Migne Reading Room

PG 29 · cols. 500–509 · Read from the page

Against Eunomius, five books

Against Eunomius, five books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:500Read from the page
τῇ δὲ παραδόσει τῶν ἀποστόλων καὶ τῇ ἁπλότητι τῆς πίστεως ἐξαρκεῖσθαι, οὐδὲν ἂν ἡμῖν ἔδει λόγων ἐν τῷ παρόντι, ἀλλὰ καὶ νῦν ἂν πάντως ἣν ἐξ ἀρχῆς ἐτιμήσαμεν σιωπὴν ἠσπασάμεθα· ἐπειδὴ δὲ ὁ ἐχθρὸς τῆς ἀληθείας προσθήκαις ἀεὶ τὸ κακὸν πλεονάζων, πρὸς οἷς ἐξ ἀρχῆς ἐπέσπειρε ζιζανίοις τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, καὶ νῦν εὑρὼν ὄργανα πᾶσαν ἀθρόως αὐτοῦ τὴν τέχνην ὑποδεχόμενα, ἐν προσχήματι Χριστιανισμοῦ τὴν ἄρνησιν τῆς θεότητος τοῦ Μονογενοῦς παρεισάγει, τῇ ἔξωθεν ταύτῃ καὶ ματαίᾳ σοφίᾳ τὸ καθαρὸν καὶ ἁπλοῦν τῆς διδασκαλίας τοῦ θείου Πνεύματος συνταράσσων, καὶ ἐν πιθανολογίᾳ τοὺς ἀκεραιοτέρους παρακρουόμενος· ἀναγκαίως καὶ ἡμεῖς, διά τε τὴν ὑμετέραν τῶν ἐπιταξάντων ἀγάπην καὶ διὰ τὸ ἡμῶν αὐτῶν ἀσφαλὲς, ἐν τούτῳ τῆς ἀσθενείας ὑπεριδόντες, καίτοι παντελῶς ἀγύμναστοι τοῦ τοιούτου εἴδους τῶν λόγων ὄντες, κατὰ τὸ ἐπιχορηγηθὲν ἡμῖν παρὰ τοῦ Κυρίου τῆς γνώσεως μέτρον, τῇ τε ἀληθείᾳ συνίστασθαι, καὶ ἀπελέγχειν τὸ ψεῦδος ὑπεδεξάμεθα· ἡγούμενοι τριῶν ἀγαθῶν ἑνός γε πάντως μὴ ἁμαρτήσεσθαι· ἢ γὰρ τοῖς ἤδη προειλημμένοις ἀλεξητήριον τοῦ κακοῦ τὸν ἔλεγχον δώσειν· ἢ φυλακὴν μετρίαν παρέξειν τοῖς ὑγιαίνουσιν· ἢ πάντως γε αὐτοὶ τῶν ἐπὶ τῷ προελέσθαι τοῖς ἀδελφοῖς ἡμῶν τὰ βέλτιστα μισθῶν ἐπιτεύξεσθαι. Ἔστι δὲ ὁ μὲν πρῶτος εἰπεῖν φανερῶς καὶ διδάξαι τολμήσας ἀνόμοιον εἶναι κατὰ τὴν οὐσίαν τὸν μονογενῆ Υἱὸν τῷ Θεῷ καὶ Πατρὶ, ὅσα γε ἡμεῖς ἴσμεν, Ἀέτιος ὁ Σύρος, ὃν οὐκ ἐρῶ, ποδαποῖς τὸ ἐξ ἀρχῆς ἐντετραμμένος ἐπιτηδεύμασι, ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ προϊὼν εἰσεφθάρη, ἵνα μὴ δόξω λοιδορεῖν, τῶν ἐλέγχων ἀφέμενος· ὁ δὲ ἐκδεξάμενος τὴν ἀσέβειαν καὶ τελειώσας αὐτὴν Εὐνόμιος οὗτος ὁ Γαλάτης, ὃς, ἐκ τῶν αἰσγίστων ἑαυτῷ τὴν περιφάνειαν κτώμενος (Ἡ γὰρ δόξα, φησὶν, ἐν τῇ αισχύνη αὐτῶν), τὴν ἐκ τοῦ γράψαι ἃ μηδεὶς ἄλ-
and to be content with the tradition of the apostles and the simplicity of the faith, we would have had no need of words at the present time, but even now we would by all means have embraced the silence that we honoured from the beginning; yet since the enemy of the truth, ever increasing evil by additions besides the tares which from the beginning he sowed upon the Church of God, having now also found instruments that welcome all his craft at once, secretly brings in under a pretence of Christianity the denial of the deity of the Only-Begotten, throwing into confusion by this external and vain wisdom the pure and simple teaching of the divine Spirit, and leading astray the more guileless by plausible speech—of necessity we too, both on account of the love of you who enjoined this task and on account of our own safety, overlooking our weakness in this matter, although altogether unpractised in such a kind of discourse, have undertaken, according to the measure of knowledge supplied to us by the Lord, both to stand by the truth and to refute falsehood; reckoning that out of three good results we shall by all means not fail of one at least: for either to those already preoccupied we shall give our refutation as a remedy against the evil; or to those who are sound we shall furnish a moderate safeguard; or at all events we ourselves shall obtain the rewards given for choosing what is best for our brethren. Now the first who dared to state openly and to teach that the only-begotten Son is unlike in substance to God the Father, so far at least as we know, is Aetius the Syrian—reared from the beginning in what sort of pursuits he went on to insinuate himself ruinously into the Churches of God, I shall not say, lest by leaving off refutations I should seem to rail; whereas the one who took over his impiety and brought it to completion is this Eunomius the Galatian, who, winning notoriety for himself out of the most shameful things (For their glory, he says, is in their shame), setting the ambition of writing what no
Notes, col. 500

