Migne Reading Room

PG 27 · cols. 500–509 · Read from the page

Expositions on the Psalms

Expositions on the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 27:500Read from the page
μου. Τοῦτο γάρ ἐστι τὸ φυλάξαι τὸν θεῖον νόμον, τὸ ἔργοις αὐτὸν ἀποπληρῶσαι.
of mine. For this is to keep the divine law: to fulfil it by works.
Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα. Διαπαντὸς ἐμεμνήμην τοῦ θείου δικαστηρίου.
I have not declined from Thy judgements. Continually I remembered the divine tribunal.
Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου! Γλυκέα διὰ τὴν ἐπ' αὐτοῖς λογικὴν τέρψιν· ἀλλ' ὑπὲρ μέλι, τῶν παρ' ἀνθρώποις πάντων ἡδέων δι' αὐτοῦ δηλουμένων.
How sweet are Thy words to my throat! Sweet because of the rational delight in them; yea, sweeter than honey, all things that are pleasant among men being signified by it.
Λύχνος τοῖς ποσί μου ὁ νόμος σου. Ὁ γὰρ τῷ φωτὶ τοῦ θείου νόμου περιπατῶν ὀρθὴν καὶ ἀπρόσκοπον τὴν πορείαν ποιεῖται τοῦ βίου.
Thy law is a lamp unto my feet. For he who walks by the light of the divine law makes the journey of his life straight and unerring.
Ἐταπεινώθην ἕως σφόδρα. Ἢ ταῖς τῶν νοητῶν ἐχθρῶν ἐπιθέσεσιν, ἢ ταῖς ἰδίᾳ καὶ ἐκ προαιρέσεως γινομέναις σκληραγωγίαις.
I was humbled exceedingly. Either by the assaults of spiritual enemies, or by the austere disciplines practised privately and by free choice.
Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. Τοὺς σοφοὺς τοῦ αἰῶνός φησι καὶ τοὺς τῶν αἱρεσιωτῶν ἄρχοντας.
I have hated transgressors, and have loved Thy law. He means the wise of this age and the leaders of the heretics.
Ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι. Ἢ τοὺς πονηροὺς λογισμούς φησιν, ἢ τοὺς προειρημένους διδασκάλους.
Depart from me, ye malignant. He means either evil thoughts, or the aforesaid teachers.
Βοήθησόν μοι, καὶ σωθήσομαι. Εἰ γὰρ καὶ, ἔφη, βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σὺ, ἀλλὰ δεῖται βοηθείας ἀδιαλείπτου. Ἐν ὅσῳ γάρ ἐσμεν ἐνταῦθα, οὔπω τέλειον τὸ, σωθήσομαι· ἀλλ' ὅταν μετὰ τῶν ἀγγέλων ζήσωμεν τοῦ Θεοῦ, τότε γὰρ καὶ μελέτη δικαιωμάτων πρόσωπον πρὸς πρόσωπον, οὐ κατὰ τὴν σκιὰν, ἀλλὰ κατὰ τὴν ἀλήθειαν.
Help Thou me, and I shall be saved. For even though, he said, Thou art my helper and my protector, yet there is need of unceasing help. For so long as we are here, "I shall be saved" is not yet complete; but when we shall live with the angels of God, for then also the meditation of His justifications will be face to face, not according to the shadow, but according to the truth.
Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου. Τοῦτο γὰρ περιμένει τὸ τέλος τοὺς τὸν νόμον ἀθετοῦντας τοῦ Θεοῦ.
Thou hast set at naught all them that depart from Thy justifications. For this end awaits those who reject the law of God.
Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. Τὸ πατῆσαι βούλεσθαι τὸν θεῖον νόμον.
I have accounted all the sinners of the earth as transgressors; therefore have I loved Thy testimonies. Because they wish to trample underfoot the divine law.
Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Τὸ, καθήλωσον, ἀντὶ τοῦ, πῆξον. Πῆξον οὖν, φησὶν, εἰς ἁγνείαν τὰς σάρκας μου. Οὕτως γὰρ μόνως δυνηθεῖεν εἰπεῖν Χριστῷ· Συνεσταύρωμαι· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. Τὸν θεῖον δηλονότι νόμον. Οὐ γὰρ ἄλλως τις ἐπιτελεῖ τὴν ἁμαρτίαν, μὴ ἔξω ἑαυτὸν πρότερον καταστήσας τοῦ φόβου τοῦ Θεοῦ.
