λέγειν; ὧν ἡ μὲν χυμῶν, ἡ δὲ ἑτέρα τῶν ἀτμῶν τὴν ἀντίληψιν ἔχει. Ἀκοὴ δὲ ψόφων ἐστὶ καὶ φωνῶν αἰσθητικὴ, τῶν οὐδεμίαν ἐχόντων πρὸς τὴν γῆν οἰκειότητα. Λείπεται οὖν τῷ λόγῳ φάσκειν αὐτοὺς τὴν οὐσίαν αὐτῆς εὑρηκέναι. Ποίῳ τούτῳ; ποῦ τῆς Γραφῆς κειμένῳ; ὑπὸ τίνος τῶν ἁγίων παραδοθέντι;
to speak, of which the one has perception of flavours, and the other of vapours? And hearing is perceptive of noises and voices, which have no affinity at all with the earth. It remains, therefore, for them to allege that they have found its substance by reason. By what reason is this? in what place of Scripture is it set down? by which of the saints has it been handed down?
13. Ὁ μέν γε περὶ τῆς κτίσεως ἡμῖν διαλεχθεὶς, τοσοῦτον ἡμᾶς ἐδίδαξεν, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· ἐξαρκεῖν ἡγούμενος τὸν ποιήσαντα αὐτὴν καὶ διακοσμήσαντα διαγγεῖλαι· τίς δὲ ἡ οὐσία ταύτης περιεργάζεσθαι, ὡς μάταιον καὶ ἀνωφελὲς τοῖς ἀκούουσι παρητήσατο. Εἰ τοίνυν μήτε τῇ ἐκ τῆς αισθήσεως μαρτυρίᾳ, μήτε τῇ ἐκ τοῦ λόγου διδασκαλίᾳ, ἡ γνῶσις αὐτῆς βεβαιοῦται, πόθεν ἔτι φήσουσι τὴν κατάληψιν αὐτῆς ἐσχηκέναι; Τὸ μὲν γὰρ ὅσον αὐτῆς αἰσθητὸν, ἢ χρῶμά ἐστιν, ἢ ὄγκος, ἢ βάρος, ἢ κουφότης, ἢ πυκνότης, ἢ χαυνότης, ἢ ἀντιτυπία, ἢ ἁπαλότης, ἢ ψυχρότης, ἢ θερμότης, ἢ αἱ κατὰ τοὺς χυμοὺς ποιότητες, ἢ αἱ κατὰ σχῆμα διαφοραί· ὧν οὐδὲν ἂν οὐσίαν εἴποιεν οὗτοι, οὐδὲ εἰ πάντα ῥᾳδίως λέγοιεν. Λόγῳ δὲ πάλιν οὐδενὶ γέγονε θεωρητὴ τῶν σοφῶν καὶ μακαρίων ἀνδρῶν· ποῖος οὖν ἔτι τρόπος τῆς γνώσεως ὑπολείπεται; Ἀποκρινάσθωσαν ἡμῖν οἱ περιφρονοῦντες μὲν πάντα τὰ ἐν ποσὶ, διαβαίνοντες δὲ τὸν οὐρανὸν, καὶ πάσας τὰς ὑπερκοσμίους δυνάμεις, αὐτῇ δὲ τῇ πρώτῃ οὐσίᾳ διὰ τοῦ νοῦ συναπτόμενοι. Ἀλλ' ἔοικεν ὁ τῦφος πάντων εἶναι τῶν ἐν ἀνθρώποις παθῶν χαλεπώτατον, καὶ ὄντως τῷ τοῦ διαβόλου κρίματι περιβάλλειν, οἷς ἂν προσγένηται. Ὅθεν καὶ οὗτοι οὐδὲ τῆς γῆς, ἣν καταπατοῦσι, τὴν φύσιν, ἥτις ἐστὶν, ἐπιστάμενοι, αὐτὴν ἐμβατεύειν τὴν οὐσίαν τοῦ Θεοῦ τῶν ὅλων ἀλαζονεύονται. Καὶ τοῖς μὲν ἁγίοις αὐτοῦ ὁ Θεὸς, τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ, ὧν, διὰ τὸ εἰς πᾶσαν ἀρετὴν τελεῖν, καὶ τὸ Θεὸς ὀνομάζεσθαι, ὥς τι ἐξαίρετον καὶ πρέπον τῇ ἑαυτοῦ μεγαλειότητι, προετίμησε, λέγων ἑαυτὸν Θεὸν Ἀβραὰμ, καὶ Θεὸν Ἰσαὰκ, καὶ Θεὸν Ἰακώβ· Τοῦτο γάρ μού ἐστιν ὄνομα αἰώνιον, φησὶ, καὶ μνημόσυνον γενεῶν γενεαῖς. Τούτοις τοίνυν οὐδὲ τὸ ὄνομα ἑαυτοῦ ἐδήλωσεν ὁ Θεὸς, ἦπου γε τὴν οὐσίαν ἥτις ἐστὶν ἀπεκάλυψεν. Ἐγὼ γὰρ, φησὶ, Κύριος· καὶ ὤφθην πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, Θεὸς ὢν αὐτῶν· καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς· ὡς μεῖζον δηλονότι ἢ ὥστε ἀνθρωπίνῃ ἀκοῇ χωρηθῆναι. Εὐνομίῳ δὲ, ὡς ἔοι-
13. Certainly he who discoursed to us concerning the creation taught us thus much, that In the beginning God made the heaven and the earth; and the earth was invisible and unformed; deeming it sufficient to proclaim Him Who made it and adorned it, while he declined to pry curiously into what its substance is, as something vain and unprofitable to his hearers. If therefore knowledge of it is confirmed neither by the testimony derived from sense-perception nor by the teaching derived from reason, whence will they any longer say that they have obtained comprehension of it? For whatever in it is perceptible to sense is either colour, or bulk, or weight, or lightness, or density, or porosity, or resistance, or softness, or coldness, or heat, or qualities of flavours, or differences of shape; none of which would these men call substance, not even if they were ready to say anything lightly. Again, by no reason of wise and blessed men has it proved contemplable; what mode of knowledge, then, any longer remains? Let them answer us—those who despise all things at their feet, pass beyond the heaven and all the supramundane powers, and unite themselves through the mind with the first substance itself. Yet conceit seems to be the most grievous of all passions among men, and truly to involve in the condemnation of the devil whomever it attaches itself to. Hence these men too, without even knowing what the nature is of the earth on which they trample, boast that they tread into the very substance of the God of all. Now as for His saints, Abraham and Isaac and Jacob—on account of whose perfection in every virtue God honoured even the being named their God as something choice and befitting His majesty, calling Himself the God of Abraham, and the God of Isaac, and the God of Jacob: For this is My everlasting name, He says, and memorial to generations of generations—to these, then, God did not even declare His own name, much less reveal what His substance is. For I am the Lord, He says, and I appeared unto Abraham, and Isaac, and Jacob, being their God, and My name I did not declare to them—evidently as being greater than could be contained by human hearing. Yet to Eunomius, as it