On the reading

Printed αἰσγίστων, for αἰσχίστων.

Printed αισχύνη, for αἰσχύνῃ.

PG 29:501Read from the page
λος τετόλμηκε πώποτε φιλοτιμίαν τῶν ἀποκειμένων τοῖς εὐσεβέσιν ἀγαθῶν προτιμήσας, ὑπ' ὀδόντα τέως λαλουμένην τὴν βλασφημίαν ἐπήρθη δημοσιεῦσαι τῷ λαμπρῷ τούτῳ συντάγματι, ἀρχηγὸς καὶ πρωτοστάτης ὅλης αἱρέσεως ἀναῤῥηθῆναι φιλοτιμούμενος. Ὅνπερ οὖν καὶ εὐθύνειν πρόκειται ἡμῖν ἐν τῷ παρόντι. Ἑνὸς δὲ κακοῦ ἐν ἀμφοτέροις ὑπάρχοντος, δῆλον, ὡς ἐν τῷ μαθητῇ τῷ κατηρτισμένῳ καὶ ὁ διδάσκαλος συναπελεγχθήσεται, ὁ τὰ σπέρματα τῆς ἀσεβείας καταβαλόμενος· εἴπερ δὴ ὑπάρξειεν ἡμῖν διὰ τῶν προσευχῶν ὑμῶν τοσαύτην λαβεῖν τοῦ λόγου δύναμιν, ὥστε κατὰ τὸν ζηλωτὴν Φινεὲς τῇ μιᾷ πληγῇ τοῦ ἐλέγχου ἀμφοτέρων ὁμοῦ καθικέσθαι τῶν κατὰ τὴν εὐσέβειαν συμπεπλεγμένων ἀλλήλοις. Πολλὰ τοίνυν ἔχων αὐτὸν ἐν τούτῳ δεικνύναι τῷ λόγῳ ψεύστην, ἀμαθῆ, ὑβριστὴν, εἴρωνα, βλάσφημον, τῶν μὲν ἄλλων τὴν μνήμην ἐν παρέργῳ θήσομαι, τὴν δὲ βλασφημίαν, ἣν εἰς τὸ ὕψος τῆς δόξης τοῦ Μονογενοῦς ἐλάλησε, τῶν ἐκ τῆς τέχνης προκαλυμμάτων ἀπογυμνώσας, ἐμφανῆ πᾶσι καταστῆσαι πειράσομαι.
other man has ever dared above the good things laid up for the godly, was lifted up to publish in this splendid treatise the blasphemy hitherto muttered under the teeth, ambitious to be proclaimed leader and chief of an entire heresy. Him, therefore, it is our present task to call to account. And since one and the same evil exists in both men, it is plain that in the fully trained disciple the teacher also will be refuted along with him, he who sowed the seeds of impiety—if indeed it should be granted us through your prayers to receive such power of speech that, after the example of the zealous Phinees, with the single stroke of refutation we may strike both men together who are intertwined with one another against godliness. Having, then, many grounds in this treatise on which to show him a liar, ignorant, insolent, a dissembler, and blasphemous, I shall treat the mention of the rest in passing; whereas the blasphemy which he spoke against the height of the glory of the Only-Begotten, once I have stripped it bare of the coverings of his artifice, I shall endeavour to make manifest to all.
2. Ἤδη δὲ βαδιοῦμαι πρὸς τοὺς ἐλέγχους, ἐξ αὐτῆς τῆς ἐπιγραφῆς τὴν ἀρχὴν ποιησάμενος. Πρῶτον μὲν γὰρ αὐτῷ πάντων κακούργημα τὸ σχῆμα τοῦτο τῶν λόγων ἐπινενόηται, ἐν ἀπολογίας εἴδει τὴν διδασκαλίαν συνθέντι, ἵνα μὴ δόξῃ προηγουμένως ποιεῖσθαι τῶν δογμάτων τῆς ἀσεβείας τὴν ἔκθεσιν, ἀλλ' ἐξ ἀνάγκης ἐπὶ τοὺς λόγους τούτους ἐληλυθέναι. Ἐβούλετο μὲν γὰρ ἐκ παντὸς τρόπου τὸ πονηρὸν τοῦτο καὶ ἄθεον περιαγγεῖλαι κήρυγμα, καὶ εἰς μέσον ἐνεγκεῖν ἣν πάλαι συνέλαβε καὶ ὤδινε βλασφημίαν· ἑώρα δὲ, ὅτι τὸ μὲν ἐκ τοῦ προφανοῦς ἐν διδασκάλου τάξει προκαθεσθῆναι, πρὸς τῷ λίαν φορτικῷ καὶ προσάντει τοῖς ἀκούουσιν, ἔτι καὶ ἀπίθανον ἑαυτὸν καὶ ὕποπτον τοῖς πολλοῖς καταστήσει, ὡς δόξης ἐπιθυμίᾳ ἐπὶ τὸ νεωτερίζειν ἐληλυθότα· εἰ δὲ ἐν ἀπολογίας πλάσματι τοὺς λόγους ποιοῖτο, τῆς τε καινοτομίας τὸ ὕποπτον διαφεύξεσθαι, καὶ μᾶλλόν τι τούτῳ προσάξεσθαι τοὺς ἀκούοντας, φύσει πάντων ἀνθρώπων ταῖς εὐνοίαις ειωθότων τοῖς ἐλαττουμένοις πρόστίθεσθαι. Διὰ τοῦτο κατηγόρους αἰτιᾶται καὶ συκοφάντας, κἀκείνοις τοῦ λόγου τὴν αἰτίαν προσάπτει. Ὥστε δὲ πᾶσιν αὐτοῦ γενέσθαι τὴν τέχνην καταφανῆ, οὐδὲν χεῖρον αὐτῆς ἀκοῦσαι τοῦ προοιμίου τῆς λέξεως. Ἔχει δὲ οὕτως.
2. And now I shall proceed to the refutations, making my beginning from the very title itself. For first of all his knaveries this form of discourse has been devised by him, composing his teaching in the guise of an apology, so that he might not seem to be making an exposition of the doctrines of impiety by primary intention, but to have come to these arguments out of necessity. For he wished by every means to proclaim abroad this wicked and godless preaching, and to bring out into the open the blasphemy which long ago he had conceived and been in travail with; yet he saw that to sit openly in the rank of a teacher, besides being exceedingly offensive and grating to his hearers, would furthermore render him unpersuasive and suspect to the multitude, as one who had come to innovate out of a desire for glory; whereas if he should frame his arguments in the fiction of an apology, he would both escape the suspicion of innovation and win over his hearers somewhat more by this means, since all human beings are by nature accustomed in their sympathies to side with the disadvantaged. On this account he blames accusers and sycophants, and fastens upon them the cause of his treatise. And so that his artifice may become plain to all, it will be nothing amiss to hear the preamble itself of his text. It runs thus.
Notes, col. 501

