations of natural properties, and are secondary to habits.
ΒΑΣ. Ταῦτα δὲ, ὅτι ἐκ τῆς τοῦ κόσμου σοφίας περιλαλεῖ, ὑφ' ἧς ἐκτραχηλισθεὶς, ταῖς τοιαύταις τῶν λόγων ἐπέθετο καινοτομίαις, οὐ χαλεπὸν ἐπιδεῖξαι. Ἀριστοτέλους γάρ εἰσιν, ὡς οἱ ἀνεγνωκότες εἴποιεν ἂν, ἐν ταῖς ἐπιγραφομέναις αὐτοῦ Κατηγορίαις, οἱ περὶ ἕξεως καὶ στερήσεως λόγοι, δευτέρας εἶναι λέγοντος τῶν ἕξεων τὰς στερήσεις. Ἡμῖν δὲ ἐξήρκει δείξασιν αὐτὸν οὐκ ἐκ τῆς διδασκαλίας τοῦ Πνεύματος, ἀλλ' ἐκ τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου λαλοῦντα, τὸ τοῦ ψαλμοῦ πρὸς αὐτὸν ἐπιφθέγξασθαι, ὅτι Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε· καὶ μαθόντας, ὅτι οὐκ ἐκ τῶν διδαγμάτων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐστι τὰ λεγόμενα, τῆς αὐτοῦ φωνῆς ὑπομνησθῆναι, ὅτι Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· καὶ τούτῳ τῷ τρόπῳ τοὺς πολλοὺς τῶν λόγων ἑαυτοῖς συντεμεῖν, ἐντεῦθεν πᾶσι καταφανὲς ποιήσαντας, ὅτι οὐδεμία ἡμῖν πρὸς αὐτοὺς κοινωνία. Τίς γὰρ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Ἵνα δὲ μὴ δόξωμεν δι' ἀπορίαν ἐλέγχων εἰς τὴν σιωπὴν καταφεύγειν, φέρε, καὶ περὶ τούτων βραχέα διαλεχθῶμεν. Πολλὰ, ὦ Εὐνόμιε, τῶν περὶ Θεοῦ λεγομένων κατὰ τὸν ὅμοιον ὁρῶμεν ἐκφερόμενα τύπον, οἷον ὁ ἄφθαρτος, ὁ ἀθάνατος, ὁ ἀόρατος. Τοὺ δὲ αὐτοῦ τύπου τιθέμεθα εἶναι καὶ τὸ, ἀγέννητος. Εἰ μὲν οὖν στερητικά τινες ὀνομάζουσι τὰ τοιαῦτα, οὐ πρὸς ἡμᾶς ὁ λόγος. Οὔτε γὰρ ἴσμεν τεχνολογίας λέξεων, οὔτε τοὺς ειδότας ζηλοῦμεν. Πλήν γε δὴ ὅτι οὗπερ ἂν τεθῶσιν αι λοιπαὶ φωναὶ ἃς ἀπηριθμησάμεθα, τοῦ αὐτοῦ εἶναι φήσομεν καὶ τὴν τοῦ, ἀγεννήτου, προσηγορίαν. Ὡς τοίνυν τὸ ἄφθαρτον τὸ μὴ προσεῖναι τῷ Θεῷ φθορὰν σημαίνει· καὶ τὸ ἀόρατον τὸ ὑπερβαίνειν αὐτὸν
BASIL. Now that he chatters these things out of the wisdom of the world—swept headlong by which, he has set his hand to such verbal innovations—is not hard to show. For the discussions concerning habit and privation belong to Aristotle, as those who have read them in his treatise entitled 'Categories' could tell, where he says that privations are secondary to habits. For us, however, once we had shown him to be speaking not out of the teaching of the Spirit, but out of the wisdom of the rulers of this age, it would have sufficed to utter the verse of the psalm at him: 'Transgressors told me idle tales, yet not as Thy law, O Lord'; and having learned that what is said does not come from the teachings of our Lord Jesus Christ, to recall His voice: 'Whenever he speaks falsehood, he speaks out of his own'; and in this way to cut short most of our arguments for ourselves, making it clear to everyone from this that we have no fellowship with them. 'For what concord has Christ with Beliar? Or what share has a believer with an unbeliever?' Yet lest we seem through lack of refutations to take refuge in silence, come, let us discuss these points briefly as well. Many of the terms spoken concerning God, O Eunomius, we see expressed after a similar pattern, such as 'the incorruptible,' 'the immortal,' 'the invisible.' And to the selfsame pattern we reckon 'unbegotten' also to belong. If, then, certain people name such terms 'privative,' that is no concern of ours; for we neither know the technical classification of words, nor envy those who do know it. Save only this: in whatever class the remaining terms which we have enumerated may be placed, to the selfsame class we shall affirm that the designation of 'the unbegotten' belongs as well. Just as, therefore, 'the incorruptible' signifies that corruption does not belong to God, and 'the invisible' signifies His surpassing
Notes, col. 532

