PG 27:512Read from the pageμεταξὺ Βαβυλῶνος καὶ Ἱερουσαλήμ. Ὅς, καὶ μέσος τῶν ὀρέων ἀποληφθείς, εὔχεται αὐτῷ βοήθειαν γενέσθαι· οὗ καὶ ἐπακούσας, τὸ Πνεῦμα τὸ προφητικὸν ἀπεφθέγγετο· Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου.
between Babylon and Jerusalem. Who, being intercepted in the midst of the mountains, prays that help may be granted to him; and having hearkened to him, the prophetic Spirit declared: The Lord shall keep thy coming in and thy going out.
Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη. Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Τοῦ Θεοῦ δεικνύντος τὸ δυνατὸν, Τοῦ ποιήσαντος, φησὶ, τὸν οὐρανὸν καὶ τὴν γῆν.
I have lifted up mine eyes to the mountains. My help is from the Lord, Who made heaven and earth. Showing the power of God, He says: Who made heaven and earth.
Μὴ δῴη εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε. Ταύτην ἔχε τὴν ἐλπίδα, καὶ σώζῃ. Τὸ δὲ, οὐ νυστάξει, οὐ τὸ ἐπίπονον ἀπὸ τῶν φυλαττόντων τὰς στρατιὰς καὶ πόλεις καὶ ποίμνια, ἀλλὰ τὸ ἀπαθὲς τὸ θεῖον δηλοῖ τὸ, οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων Ἰσραήλ. Δοκεῖ δὲ νυστάζειν, ἐπειδὰν τοῖς ἀστάτοις τοῦ βίου σαλευόμεθα πράγμασι, ταῖς καθ' ἡμῶν ἐπιβουλαῖς.
May He not suffer thy foot to be moved, neither let Him that keepeth thee slumber. Hold fast this hope, and thou shalt be saved. And the phrase, He shall not slumber, does not signify the toil of those who guard armies and cities and flocks, but the phrase, He that keepeth Israel shall neither slumber nor sleep, declares the impassibility of the divine nature. Yet He seems to slumber whenever we are tossed about by the unstable affairs of life, by the plots against us.
Κύριος φυλάξει σε, Κύριος σκέπη σοι, ἐπὶ χεῖρα δεξιάν σου. Τοῦτο καὶ ἐν τῷ ιεʹ ἔφη ψαλμῷ· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Καὶ ἐνταῦθα πάλιν φησὶν, ὅτι Παρὰ τὴν δεξιάν σου χεῖρα γενόμενος, καὶ σκεπάσει, καὶ φρουρήσει, καὶ πάσης ἀξιώσει προνοίας.
The Lord shall keep thee, the Lord is thy shelter upon thy right hand. This he also said in the fifteenth Psalm: I foresaw the Lord always before my face, for He is at my right hand, that I may not be moved. And here again he says that, being beside thy right hand, He will both shelter and guard thee, and deem thee worthy of all providence.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΑʹ.
A Song of Ascents. 121.
Ἡ τρίτη ᾠδὴ τοὺς ἔτι ὁδοιποροῦντας εὐαγγελίζεται, τὴν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἄφιξιν. Διὸ καὶ ἀναφθέγγεται.
The third song brings good tidings to those who are still journeying on the way, of their arrival at the house of God. Wherefore also it cries aloud.
Ηὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα.
I was glad because of those who said to me: We will go into the house of the Lord.
Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Αὕτη τῶν γεγηρακότων ἡ φωνὴ, τῶν καὶ τὴν αἰχμαλωσίαν ὑπομεινάντων, διηγουμένων, ὡς ἄρα αὐτῶν οἱ πόδες, οἱ νῦν τὴν πορείαν ποιούμενοι, πάλαι ἔστησαν ἐν Ἱερουσαλήμ.
Our feet were standing in thy courts, O Jerusalem. This is the voice of those who have grown old, who also endured the captivity, relating how indeed their feet, which are now making the journey, stood of old in Jerusalem.
Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις. Οὕτω, φησὶν, ἦν πάλαι ὡς πόλις, οὐ διεσπαρμένη ὧδε κἀκεῖσε· ἀλλ' οὕτως ἦν ἡρμοσμένη, ὡς δόξαι ἕνα οἶκον εἶναι τῇ συναφείᾳ καὶ τῇ ἁρμονίᾳ τῶν οἰκοδομημάτων.
Jerusalem, which is being built as a city. Thus, he says, it was of old as a city, not scattered here and there; but it was so fitted together as to seem to be a single house by the connexion and harmony of the buildings.
Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί. Πᾶσαι αἱ φυλαὶ, φησὶν, ἐξ Αἰγύπτου δυνάμει Κυρίου ἐξελθοῦσαι, εἰς αὐτὴν ἔσπευδον τὴν πόλιν μαρτυρῆσαι, ἤτοι εὐχαριστῆσαι τῷ Θεῷ τοῦ Ἰσραήλ. Τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ἐφ' οἷς ἐπλήρωσε τὴν θαυμασίαν ὑπόσχεσιν, θρόνους τε τοῦ οἴκου Δαυῒδ ἱδρυνθῆναί φησιν ἐπ' αὐτῆς· ἐπεὶ καὶ βασιλείαν πάντων ὁ Δαυῒδ προφητεύει· οὐχ ἑνὸς λέγων ἀρχὴν, ἀλλὰ κοινὴν, ὑπὲρ ἀρίστων καὶ θεοσεβεστάτων· δι' ὧν ἡ βασιλεία Δαυῒδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ, τοῖς δώδεκα δεδωκότος ἀποστόλοις, τοῖς ἐπὶ δώδεκα θρόνοις καθεζομένοις κρίνειν τὸν Ἰσραήλ.
For thither the tribes went up. All the tribes, he says, having come forth out of Egypt by the power of the Lord, hastened to that very city to bear witness, that is, to give thanks to the God of Israel. To give thanks to the name of the Lord. Because He fulfilled His marvellous promise, he says also that thrones of the house of David were established upon it; since David also prophesies a kingdom over all: speaking not of the rule of one man, but of a common rule, on behalf of the noblest and most godly men; through whom the kingdom of David is raised up again by the grace of Christ, Who has given to the twelve apostles, sitting upon twelve thrones, to judge Israel.
Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν. Καὶ κατὰ τὴν ἱστορίαν ἐκεῖ τὰ βασίλεια, καὶ τῶν ἱερέων οἱ θρό-
For there sat thrones for judgement. Both according to history the royal palaces were there, and the thrones of the priests,
PG 27:513Read from the pageνοι· ὥσπερ τινὶ διπλῷ στεφάνῳ καὶ διαδήματι καλλωπιζομένης τῆς πόλεως. Νῦν δὲ πάντων ἔκπτωσις, καὶ τῆς παλαιᾶς εὐδαιμονίας ἐλάχιστα λείψανα. Θρόνοι ἐπὶ οἶκον Δαυΐδ. Ἐν ταύτῃ, φησὶ, τῇ πόλει, τουτέστι τῇ Ἱερουσαλὴμ, θρόνοι ἐτέθησαν βασιλικοὶ κρῖμα δίκαιον κρίνοντες· ὧν πρῶτος κατῆρξε Δαυῒδ, ἔπειτα οἱ ἐξ αὐτοῦ κατὰ σάρκα. Διὸ καὶ οἶκον αὐτοῦ ὀνομάζει τοῦ Δαυΐδ.
as though the city were adorned with a kind of double crown and diadem. But now there is a falling away of all things, and the smallest remnants of the ancient prosperity. Thrones over the house of David. In this city, he says, that is, in Jerusalem, royal thrones were set, judging a righteous judgement; of which David was the first to rule, and afterwards those descended from him according to the flesh. Wherefore he also calls it the house of David himself.
Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ. Μαθόντες, ὦ οὗτοι, τίς ποτε ἦν Ἱερουσαλὴμ, εὔχεσθε ὑπὲρ τῆς εἰρήνης αὐτῆς, μηδὲν ἐκζητοῦντες ἕτερον ἢ τὰ πρὸς εἰρήνην αὐτῆς συντελοῦντα.
Pray now for the things that are for the peace of Jerusalem. Having learned, O ye men, what Jerusalem once was, pray for her peace, seeking nothing else than the things that contribute to her peace.
Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν τοῖς πυργοβάρεσί σου. Ἀντὶ τοῦ, ἐν τοῖς βασιλείοις σου. Εὔχομαί σοι, φησὶ, τὰ ἀγαθὰ διὰ τοὺς ἐνοικοῦντας ἐν σοὶ, πλησίον ὄντας καὶ ἀδελφούς. Ταῦτα γὰρ οἱ γεγηρακότες εὔχονται τῇ Ἱερουσαλὴμ, τὸ ἐν τοῖς τείχεσιν αὐτῆς εἶναι εἰρήνην. Δυνάμει γὰρ τὰ τείχη φησίν· ἢ καθ' ἕτερον λόγον τοὺς ἐν αὐτῇ ἁγίους.
Let peace be now in thy strength, and abundance in thy stronghold-towers. That is to say, in thy royal palaces. I pray for good things for thee, he says, on account of those who dwell in thee, who are neighbours and brethren. For the aged men pray these things for Jerusalem, that peace may be within her walls. For by strength he means the walls; or according to another interpretation, the saints who are in her.
Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι. Ἐπεὶ ἐν σοί ἐστιν, ὦ Ἱερουσαλὴμ, ὁ οἶκος τοῦ Θεοῦ ἡμῶν, ἀμειβόμενός σε ἐξεζήτησα ἀγαθά σοι.
For the sake of the house of the Lord our God I have sought good things for thee. Since the house of our God is in thee, O Jerusalem, requiting thee I have sought good things for thee.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΒʹ.
A Song of Ascents. 122.
Ἡ τετάρτη ᾠδὴ εὐχὴν περιέχει τῶν ἐν τῇ ὁδοιπορίᾳ διὰ πολλῶν ἐτῶν τὴν ἐπάνοδον ποιουμένων. Οἳ καὶ, καμόντες κατὰ τὴν ὁδὸν, ἐλέους καὶ οἴκτου δέονται τυχεῖν παρὰ τοῦ Θεοῦ, ὡς ἐξουθενημένοι παρὰ τῶν ἐθνῶν. Διὸ καὶ ἀναφθέγγεται πρὸς αὐτοὺς παραμυθούμενον τὸ Πνεῦμα, καὶ λέγον·, Τοῖς εὐθηνοῦσι τὸ ὄνειδος.
The fourth song contains a prayer of those making the return journey across many years. Who also, having grown weary along the way, beg to obtain mercy and pity from God, as being despised by the nations. Wherefore also the Spirit cries aloud to them in consolation, saying: Contempt to those who are at ease.
Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν. Τῶν μὲν ἐχόντων τὸ πνεῦμα τῆς δουλείας εἰς φόβον ὀφθαλμοὶ εἰς χεῖρας κυρίων τε καὶ κυρίας· τοῦ δὲ τὸ πνεῦμα τῆς υἱοθεσίας ἔχοντος, πρὸς Κύριον τὸν Θεόν.
Unto Thee have I lifted up mine eyes, Who dwellest in heaven. Behold, as the eyes of servants are unto the hands of their masters. The eyes of those who have the spirit of bondage unto fear are towards the hands of their masters and mistress; but of him who has the spirit of adoption, towards the Lord God.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς. Ὁ ἀναδιπλασιασμὸς δηλοῖ τὸ θερμὸν τῆς αἰτήσεως, οὐχ ὡς ἄξιοι τὸν ἔλεον αἰτοῦμεν, ἀλλ' ὡς ἐπονείδιστοι λίαν γενόμενοι.
Have mercy upon us, O Lord, have mercy upon us. The reduplication shows the fervour of the petition; not as being worthy do we ask for mercy, but as having become exceedingly reproached.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΓʹ.
A Song of Ascents. 123.
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν.
If it had not been that the Lord was among us.
Τὴν πέμπτην ᾠδὴν ᾄδοντες οἱ ἐπιβάντες τῆς Ἰουδαίας γῆς, εὐχὰς ἀναπέμπουσιν, ἐφ' οἷς ἐῤῥύσθησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ τῶν μεταξὺ ἐχθρῶν.