On the reading

Printed ειωθότων, for εἰωθότων.

Printed πρόστίθεσθαι, for προστίθεσθαι.

PG 29:504Read from the page
ΕΥΝΟΜΙΟΣ. Τὸ μὲν οὖν συκοφαντεῖν καὶ διαβάλλειν τινὰς ἐξ ἀκολάστου γλώττης καὶ γνώμης ἀγνώμονος, μοχθηρῶν καὶ φιλαπεχθημόνων ἔργον εἰδότες· τὸ δὲ τοὺς ἐκ διαβολῆς εἶναι δόξαντας πονηροὺς πάσῃ προθυμίᾳ πειρᾶσθαι τὸ ψεῦδος τοῖς ἐλέγχοις ἀποτρέπειν ἀνδρῶν σωφρόνων καὶ μετὰ τῆς ἰδίας εὐβουλίας τὴν τῶν πολλῶν ἀσφάλειαν περὶ πολλοῦ ποιουμένων.
Eunomius. Knowing, therefore, that to play the sycophant and slander certain persons out of an unbridled tongue and an ungracious mind is the work of wicked and quarrelsome men, whereas for those who as a result of slander have seemed to be wicked to endeavour with all eagerness to ward off falsehood by refutations is the part of prudent men who, along with their own good counsel, set great store by the safety of the many.
ΒΑΣΙΛΙΟΣ. Τὸ μὲν οὖν σχῆμα τοῦ λόγου τοιοῦτον, οἷον ἂν γένοιτο τοῦ μηδὲν ἁπλῶς μηδὲ ἀδόλως ποιοῦντος. Τό τε γὰρ περὶ τὴν καινοτομίαν ὕποπτον τῷ τῆς ἀπολογίας προκαλύμματι συσκιάζει, καὶ εὔνοιαν θηρᾶται παρὰ τῶν ἀκουόντων, ὡς τῇ ἀνάγκῃ τῆς διαβολῆς ἐπὶ τοὺς λόγους τούτους ἐλθών. Ἐλέγχεται δὲ αὐτοῦ ἡ περὶ τὴν ἀπολογίαν σκηνὴ, ὅτι τοῦ ἐγκλήματος, ἐφ' ᾧ διαγωνίζεσθαι προσποιεῖται, κατήγορον εἰπεῖν οὐκ ἔχων, ἀπρόσωπον τὸ τῆς ἀπολογίας ὑπεισέρχεται δρᾶμα· οὐ διὰ μακροθυμίαν ὀνομαστὶ μνησθῆναι τῶν λελυπηκότων ἀπεχόμενος (πῶς γὰρ, ὅς γε τοσαύταις λοιδορίαις πλύνει τοὺς ἀντιλέγοντας), ἀλλὰ τοῦ ψεύδους τὸ περιφανὲς ὑφορώμενος, ἐπιφημίζειν ἑαυτῷ ὡρισμένα πρόσωπα κατηγόρων αισχύνεται. Ει γὰρ εἶχεν ὀνομάσαι τινὰς, εἶπεν ἂν πάντως καὶ διεβόησεν· ει καὶ μὴ τὴν ἑαυτοῦ ὀργὴν ἐκπληρῶν, ἀλλὰ τήν γε τῶν πολλῶν ἀσφάλειαν διοικούμενος· ὧν δὴ καὶ μάλιστα προνοεῖν ἐπαγγέλλεται. Λανθάνουσα γὰρ πονηρία τῆς προκεκηρυγμένης βλαβερωτέρα. Ὥστε, εἴπερ ἔγνωμεν τοὺς συκοφάντας, ῥᾷον ἂν διεφύγομεν τὰς ἀκολάστους γλώσσας αὐτῶν καὶ τὰς ἀγνώμονας γνώμας· αὐτοῖς γὰρ χρήσομαι τοῦ σοφωτάτου τοῖς ῥήμασιν. Ἀλλ' ἐπειδὴ τότε, δι' ἣν δήποτε αἰτίαν, ἀπεσιώπησε, νῦν ἐρωτάσθω, νῦν ἀποκρινέσθω· τίνες οἱ κατήγοροι οἱ, τῷ προλαβεῖν ταῖς διαβολαῖς, ἀναγκαίαν αὐτῷ τὴν ἀπολογίαν κατασκευάζοντες; ἐκ ποίας οἰκουμένης ἐλθόντες; τίνες οἱ δικασταὶ, ἐφ' ὧν διατίθεται τὸν ἀγῶνα; ἐν ποίῳ δικαστηρίῳ τὴν γραφὴν ταύτην ὑπεισῆλθε; ποῦ γῆς ἢ θαλάττης συγκροτηθέντι; Τί γὰρ ἂν καὶ εἴποιεν; Ἐν Σελευκείᾳ; Ἀλλὰ σιωπήσαντες ἑάλωσαν, οἵ γε, προκαλουμένων πολλάκις τῶν συνελθόντων εἰς τὰς ὑπὲρ τῶν ἐπιφερομένων εὐθύνας, οὐκ ἀπήντησαν· ἐφ' οἷς δὴ καὶ κατεκρίθησαν τηνικαῦτα. Κοινὸς γάρ μοι ὁ λόγος πρὸς ἅπαν ὁμοῦ τὸ σύνταγμα, τὸ διὰ τὴν κοινωνίαν τῆς ἀσεβείας, ὥσπερ τι μέλος νενο-