Nail my flesh out of Thy fear. "Nail" stands instead of "fix fast." Fix fast, therefore, he says, my flesh unto chastity. For only thus could they be able to say with Christ: I am crucified with Him (Gal. 2:19); for I was afraid of Thy judgements. Namely, the divine law. For in no other way does anyone commit sin, unless he has first placed himself outside the fear of God.
Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου. Εἰς τὴν θείαν ἐπιφάνειαν, φησὶ, δι' ἧς ἤλπιζε σωθήσεσθαι καὶ αὐτὸς καὶ ἅπαν τῶν ἀνθρώπων τὸ γένος. Καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. Εἰ καὶ παρανομοῦντές τινες, καὶ τὸν σὸν πρὸ ὀφθαλμῶν οὐκ ἔχοντες φόβον, τόν σου ἐκ μέσου πεποίηνται νόμον· ἀλλ' ἐγὼ τὸν πάντα καιρὸν ἕνα ἐποιούμην τοῦτον, ἐν μελέτῃ ἔχων διαπαντός.
Mine eyes have failed for Thy salvation. Unto the divine manifestation, he says, through which he hoped that both he himself and the whole race of men would be saved. And for the word of Thy righteousness. Even if certain men, acting lawlessly and not having the fear of Thee before their eyes, have put Thy law out of the way, yet throughout all time I made this one law my own, holding it continually in meditation.
Δοῦλός σου εἰμὶ, συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. Ὁ μὴ δουλεύων κατ' οὐδὲν τῇ ἁμαρτίᾳ λεγέτω· Δοῦλός σου εἰμὶ ἐγώ. Μισθὸν δὲ δουλείας τὴν σύνεσιν ἀπαιτεῖ διδομένην παρὰ Θεοῦ, καὶ παρ' αὐτῷ κειμένην ὡς ἐν θησαυροφυλακίῳ. Πνεῦμα γὰρ σοφίας καὶ συνέσεως καὶ τὰ ἑξῆς τῶν ἀγαθῶν τὰ χαρίσματα. Πρὸς ἑτέραν γὰρ ἀντιδιαστέλλων, ἐν Παροιμίᾳ φησί· Σύνεσις δὲ ἀγαθὴ δίδωσι
I am Thy servant; give me understanding, and I shall know Thy testimonies. Let him who in nothing serves sin say: I am Thy servant. And as the reward of service he asks for understanding given by God, and laid up with Him as in a treasury. For the spirit of wisdom and understanding and the rest are the gifts of good things. For distinguishing it over against another kind, he says in the Proverb: Good understanding giveth
PG 27:501Read from the page
χάριν. Εἰ γὰρ πᾶσα σύνεσις ἀγαθὴ, οὐκ ἂν προσέθηκεν ἀγαθή.
grace (Prov. 13:15). For if all understanding were good, he would not have added "good."
Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου. Ἐγὼ μὲν ἐποίησα κρῖμα καὶ δικαιοσύνην· ἔσται δέ ποτε καί σοι καιρὸς τῷ Θεῷ τοῦ ποιῆσαι δηλονότι κρῖμα καὶ δικαιοσύνην κατὰ τῶν διασκεδασάντων τὸν νόμον σου.
It is time for the Lord to act: they have scattered Thy law. I indeed have done judgement and justice; and there will one day also be a time for Thee, O God, to execute judgement and justice against those who have scattered Thy law.
Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ τὸ χρυσίον καὶ τοπάζιον. Ταῦτα συνᾴδει τῷ· Ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου· καὶ τῷ· Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον. Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
Therefore have I loved Thy commandments above gold and topaz. These words agree with the saying: The law of Thy mouth is good unto me above thousands of gold and silver (Ps. 118:72); and with: Receive instruction, and not silver, and knowledge rather than tested gold. For wisdom is better than precious stones; and nothing precious is worthy of her (Prov. 8:10-11).
Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην. Διὰ τοῦτο, ποῖον, ἢ τὸ μελέτην ἔχειν διαπαντὸς τοῦ νόμου;
Therefore was I directed unto all Thy commandments. "Therefore"—on what account, other than having meditation on the law continually?
