Migne Reading Room

PG 29 · cols. 512–521 · Read from the page

Against Eunomius, five books

Against Eunomius, five books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:512Read from the page
ΒΑΣ. Τούτοις ἐπάγει τὴν πίστιν ἔχουσαν οὕτως.
Bas. To these things he subjoins the creed, running thus.
ΕΥΝ. Πιστεύομεν εἰς ἕνα Θεον Πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα· καὶ εἰς ἕνα μονογενῆ Υἱὸν τοῦ Θεοῦ, Θεὸν Λόγον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δι' οὗ τὰ πάντα· καὶ εἰς ἓν Πνεῦμα ἅγιον, τὸ παράκλητον.
Eun. We believe in one God, Father Almighty, from Whom are all things; and in one only-begotten Son of God, God the Word, our Lord Jesus Christ, through Whom are all things; and in one Holy Spirit, the Paraclete.
ΒΑΣ. Εἶτα εὐθὺς ἐπισυνάπτει.
Bas. Then straightway he subjoins.
ΕΥΝ. Ἡ μὲν οὖν ἁπλουστέρα πίστις καὶ κοινὴ πάντων, ὅσοις τὸ δοκεῖν ἢ τὸ εἶναι Χριστιανοῖς ἐπιμελὲς, ὡς ἐν ἐπιδρομῇ κεφαλαιωδέστερον εἰπεῖν, αὕτη.
Eun. The simpler faith, therefore, and common to all who care either to seem or to be Christians, to speak more summarily as in passing, is this.
ΒΑΣ. Περὶ μὲν οὖν τῆς ἐν οἷς εἶπεν ἐναντιότητος καὶ τῆς ἀναισχύντου μάχης τῶν εἰρημένων πρὸς ἄλληλα μικρὸν ὕστερον ἐροῦμεν. Ἐκεῖνο δὲ πρότερον ἑαυτοὺς ὑπομνήσωμεν, ὅτι οὗτός ἐστιν ὁ ἐν τοῖς ἄνω λόγοις πάνυ σοβαρῶς ἡμῖν ἐπαγγελλόμενος γυμνὴν παντὸς προκαλύμματος ἐκθήσεσθαι τὴν ἀλήθειαν. Ἐνταῦθα τοίνυν που γέγραπται· Πιστεύομεν τὴν ἀγεννησίαν οὐσίαν εἶναι τοῦ Θεοῦ τῶν ὅλων, ἢ, πιστεύομεν ἀνόμοιον κατὰ τὴν οὐσίαν εἶναι τὸν Μονογενῆ τῷ Πατρί. Ταῦτα γὰρ ἔγραψεν ἂν, εἴπερ, ὡς ὑπέσχετο, μηδενὶ παραπετάσματι δολερῷ τὸ ἑαυτοῦ φρόνημα συνεσκίαζεν. Ἀλλ', οἶμαι, πᾶσιν ἐπιβούλως τοῖς λόγοις χρώμενος, τὰ μὲν παρ' ἑαυτοῦ σιωπᾷ, ἵνα μὴ ἀγυμνάστοις ταῖς ἀκοαῖς προσβάλλων ἀπίθανον ἑαυτὸν καὶ δυσπαράδεκτον καταστήσῃ· τὴν δὲ τῶν Πατέρων πίστιν προβάλλεται, ἣ διὰ τὴν μεσότητα τῶν ἐν αὐτῇ ῥημάτων οὔτε τι ἐναντίωμα πρὸς τὴν ὅλην τοῦ λόγου αὐτῷ κατασκευὴν παρέξειν ἔμελλε, καὶ ἀκολουθήσειν ῥᾳδίως ἐν ἐξηγήσεως εἴδει μετάγοντι τὸν λόγον ἐφ' ἃ προῄρηται. Ὡς δὲ ἀληθῆ ταῦτα, δῆλον αὐτόθεν. Ἐκθέμενος γὰρ αὐτὴν, εὐθὺς ἐπιπηδᾷ τῇ ἐξηγήσει, προφάσει χρώμενος ἄλλῃ τέ τινι, καὶ ὅτι οὐκ ἐξαρκεῖ πρὸς τὴν διάλυσιν τοῦ ἐγκλήματος. Τίνος οὖν ἕνεκεν αὐτὴν προεβάλου, ἀλλ' οὐκ εὐθὺς ἐπ' ἐκείνους ἦλθες τοὺς λόγους, οἳ καὶ τὸ ἀκριβὲς εἶχον, καὶ ἐξαιρεῖσθαί σε τῶν ἐγκλημάτων ἔμελλον; Νῦν δὲ προτείνεται μὲν ὡς ἀσφαλὲς κριτήριον, διορθοῦται δὲ πάλιν, ὡς οὐδὲν ὑγιὲς ἔχουσαν. Τοῦτο δὲ παντὶ γνώριμον, ὅτι, ὥσπερ ἀγκίστρῳ πρὸς θάνατον ἕλκοντι, τῷ ἑαυτοῦ φρονή-
Bas. Concerning the contradiction, then, in the things he said and the shameless conflict of his statements against one another, we shall speak a little later. First, however, let us remind ourselves of that point, that this is the man who in his foregoing remarks very haughtily promised us that he would set forth the truth bare of every screen. Somewhere here, accordingly, it is written: We believe unbegottenness to be the substance of the God of all, or, we believe the Only-begotten to be unlike in substance to the Father. For he would have written these things if indeed, as he promised, he were overshadowing his own mindset with no deceitful veil. Nay, I think, employing all his words insidiously, he keeps silent as to the things that come from himself, lest by thrusting them upon unpractised ears he render himself unconvincing and hard to accept; whereas he puts forward the faith of the Fathers, which, on account of the neutrality of the words in it, was neither going to present any opposition to the whole construction of his argument, and would readily follow along for him as in the form of an exposition he transferred the sense to the ends he has chosen. And that these things are true is plain from the fact itself. For once he has set it forth, he straightway leaps upon its exposition, employing both some other pretext and the claim that it does not suffice towards the refutation of the charge. For what sake, then, did you put it forward, and did not come straightway to those statements which both possessed exactness and were going to clear you of the charges? As it is, on the one hand it is held forth as a safe criterion, and on the other hand he corrects it again as holding nothing sound. And this is known to everyone, that, just as around a hook drawing towards death, around his own thought
Notes, col. 512