Basil. Now the form of his discourse is of such a kind as would belong to a man who does nothing simply or without guile. For he both overshadows what is suspicious concerning his innovation with the screen of a defence, and hunts for goodwill from his hearers, as though he had come to these arguments through the compulsion of slander. Yet his stage-play concerning the defence is exposed, because, having no accuser to name for the charge over which he pretends to contend, he enters upon the drama of his defence without characters; not out of forbearance abstaining from mentioning by name those who have grieved him (for how could he, seeing that he drenches his opponents with so many revilings?), but eyeing with suspicion the manifestness of his falsehood, he is ashamed to assign definite persons of accusers to himself. For if he had been able to name certain men, he would by all means have spoken and proclaimed them aloud, even if not fulfilling his own anger, yet at least managing the safety of the many, for whom indeed above all he professes to take forethought. For hidden wickedness is more harmful than that which has been openly proclaimed. Consequently, if indeed we had known the sycophants, we should more easily have escaped their unbridled tongues and ungracious minds; for I shall use the very words of this most wise man. Yet since at that time, for whatever cause, he kept silent, let him now be asked, let him now answer: who are the accusers who, by anticipating him with slanders, render this defence necessary for him? From what inhabited world did they come? Who are the judges before whom he stages the contest? In what court of justice did he undergo this indictment, convened where on land or sea? For what indeed could they even say? In Seleucia? Nay, by keeping silent they were convicted, seeing that, although those who had assembled summoned them many times to render accounts regarding the charges brought against them, they did not appear; on which grounds indeed they were also condemned at that time. For my argument applies in common to the entire faction together, which through fellowship in impiety, just like some member grown
Notes, col. 504

On the reading

Printed αισχύνεται, for αἰσχύνεται.

