PG 27:521Read from the pageἄφεσιν διδοὺς τῶν πολλῶν ἁμαρτημάτων, καὶ αὐτὸς σωθήσεσθαι διὰ ταύτης ἐλπίσας, σπεύδει μαθεῖν πότε ἔσται, καὶ ποῦ γενήσεται, τίνα δὲ τρόπον ἐπιδημήσει. Ταῦτα γνῶναι ποθῶν, εἰς τοσαύτην ἑαυτὸν ὑπέβαλε κάκωσιν, ὡς πᾶσαν μὲν παραιτεῖσθαι στρωμνὴν, ἀποτάξασθαι δὲ τῷ οἴκῳ, κεῖσθαι δὲ πρὸ τοῦ Θεοῦ κατὰ πρόσωπον τοῦ ἁγιάσματος ἐπ' ἐδάφους, ὅρκῳ βεβαιώσας μὴ ἀναστῆναι πρὶν ταῦτα μαθεῖν. Ἐπὶ δὲ τῇ τούτου εὐτονίᾳ λαβὼν οἶκτον ὁ Θεὸς ἐπινεύει· ὡς ἓν ἅπαξ ὤμόσας μὴ ψεύσατο· ὅθεν ἐπήνεγκεν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εὐφρανθά· αὕτη ἐστὶν ἡ Βηθλεέμ. Τίνα δὲ αὐτὴν ἢ τὴν μέλλουσαν ἔσεσθαι Κυρίου ἔλευσιν;
granting forgiveness of many sins, and hoping himself to be saved through this, he hastens to learn when it shall be, and where it shall come to pass, and in what manner He shall sojourn. Longing to know these things, he subjected himself to such affliction as to refuse every couch, renounce his house, and lie on the ground before God in front of the sanctuary, having confirmed with an oath that he would not rise before learning these things. And taking pity upon his earnestness, God assents, since having sworn once for all He will not lie; whence he added: Behold, we heard of it in Euphrantha; this is Bethlehem. And what is "it" other than the coming of the Lord that is to be?
Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Τὸ γὰρ σπήλαιον ἐν ᾧ γεγένηται ὁ Χριστὸς ἐν πεδίοις ἐστὶν, ἤτοι τοῖς ἀγροῖς.
We found it in the plains of the wood. For the cave in which Christ was born is in the plains, that is, the fields.
Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ. Τὰς κατὰ καιρὸν ἐσομένας Ἐκκλησίας σημαίνει. Προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Τὸ ὄρος τῶν Ἐλαιῶν φησιν, ἔνθα πᾶς παρερχόμενος προσκυνεῖ.
We will go into His tabernacles. He signifies the Churches that shall come to be in due time. We will worship at the place where His feet stood. He means the Mount of Olives, where everyone passing by worships.
Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου. Τὴν εἰς οὐρανοὺς ἀνάληψιν ἐπισπεύδουσιν αὐτοῦ. Σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Κιβωτὸν τοῦ ἁγιάσματος τὴν ἁγίαν αὐτοῦ σάρκα φησίν.
Arise, O Lord, into Thy rest. They eagerly desire His ascension into the heavens. Thou and the ark of Thy sanctuary. By the ark of the sanctuary he means His holy flesh.
Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην. Οὐκέτι, φησὶ, κατὰ τὸν νόμον στολὰς, ἀλλ' αὐτὴν τὴν δικαιοσύνην. Δικαιοσύνη δὲ ὁ Χριστός.
Thy priests shall clothe themselves with righteousness. No longer, he says, robes according to the law, but righteousness itself. And Christ is righteousness.
Ἕνεκεν Δαυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Μετὰ τῆς εἰς πάντας ἀνθρώπους εὐεργεσίας καὶ τοῦ Δαυῒδ μνήσθητι, ὁ ποιήσας αὐτὸν ἐπιστρέφειν διὰ τὴν ἁμαρτίαν. Δοῦλος γὰρ ὁ ἐξ αὐτοῦ κατὰ σάρκα λαβὼν τὴν τοῦ δούλου μορφήν.
For the sake of David Thy servant, turn not away the face of Thine Anointed. Along with the kindness shown towards all men, remember David also, Thou Who didst make him return on account of his sin. For a servant is He Who from him according to the flesh took the form of a servant.
Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν. Καὶ ποῦ τὸ, ὤμοσεν; ἐν τῷ εἰπεῖν πρὸς αὐτόν· Καὶ ἔσται, ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, ἀναστήσεται ἐκ τοῦ σπέρματός σου ἄλλος, ὃς ἔσται ἐκ τῆς κοιλίας σου. Καὶ ἑτοιμάσω εἰς τὸν αἰῶνα τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου· καὶ ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.
The Lord sware truth unto David. And where is the word, He sware? In saying unto him: And it shall come to pass, when thy days be fulfilled, and thou shalt sleep with thy fathers, another shall rise up from thy seed, who shall be from thy womb. And I will prepare his kingdom for ever. He shall build a house for My name; and I will establish his kingdom for ever. I will be to him a father, and he shall be to Me a son.
Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Τὴν μέλλουσαν σαφῶς ἀνακηρύττει διαθήκην, ἣν εἰ ἦσαν φυλάξαντες οἱ κατὰ σάρκα υἱοὶ τοῦ Δαυῒδ, ἔμελλον ἂν μὴ ἐκπεσεῖν τῆς ἡτοιμασμένης βασιλείας.
If thy sons keep My covenant. Clearly He proclaims the future covenant, which if the sons of David according to the flesh had kept, they would not have fallen away from the prepared kingdom.
Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα. Εἰ γὰρ ὁ πάλαι ναὸς ἔρημος διὰ μανίαν τῶν Ἰουδαίων, ἀλλ' οὖν ἐκεῖ πάλιν καὶ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως τὰ χωρία τῆς θείας ἠξίωται χάριτος.
This is My rest for ever. For even if the ancient temple is desolate on account of the madness of the Jews, yet there again the places of the cross, and of the resurrection, and of the ascension have been deemed worthy of divine grace.
Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω. Ἕκαστος γὰρ τῶν τοιούτων, δικαίου σπέρμα τυγχάνων, οὐκ
Blessing I will bless her pursuit. For each of such men, being the seed of a righteous man, is not
PG 27:524Read from the pageἐλαττοῦται ἄρτοις. Γράφεται δὲ καὶ, Τὴν χήραν αὐτῆς, καὶ δηλονότι τὴν ἀπροστασίαστον. Τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Τοὺς κατὰ Θεὸν μὲν πτωχεύσαντας· ἄρτων δὲ τῶν νοητῶν.
lacking in loaves of bread. And it is also written, Her widow, and plainly she who is without a protector. I will satisfy her poor with bread. Those who have become poor according to God; and with spiritual loaves.
Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν. Αὐτός ἐστι πάλιν ὁ Χριστὸς ἡ σωτηρία, ὁ καὶ δικαιοσύνη ἐν τοῖς ἀνωτέροις ὠνομασμένος.
Her priests I will clothe with salvation. Christ Himself again is salvation, Who was also named righteousness in the preceding verses.
Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ. Κατ' ἐκεῖνον τὸν χρόνον καθ' ὃν ἐπιφανεῖ τὸ σωτήριον, δηλονότι ἡ δόξα ἀνατελεῖ τοῦ Δαυΐδ. Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Τοῦτο περὶ Ἰωάννου φησὶ, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Κυρίου· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαινόμενος.
There will I make a horn to spring forth for David. At that time when salvation shall appear, plainly the glory of David shall spring forth. I have prepared a lamp for Mine Anointed. This he says concerning John, according to what was spoken by the Lord: He was the burning and shining lamp.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΛΒʹ.
A Song of Ascents. 132.
Ἡ τεσσαρεσκαιδεκάτη ᾠδὴ ἀκολούθως τῇ τοῦ Σωτῆρος ἐπιλάμψει τὸ ἐξ αὐτοῦ δωρούμενον τοῖς ἀνθρώποις καλὸν φανερὸν ποιεῖ λέγουσα.
The fourteenth song, following upon the shining forth of the Saviour, makes manifest the good granted by Him to men, saying:
Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνόν. Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα. Ἐπειδὰν, φησὶ, συναχθείη ἡ Ἐκκλησία, καὶ μίαν ὥσπερ τινὰ ἁρμονίαν ποιήσηται, τότε δὴ τότε καὶ χρίσις τοῦ ἁγίου Πνεύματος καὶ ἱεράτευμα προσαχθῇ πρῶτον μὲν ἐπὶ τὴν κεφαλὴν τῆς Ἐκκλησίας, ἥτις ἐστὶν ὁ Χριστὸς, ἔπειτα καὶ εἰς τὸν πώγωνα, ὅς ἐστιν εὐπρέπεια τοῦ προσώπου τῆς Ἐκκλησίας. Νοοῦνται δὲ διὰ τούτου οἱ ἀπόστολοι. Τὸ τελευταῖον δὲ καὶ εἰς ὅλον τὸ σῶμα μεταβέβηκε, τουτέστιν εἰς ἅπαντας τοὺς ἐν τῇ Ἐκκλησίᾳ ἐνδεδυμένους Χριστόν.
Behold now, what is so good, or what so pleasant? As ointment upon the head, that runs down upon the beard. Whenever, he says, the Church is gathered together, and makes as it were one single harmony, then indeed the anointing of the Holy Spirit and the priesthood is brought first upon the head of the Church, which is Christ, and afterwards also unto the beard, which is the comeliness of the face of the Church. And by this the apostles are understood. And finally it has passed over also unto the whole body, that is, unto all those in the Church who have put on Christ.
Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, καὶ ζωὴν ἕως τοῦ αἰῶνος. Ἐκεῖ, φησί· δῆλον δὲ, ὅτι παρ' αὐτοῖς τοῖς κατοικοῦσιν ἀδελφοῖς ἐπὶ τὸ αὐτό· καὶ ζωήν· οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν ἀθάνατον. Ἐπὶ τὴν Σιὼν γὰρ ἡ τοῦ παναγίου Πνεύματος ἐπὶ τοὺς ἱεροὺς ἀποστόλους ζωοποιὸς κατεπέμφθη δρόσος, δι' ἧς ἅπαντες οἱ πιστεύοντες τὴν αἰώνιον εὐλογίαν καρποῦνται. Ἐκείνων γὰρ ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.
For there the Lord commanded the blessing, and life for evermore. There, he says; and it is plain that it means among the brethren themselves who dwell together in unity; and life: not any ordinary life, but the immortal life. For upon Sion the life-giving dew of the All-Holy Spirit was sent down upon the holy apostles, through which all who believe reap the eternal blessing. For of them there was one heart and one soul.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΛΓʹ.
A Song of Ascents. 133.
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.
Behold now, bless the Lord, all ye servants of the Lord.
Ἡ πεντεκαιδεκάτη ᾠδὴ τοῖς ἔτι κατηχουμένοις ἐν τῇ Ἐκκλησίᾳ αἰνεῖν τὸν Θεὸν παρακελεύεται. Δούλους δὲ αὐτοὺς καλεῖ, ἅτε μήπω τῆς υἱοθεσίας ἠξιωμένους. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια. Ἐν νυκτὶ ἔτι ἑστάναι αὐτούς φησιν, ἅτε μὴ φωτίσματος τοῦ ἁγίου Πνεύματος ἠξιωμένους.
The fifteenth song exhorts those who are still catechumens in the Church to praise God. And it calls them servants, inasmuch as they have not yet been deemed worthy of adoption as sons. In the nights lift up your hands unto the holy places. He says that they still stand in the night, inasmuch as they have not been deemed worthy of the illumination of the Holy Spirit.
Εὐλογήσαι σε Κύριος ἐκ Σιών. Ἐκ Σιὼν δέ φησιν· ἐπειδὴ καὶ τοὔνομα ποθεινὸν ὑπῆρχεν αὐτοῖς, ἔνθα πάσης ἁγιστείας ὑπόθεσις ἦν. Εἶτα διδάσκει πανταχόθεν καλεῖν λέγων· Ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.
May the Lord bless thee out of Sion. And he says out of Sion, since the name was also dear to them, where the foundation of all sanctity was. Then he teaches them to call upon Him from everywhere, saying: Who made heaven and earth.
Ἀλληλούϊα. ΡΛΔʹ.
Alleluia. 134.
Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύ-
Praise the name of the Lord; praise the Lord, ye servants,
PG 27:525Read from the pageριον. Ἔτι καὶ οὗτος τοῖς εἰσαγομένοις λέγεται ψαλμὸς, παρακελευόμενος, Αἰνεῖτε τὸν Θεόν. Τὸ γὰρ, ἀλληλοὺ, ἑρμηνεύεται, αἰνεῖτε, τὸ δὲ, ϊα, τὸν Κύριον.
Still this Psalm also is spoken to those being initiated, exhorting them: Praise God. For allelu is interpreted, praise, and ia, the Lord.
Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν. Ψάλλειν αὐτοὺς προτρέπεται, ἀφ' ὧν ἤδη καὶ ἕτερον ἐν Αἰγύπτῳ εἰδωλολατρήσαντες. Οὗτοι δὲ ἦσαν οἱ ἐξ Ἰακώβ. Ἐκλήθησαν δὲ εἰς τὸ ὑμνεῖν τὸν Θεόν. Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ. Ἀντὶ τοῦ, ἐξαίρετον· ὁ γὰρ διορατικὸς νοῦς ἐστιν Ἰσραήλ.
Praise the Lord, for the Lord is good; sing praises to His name, for it is good. He exhorts them to sing praises, on account of the things wherein previously they had even worshipped other idols in Egypt. And these were the descendants of Jacob. And they were called to hymn God. Israel for His own peculiar possession. That is to say, chosen; for Israel is the discerning mind.
Ὅτι ἐγὼ ἔγνων, ὅτι μέγας Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Ἀπὸ τῆς δημιουργικῆς δυνάμεως ἔγνωκεν αὐτὸν Κύριον.
For I know that the Lord is great, and our Lord is above all gods. From His creative power he has known Him to be Lord.
Ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ἀβύσσοις. Ἀνάγων νεφέλας ἐξ ἐσχάτων τῆς γῆς. Τοῦτό φησιν, ἐπειδὴ ἔξωθεν τὴν γῆν περιέχουσιν αἱ θάλασσαι, ἀφ' ὧν τὰς νεφέλας ἀνάγει. Ἀστραπὰς εἰς ὑετὸν ἐποίησε. Καὶ τοῦτο σύμβολον εἴη τῆς θεοπρεποῦς δυνάμεως, τὸ ἐν τῷ αὐτοῦ συμμίξαι τὸ πυρῶδες τῶν ἀστραπῶν καὶ τὸ ὕδωρ. Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν. Τὸ ἀκατάληπτον ἀνθρώποις τῆς τῶν ἀνέμων ἐδήλωσε φύσεως διὰ τῶν θησαυρῶν. Ὅμοιον δὲ τὸ εἰρημένον παρὰ Κυρίου· Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει.