On the reading

Printed Θεον, for Θεὸν.

PG 29:513Read from the page
ματι τὸ ἁπλοῦν τῆς πίστεως, οἷόν τι δέλεαρ, περιβάλλει, ἵνα τῷ φαινομένῳ ἐπιδραμόντες οἱ ἀπειρότεροι, ἀφυλάκτως τῷ κακῷ τῆς ἀσεβείας περιπαρῶσιν. Ὡς ἂν δὲ μὴ δόξειεν ἄνευ ἀνάγκης τῇ ἐπιδιορθώσει τῆς πίστεως ἐγχειρεῖν, ἣν αὐτὸς ἀπεσέμνυνε ταῖς ὑπερβολαῖς τῶν ἐπαίνων, ταύτην, ὥσπερ ἐπιλαθόμενος τῶν ἑαυτοῦ λόγων, σκέψασθε πῶς διασύρει.
he wraps the simplicity of the faith, like some bait, in order that the more inexperienced, rushing upon what appears on the surface, may unguardedly be pierced through on the evil of impiety. Yet so that he might not seem without necessity to take in hand the correction of the faith which he himself dignified with excesses of praise, consider how, as though forgetting his own words, he disparages this very faith.
ΕΥΝ. Ἡ μὲν οὖν ἁπλουστέρα καὶ κοινή πάντων πίστις ὅσοις τὸ δοκεῖν ἢ τὸ εἶναι Χριστιανοῖς ἐπιμελὲς, ὡς ἐν ἐπιδρομῇ κεφαλαιωδέστερον ειπεῖν, αὕτη.
Eun. The simpler faith, therefore, and common to all who care either to seem or to be Christians, to speak more summarily as in passing, is this.
ΒΑΣ. Ειπέ μοι, ἡ εὐσεβὴς τῶν Πατέρων παράδοσις, καὶ ὁ κανὼν, ὡς αὐτὸς ὠνόμασας, καὶ ὁ γνώμων, καὶ τὸ ἀσφαλὲς κριτήριον, νῦν ὄργανον ἀπάτης, καὶ τέχνη σχηματισμοῦ, καὶ τὰ τοιαῦτα πάλιν προσαγορεύεται; Εἰ γὰρ οὐχὶ τοῖς ὄντως οὖσι Χριστιανοῖς ἐφαρμόζει, ἀλλὰ τοῖς τὸ δοκεῖν πρὸ τοῦ εἶναι τετιμηκόσι, τί ἄλλο περὶ αὐτῆς ὑπολαμβάνειν ἢ ταῦτα προσῆκε; Τίς ἂν οὖν, μὴ παντελῶς παραπαίων, τὸν κανόνα τοῦ εὐθέως τοῖς τὴν ψυχὴν ἐνδιαστρόφοις ἁρμόζειν εἴποι, καὶ τὸν γνώμονα τῆς ἀληθείας τοῖς ἐχθροῖς τῆς ἀληθείας; Οἱ γὰρ τὸ ὀνομάζεσθαι Χριστιανοὶ πρὸ τοῦ ἀληθῶς εἶναι τετιμηκότες, ἐπὶ τῇ τῶν πολλῶν ἀπάτῃ τὸν σχηματισμὸν τοῦτον ὑποδυόμενοι, πόῤῥω πάσης εὐθύτητος καὶ ἀληθείας εισίν. Οὔτε οὖν διεστραμμένον κατευθυνθήσεται, ὡς τοῦ Ἐκκλησιαστικοῦ λόγος, οὔτε τὰ τῆς ἀληθείας κριτήρια τοῖς τὸ ψεῦδος κατὰ τὸν βίον ᾑρημένοις ἁρμόσει, ὅπερ τούτῳ δοκεῖ.
Bas. Tell me, is the pious tradition of the Fathers, and the rule, as you yourself named it, and the square, and the safe criterion, now again called an instrument of deceit, and an artifice of pretence, and things of that sort? For if it fits not those who truly are Christians, but those who have honoured seeming above being, what else was it fitting to suppose concerning it than these things? Who then, unless altogether deranged, would say that the rule of what is straight fits those perverse in soul, and the square of truth the enemies of truth? For those who have honoured being named Christians above truly being so, slipping into this pretence for the deceit of the many, are far from all uprightness and truth. Neither, therefore, will what is crooked be made straight, as is the saying of Ecclesiastes, nor will the criteria of truth fit those who have chosen falsehood in their life, which is what seems good to this man.