Singing the fifth song, those who have set foot upon the land of Judaea offer up prayers because they were delivered from the captivity and the enemies in between.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΔʹ.
A Song of Ascents. 124.
Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών.
Those who trust in the Lord are as Mount Sion.
Τὴν ἕκτην ᾠδὴν ᾄδουσιν ἐπ' αὐτὸ τὸ ποθούμενον ὄρος γενόμενοι. Εἶτα ὁρῶντες τὴν πόλιν ἀτείχιστον, τεῖχος αὐτῇ τὴν τοῦ Κυρίου ἐπικουρίαν εὔχονται γενέσθαι, φησὶ, καὶ μὴν καὶ τῶν ἐχθρῶν θαῤῥοῦσι διαφυγεῖν τὰς ἐπιβουλάς· ἐξ αὐτῆς δὲ τῆς ἐπικου-
They sing the sixth song upon having arrived at the longed-for mountain itself. Then, seeing the city unwalled, they pray that the succour of the Lord may become a wall for her, he says, and indeed they are confident of escaping the plots of their enemies; and from that very suc-
PG 27:516Read from the pageρίας πάλιν τοῦ Θεοῦ, μὴ ἀφιέντος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων καὶ τῶν ἁγίων αὐτοῦ.
cour again of God, Who does not leave the rod of sinners upon the lot of the righteous and of His saints.
Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Ἡ γὰρ ὑπερέχουσα πάντα νοῦν εἰρήνη μόνῳ τῷ νοῦν ἔχοντι δίδοται. Ἀλλὰ καὶ τῶ, πολεμίων ἀπολωλότων, οὗτοι τῆς εἰρήνης ἀπήλαυσαν.
Peace upon Israel. For the peace that surpasses all understanding is given only to him who has understanding. Moreover then, when the enemies had perished, these men enjoyed peace.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΕʹ.
A Song of Ascents. 125.
Τὴν ἑβδόμην ᾄδουσιν ᾠδὴν οἱ τὸ ἀσφαλὲς ἐσχηκότες τῆς λυτρώσεως διὰ τὸ ἐν αὐτῇ γεγενῆσθαι τῇ πόλει. Παρακαλοῦσι δὲ ὑπὲρ τῶν λοιπῶν, τῶν ἔτι ὄντων ἐν τῇ Βαβυλῶνι, ὅπως ἂν καὶ αὐτοὶ λυτρωθῶσιν.
Those who have obtained the security of redemption on account of having come to be in the city itself sing the seventh song. And they entreat on behalf of the rest, who are still in Babylon, that they also may be redeemed.
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. Οἱ ἀπόστολοι ταῦτα προφητεύονται περὶ ἑαυτῶν καὶ τῶν ἐν τοῖς ἔθνεσι. Κατὰ γὰρ τοὺς τοῦ Δαυῒδ χρόνους οὐκ ἦν αἰχμαλωσία. Τάχα οὖν περὶ τῆς νοητῆς ταῦτά φησι. Τὸ γὰρ, ἐροῦσι, προφητικῶς τὸ μέλλον δηλοῦται.
When the Lord turned back the captivity of Sion, we became as those comforted. The apostles prophesy these things concerning themselves and those among the nations. For in the times of David there was no captivity. Perhaps, therefore, he says these things concerning the spiritual captivity. For by the word, they shall say, the future is prophetically indicated.
Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· Ἐμεγάλυνε Κύριος, κ. τ. λ. Τοῦτο δὲ ἡμᾶς πολυθρηνήτους παρὰ πᾶσιν ἀπέφηνεν. Ἅπαντες γὰρ τὴν τοῦ Θεοῦ μεγαλουργίαν θαυμάζουσιν, ὅτι τῆς πικρᾶς ἐκείνης ἡμᾶς δουλείας ἀπήλλαξε· καὶ ἡμεῖς μέντοι βοῶμεν, οὐ γὰρ ἀναισθητοῦμεν, εἰ καὶ μὴ τοὺς λοιποὺς ἀπειλήφαμεν· περὶ ὧν ἱκετεύομεν λέγοντες· Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ νότῳ. Δηλοῦσι τὸ πολὺ πλῆθος ἐναπομεῖναν ἐν Βαβυλῶνι, ὡς καὶ τὴν ἐπιστροφὴν αὐτοῦ, παρεικάζειν αὐτοὺς τῷ ῥεύματι τοῦ Αἰγυπτίου ποταμοῦ. Νότον γὰρ τὴν ἔρημόν φησιν.