On the reading

Printed Τοὺ, for Τοῦ.

Printed ειδότας, for εἰδότας.

Printed αι, for αἱ.

PG 29:533Read from the page
πᾶσαν την διὰ τῶν ὀφθαλμῶν κατάληψιν· καὶ τὸ ἀσώματον τὸ μὴ ὑπάρχειν αὐτοῦ τριχῆ διαστατὴν τὴν οὐσίαν· καὶ τὸ ἀθάνατον τὸ μηδέποτε διάλυσιν αὐτῷ προσγενήσεσθαι· οὕτω φαμὲν καὶ τὸ, ἀγέννητον, δηλοῦν τὸ γέννησιν αὐτῷ μὴ προσεῖναι. Εἰ μὲν οὖν μηδὲν τούτων στερητικὸν τῶν ὀνομάτων, οὐδὲ ἐκεῖνο. Εἰ δὲ ἐπ' ἐκείνων δίδως τὸ κατὰ στέρησιν λέγεσθαι, ἐπὶ τῆς τοῦ ἀγεννήτου προσηγορίας οὐ συγχωρεῖς, εἰπὲ, τίνος μὲν ἕξεως προλαβούσης στέρησιν ἐμφαίνει τὸ ἄφθαρτον; πῶς δὲ οὐχὶ τὸ ἴσον αὐτῷ δύναται τὸ ἀγέννητον; Ἀλλὰ περὶ μόνην ταύτην τὴν λέξιν κακοτεχνεῖ, διότι ἐντεῦθεν αὐτῷ αἱ ἀφορμαὶ τῆς ἀσεβείας ἤρτηνται. Ἵνα δὲ σαφὲς αὐτοῦ τὸ τέχνασμα γένηται, οὕτω ποιήσατε· οὓς ἐπὶ τοῦ ἀγεννήτου γυμνάσει λόγους, ὅτι οὔτε κατ' ἐπίνοιαν ἀνθρωπίνην, οὔτε κατὰ στέρησιν εὔλογόν ἐστι περὶ Θεοῦ λέγεσθαι, τούτους μετενεγκόντες ἐπ' ἄλλου τινὸς τῶν περὶ Θεοῦ λεγομένων, σκοπεῖτε. Εὑρήσετε γὰρ ἑκάστῳ ἀκριβῶς ἐφαρμόζοντας. Καὶ, εἰ βούλεσθε, ἐπὶ τοῦ ἀφθάρτου ταῦτα λέγωμεν, αὐτὴν αὐτοῦ τὴν λέξιν μετακομίσαντες. Ἄφθαρτον δὲ λέγοντες, οὐ κατ' ἐπίνοιαν ἀνθρωπίνην σεμνύνειν οἰόμεθα δεῖν· ἀποτιννύναι δὲ αὐτῷ τὸ πάντων ἀναγκαιότατον ὄφλημα, τὴν τοῦ εἶναι ὅ ἐστιν ὁμολογίαν· ἀλλὰ μὴν οὐδὲ κατὰ στέρησιν· εἴ γε τῶν κατὰ φύσιν αἱ στερήσεις εἰσὶ στερήσεις, καὶ τῶν ἕξεων δεύτεραι. Τί μᾶλλον ἐπὶ τοῦ ἀγεννήτου πρέπει ταῦτα φιλοσοφεῖν ἢ καὶ ἐπὶ τοῦ ἀφθάρτου, καὶ ὅλως ἐφ' ἑκάστης φωνῆς τῆς κατὰ τὸν αὐτὸν τύπον ἐκφερομένης; Ἀλλ' οὐδὲν τῶν ἄλλων αὐτῷ πρὸς τὴν ἀσέβειαν συνεργεῖ. Διὸ τῶν λοιπῶν οὐδὲ μέμνηται, καίτοι μυρίων ὄντων τῶν περὶ Θεοῦ λεγομένων.
all apprehension through the eyes, and 'the incorporeal' that His essence does not exist as extended in three dimensions, and 'the immortal' that dissolution will never befall Him—so too we affirm that 'unbegotten' indicates that begetting does not belong to Him. If, then, none of these names is privative, neither is that one. But if in their case you grant that they are spoken by way of privation, yet do not concede it in the case of the designation 'the unbegotten,' tell me: privation of what antecedent habit does 'the incorruptible' indicate? And how does 'the unbegotten' not have the selfsame force as it? Yet around this word alone he practises his base trickery, because on this hang his pretexts for impiety. That his artifice may become plain, do as follows: the arguments he exercises upon 'the unbegotten'—that it is reasonable for it to be predicated of God neither according to human conceptual thought nor according to