Καὶ συνετιεῖ νήπια. Νήπια νοήσεις τοὺς ἐν ἀγνοίᾳ κατεχομένους καὶ βρέφεσιν ἐοικότας. Τούτους γὰρ ὁ λόγος σου, φησὶ, τῷ σῷ καταυγαζομένους φωτὶ συνέσεως ἐμφορεῖ.
And it giveth understanding to little ones. By "little ones" you will understand those held in ignorance and resembling infants. For these, he says, Thy word fills with understanding when they are illuminated by Thy light.
Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα. Διανοίξεως δὲ δεῖται τὰ λόγια. Διὸ καὶ ὁ Σωτὴρ διήνοιξε τὸν νοῦν τῶν μαθητῶν τοῦ συνιέναι τὰς Γραφάς. Καὶ τὴν δι' ἡδονῆς ἢ δόξης ἀπάτην ἡ διὰ τῶν λόγων σύνεσις ἐνδιδομένη κωλύει.
I opened my mouth, and drew in the spirit. The oracles require opening. Wherefore also the Saviour opened the mind of the disciples to understand the Scriptures (Luke 24:45). And the understanding imparted through the words prevents deception through pleasure or glory.
Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με, κ. τ. λ. Ὡς κέκρικας, φησὶν, ἐπιβλέψαι, καὶ πολλῆς ἐπισκοπῆς ἀξιῶσαι τοὺς ἀγαπῶντας τὸ ὄνομά σου· οὕτω με τῆς αὐτῆς ἀξίωσον ἐπισκοπῆς, τοῦ αὐτοῦ ἐλέους.
Look Thou upon me, and have mercy on me, etc. As Thou hast judged, he says, to look upon those who love Thy name and to count them worthy of great visitation, so count me worthy of the same visitation and the same mercy.
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου. Κατὰ τὸ λόγιον αὐτοῦ ὁ Θεὸς κατευθύνει τὰ διαβήματα τοῦ ἀπὸ κακίας καὶ ἀγνοίας εἰς ἀρετὴν καὶ γνῶσιν διαβαίνοντος. Ὁ γὰρ ὀρθὸς λόγος τῶν τοιούτων ἡγεῖται· Οἱ μὴ ποιοῦντες τὴν ἁμαρτίαν οὐκ εἰσὶ δοῦλοι τῆς ἁμαρτίας.
Direct my steps according to Thy word. According to His word God directs the steps of him who passes over from wickedness and ignorance unto virtue and knowledge. For right reason guides such men: those who do not commit sin are not servants of sin (John 8:34).
Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων. Συκοφαντίαν ἀνθρώπων τὴν τῶν αἱρετικῶν διδασκαλίαν φησὶ, καὶ τὴν τῶν σοφῶν τοῦ αἰῶνος τούτου. Τούτου τετύχηκεν αἰσθητῶς Ἰωσὴφ καὶ Σωσάννα. Τροπικῶς δὲ ἀνθρώπους τὰς πονηρὰς λέγει δυνάμεις, ἀφ' ὧν τῆς συκοφαντίας μόνου λυτροῦσθαι Θεοῦ.
Redeem me from the calumny of men. By the calumny of men he means the teaching of the heretics, and that of the wise of this age. Joseph and Susanna obtained this in a perceptible manner. And figuratively he calls the evil powers "men," from whose calumny it belongs to God alone to redeem.
Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου. Τὴν παρουσίαν ἐπιποθεῖ τοῦ Κυρίου θεάσασθαι. Αὐτὸς γάρ ἐστιν ὁ χαρακτὴρ τοῦ Πατρός. Καὶ δίδαξόν με τὰ δικαιώματά σου. Τὴν Νέαν Διαθήκην φησὶ, δι' ἧς δεδικαίωκεν ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἐπὶ τῆς γῆς.
Make Thy face to shine upon Thy servant. He longs to behold the coming of the Lord. For He Himself is the express image of the Father (Heb. 1:3). And teach me Thy justifications. He means the New Testament, through which God and the Father has justified those upon the earth.
Διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου. Πλῆθος ἠφίειν δακρύων τοὺς τὸν σὸν παραβαίνοντας νόμον ἀποθρηνῶν.