Printed Ει, for Εἰ.

Printed ει, for εἰ.

PG 29:505Read from the page
σηκὸς τοῦ ὑγιαίνοντος σώματος τῆς Ἐκκλησίας ἀποῤῥαγέν. Ἀλλ' ἐν Κωνσταντινουπόλει; Ἀλλ' οὐδὲν ἐκεῖ ἀπολογίας ἔδει καὶ λόγων. Τοὺς γὰρ ἐκ τῆς βασιλικῆς αὐλῆς, καὶ τῶν λοιπῶν τοὺς τὰ μέγιστα δυναμένους ἑαυτῶν ποιησάμενοι, ἐκ πολλοῦ τοῦ περιόντος τοῖς πράγμασι προσεφέροντο· αὐτοὶ καὶ κατήγοροι, καὶ δικασταὶ, καὶ δήμιοι, καὶ πάντα ὄντες ὅσα ἐβούλοντο, ὅτε, τῶν ἐπισκόπων τοὺς μὲν ἐκβάλλοντες, τοὺς δὲ ἐγκαθιστῶντες, τοῖς δὲ τὸν περὶ τοῦ ζῇν ἐπικρεμῶντες κίνδυνον, αὐτοὶ τὰς πόλεις ἐν ἀλλήλοις κατ' ἐξουσίαν πολλὴν διελάγχανον· καὶ ὁ μέν τις τῶν ἐν Συρίᾳ πόλεων ἐκπεσών, τὴν Κωνσταντινούπολιν, ὡς ἐπὶ τυραννίδα, κατέλαβεν· αὐτὸς δὲ οὗτος ὁ ἄμαχος καὶ δεινὸς λογογράφος ἆθλον τῆς ἀσεβείας τὴν Κύζικον ἀπηνέγκατο· Θεοσεβίῳ δὲ μετὰ τοὺς ἐπὶ ταῖς ἀῤῥήτοις βλασφημίαις ἐλέγχους ἡ Ἐκκλησία Σάρδεων προεπόθη. Καὶ σιωπῶ Βιθυνοὺς, καὶ Παφλαγόνας, καὶ Κίλικας, καὶ πάντας ὅσους ἐν κύκλῳ φερόμενον τὸ κακὸν ἐπενείματο. Ποίας οὖν ἀπολογίας ἔτι καιρὸς ἦν τότε; Ἀλλ', οἶμαι, οὐδὲ βουλομένῳ δυνατὸν ψεύσασθαι. Ὥστε παντὸς ἀληθέστερον, ὅτι τὸ σχῆμα τοῦ λόγου μηχάνημα αὐτῷ πρὸς τὴν ἀπάτην ἐστίν. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ὁ δὲ, μικρὸν προελθών, σκέψασθε οἷα γράφει. Οὐδὲ γὰρ ἄχρηστον ἴσως πρὸ τῶν ἐλέγχων τῆς ἀσεβείας ὀλίγα τοῦ περὶ αὐτὸν τύφου παραδηλῶσαι.
sick, has been torn away from the healthy body of the Church. Was it, then, in Constantinople? Nay, there they had no need at all of a defence and speeches. For having won over to themselves the men of the imperial court, and of the rest those who held the greatest power, they dealt with affairs out of overwhelming superiority: being themselves at once accusers, and judges, and executioners, and everything that they wished, when, casting out some of the bishops, installing others, and hanging over others peril to life, they themselves parcelled out the cities among one another with great authority; and a certain man, after being driven out from the cities in Syria, seized Constantinople as though for a tyranny; while this invincible and formidable speech-writer himself carried off Cyzicus as a prize of impiety; and to Theosebius, after the refutations over his unspeakable blasphemies, the Church of Sardis was pledged over the cup. And I pass over in silence Bithynians, and Paphlagonians, and Cilicians, and all those whom the evil, sweeping round in a circle, devoured. For what sort of defence, then, was there still occasion at that time? Nay, I think, not even if he wished was it possible to lie. Consequently it is truer than anything that the form of his discourse is a contrivance of his towards deceit. So much, then, for these matters. Now when he has advanced a little, consider what sort of things he writes. For perhaps it is not useless, before the refutations of his impiety, to indicate briefly a few instances of the arrogance that surrounds him.
3. ΕΥΝ. Αιτοῦμαι δὲ πρὸ πάντων ὑμᾶς, τούς τε νῦν ἀκουσομένους καὶ τοὺς εἰς ὕστερον ἐντευξομένους, μὴ τῷ πλήθει διακρίνειν ἐθέλειν τῆς ἀληθείας τὸ ψεῦδος, τῇ πλείονι μοίρᾳ τὸ κρεῖττον συνάπτον-
3. Eun. Above all, however, I ask you, both those who are about to hear now and those who will read hereafter, not to wish to distinguish falsehood from truth by multitude, attaching superiority to the greater portion
Notes, col. 505

On the reading

Printed Αιτοῦμαι, for Αἰτοῦμαι.