5. Ἀλλὰ δι' ἃς εἶπον αιτίας εἰς οὕτω προδήλους ἐναντιότητας ὑπενέχθη, ἵνα οἷς μὲν ἐπαινεῖ τὴν πίστιν κοινωνεῖν τοῖς Πατράσι τῆς εὐσεβείας δόξῃ, οἷς δὲ λαμβάνεται πάλιν αὐτῆς, τὴν ὁδὸν ἑαυτῷ πρὸς τὴν ἐξήγησιν ὑπανοίξῃ. Διὰ τοῦτο τὴν αὐτὴν καὶ κανόνα λέγει, καὶ προσθήκης φησὶν ἀκριβεστέρας δεῖσθαι. Τοῦτο δὲ αὐτὸ καὶ τῆς ἐσχάτης ἀμαθείας σημεῖον ἔστω, εἴ τῳ καὶ τοῦτο φίλον παρεξετάζειν. Ὁ γάρ τοι κανὼν, ὦ σοφώτατε, καὶ ὁ γνώμων, ἕως ἂν μηδὲν ἐνδέῃ τοῦ κανὼν εἶναι καὶ γνώμων, οὐδεμίαν προσθήκην εἰς ἀκρίβειαν ἐπιδέχεται. Κατὰ γὰρ τὸ ἐλλεῖπον ἡ πρόσθεσις. Ἀτελεῖς δὲ ὑπάρχοντες, οὐδὲ τῶν προσηγοριῶν τούτων ὑγιῶς ἂν ἔτι τυγχάνοιεν. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἤδη δὲ καὶ οὓς ἐκτίθεται περὶ Θεοῦ λόγους ἐπισκεψώμεθα.
5. Yet for the causes I have stated he was carried away into such manifest contradictions, so that by the things wherein he praises the faith he might seem to share in piety with the Fathers, while by the things wherein he again lays hold of it to find fault, he might quietly open for himself the way towards his exposition. On this account he both calls the very same thing a rule, and says that it stands in need of a more exact addition. Let this very point also stand as a sign of the utmost ignorance, if anyone likes to examine this too along the way. For surely the rule, O most wise sir, and the square, so long as it lacks nothing of being a rule and a square, admits no addition towards exactness. For addition corresponds to what is lacking. And if they are imperfect, they could no longer soundly obtain even these appellations. So much, then, for these matters. Now let us inspect also the statements concerning God which he sets forth.
ΕΥΝ. Εἷς τοίνυν, φησὶ, κατά τε φυσικὴν ἔννοιαν καὶ κατὰ τὴν τῶν Πατέρων διδασκαλίαν ἡμῖν ὡμολόγηται Θεὸς, μήτε παρ' ἑαυτοῦ μήτε παρ' ἑτέρου γενόμενος. Ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον,
Eun. One God, therefore, he says, both according to natural conception and according to the teaching of the Fathers, is confessed by us, having come into being neither from Himself nor from another. For each of these is equally impossible,
Notes, col. 513