Then shall they say among the nations: The Lord hath done great things, and so forth. And this showed us to be much lamented among all. For all marvel at the magnificent work of God, because He delivered us from that bitter bondage; and we ourselves indeed cry out, for we are not insensible, even though we have not yet received back the rest; concerning whom we supplicate, saying: Turn back, O Lord, our captivity, as torrents in the south. They show the great multitude remaining behind in Babylon, so that they compare its return also to the stream of the Egyptian river. For by the south he means the desert.
Οἱ σπείροντες ἐν τοῖς δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον. Τοῖς εὐξαμένοις περὶ τῶν καταλοίπων ἀποκρίνεται τὸ προφητικὸν Πνεῦμα, καί φησιν, ὅτι, Εἰ κλαύσαιεν ὑπὲρ τῶν ἐν Βαβυλῶνι, ἔσται καὶ αὐτοῖς ἡ ἐπιστροφή.
Those who sow in tears shall reap in exultation. Going on their way they went and wept. To those who prayed concerning the remnant the prophetic Spirit answers, and says that if they weep for those in Babylon, there shall be a return for them also.
Ὠδὴ τῶν ἀναβαθμῶν τῷ Σολομῶνι. ΡΚϚʹ.
A Song of Ascents, of Solomon. 126.
Ἡ ὀγδόη ᾄδεται ᾠδὴ, καταβεβλημένων ἤδη τῶν θεμελίων τοῦ ἱεροῦ· ἐλπιζόντων ἀδιάσειστον εἶναι τὸ τείχισμα. Λεληθότως οὖν προφητεύει τὴν ἐσομένην αὐτοῦ πτῶσιν πάλιν ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς. Συνάπτει δὲ καὶ προφητείαν περὶ τῆς Χριστοῦ Ἐκκλησίας· ᾌδεται δὲ προφητικῶς ὑπὸ τοῦ Σολομῶνος· καθάπερ ἀμέλει καὶ Ζαχαρίου εἰσὶ ψαλμοὶ καὶ Ἀγγαίου. Ἡ δὲ ὀγδόη εἰκότως ἀρχὴ τῆς Νέας Διαθήκης.
The eighth song is sung when the foundations of the temple have already been laid, while they hope that the structure will be unshakeable. Secretly, therefore, he prophesies its future fall again under the rule of the Romans. And he joins to it also a prophecy concerning the Church of Christ; and it is sung prophetically by Solomon, just as, to be sure, there are also Psalms of Zechariah and Haggai. And the eighth is fittingly the beginning of the New Testament.
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ὡς μέγα φρονούντων τῶν Ἰουδαίων ἐπὶ τῷ στερεῷ τῆς οἰκοδομῆς, τὰ τοιαῦτά φησιν.
Unless the Lord build the house, those who build have laboured in vain. Since the Jews were thinking highly of themselves over the solidity of the building, he speaks such things.
Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί. Μὴ μέγα φρονεῖτε, φησὶν, ἐπὶ τῷ ἱερῷ, ὡς ἐν αὐτῷ τῆς κληρονομίας
When He shall give sleep to His beloved, behold, the inheritance of the Lord, sons. Do not think highly of yourselves, he says, over the temple, as though the inheritance were in it
PG 27:517Read from the pageὑμῶν διδομένης. Οὐ γάρ ἐστιν αὕτη. Ἀλλ' ὅταν ἀναπαύσῃ τοὺς ἠγαπημένους αὐτοῦ ἐκ τοῦ προτέρου λαοῦ, τουτέστι τοὺς προφήτας· τότε τοῖς ἐκείνου υἱέσι τὴν κληρονομίαν δώσει. Τίνες δ' ἂν εἶεν οὗτοι ἢ οἱ μαθηταί; (Cord.) Ἡ γὰρ θεία ὑπόσχεσις, καὶ ἡ περὶ τοὺς παῖδας εὐλογία, καθάπερ τις μισθὸς τοῖς ἐπ' αὐτὸν ἠλπικόσι δεδώρηται. Ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Ὁ καρπὸς τῆς γαστρὸς εἴη ἂν ἡ σωτηρία τοῦ πνεύματος, κατὰ τό· Ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς. Τούτου τοῦ καρποῦ μισθὸς ὥσπερ καὶ
given to you. For this is not it. But when He gives rest to His beloved from the former people, that is, the prophets, then He will give the inheritance to His sons. And who would these be other than the disciples? (Cord.) For the divine promise, and the blessing concerning the children, has been granted like a reward to those who have hoped in Him. The reward of the fruit of the womb. The fruit of the womb would be the salvation of the spirit, according to the saying: We have been in travail and brought forth a spirit of salvation, which we have wrought upon the earth. Of this fruit, just as both a reward and
ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Ἐκτετιναγμένους τοὺς ἀποῤῥιφέντας φησὶ τοῦ προτέρου λαοῦ· ὧν οἱ υἱοὶ, τουτέστιν οἱ ἀπόστολοι, γεγόνασι βέλη τοῦ δυνατοῦ. Δι' αὐτῶν τὰς ἀντικειμένας δυνάμεις κατετόξευσεν.
As arrows in the hand of a mighty man, so are the sons of those who were shaken out. By those who were shaken out he means those cast away from the former people; whose sons, that is, the apostles, have become arrows of the mighty One. Through them He shot down the opposing powers.
Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν. Ἐξ αὐτῶν μακαρίζει τοὺς ἐκ τῆς διδασκαλίας ὠφεληθησομένους. Οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις. Σαφῶς τὴν παρουσίαν τοῦ κηρύγματος δηλοῖ.
Blessed is the man who shall fulfil his desire out of them. Out of them he pronounces blessed those who shall benefit from their teaching. They shall not be put to shame when they speak to their enemies in the gates. Clearly he indicates the coming of the preaching.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΖʹ.
A Song of Ascents. 127.
Ἡ ἐννάτη ᾠδὴ μακαρίζει τὸν προσελθόντα τῷ φόβῳ τοῦ Θεοῦ. Εἰκότως δὲ μετὰ τὴν ἀνάδειξιν τῶν ἀποστόλων μακαρίζει τοὺς πιστεύσαντας.
The ninth song pronounces blessed him who approaches the fear of God. And fittingly, after the appointment of the apostles, he pronounces blessed those who have believed.
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Blessed are all they that fear the Lord.
Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα. Τῷ φοβουμένῳ τὸν Κύριον δῶρον δίδοται οὐχ ἡ τυχοῦσα γυνὴ, ἀλλ' ἡ καρποῖς ἀγαθοῖς κεκοσμημένη. Γυνὴ γὰρ ἀγαθὴ μερὶς ἀγαθή.
Thy wife shall be as a fruitful vine. To him who fears the Lord there is given as a gift not any ordinary wife, but one adorned with good fruits. For a good wife is a good portion.
Καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Τὰ νοητὰ δηλονότι· Ἃ ὀφθαλμὸς οὐκ οἶδε, καὶ τὰ ἑξῆς.
And mayest thou see the good things of Jerusalem all the days of thy life. The spiritual things, plainly: Which eye hath not known, and so forth.
Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Τὰς ἐπαγγελίας λέγει. Ὥσπερ γὰρ πρῶτοι καρποὶ τῆς θεοφιλοῦς ψυχῆς εἰσι τὰ γεννήματα, οὕτως καὶ δεύτεροι αἱ ἐπαγγελίαι.
And mayest thou see thy children's children; peace upon Israel. He means the promises. For just as the first fruits of the God-loving soul are its offspring, so also the second are the promises.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΗʹ.
A Song of Ascents. 128.
Ἡ δεκάτη ᾠδὴ τοὺς πολλοὺς διωγμοὺς τῷ Χριστοῦ λαῷ ἐκδιδάσκει, καὶ ὥσπερ πάντα ὑπερπηδήσει κρείττων ἀεὶ τῶν ἐπιβουλευόντων γενόμενος. Τοῦτό φησι διὰ τὸ ἀπ' ἀρχῆς τοῦ κηρύγματος γενέσθαι τοὺς διωγμούς.