PG 29:508Read from the page
τας· μήτε μὴν ἀξιώμασι προσέχοντας ἀμαυροῦσθαι τὴν διάνοιαν, ἢ τῇ τάξει τῶν προλαβόντων τὸ πλέον νέμοντας, ἀποφράττειν τὰς ἀκοὰς τοῖς ὑστέροις.
of them; nor indeed, by paying heed to dignities, to let your understanding be darkened, or, by assigning the advantage to the rank of those who went before, to stop your ears to those who come later.
ΒΑΣ. Τί λέγεις; Μὴ νείμωμεν τὸ πλέον τοῖς προλαβοῦσι; μὴ αἰδεσθῶμεν τὸ πλῆθος τῶν τε νῦν ὄντων Χριστιανῶν, καὶ τῶν ὅσοι γεγόνασιν ἀφ' οὗ κατηγγέλη τὸ Εὐαγγέλιον; μὴ λογισώμεθα τὸ ἀξίωμα τῶν ἐν παντοίοις χαρίσμασι διαφανέντων πνευματικοῖς, οἷς ἅπασιν ἐχθρὰν καὶ πολεμίαν τὴν πονηρὰν ὁδὸν ταύτην τῆς ἀσεβείας ἐκαινοτόμησας; ἀλλὰ μύσαντες ἁπαξαπλῶς τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς, καὶ παντὸς ἁγίου μνήμην τῆς διανοίας ὑπερορίσαντες, σχολάζουσαν καὶ σεσαρωμένην τὴν ἑαυτοῦ καρδίαν ἕκαστος ταῖς παραγωγαῖς σου καὶ τοῖς σοφίσμασι φέροντες ὑποθῶμεν; Μεγάλης μέντ' ἂν εἴης τῆς δυναστείας ἐπειλημμένος, εἴπερ ὧν ταῖς ποικίλαις ἑαυτοῦ μεθοδείαις ὁ διάβολος οὐκ ἐπέτυχε, τούτων σοι τυχεῖν ἐξ ἐπιτάγματος περιέσται· ἐάν περ, πεισθέντες σοι, τὴν ἐν παντὶ τῷ παρελθόντι χρόνῳ ὑπὸ τοσούτων ἁγίων κεκρατηκυῖαν παράδοσιν ἀτιμοτέραν κρίνωμεν τῆς δυσσεβοῦς ὑμῶν ἐπινοίας. Τῷ δὲ οὐκ ἐξαρκεῖ μόνον τῶν νῦν ἀκουόντων τοὺς λογισμοὺς ὑφελέσθαι, ἀλλ' ἀξιοῖ καὶ τοὺς ὕστερόν ποτε συνεσομένους τῷ λόγῳ τὴν αὐτὴν ἔχειν γνώμην. Ὢ τῆς ἀλαζονείας! τὸ καὶ εἰς ὕστερον οἴεσθαι αὐτῷ διαρκέσειν τὸν λόγον, καὶ ἀθάνατον εἰς τὸν ἐπιόντα χρόνον τὴν μνήμην αὐτοῦ φυλαχθήσεσθαι. Καὶ ταῦτα νῦν ἀπαυθαδιάζεται ὁ μετ' ὀλίγα πρὸς τοὺς ἀκροωμένους διαθρυπτόμενος ὡς τύφου παντὸς ἀμελῶν, οὑτωσὶ λέγων τοῖς ἐν τῷ δράματι δικασταῖς.
Bas. What are you saying? Shall we not assign the advantage to those who went before? Shall we not reverence the multitude both of the Christians who now exist and of all who have come into being since the Gospel was proclaimed? Shall we take no account of the dignity of those who shone forth in manifold spiritual gifts, to all of whom you have newly forged this wicked path of impiety as hostile and opposed; but having shut once for all the eyes of the soul, and having banished the memory of every saint from our understanding, shall each of us bring our own heart, unoccupied and swept clean, and subject it to your misdirections and sophisms? Great indeed would be the dominion you had laid hold of, if indeed what the devil did not attain by his own varied wiles, it shall fall to you to attain by command: if indeed, persuaded by you, we judge the tradition that has prevailed throughout all past time under so many saints to be of less honour than your impious invention. Yet for him it does not suffice merely to filch away the reasonings of those now hearing, but he demands that those also who at some later time will converse with his treatise should hold the same opinion. Oh, the boastfulness! to suppose that his treatise will endure for him hereafter as well, and that his memory will be preserved immortal for time to come. And thus brazenly does he now speak who a little later puts on airs before his hearers as disregarding all arrogance, speaking after this fashion to the judges in his drama.
ΕΥΝ. Πρὸς δὲ τούτοις μηδὲ ἡμῖν χαλεπαίνειν, ει, τύφου μὲν ἀμελήσαντες καὶ φόβου, τῆς δὲ παραυτίκα χάριτος καὶ ἀσφαλείας τὴν ὑπὲρ τῶν μελλόντων ἄδειαν προτιμήσαντες, καὶ πάσης ἐπιγείου κακοπαθείας θανάτου τε προσκαίρου φοβερωτέραν τὴν κατὰ τῶν ἀσεβῶν ὡρισμένην ἀπειλὴν εἶναι κρίναντες, παντὸς ἐπικαλύμματος γυμνὴν ἐκτιθέμεθα τὴν ἀλήθειαν.
Eun. And besides these things, not even to be angry with us if, having disregarded arrogance and fear, and having preferred security concerning things to come above immediate favour and safety, and having judged the threat appointed against the impious to be more fearful than every earthly hardship and temporal death, we set forth the truth bare of every covering.
ΒΑΣ. Ποίας ἀλαζονείας, ὑπερβολὴν ὁ κόμπος οὗτος τῶν λόγων οὐχ ὑπεραίρει; Καὶ πρόσεστι τῇ εἰρωνείᾳ καὶ ὕβρις κατὰ τῶν δικαζόντων· εἴπερ τῷ πρὸς τὰ καλὰ δυσχερῶς ἔχειν μόλις κατέχονται χαλεπαίνοντες ἀμελοῦντι μὲν αὐθαδείας καὶ τύφου, τῆς δὲ ἐν τῷ παρόντι ἀσφαλείας τὴν ὑπὲρ τῶν μελλόντων ἄδειαν πρυτιμῶντι, καὶ τοῦ προσκαίρου θανάτου φοβερωτέραν κρίνοντι τὴν εἰς ὕστερον κόλασιν. Τοῦτο δέ ἐστι τί; Μὴ χαλεπαίνετέ μοι, ὦ
Bas. What excess of boastfulness does this bombast of words not surpass? And added to the irony there is also insolence against those judging: if indeed, through being ill-disposed towards noble things, they scarcely restrain themselves from growing angry with a man who disregards self-will and arrogance, and prefers security concerning things to come above safety in the present, and judges punishment hereafter to be more fearful than temporal death. And what is this? Do not be angry with me, O
Notes, col. 508