On the reading

Printed κοινή, for κοινὴ.

Printed ειπεῖν, for εἰπεῖν.

Printed Ειπέ, for Εἰπέ.

Printed εὐθέως, for εὐθέος.

Printed εισίν, for εἰσίν.

Printed αιτίας, for αἰτίας.

PG 29:516Read from the page
ἐπειδή γε δεῖ κατὰ ἀλήθειαν το ποιοῦν τοῦ γινομένου προϋπάρχειν, καὶ τὸ ποιούμενον τοῦ ποιοῦντος εἶναι δεύτερον. Μήτε δὲ αὐτὸ ἑαυτοῦ πρότερον ἢ ὕστερον εἶναι δύνασθαι, μήτε ἕτερόν τι πρὸ τοῦ Θεοῦ. Ἦ γαρ ἂν ἐκεῖνο πρὸ τοῦ δευτέρου τὸ τῆς θεότητος ἔσχεν ἀξίωμα.
since indeed in truth that which makes must pre-exist that which comes to be, and that which is made must be second to that which makes. Nor can a thing itself be prior or posterior to itself, nor can anything else be before God. For surely in that case that thing would have held the dignity of deity ahead of the second.
ΒΑΣ. Τίνος οὖν ἕνεκεν πᾶσαν αὐτοῦ ταύτην παρεθέμην τὴν λέξιν; Ἵνα καταφανὴς ἡ ἀδολεσχία τοῦ ἀνδρὸς, ᾗ χρῆται παρὰ πάντα τὸν λόγον, γένηται. Εἰπὼν γὰρ αὐτὸς ἐναργὲς ὑπάρχειν ταῖς κοιναῖς πάντων ἐννοίαις τὸ εἶναι τὸν Θεόν ἀγέννητον, ἀποδείξεις τούτου κομίζειν ἡμῖν ἐπιχειρεῖ, παραπλήσιον ποιῶν, ὥσπερ ἂν εἴ τις ἐν σταθερᾷ μεσημβρίᾳ τοὺς ἐῤῥωμένους τὰς ὄψεις λόγῳ διδάσκειν βούλοιτο φανότατον εἶναι τῶν κατ' οὐρανὸν ἀστέρων τὸν ἥλιον. Εἰ δὲ ὁ τὰ τῇ αἰσθήσει γνώριμα λόγῳ δεικνὺς καταγέλαστος, ὁ τὰ ταῖς κοιναῖς προλήψεσιν ὡμολογημένα διδάσκων πῶς οὐχὶ τῆς ἴσης παρανοίας ὑπεύθυνος; Πολλῷ γὰρ δήπου ταῦτα τῶν διὰ τῆς ὄψεως φαινομένων τοῖς σωφρονοῦσι πιστότερα. Εἰ μὲν οὖν ἦν τις ὁ κατὰ τῆς ἀληθείας ταύτης ἀναισχυντῶν, καὶ τὸν ἀγέννητον ἢ παρ' ἑαυτοῦ ἢ παρ' ἑτέρου γεγεννῆσθαι διατεινόμενος, εἶχεν ἄν τινα τυχὸν συγγνώμην ἡ ματαιότης τῶν λεγομένων· εἰ δὲ οὐδεὶς μέχρι σήμερον οὔτε τῶν ἔξω τοῦ λόγου τοῦ καθ' ἡμᾶς, οὔτε τῶν ἐξ αὐτῆς τῆς Ἐκκλησίας ἐπαναστάντων τῇ ἀληθείᾳ, εἰς τοσοῦτον ἦλθεν ἀποπληξίας, ὥστε διαμφισβητεῖν περὶ τῆς ἀγεννησίας τοῦ ἀγεννήτου· τί κέρδος ἐκ τῶν λόγων τούτων, οὐ συνορῶ. Ἢ τῶν Ἀριστοτέλους ὄντως ἡμῖν καὶ Χρυσίππου συλλογισμῶν ἔδει πρὸς τὸ μαθεῖν, ὅτι ὁ ἀγέννητος οὐ γεγέννηται, οὔτε αὐτὸς ὑφ' ἑαυτοῦ, οὔτε ὑφ' ἑτέρου; καὶ οὔτε πρεσβύτερος, οὔτε νεώτερος αὐτός ἐστιν ἑαυτοῦ; Τί οὖν αὐτῷ ταῦτα βούλεται; Δοκεῖ μοι ὁμοῦ μὲν τοῖς ἀκολούθοις ἐγκαλλωπίζεσθαι, ὡς δὴ πυκνός τις καὶ περιττὸς τὴν διάνοιαν, καὶ ὀξὺς μὲν ὑπιδέσθαι τὸ ἄτοπον, ὀξύτερος δὲ διαλῦσαι τὸ φωραθὲν, καὶ διὰ τοῦτο ἐναβρύνεσθαι τῇ τῶν λόγων στροφῇ, καὶ περὶ τὴν ἀπόδειξιν λεπτουργεῖν τοῦ μήτε ὑφ' ἑαυτοῦ μήτε ὑφ' ἑτέρου τὸν ἀγέννητον γεγεννῆσθαι. Ἔπειτα μέντοι οὐδὲ ἐνταῦθα τῆς ἑαυτοῦ τέχνης ἐπιλανθάνεται· ἀλλ' ἐν τῇ τῶν ὁμολογουμένων διατριβῇ, ὥσπερ στοιχεῖά τινα πρὸς τοὺς ἑξῆς λόγους ἑαυτῷ παρεμβάλλει. Οὐ γὰρ ἀργῶς αὐτῷ ἐκεῖνο ἔχει, ὅτι δεῖ, κατὰ ἀλήθειαν, τὸ ποιοῦν τοῦ γινομένου προϋπάρχειν. Ἀλλ' ἵνα ἐν τοῖς περὶ Υἱοῦ λόγοις προδιωμολογημένον ἔχῃ, τὸ ὕστερον προσγεγενῆσθαι τῷ Πατρὶ τὸν Υἱὸν, εἴπερ τὸ ποιοῦν ἐστι τοῦ γινομένου πρεσβύτερον· τούτῳ δὲ ὡς ἑπόμενον λάβῃ, τὸ ἐκ μὴ ὄντων τὸν Υἱὸν γεγεννῆσθαι. Ἀλλ' ὁ μὲν τῆς εἰς τὸν Υἱὸν ἀσεβείας ἔλεγχος ἐν τοῖς οἰκείοις τόποις ἀναμεινάτω. Ἐγὼ δὲ καὶ τὴν τοῦ ἀγεννήτου προσηγορίαν, κἂν τὰ μάλιστα