In the seas and in all deeps. Bringing up clouds from the ends of the earth. He says this because the seas surround the earth on the outside, from which He brings up the clouds. He made lightnings for the rain. And this too would be a symbol of the divinely fitting power, to mix together in the same place the fiery nature of lightnings and water. Who bringeth forth winds out of His treasuries. Through the treasuries he indicated the incomprehensibility to men of the nature of the winds. And similar is what was spoken by the Lord: The Spirit bloweth where it listeth, and thou hearest the voice thereof, but knowest not whence it cometh, and whither it goeth.
Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους. Τὴν τελευταίαν πληγὴν ἔθηκε πρώτην, ἐπεὶ μετ' αὐτὴν ἐδέξαντο τὴν ἐλευθερίαν. Λέγει δὲ καὶ κτηνῶν, ἐπειδὴ διὰ τὸν ἄνθρωπον ταῦτα γεγένηται, καὶ δι' αὐτὸν καὶ κολάζεται. Ὥστε πρὸς αὔξησιν φόβου δειχθῆναι θεήλατον τὴν πληγήν.
Who smote the firstborn of Egypt, both of man and of beast. He placed the last plague first, since after it they received their freedom. And he speaks also of beasts, since these came into being for the sake of man, and on his account they are also punished; so that for the increase of fear the plague might be shown to be sent from God.
Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Μετὰ τὸ δεῖξαι τὴν θείαν πρόνοιαν καὶ δοξολογῆσαι, ὡς ἔτι δούλοις τοῖς ἀπὸ τῶν ἐθνῶν ἀρτίως προσελθοῦσι διαλεγόμενος, παραβάλλει τῶν θεῶν ὧν ἡγοῦντο πάλαι τὸν ἔλεγχον ἀκολούθως· ὡς εἶπεν· Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Ὁ μὲν γὰρ τοσαῦτα καὶ τοιαῦτα πεποίηκεν· οἱ δὲ πρότερον ὑμῶν θεοὶ μόνον εἴδωλα νεκρὰ καὶ κωφὰ, οἷς ὅμοιοι γένοιντο οἱ ποιοῦντες αὐτά. Πῶς γὰρ οἱ τοῖς ἀψύχοις προσκυνοῦντες οὐκ ἀπελιθώθησαν τὰς ψυχάς; καὶ οὓς ἔφη κατὰ τὴν συνήθειαν ἄνωθεν θεοὺς, νῦν ἐπαισχύνει καὶ κέκληκεν εἴδωλα, διαβάλλων τῇ τε ὕλῃ καὶ τῇ ἐργασίᾳ.
The idols of the nations are silver and gold, the works of men's hands. After showing the divine providence and glorifying it, conversing as with those who are still servants lately come over from the nations, he suitably sets beside it the refutation of the gods whom they formerly esteemed; as he said: For I know that the Lord is great, and our Lord is above all gods. For He indeed has done so many and such great things; whereas your former gods are only dead and deaf idols, like unto which may those who make them become. For how have those who worship lifeless things not been turned to stone in their souls? And those whom above, according to custom, he called gods, he now puts to shame and has called idols, discrediting them both by their matter and by their workmanship.
Ἀλληλούϊα. ΡΛΕʹ.
Alleluia. 135.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Give thanks unto the Lord, for He is good, for His mercy endureth for ever.
Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις. Λόγος ἀρχαῖός φησιν εἰς δώδεκα τμήματα διαιρεθεῖσαν τὴν θάλασσαν, ἑκάστῃ φυλῇ μίαν ἀποδοῦναι ὁδόν.
To Him Who divided the Red Sea into parts. An ancient account says that the sea, having been divided into twelve parts, rendered one way to each tribe.
Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ. Οὐκ ἔλαττον τῆς θαλάσσης τῆς ἐρήμου τὸ θαῦμα.
To Him Who led His people through the wilderness. Not less than that of the sea was the miracle of the wilderness.
PG 27:528Read from the pageΠολλὰ γὰρ τὰ θάνατον ἀπειλοῦντα, λιμὸς, αὐχμὸς, δίψα, πλῆθος θηρίων, ἁπάντων ἐπιτηδείων ἡ ἐρημία. Οἱ δὲ μηδενὸς φοβοῦντος ἐβάδιζον. Ἐκ δὲ δύο δυνατῶν καὶ βασιλέων, οἳ ἐπὶ ῥώμῃ καὶ δυναστείᾳ καὶ μεγέθει σώματος ἐσεμνύνοντο, ἐῤῥύσατο αὐτούς. Ὢγ πηχῶν ἔχων ἐννέα τὸ μῆκος, καὶ πέντε τὸ πλάτος, καὶ σιδηρᾶν εἶχε τὴν κλίνην.