The tenth song thoroughly teaches the people of Christ the many persecutions, and how it will leap over all things, always proving superior to those who plot against it. He says this because the persecutions arose from the beginning of the preaching.
Πλεονάκις ἐπολέμησάν με· Κύριος δίκαιος συνέτριψεν αὐχένας ἁμαρτωλῶν. Πάντες γὰρ οἱ διώξαντες κακοὶ κακῶς ἀπολοῦνται.
Many a time have they warred against me; the righteous Lord hath shattered the necks of sinners. For all the wicked persecutors shall miserably perish.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΘʹ.
A Song of Ascents. 129.
Ἡ ἑνδεκάτη ᾠδὴ εὐχὴν περιέχει μαρτύρων, καὶ διδασκαλίαν ἐξομολογήσεως τῷ νέῳ λαῷ. Σαφῶς δὲ ἀρετῆς ἱλασμὸν κηρύσσει, ὅς ἐστι Χριστός. Περὶ αὐτοῦ γὰρ εἴρηται· Καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
The eleventh song contains a prayer of martyrs, and a teaching of confession for the new people. And clearly it proclaims the propitiation of virtue, which is Christ. For concerning Him it has been said: And He Himself is the propitiation for our sins.
Ἐκ βαθέων ἐξέκραξά σοι, Κύριε.
Out of the depths have I cried unto Thee, O Lord.
PG 27:520Read from the pageΓενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ὦτα ἐπὶ Θεοῦ, καὶ τὰς ἀγγελικὰς δυνάμεις νοοῦμεν, δι' ὧν αἱ δεήσεις ἡμῶν πρὸς Θεὸν εἰσέρχονται.
Let Thine ears be attentive to the voice of my supplication. By ears in reference to God, we also understand the angelic powers, through whom our supplications enter in unto God.
Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὁ δὲ τοῦ, Κύριε, Κύριε, διπλασιασμὸς θαυμάζοντός ἐστι τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸν ὄγκον, παρ' ἧς καὶ τὸν ἱλασμὸν εἶναί φησιν, ἀλλ' οὐκ ἐν τοῖς ἡμετέροις κατορθώμασιν.
If Thou shouldest mark iniquities, O Lord, O Lord, who shall stand? And the reduplication of, O Lord, O Lord, is the expression of one marvelling at the greatness of the loving-kindness of God, from Whom also he says the propitiation is, and not in our own right deeds.
Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ταῦτα τῶν μὴ διὰ χρείαν πνευματικὴν, δι' αὐτὸ δὲ τὸ σεπτὸν ὄνομα προσιόντων, οὕτω καὶ ἐν ὑπομονῇ τρεχόντων τὸν προκείμενον ἀγῶνα, καὶ κατὰ μηδ' ἕνα καιρὸν ἀφισταμένων Θεοῦ καὶ τῶν ἀρεσκόντων αὐτῷ.
For Thy name's sake have I waited for Thee, O Lord. These are the words of those who approach not on account of spiritual need, but on account of the venerable name itself, thus also running with patience the race that is set before them, and at no time departing from God and the things that please Him.
Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Δεῖ γὰρ καὶ ἐν τοῖς σκυθρωποῖς προσδοκᾷν ἐπὶ Κύριον. Οὐ γὰρ μόνον ὅτε φυλακὴ πρωῒ μὴ καὶ λαμπρὰ τὰ παρόντα, ἀλλὰ καὶ μέχρι τῶν ζοφερῶν περιστάσεων. Ἀλλὰ καὶ ἀνατέλλοντος τοῦ ἀληθινοῦ φωτὸς ὁ διορατικὸς νοῦς προσθήκην λαμβάνει ἐκ Θεοῦ τῶν φαιδρῶν, καὶ τῶν σκυθρωπῶν ἀπαλλαγήν (50)· ἐλπισάτω παρ' αὐτῷ γὰρ ὡς ἐν πηγῇ, καὶ παρ' αὐτοῦ τὸ ἔλεος, τῷ αὐτῷ ὄντι λυτρώσει, καὶ τῷ ἱλασμῷ, τῷ ἱκανώσει πολλῇ τὰς ἁμαρτίας περικαθαίροντι.