Bas. For what sake, then, have I set down all this wording of his? In order that the man's garrulity, which he uses throughout his whole treatise, may become manifest. For although he himself said that it is evident to the common conceptions of all that God is unbegotten, he attempts to bring us proofs of this, doing something similar to what one would do if at steady midday he wished to teach by argument those who are strong in eyesight that the sun is the brightest of the stars in heaven. Yet if he who demonstrates by argument things known to perception is laughable, how is he who teaches things confessed by common preconceptions not guilty of equal folly? For surely to men of sound mind these things are much more trustworthy than those that appear through sight. If, then, there were someone shamelessly opposing this truth, and maintaining that the unbegotten has been begotten either from Himself or from another, the vanity of what is said might perchance have had some pardon; but if no one down to this day, either of those outside the teaching among us or of those from the Church herself who have risen up against the truth, has come to such a pitch of madness as to dispute concerning the unbegottenness of the unbegotten, what profit comes from these arguments I do not perceive. Or did we truly stand in need of the syllogisms of Aristotle and Chrysippus towards learning that He Who is unbegotten has not been begotten, neither He Himself by Himself nor by another; and that He Himself is neither older nor younger than Himself? What, then, do these things mean for him? He seems to me at once to plume himself before his followers, as being indeed someone dense in argument and extraordinary in understanding, both keen to spy out an absurdity and keener still to resolve what has been detected, and on this account to give himself airs in the twist of his words, and to spin subtleties over the proof that He Who is unbegotten has been begotten neither by Himself nor by another. Next, however, not even here does he forget his own craft; rather, while dwelling upon things confessed, he slips in for himself, as it were, certain elements towards his subsequent arguments. For not idly does that statement stand for him, that in truth that which makes must pre-exist that which comes to be; rather, it is in order that in his arguments concerning the Son he may hold it agreed in advance that the Son accrued later to the Father, if indeed that which makes is older than that which comes to be, and may take as consequent upon this that the Son has been begotten out of things that are not. Yet let the refutation of his impiety against the Son wait in its proper places. For my part, even the appellation of the unbegotten, though ever so much
Notes, col. 516