For many were the things threatening death: famine, drought, thirst, a multitude of wild beasts, the lack of all necessities. Yet they marched on with nothing terrifying them. And from two mighty ones and kings, who prided themselves on strength and power and bodily size, He rescued them. Og, having nine cubits in length and five in breadth, also had an iron bedstead.
Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων. Οὐχ ἁπλῶς δὲ τοὺς ἄλλους παραλείπων βασιλέας τούτων διαφερόντως ἐμνήσθη, ἀλλὰ τὸν λαὸν τῆς θεοδότου νίκης ἀναμιμνήσκων. Ἐπὶ ῥώμῃ γὰρ οὗτοι καὶ δυναστείᾳ καὶ μεγέθει σώματος ἐσεμνύνοντο.
Sihon king of the Amorites. And not without reason, passing over the other kings, did he make mention of these especially, but reminding the people of the God-given victory. For these prided themselves on strength and power and bodily size.
Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος. Πλέον ἁρμόσει ὁ λόγος ὁ λέγων, Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, τοῖς τῆς νοητῆς δουλείας ἀπαλλαγεῖσιν, ἤτοι, τῆς αἰσθητῆς.
Because in our humiliation the Lord remembered us. More fitting will be the word which says, Because in our humiliation the Lord remembered us, for those who have been freed from the spiritual slavery, or else from the sensible one.
Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Οὐ γὰρ μέχρι τῶν εὐσεβούντων ἡ τοῦ φιλανθρώπου Θεοῦ κηδεμονία, ἀλλὰ καὶ μέχρι τῶν ἀλόγων, ὡς ἑκάστῳ κατάλληλον διδόναι τροφὴν, ἐκτείνεσθαί τε τὴν πρόνοιαν ἀπὸ τῶν κατ' οὐρανὸν θαυμάτων μέχρι τῶν ἐπὶ γῆς σμικροτάτων· ἐντεῦθεν δὲ πάλιν διῆκεν εἰς οὐρανόν. Διὸ μετὰ τὸ, πάσῃ σαρκὶ, ἐπενήνοχεν· Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ. Καὶ πάντων ὢν ποιητὴς, οὐρανοῦ κατ' ἐξαίρετον χρηματίζει Θεὸς, ὑπὸ τῶν ἐκεῖ διαιτωμένων θεραπευόμενος. Καθαρὸν γὰρ ἁμαρτίας ἐστὶ χωρίον.
Who giveth food to all flesh. For the care of the humanity-loving God extends not only as far as the pious, but even as far as the irrational creatures, so as to give to each suitable food, and His providence stretches from the wonders in heaven down to the smallest things upon earth; and from there again it reaches up to heaven. Wherefore after the phrase, to all flesh, he added: Give thanks to the God of heaven. And though He is Maker of all, He is called God of heaven by pre-eminence, being worshipped by those who dwell there. For it is a place pure of sin.
Τῷ Δαυῒδ διὰ Ἱερεμίου. ΨΑΛΜΟΣ ΡΛϚʹ.
For David, through Jeremiah. PSALM 136.
Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν. Διδάσκει ὁ λόγος τοὺς πολλοῖς ὕστερον χρόνοις ἐσομένους ἐν Βαβυλῶνι διὰ τὴν ἀνομίαν κλαίειν, ἀδημονεῖν, ἐπιζητοῦντας τῶν οἰκείων ἀγαθῶν τὴν ἀπόληψιν.
By the rivers of Babylon, there we sat down and wept. The word teaches those who many years later would be in Babylon because of lawlessness to weep and be in distress, seeking the recovery of their own good things.
Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλὴμ, ἐπιλησθείη ἡ δεξιά μου. Ἦτοι, μὴ τύχοιμι τῆς ἄνωθεν βοηθείας.
If I forget thee, O Jerusalem, let my right hand be forgotten. That is to say, may I not obtain the help from above.
Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ. Τί γὰρ ὄφελος ἐῤῥῶσθαι λόγου ὄργανον, πρὸς τὸ δέον μὴ κρουόμενον; Διὸ καὶ τὴν ζωὴν ἅπασαν οἱ μακάριοι ἄνδρες τῇ περὶ τοὺς ὕμνους ἂν ἦσαν φροντίδι λέγοντες· ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου. Ἦν δὲ ἡ πόλις αὐτοῖς τιμία διὰ τὴν θείαν λατρείαν, ὡς προείρηται τὸ, Ἕνεκα Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι.
Let my tongue cleave to my throat, if I do not remember thee. For what profit is there for an instrument of speech to be strong, if it is not struck for what is needful? Wherefore throughout their whole life the blessed men were occupied with care for hymns, saying: I will sing to the Lord in my life. And the city was precious to them on account of the divine worship, as was said before: For the sake of the Lord our God I have sought good things for thee.
Ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου. Τὴν σὴν, φησὶ, μνήμην πάσης εὐφροσύνης προτάξω. Ἀγαθὰς γὰρ οὕτω καὶ τὰς λοιπὰς ἡμῖν εὐφροσύνας γενέσθαι συμβαίνει. Καὶ ὁ Κύριος δὲ τὰς ἱερὰς τροφὰς πρὸ τῶν σωματικῶν εἰσηγεῖται.