privation—transfer these to some other of the terms predicated of God, and examine them; for you will find them fitting each one precisely. And, if you wish, let us say these things in relation to 'the incorruptible,' transferring his very own wording: 'When we call Him incorruptible, we do not think we ought to honour Him according to human conceptual thought, but rather to pay back to Him the most necessary debt of all, the confession of His being what He is; yet neither is it according to privation, seeing that privations are privations of natural properties, and are secondary to habits.' Why is it more fitting to philosophize thus over 'the unbegotten' than over 'the incorruptible' as well, and in general over every term expressed after the selfsame pattern? Because none of the others assists him towards his impiety; wherefore he makes not even a mention of the rest, though the terms predicated of God are countless.
10. Ἔχει δὲ οὕτως. Ἓν μὲν οὐδέν ἐστιν ὄνομα ὃ πᾶσαν ἐξαρκεῖ τὴν τοῦ Θεοῦ φύσιν περιλαβὸν, ἱκανῶς ἐξαγγεῖλαι· πλείω δὲ καὶ ποικίλα κατ' ἰδίαν ἕκαστον σημασίαν, ἀμυδρὰν μὲν παντελῶς καὶ μικροτάτην, ὡς πρὸς τὸ ὅλον, ἡμῖν γε μὴν ἐξαρκοῦσαν τὴν ἔννοιαν συναθροίζει. Ἐν τοίνυν τοῖς περὶ Θεοῦ λεγομένοις ὀνόμασι, τὰ μὲν τῶν προσόντων τῷ Θεῷ δηλωτικά ἐστι, τὰ δὲ τὸ ἐναντίον, τῶν μὴ προσόντων. Ἐκ δύο γὰρ τούτων οἱονεὶ χαρακτήρ τις ἡμῖν ἐγγίνεται τοῦ Θεοῦ, ἔκ τε τῆς τῶν ἀπεμφαινόντων ἀρνήσεως καὶ ἐκ τῆς τῶν ὑπαρχόντων ὁμολογίας. Οἷον, ὅταν ἄφθαρτον ὀνομάζωμεν, δυνάμει λέγομεν ἑαυτοῖς ἢ τοῖς ἀκούουσιν, ὅτι Μὴ οἴου φθορᾷ τὸν Θεὸν ὑποκεῖσθαι· καὶ ὅταν ἀόρατον, ὅτι Μὴ ὑπολάβῃς αὐτὸν τῇ διὰ τῶν ὄψεων αἰσθήσει καταλαμβά-
10. The matter stands thus. There is no single name which suffices to embrace the whole nature of God and declare it adequately; rather, many and varied names, each according to its own proper signification, gather together a notion that is altogether dim and exceedingly small in comparison with the whole, yet sufficient for us at least. Among the names predicated of God, accordingly, some are indicative of attributes belonging to God, while others, on the contrary, indicate attributes not belonging to Him. For out of these two a kind of impression of God is formed in us—both out of the denial of things incongruous and out of the confession of attributes that truly exist in Him. For example, when we name Him incorruptible, we virtually say to ourselves or to our hearers, 'Do not suppose God to be subject to corruption'; and when invisible, 'Do not suppose that He is appre-
Notes, col. 533

On the reading

Printed την, for τὴν.