On the reading

Printed το, for τὸ.

Printed γαρ, for γὰρ.

Printed Θεόν, for Θεὸν.

PG 29:517Read from the page
δοκῇ ταῖς ἐννοίαις ἡμῶν συμβαίνειν, ἀλλ' οὖν ὡς οὐδαμοῦ τῆς Γραφῆς κειμένην, καὶ πρῶτον στοιχεῖον οὖσαν τῆς βλασφημίας αὐτῶν, σιωπᾶσθαι ἂν δικαίως ἀξίαν εἶναι φήσαιμι, τῆς Πατρὸς φωνῆς ἴσον δυναμένης τῷ ἀγεννήτῳ, πρὸς τῷ καὶ τὴν περὶ τοῦ Υἱοῦ ἔννοιαν συνημμένως ἑαυτῇ διὰ τῆς σχέσεως συνεισάγειν. Ὁ γὰρ ὄντως Πατὴρ καὶ μόνος ἐξ οὐδενός ἐστιν ἑτέρου· τὸ δὲ, ἐξ οὐδενὸς, ταυτόν ἐστι τῷ, ἀγέννητος. Οὐ τοίνυν ἀγέννητον προσαγορευτέον μᾶλλον ἡμῖν ἢ Πατέρα, εἴ γε μὴ μέλλοιμεν εἶναι σοφώτεροι τῶν διδαγμάτων τοῦ Σωτῆρος, εἰπόντος· Πορευθέντες, βαπτίζετε εις τὸ ὄνομα τοῦ Πατρὸς, ἀλλ' οὐχὶ τοῦ ἀγεννήτου. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἡμεῖς δὲ τὰ συνεχῆ τοῦ λόγου διασκεψώμεθα. Ὀλίγον γὰρ προελθών, καὶ οἷον συγκεφαλαιούμενος αὐτὸς ἑαυτῷ τὰ εἰρημένα, οὕτω γράφει.
it may seem to accord with our conceptions, nevertheless, as occurring nowhere in Scripture, and as being the first element of their blasphemy, I should say deserves justly to be passed over in silence, since the term Father has equal force with the unbegotten, besides also introducing jointly in connexion with itself, through the relation, the conception concerning the Son. For He Who truly and alone is Father is from no other; and this, from nothing, is identical with unbegotten. Therefore He ought not to be addressed by us as unbegotten rather than as Father, if at least we are not going to be wiser than the teachings of the Saviour, Who said: Going forth, baptize into the name of the Father, and not of the unbegotten. So much, then, for these matters. Let us, however, examine thoroughly what follows next in his treatise. For having advanced a little, and summing up, as it were, for himself what has been said, he writes thus.
ΕΥΝ. Ἄρ' οὖν, ει μήτε αὐτὸς ἑαυτοῦ, μήτε ἕτερόν τι αὐτοῦ προϋπάρχειν δέδεικται, πρὸ δὲ πάντων αὐτὸς, ἀκολουθεῖ τούτῳ τὸ ἀγέννητον· μᾶλλον δὲ αὐτό ἐστιν οὐσία ἀγέννητος.
Eun. Accordingly, then, if neither He Himself has been shown to pre-exist Himself, nor anything else to pre-exist Him, and He Himself is before all things, unbegottenness follows Him; or rather, it itself is unbegotten substance.
ΒΑΣ. Ἣν τοίνυν ἐν τούτοις ἐφωράσαμεν κακουργίαν συνιδεῖν μὲν, οἶμαι, καὶ πάνυ ῥᾴδιον τῷ καὶ μικρὸν ἐπιστήσαντι, ἐμφανῆ δὲ ποιῆσαι τοῖς πολλοῖς οὐκ εὐμαρές. Πλὴν ἀλλὰ πειρατέον, τὴν ἐλπίδα θεμένους ἐπὶ τὸν διδόντα ῥῆμα τοῖς εὐαγγελιζομένοις, δυνάμει πολλῇ. Εἰπὼν, ὅτι, εἰ μήτε αὐτὸς ἑαυτοῦ, μήτε ἕτερόν τι αὐτοῦ προϋπάρχει, ἀκολουθεῖ αὐτῷ τὸ ἀγέννητον· εἶτα συνιδὼν, ὅτι ἐκ τῆς τῶν τεθέντων ἀκολουθίας πρὸς τὸ ἐναντίον αὐτῷ περιῆλθεν ὁ λόγος (ει γὰρ ἀκολουθεῖ τῷ Θεῷ τὸ ἀγέννητον, ἔξωθεν αὐτῷ παρέπεται δηλονότι. Τὸ δὲ ἔξωθεν τοῦ Θεοῦ οὐκ οὺσία αὐτοῦ ἐστιν. Ἐκ δὲ τούτων οἰχήσεται διαῤῥυὲν αὐτῷ τὸ σκαιώρημα), ἵνα δὲ μὴ τοῦτο πάθῃ, τί ποιεῖ; Βραχὺ φροντίσας τοῦ γέλωτος, ὃν ἐπὶ τῷ τὰ ἀνακόλουθα λέγειν ὑπέχειν ἔμελλε, τῇ ἐπιδιορθώσει ἀπήγαγε τὸν λόγον πρὸς ἃ ἐβούλετο, εἰπών· Μᾶλλον δὲ αὐτό ἐστιν οὐσία ἀγέννητος. Τοῦτο δὲ οὐδεμίαν μὲν ἔχει ὁμολογίαν πρὸς τὰ προάγοντα· πῶς γὰρ καὶ ἑπόμενον αὐτῷ τὸ ἀγέννητον ὁ Θεὸς
Bas. Now the knavery that we have detected in these words it is indeed, I think, altogether easy to perceive for one who has paid even slight attention, yet to make it plain to the many is not easy. Nevertheless we must try, placing our hope upon Him Who gives a word to those who proclaim good tidings with great power. Having said that if neither He Himself pre-exists Himself, nor anything else pre-exists Him, unbegottenness follows Him; then, perceiving that from the sequence of what had been laid down his argument had come round to the opposite for him (for if unbegottenness follows God, manifestly it accompanies Him from outside; and what is from outside God is not His substance; and from these considerations his crooked contrivance will slip away and vanish for him), lest he suffer this, what does he do? Caring little for the laughter which he was going to incur over speaking inconsequently, by his correction he led the statement off towards what he wished, saying: Or rather, it itself is unbegotten substance. Yet this has no agreement whatever with what precedes; for how, with unbegottenness both following upon Him, God
Notes, col. 517