If I do not set Jerusalem before me as in the beginning of my joy. Thy remembrance, he says, I will set before every joy. For thus it comes to pass that our other joys also become good. And the Lord likewise introduces the sacred foods before the bodily ones.
Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδώμ. Οἱ υἱοὶ Ἐδὼμ οἱ ἀπὸ Ἠσαῦ Ἰδουμαῖοι, οἳ καὶ ἁλούσης τῆς Ἱερουσαλὴμ ἐπέμβαινον πικρῶς, ἕως ἐκ θεμελίων αὐτὴν ἀνασπασθεῖσαν ἔγνωσαν.
Remember, O Lord, the sons of Edom. The sons of Edom are the Idumaeans descended from Esau, who also when Jerusalem was captured trampled bitterly upon her, until they knew her to be torn up from the foundations.
Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος. Προφητικὸς
O wretched daughter of Babylon. Prophetic
PG 27:529Read from the pageὁ λόγος κἀκεῖνος τῆς Βαβυλῶνος σημαίνει τὴν πόρθησιν. Μακάριος ὃς ἀνταποδώσει τὸ ἀνταπόδομά σου. Ἐκεῖνος, φησὶ, μακάριος ὁ ἀνταιχμαλωτεύων σε.
is that word also, signifying the sack of Babylon. Blessed is he who shall repay thee thy recompense. That man, he says, is blessed who leads thee captive in return.
Τῷ Δαυῒδ διὰ Ζαχαρίου. ΨΑΛΜΟΣ ΡΛΖʹ.
For David, through Zechariah. PSALM 137.
Ὁ παρὼν ψαλμὸς προφητείαν περιέχει τῆς ἁπάντων ἐθνῶν κλήσεως· ἐφ' ᾗ καὶ εὐχαριστεῖ, ὅτι οὐ μόνος αὐτὸς, βασιλεὺς ὢν, ἠξίωται τῆς θείας θεοφανείας· ἀλλὰ καὶ πολλοὺς τῶν ἐθνῶν βασιλεῖς φησι τῆς αὐτῆς ἀξιωθήσεσθαι χάριτος, ὅπερ μόνον μετὰ τὴν ἐπιδημίαν γεγένηται.
The present psalm contains a prophecy of the calling of all the nations; over which he also gives thanks, because not he alone, being a king, has been deemed worthy of the divine manifestation; but he says that many kings of the nations also shall be deemed worthy of the same grace, which came to pass only after the Advent.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ταύτην τῷ πλουσίῳ δέδωκεν ὁ Σωτὴρ τὴν ἐντολὴν, εἰπών· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.
I will give thanks to Thee, O Lord, with my whole heart. This commandment the Saviour gave to the rich man, saying: Thou shalt love the Lord thy God with thy whole heart and with thy whole strength.
Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου. Ὡς παρόντων τῶν ἀγγέλων, καὶ τὴν κατὰ Θεὸν αὐτοῦ νίκην ἀεὶ ἐπιθεωρούντων. Καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου. Εὐχαριστήσω, φησὶν, ἐφ' οἷς τῆς μὲν σκιᾶς λελύτρωμαι, τῆς δὲ ἀληθείας ἠξίωμαι. Ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου. Ἐπὶ τῇ τῶν ἐθνῶν κλήσει τὴν εὐχαριστίαν ἀναφέρειν λέγει. Οὐκ ἐφ' οἷς εὖ ἔπαθον μόνον εὐχαριστῶ· ἀλλὰ καὶ δι' ὅλου τὴν δόξαν τὴν σὴν θεωρῶν, δημιουργήσαντος, εὐεργετοῦντος, κολάζοντος. Οὐδὲν γὰρ τῆς κτίσεως ὃ μὴ τὴν σὴν μεγαλωσύνην κηρύττῃ.
And before angels I will sing praise to Thee, I will worship toward Thy holy temple. As though the angels are present, and always beholding his godly victory. And I will give thanks to Thy name for Thy mercy and Thy truth. I will give thanks, he says, for the things whereby I have been redeemed from the shadow, and have been deemed worthy of the truth. Because Thou hast magnified Thy holy name above all. He says that he offers thanksgiving over the calling of the nations. Not only for the good things I have experienced do I give thanks, but also throughout all things beholding Thy glory, as Creator, as Benefactor, as Punisher. For there is nothing of creation which does not proclaim Thy majesty.
Πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου. Πολυωρίαν τὴν πολυχρονιότητά φησιν. Ὁ δὲ νοῦς· Δυνάμει τῇ σῇ μεταποιήσεις με ἐκ φθορᾶς εἰς ἀφθαρσίαν.
Thou shalt abundantly care for me in my soul by Thy power. By abundant care he means longevity of time. And the sense is: By Thy power Thou shalt transform me from corruption into incorruption.