On the reading

Printed ει, for εἰ.

Printed πρυτιμῶντι, for προτιμῶντι.

PG 29:509Read from the page
ἄνδρες, πρὸς αὐτὸ τὸ ἀκρότατον τῆς ἀρετῆς ἀνελθόντι, καὶ ὑπερβάντι μὲν τὰ γήϊνα, πᾶσαν δὲ τὴν πολιτείαν εἰς οὐρανὸν μεταθέντι. Καινὸς οὗτος ἀλαζονείας τρόπος. Δι' ὧν γὰρ ἀμελεῖν προσποιεῖται τοῦ τύφου, πρὸς τὴν ἐσχάτην φυσίωσιν ἑαυτὸν ὑπεραίρει. Ει γὰρ ἐφ' οἷς ἐνδείκνυται συγγνώμης ἀξίως πράσσειν, τῆς εὐαγγελικῆς πολιτείας ἐστὶ τὰ κεφάλαια, εικάζειν ἀφίησιν ὁποῖόν τινα αὐτὸν ἐν τοῖς κατωρθωμένοις ἡγεῖσθαι προσῆκε. Ταῦτα μὲν οὖν ὡσανεὶ χαρακτῆρα τῆς ὅλης αὐτῆς προαιρέσεως ἔχοντα, πολλῶν ἀποσιωπηθέντων, ἱκανῶς εἴρηται, ἵνα δι' ὧν μὲν ἐψεύσατο, τὸν πατέρα τοῦ ψεύδους ἐν αὐτῷ λαλοῦντα γνωρίσωμεν· ἐκ δὲ τῶν ἀλαζονευμάτων τίνι συγκατακέκριται διδαχθῶμεν, σαφῶς τοῦ Ἀποστόλου λέγοντος τὸν τυφωθέντα εἰς κρὶμα
men, who have ascended to the very summit of virtue, and have transcended earthly things, and transferred my whole citizenship to heaven. Novel is this manner of boastfulness. For by the very things through which he pretends to disregard arrogance, he exalts himself to the utmost inflation. For if the things wherein he makes a display of acting worthily of pardon are the chief points of the evangelical way of life, he leaves us to conjecture what sort of man one ought to account him in his right achievements. These things, then, as bearing a stamp, so to speak, of the whole purpose itself, while many matters have been passed over in silence, have been sufficiently stated, in order that through the things wherein he lied we may recognize the father of falsehood speaking in him, and from his boastings we may be taught with whom he stands condemned together, since the Apostle clearly says that one puffed up with pride, into judgement
4. Πίστιν ἐκτίθεται πρῶτον ἐξ ἁπλῶν καὶ ἀδιορίστων λέξεων συγκειμένην, ᾗ ἐχρήσαντο καί τινες τῶν Πατέρων, οὐχὶ πρὸς ζητήσεις ὑποκειμένας ἀποτεινόμενοι, ἀλλ' ἁπλῶς οὕτως ἐφ' ἑαυτῶν ἐν ἁπλότητι καρδίας διαλεγόμενοι. Εἴ τε καὶ Ἄρειος, ὥς φασι, σοφιζόμενος τὸν Ἀλέξανδρον, ταύτην αὐτῷ προετείνατο (καὶ γὰρ τοῦτο λέγουσιν), ἀλλ' ὁμοῦ μὲν ταύτην ὡς ὁμολογοῦσαν τῇ ἑαυτοῦ γνώμῃ προΐσχεται διὰ δύο προφάσεις· μίαν μὲν, ὥστε τὴν τῆς καινοτομίας ὑπόνοιαν ἐκφυγεῖν, ἐν τῷ τὴν τῶν Πατέρων πίστιν ὡς ὀρθῶς ἔχουσαν ἀποδέχεσθαι· ἑτέραν δὲ, τοῦ πάντας ἀπροοράτως ταῖς πάγαις αὐτοῦ τῶν σοφισμάτων περιπεσεῖν τῇ ἁπλότητι τῶν ῥημάτων τούτων καταπιστεύσαντας. Ὁμοῦ δὲ κἀκεῖνο συνεῖδεν, ὅτι καὶ τὴν ἑαυτοῦ γνώμην εὐπροσώπως αὐτῷ παρεισαγαγεῖν ὑπάρξει, ἐξηγουμένῳ δῆθεν τὰ τῶν Πατέρων, καὶ μάλιστα μὲν λήσασθαι ἀσεβῶν· ει δ' ἄρα καὶ φωραθείη, ἀναίτιος