From the morning watch until night let Israel hope in the Lord. For one must look to the Lord even in sad circumstances. For not only when it is the morning watch and present affairs are bright, but even unto gloomy circumstances. Moreover, when the true light rises, the discerning mind receives from God an increase of joyous things, and deliverance from sad things (50); let it hope, for with Him, as in a fountain, and from Him is mercy, since He Himself is redemption, and the propitiation that thoroughly cleanses sins with abundant sufficiency.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΛʹ.
A Song of Ascents. 130.
Ἡ δωδεκάτη ᾠδὴ τὸν καταξιωθέντα τοῦ ἱλασμοῦ διδάσκει μὴ ἐπαίρεσθαι, τῇ ἑαυτοῦ βελτιώσει θαῤῥοῦντα, ἀλλὰ ταπεινοφρονεῖν.
The twelfth song teaches him who has been deemed worthy of propitiation not to be lifted up, trusting in his own improvement, but to be humble-minded.
Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμὲ, κ. τ. λ. Πρὸς δὲ τὸ μὴ ἐπαρθῆναί φησι τὴν ἐναντίαν ἀρετὴν εἰς ὑπερβολὴν ἐπιτήδειον, ἣν καὶ ὁ Σωτὴρ ἐδίδαξε λέγων· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀπογαλακτισθέντα δὲ λέγει παιδία, τὴν θλίψιν δηλῶν. Οὐ γὰρ ἀφίσταται τῆς μητρὸς, ὀδυνώμενον ἐπὶ τοῦ στερηθῆναι τοῦ γάλακτος. Οὕτως ὢν ἐν συμφοραῖς κἀγὼ, φησὶν, ηὐχόμην ἀεὶ τοῦ Θεοῦ. Εἰ δὲ μὴ οὕτως εἴην, δίκην δοίην ἐσχάτην
O Lord, my heart is not exalted, neither have I walked in great matters, nor in things too wonderful for me, and so forth. And towards not being lifted up, he says that the opposite virtue is exceedingly suitable, which the Saviour also taught, saying: Unless ye be converted and become as little children, ye shall by no means enter into the kingdom of heaven. And he speaks of weaned children, indicating affliction. For a child does not depart from its mother while grieving over being deprived of milk. Thus being in misfortunes myself also, he says, I always prayed to God. And if I were not so, I would suffer the extreme penalty.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΛΑʹ.
A Song of Ascents. 131.
Ἡ τρισκαιδεκάτη ᾠδὴ εὐχὴν περιέχει ὑπὲρ τοῦ Δαυΐδ. Τοῦ γὰρ ἱλασμοῦ πᾶσι προξενοῦντος ἁμαρτιῶν ἄφεσιν, ἀναγκαίως τὸ Πνεῦμα τὸ προφητικὸν μετὰ τῶν λοιπῶν τῶν σωζομένων, καὶ τοῦ Δαυΐδ φησι· Κύριε, μνήσθητι, κατὰ τὴν πραότητα αὐτοῦ ἀποδιδοὺς αὐτῷ. Ὡς γὰρ αὐτὸς πρᾶος ὢν ἠφίει τῷ Σαοὺλ τὰ εἰς αὐτὸν ἀδικήματα, οὕτω καὶ αὐτῷ συγχώρησον τὰς πλημμελείας.
The thirteenth song contains a prayer on behalf of David. For since the propitiation procures forgiveness of sins for all, necessarily the prophetic Spirit, along with the rest of those being saved, says of David also: O Lord, remember, rendering unto him according to his meekness. For just as he himself, being meek, forgave Saul the wrongs done against him, so also forgive him his trespasses.
Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακὼβ, καὶ τὰ ἑξῆς. Μαθὼν γὰρ ἐξ ἁγίου Πνεύματος, ὡς ἐπιδημήσει τοῖς ἀνθρώποις ὁ Κύριος,
Remember, O Lord, David and all his meekness. How he sware unto the Lord, and vowed a vow unto the God of Jacob, and so forth. For having learned from the Holy Spirit that the Lord would sojourn among men,