On the reading

Printed εις, for εἰς.

Printed Ἄρ', for Ἆρ'.

Printed ει, for εἰ.

Printed οὺσία, for οὐσία.

PG 29:520Read from the page
ἔχει; καὶ πάλιν οὐχ ἑπόμενον, ἀλλ' ἐν τῷ τῆς οὐσίας λόγῳ περιεχόμενον; ὅμως γε μὴν οὐκ ἐᾷ παντελῶς αὐτῷ διαφθαρῆναι τὸ σόφισμα. Ει γὰρ, εἰπὼν, ὅτι ἀκολουθεῖ αὐτῷ τὸ ἀγέννητον, ἐνταῦθα τὸν λόγον ἔστησεν, οὐκ ἂν εἶχεν ὅπως ἢ τὴν ἀγεννησίαν οὐσίαν λέγῃ τοῦ Θεοῦ τῶν ὅλων, ἢ ἀλλοτρίως ἔχοντα κατ' αὐτὴν τὴν οὐσίαν τὸν μονογενῆ Υἱὸν ἐπιδείξῃ, οὐδενὸς δυναμένου τῶν ἔξωθεν ἑπομένων, Πατρὸς καὶ Υἱοῦ τὴν κατ' αὐτὴν τὴν οὐσίαν οἰκειότητα διιστᾷν. Νῦν δὲ τῷ ἐπαγαγεῖν, Μᾶλλον δὲ αὐτό ἐστιν οὐσία ἀγέννητος, ἐνεδείξατο, ὅτι αὐτὸ, ὅπερ ἐστὶν ὁ Θεὸς, ἀγεννησία ἐστί· τοῦτο δὲ ὅσον αὐτῷ δρόμον ἀεὶ πρὸς τὴν ἐγχείρησιν τῆς ἀσεβείας προευτρεπίζει, μικρὸν τῷ λόγῳ προελθὼν ἐπιδείξω. Ἔστι δ' ἄρα, ὃ μὲν ἐξ ἀρχῆς εἶπεν, ἐκ τῆς τῶν πραγμάτων ἀληθείας κατὰ τὸ ἀκόλουθον τῶν δεδομένων ἀναφανέν· ὃ δὲ τελευταῖον ἐπέθηκεν, ἐκ τοῦ φρονήματος τοῦ αἱρετικοῦ προσεῤῥίφη, ἀναισχυντότατα πάντων τοῦ λογογράφου πρὸς τὴν ἐπιδιόρθωσιν τοῦ λόγου μεταπηδήσαντος. Πῶς γὰρ τὸ αὐτὸ καὶ ἀκολουθεῖ τῷ Θεῷ, καὶ ταυτόν ἐστιν αὐτῷ, πᾶσιν ὄντος προδήλου, ὅτι τὸ ἀκολουθοῦν ἕτερόν ἐστι παρὰ τὸν οὗ ἐστιν ἐπακολούθημα; Ὁ δὲ, ὥσπερ ὁδοῦ τινος λαβόμενος, ἐκ τοῦ καθ' ὑφαρπαγὴν αὐτῷ προληφθέντος λόγου, πρὸς τὴν κατασκευὴν ἐντεῦθεν χωρεῖ τοῦ τὴν ἀγεννησίαν οὐσίαν εἶναι τοῦ Θεοῦ τῶν ὅλων, ἵνα, τούτου δειχθέντος, ὁμολογούμενον ἔχῃ τὸ ἀνόμοιον κατὰ τὴν οὐσίαν εἶναι τὸν Μονογενῆ τῷ Πατρί. Σκοπεῖτε δὲ ἅ φησιν.
has it; and again, not as something consequent, but as contained in the definition of essence? Yet for all that, he does not allow his sophism to be altogether ruined for him. For if, after saying that the unbegotten follows upon Him, he had halted his argument there, he would have had no way either to call unbegottenness the essence of the God of the universe, or to show the only-begotten Son to be alien according to that essence itself, since none of the things that follow from without is able to sever the affinity of Father and Son according to essence itself. As it is, however, by adding, 'Or rather, He Himself is unbegotten essence,' he indicated that the very thing which God is, is unbegottenness; and how great a course this ever prepares in advance for him towards his enterprise of impiety, I shall show when I have proceeded a little further in my discourse. What he said at the beginning, then, came to light out of the truth of realities in consequence of what had been granted; whereas what he added at the end was flung in out of the heretic's own mindset, the speech-writer having most shamelessly of all leapt across to correct his statement. For how does the selfsame thing both follow upon God and stand identical with Him, when it is evident to everyone that what follows is other than Him of Whom it is a consequence? Yet he, seizing as it were upon a pathway from the premise surreptitiously assumed beforehand by him, proceeds from there to construct the proof that unbegottenness is the essence of the God of the universe, so that, once this has been shown, he may have it as an admitted point that the Only-begotten is unlike the Father according to essence. Consider what he says.
ΕΥΝ. Ἀγέννητον δὲ λέγοντες, οὐχ ὀνόματι μόνον, κατ' ἐπίνοιαν ἀνθρωπίνην, σεμνύνειν οἰόμεθα δεῖν, ἐκτιννύναι δὲ αὐτῷ τὸ πάντων ἀναγκαιότατον ὄφλημα τῷ Θεῷ τὴν τοῦ εἶναι ὅ ἐστιν ὁμολογίαν. Τὰ γάρ τοι κατ' ἐπίνοιαν λεγόμενα, ἐν ὀνόμασι μόνον καὶ προφορᾷ τὸ εἶναι ἔχοντα, ταῖς φωναῖς συνδιαλύεσθαι πέφυκεν.
EUNOMIUS. When we call Him unbegotten, we do not think we ought to honour Him in name alone, according to human conceptual thought, but rather to discharge to Him, to God, the most necessary debt of all: the confession of His being what He is. For things spoken of by way of conceptual thought, having their existence in names alone and in utterance, are by nature dissolved together with the sounds.
ΒΑΣ. Ἀναιρεῖ τὸ κατ' ἐπίνοιαν θεωρεῖσθαι
BASIL. He abolishes the being contemplated by way of conceptual thought
Notes, col. 520

On the reading

Printed Ει, for Εἰ.