Καὶ ᾀσάτωσαν ἐν ταῖς ᾠδαῖς Κυρίου, ὅτι μεγάλη ἡ δόξα Κυρίου. Ὠδὰς Κυρίου ἀναγέγραφεν, ἃς ᾄδειν τοὺς ἐξ ἐθνῶν πάντας ἐπαγγέλλεται.
And let them sing in the songs of the Lord, for great is the glory of the Lord. He has recorded the songs of the Lord, which he promises that all those from the nations shall sing.
Ὅτι ὑψηλὸς Κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ. Μὴ θαυμάσῃς, φησὶν, εἰ ταῦτα γενήσεται ἐν ἀνθρώποις· οὐ γὰρ ἀπηλλοτρίωται τῆς τοῦ Θεοῦ προνοίας τὰ ἀνθρώπινα. Καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει. Προώρισε γὰρ ἀπὸ καταβολῆς κόσμου κατὰ τὸν θεῖον Ἀπόστολον τὴν κλῆσιν τῶν ἐθνῶν, καὶ τὴν εἰς τὰ ὑψηλὰ ἀναγωγήν.
Because the Lord is high and regardeth the lowly. Do not marvel, he says, if these things shall come to pass among men; for human affairs are not alienated from the providence of God. And the high things He knoweth from afar. For He predestined from the foundation of the world, according to the divine Apostle, the calling of the nations, and the leading up to high things.
Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με. Ὅμοιον τό· Θλίψιν ἕξετε ἐν τῷ κόσμῳ· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ἐπ' ὀργὴν ἐχθρῶν μου ἐξέτεινας τὰς χεῖράς σου. Ἐπενήνεκται γὰρ κατ' αὐτῶν ἡ δεξιὰ τοῦ Πατρὸς, τουτέστιν ὁ Υἱὸς, ἥτις καὶ ἔσωσεν ἡμᾶς.
Though I walk in the midst of tribulation, Thou shalt quicken me. Similar is the saying: In the world ye shall have tribulation; but be of good cheer, I have overcome the world. Against the wrath of mine enemies Thou hast stretched forth Thy hands. For the right hand of the Father, that is, the Son, was brought against them, which also saved us.
Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. Κρίνας γὰρ τὴν καθ' ἡμῶν ἀδικίαν, ἐξέβαλε τὸν ἄρχοντα τοῦ κόσμου.
The Lord shall repay on my behalf. For having judged the injustice against us, He cast out the ruler of the world.
Εἰς τέλος τῷ Δαυῒδ ΨΑΛΜΟΣ διὰ Ζαχαρίου ἐν τῇ διασπορᾷ. ΡΛΗʹ.
Unto the end, for David, a PSALM through Zechariah in the dispersion. 138.
Ἀναφέρεται μὲν ὁ ψαλμὸς εἰς τὸ τοῦ Ζαχαρίου πρόσωπον, ἔτι ὄντων ἐν τῇ αἰχμαλωσίᾳ τῶν υἱῶν
The psalm is referred to the person of Zechariah, while the sons of
PG 27:532Read from the pageἸσραὴλ, καὶ μὴν καὶ αὐτοῦ τοῦ Προφήτου σὺν αὐτοῖς. Γράφει δὲ τῆς περὶ Θεοῦ εἰς ἡμᾶς κηδεμονίας τὸν τρόπον· καὶ ὡς οὐ μόνον τῶν καθόλου ποιεῖται πρόνοιαν, ἀλλὰ γὰρ καὶ τῶν κατὰ μέρος· ὡς μηδὲ τὰς κινήσεις, μηδὲ τὰς ἐνθυμήσεις ἡμῶν τῆς αὐτοῦ λείπεσθαι προνοίας. Ἀποθαυμάζει γε μὴν καὶ τῆς οἰκονομίας τὸ βάθος, τήν τε τῶν ἐθνῶν κλῆσιν κατασημαίνει σαφῶς, καὶ τὴν γεγενημένην ἀντιλογίαν τῷ Σωτῆρι Χριστῷ παρὰ τοῦ ἐξ Ἰσραὴλ λαοῦ. Διὰ δὴ ταῦτα πάντα καὶ εἰς τὸ τέλος ἐπιγέγραπται τῷ Δαυΐδ. Εἴπομεν δὲ πολλάκις, ὡς οἱ οὕτω τῶν ψαλμῶν ἐπιγραφόμενοι εἰς τὸν τῆς ἐπιδημίας ἀναπέμπονται καιρόν.
Israel were still in captivity, and indeed the Prophet himself with them. And he writes the manner of the care concerning God towards us; and how He takes providence not only of universal things, but indeed also of particular things; so that neither our movements nor our thoughts are left out of His providence. Moreover, he marvels at the depth of the dispensation, and clearly indicates the calling of the nations, and the contradiction that took place against the Saviour Christ from the people of Israel. On account of all these things, therefore, it is also inscribed Unto the end, for David. And we have often said that those of the psalms so inscribed are referred to the time of the Advent.
Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με. Ὡς θαῤῥῶν βεβαίαν ἔχειν τὴν πίστιν τὴν εἰς Χριστὸν, καὶ ὡς οὐδεμία αὐτῷ κοινωνία γέγονε τῇ τοῦ φαύλου λαοῦ παρανομίᾳ, αὐτῶν τῶν καρδιῶν τὸν πλάστην ἐπικαλεῖται μάρτυρα.
O Lord, Thou hast proved me and known me. As being confident that he has firm faith in Christ, and that he has had no fellowship with the lawlessness of the wicked people, he calls upon the Fashioner of the hearts themselves as witness.
Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν, τὴν τρίβον μου καὶ τὸν σχοῖνόν μου σὺ ἐξιχνίασας. Εἰ καὶ τῶν διανοημάτων οἶδε τὴν κίνησιν ὁ Θεὸς, πολλῷ πλέον τῆς κατὰ τὸν βίον πορείας ἔχει τὴν γνῶσιν. Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας. Σχοινισμὸς μὲν μέτρον ἐστὶν ὡρισμένον ὁδοῦ. Λέγει δὲ, ὡς πᾶσαν κίνησιν λογισμοῦ ἐπίστασαι· τὰς γὰρ κινήσεις διὰ τῶν ὁδῶν σημαίνει.
Thou hast understood my thoughts from afar, my path and my measuring-line Thou hast traced out. Even if God knows the movement of thoughts, much more does He possess knowledge of the course of life. My path and my measuring-line Thou hast traced out. A measuring-line is a defined measure of a road. And he says that Thou knowest every movement of thought; for he signifies the movements through the roads.
Ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου. Καὶ τοῦτο μέγιστον τῶν κατορθωμάτων τῷ Δαυῒδ, μὴ ἀδικῆσαι τὴν γλῶσσαν μήτε ἐν ψεύδει, μήτε ἐν ἐπιορκίᾳ, μήτε ἐν ἀπάτῃ καὶ δόλῳ, καὶ πάσῃ τοιαύτῃ ἄλλῃ ὁδῷ.
For there is no deceit in my tongue. And this is the greatest of right deeds for David, not to have wronged the tongue either in falsehood, or in perjury, or in deceit and guile, and every other such way.
Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Τὰ μέσα παρασεσιώπηται, διὰ τὸ τὴν κακίαν εἶναι ἐν τῷ μεταξύ. Οὐ γὰρ ἦν ἐν ἀρχῇ, οὐδὲ ἔσται πάλιν ἐν τέλει. Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Εἰ καὶ ἔπλασάς με, φησὶ, καὶ γεγονότα διακρατεῖς· ἡ γὰρ ἐπίθεσις τῆς χειρὸς τοῦ Θεοῦ τὴν χορηγηθεῖσαν ἡμῖν τοῦ Πνεύματος δωρεὰν σημαίνει· ὡς οἱ ἀπόστολοι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν παρεῖχον Πνεῦμα ἅγιον.
Behold, O Lord, Thou hast known all the last things and the ancient things. The middle things have been passed over in silence, because wickedness is in the interval between. For it was not in the beginning, nor will it be again in the end. Thou hast fashioned me, and hast laid Thy hand upon me. Even though Thou hast fashioned me, he says, Thou also upholdest me once made; for the laying on of the hand of God signifies the gift of the Spirit supplied to us; just as the apostles through the laying on of hands imparted the Holy Spirit.
Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ὅτι ἕτερα πλεῖστά ἐστι τὰ ἀπὸ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένα, καὶ οὐχ οἷός τέ ἐστι διαγινώσκειν. Ὑπερβάλλει γὰρ τὴν ἐμὴν δύναμιν, φησὶ, καὶ ἐπέκεινά ἐστι τῆς ἐμῆς καταλήψεως ἡ τούτων γνῶσις, ὡς μὴ δύνασθαί με ἐξευρεῖν ἢ ἐξειπεῖν αὐτά. Ὅσα γὰρ εἶπα σμικρὰ καὶ ἐλάχιστα τυγχάνει. Τῆς γὰρ θεϊκῆς δυνάμεως ἡ κατάληψις τὴν ἐμὴν σμικρότητα διαφεύγει.
Thy knowledge is become wonderful from me, it is become strong, I cannot attain unto it. What he says is of this sort: That there are very many other things done by God towards him, and he is not able to discern them. For the knowledge of these things, he says, surpasses my power, and is beyond my comprehension, so that I am unable to find them out or declare them. For whatever things I have spoken happen to be small and very slight. For the comprehension of the divine power escapes my littleness.
Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Ὅμοιον τὸ, Ὁ οὐρανός μοι θρόνος. Ἐὰν καταβῶ εἰς ᾅδην, πάρει. Προφητεύει τὴν γενομένην εἰς ᾅδου κάθοδον τοῦ Κυρίου.
If I ascend into heaven, Thou art there. Similar is the saying, Heaven is My throne. If I descend into Hades, Thou art present. He prophesies the descent of the Lord into Hades that took place.
Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης. Τουτέστιν, εἰ λάβοιμι πτέρυγας πτηνῶν
If I should take up my wings at dawn, and dwell in the uttermost parts of the sea. That is to say, if I should take the wings of birds