εἶναι δόξειν, ὡς οὐδὲν οἴκοθεν οὐδὲ παρ' ἑαυτοῦ τι λέγων, ἀλλ' ἀλλοτρίας γενόμενος διανοίας ἐξηγητής. Ἐν ᾧ δὴ καὶ γελοιότατόν τι παθὼν οὐκ ἐπῄσθετο. Ἐπαινέσας γὰρ αὐτὴν πολλὰ καὶ μεγάλα, μικρὸν ὑποβὰς, τοῖς αἰσχίστοις πάλιν ὀνείδεσι περιβάλλει. Ἀλλ' ἵνα σαφέστερον ὃ λέγω γένηται, κατὰ μέρη τὸν λόγον διελόμενος ἐξετάσω. Καὶ πρῶτόν γε τὴν πίστιν ἣν προτείνεται καταμάθωμεν, αὐτὰς τὰς ἐκείνου φωνὰς παραθέμενοι.
4. He sets forth first a creed composed of simple and indefinite expressions, which certain of the Fathers also used, not directing themselves towards underlying questions, but conversing simply thus by themselves in simplicity of heart. And even if Arius too, as they say, seeking to outwit Alexander, held this forth to him (for indeed they say this), nevertheless at the same time he puts this forward as agreeing with his own opinion on two pretexts: one, so as to escape the suspicion of innovation by accepting the faith of the Fathers as rightly framed; and the other, in order that all, having put their trust in the simplicity of these words, might fall unforeseeingly into the snares of his sophisms. And at the same time he perceived that thing also, that it would be possible for him plausibly to insinuate his own opinion as well while ostensibly expounding the words of the Fathers, and above all to escape notice in being impious; or if after all he should even be detected, to seem to be blameless, as saying nothing from his own store nor anything from himself, but having become an expounder of another's meaning. Wherein indeed he did not perceive that he suffered something most ridiculous. For having praised it greatly and at length, descending a little further, he again surrounds it with the most shameful reproaches. Yet in order that what I say may become clearer, dividing his discourse into parts I shall examine it. And first at least let us observe closely the faith which he puts forward, setting down those very words of his.
ΕΥΝ. Τὴν δὲ κρατοῦσαν, φησὶν, ἄνωθεν παρὰ τῶν Πατέρων εὐσεβῆ παράδοσιν, ὥσπερ τινὰ γνώμονα καὶ κανόνα προεκθέμενοι, ἀκριβεῖ τούτῳ χρησώμεθα κριτηρίῳ πρὸς τὴν τῶν λὲγομένων ἐπίκρισιν.
Eun. Setting forth beforehand, he says, the pious tradition that has prevailed from of old from the Fathers, just like a kind of square and rule, let us use this exact criterion towards the adjudication of the things said.
Notes, col. 509

On the reading

Printed Ει, for Εἰ.

Printed εικάζειν, for εἰκάζειν.

Printed αὐτῆς, for αὐτοῦ.

Printed κρὶμα, for κρῖμα.

Printed ει, for εἰ.

Printed λὲγομένων, for λεγομένων.