PG 29:521Read from the page
ἐπὶ τοῦ Θεοῦ τὸ ἀγέννητον, ἡγούμενος ἐντεῦθεν ῥᾳδίαν αὐτῷ τὴν ἐπιχείρησιν ἔσεσθαι τοῦ τὴν ἀγεννησίαν οὐσίαν εἶναι τοῦ Θεοῦ· ἐκ τούτου δὲ ἀναντιῤῥήτως δείξειν, ἀνόμοιον εἶναι κατ' αὐτὴν τὴν οὐσίαν τὸν μονογενῆ Υἱὸν τῷ Πατρί. Διὰ τοῦτο προσπλέκεται τῷ ῥήματι τῆς ἐπινοίας, ὡς οὐδὲν σημαίνοντι τὸ παράπαν, ἀλλ' ἐν μόνῃ τῇ προφορᾷ τὴν ὑπόστασιν κεκτημένῳ· καὶ ἀνάξιον εἶναι Θεοῦ προσποιεῖται ταῖς ἐπινοίαις αὐτὸν ἀποσεμνύνειν. Ἐγὼ δὲ εἰ μὲν ἐπινοίᾳ θεωρητὸν ἢ μὴ τὸ ἀγέννητον, οὔπω διισχυρίζομαι πρὶν ἂν ὑπ' αὐτῆς τοῦ λόγου τῆς ἐξετάσεως διδαχθῶμεν.
in the case of God with respect to the unbegotten, supposing that from this his attempt to prove that unbegottenness is the essence of God will be easy for him, and that from this he will incontrovertibly show that the only-begotten Son is unlike the Father according to essence itself. For this reason he grapples with the term 'conceptual thought' as signifying nothing whatsoever, but possessing its subsistence in utterance alone; and he pretends that it is unworthy of God to reverence Him by means of conceptual thoughts. For my part, whether the unbegotten is contemplable by conceptual thought or not, I do not yet positively affirm before we have been taught by the examination of the argument itself.
6. Αὐτὸ δὲ τοῦτο, τί ποτέ ἐστιν ἡ ἐπίνοια, ἡδέως ἂν αὐτὸν ἐρωτήσαιμι· ἆρ' οὐδὲν παντάπασι σημαίνει τὸ ὄνομα τοῦτο, καὶ ψόφος ἄλλως ἐστὶ διὰ τῆς γλώττης ἐκπίπτων; Ἀλλὰ τὸ τοιοῦτον οὐχὶ ἐπίνοια, παράνοια δ' ἂν μᾶλλον καὶ φλυαρία προσαγορεύοιτο. Εἰ δὲ συγχωροίη σημαίνειν μέν τι τὴν ἐπίνοιαν, ψευδὲς δὲ τοῦτο παντελῶς καὶ ἀνύπαρκτον, ὡς ἐν ταῖς μυθοποιίαις κενταύρων δή τινων ἀναπλασμοὺς καὶ χιμαίρας, πῶς τὸ σημαινόμενον ψεῦδος τῷ ψόφῳ τῆς γλώττης συναφανίζεται, τῆς μὲν φωνῆς πάντως εἰς ἀέρα προχεομένης, τῶν δὲ ψευδῶν νοημάτων ἐναπομενόντων τῇ διανοίᾳ; Οὐδὲ γὰρ ἐπειδάν ποτε ψευδῶν παντελῶς καὶ διακένων ἀναπλασμῶν, ἢ ἐν ταῖς καθ' ὕπνον φαντασίαις, ἢ ἄλλως ἐν τοῖς ματαίοις τοῦ νοῦ κινήμασιν ἡ ψυχὴ πληρωθεῖσα, παρακατάσχῃ τῇ μνήμῃ, εἶτα διὰ τῆς φωνῆς ἐξαγγεῖλαι προέληται, ὁμοῦ τῷ προενεχθέντι λόγῳ συνηφανίσθη καὶ τὰ φαντάσματα. Πολλοῦ γὰρ ἂν ἄξιον ἦν τὰ ψευδῆ λέγειν, εἴπερ ἡ φύσις τοῦ ψεύδους τοῖς λαλουμένοις συνδιεφθείρετο· ἀλλ' οὐκ ἔχον ἐστὶ φύσιν τοῦτό γε. Ὑπόλοιπον δ' ἂν εἴη δεικνύναι, πῶς μὲν ἡ συνήθεια, καὶ ἐπὶ ποίων πραγμάτων τῇ ἐπινοίᾳ χρῆται· πῶς δὲ τὰ θεῖα λόγια τὴν χρῆσιν αὐτῆς παρεδέξατο. Ὁρῶμεν τοίνυν, ὅτι ἐν μὲν τῇ κοινῇ χρήσει τὰ ταῖς ἀθρόαις ἐπιβολαῖς τοῦ νοῦ ἁπλᾶ δοκοῦντα εἶναι καὶ μοναχὰ, ταῖς δὲ κατὰ λεπτὸν ἐξετάσεσι ποικίλα φαινόμενα, καὶ πολλὰ ταῦτα τῷ νῷ διαιρούμενα, ἐπινοίᾳ μόνῃ διαιρετὰ λέγεται.
6. On this very point—what conceptual thought actually is—I would gladly ask him: does this name signify nothing at all, and is it merely a noise falling idly through the tongue? Yet such a thing would be called not conceptual thought, but rather derangement and babbling. And if he were to grant that conceptual thought does signify something, yet something utterly false and non-existent, like the fabrications of certain centaurs and chimaeras in myth-making, how does the falsehood signified vanish away together with the noise of the tongue, seeing that the voice is wholly poured forth into the air, whereas the false notions remain behind in the mind? For neither, whenever the soul, filled with utterly false and empty fabrications—whether in imaginations during sleep or otherwise in the vain movements of the mind—retains them in memory and then chooses to report them through the voice, do the phantasms vanish away together with the spoken word. Indeed, speaking falsehoods would be worth a great deal, if the nature of falsehood perished along with the words spoken; but this has no such nature. It would remain, then, to show how common usage employs 'conceptual thought' and in relation to what sort of things, and how the divine oracles have admitted its use. We see, accordingly, that in common usage the things that appear simple and singular to the summary grasps of the mind, yet show themselves varied upon detailed investigation and are divided into many by the mind, are said to be divisible in conceptual thought alone.