Mine eyes have sent down streams of waters. I shed a multitude of tears, bewailing those who transgress Thy law.
Δίκαιος εἶ, Κύριε, καὶ εὐθὴς ἡ κρίσις σου. Τὴν αἰτίαν ἀποδίδωσι, δι' ἣν ἀπεκλαίετο τοὺς παραβαίνοντας τὸν τοῦ Θεοῦ νόμον· ὅτι δὴ τοῖς τοῦτον παραβαίνουσιν ἐν τῷ θείῳ δικαστηρίῳ τιμωρίαν ἠπείλησε,
Righteous art Thou, O Lord, and upright is Thy judgement. He renders the reason why he wept for those who transgress the law of God: namely, because He has threatened punishment in the divine tribunal against those who transgress it,
PG 27:504Read from the page
καὶ ταύτην ἐντεῦθεν ἤδη διεμαρτύρατο. Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, κ. τ. λ. Τὰ μετὰ μαρτύρων οὐρανοῦ καὶ γῆς τινῶν ἄλλων ἐνετείλω μαρτύρια, δικαιοσύνην ὄντα καὶ ἀλήθειαν τρανωτάτην; Ἀλλ' οὐχ ἠμαύρους· ἤγουν εὐθύτατοι τῶν σῶν κριμάτων κανόνες τὴν σὴν δικαιοσύνην μηνύουσι. Τὰ οὖν σὰ μαρτύρια αἱ θεῖαι Γραφαί· δικαιοσύνη μὲν κατὰ τὰ ἠθικὰ τυγχάνουσι παραγγέλματα, ἀλήθεια δὲ κατὰ τὴν θεωρίαν τῶν λόγων.
and has already testified to this from here. Thou hast commanded justice as Thy testimonies, etc. What other testimonies hast Thou commanded with heaven and earth as witnesses, which are righteousness and clearest truth? Yet Thou hast not obscured them; that is, the most upright rules of Thy judgements declare Thy righteousness. Thy testimonies, therefore, are the divine Scriptures: they are righteousness according to ethical precepts, and truth according to the contemplation of the words.
Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Οἷον ζῆλον ἀνελάμβανον, εἴ ποτε ἑώρων τινὰ ἐπιλελησμένον τῶν σῶν λόγων. Καὶ οὐχ ἁπλῶς ζῆλον, ἀλλὰ διὰ τὸν τιθέντα μοι ἐκτήκεσθαι ἀπὸ τοῦ ζήλου τοῦ πρὸς σὲ, εἰ ἐθεώρουν τινὰς ἐπιλανθανομένους σου τῶν λόγων. Περὶ τούτου τοῦ ζήλου ἐμνήσθησαν οἱ μαθηταὶ, ἐκ προσώπου τοῦ Κυρίου ἐν ψαλμῷ εἰρημένου. Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.
My zeal hath melted me away, because mine enemies have forgotten Thy words. What zeal I took up, if ever I saw anyone forgetful of Thy words! And not simply zeal, but such as caused me to melt away from zeal for Thee, if I beheld certain men forgetting Thy words. Of this zeal the disciples remembered that it was spoken in the Psalm in the person of the Lord: For the zeal of Thine house hath eaten me up (Ps. 68:10; John 2:17).
Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα. Τὸ λόγιον τοῦ Θεοῦ πεπυρωμένον ἐστὶ σφόδρα καὶ ἐξιστάμενον, καὶ πάσῃ βασάνῳ ἀνέλεγκτον. Καὶ εἴ τις ἔχει πεπυρωμένον τοῦτο τὸ λόγιον, ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται.
Thy word is tried with fire exceedingly. The oracle of God is tried with fire exceedingly and transcendent, and beyond proof by any touchstone. And if anyone possesses this fire-tried oracle, he examines all things, while he himself is examined by no one (1 Cor. 2:15).
Νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος. Νεώτερος μὲν ὁ τοῖς θείοις λόγοις στοιχειούμενος, ἐξουδενωμένος δὲ διὰ τὸ ταπεινοῦν ἑαυτόν.
I am young and despised. Young indeed is he who is being instructed in the rudiments of the divine words, and despised because he humbles himself.
Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα. Ἡ μὲν γὰρ παρ' ἀνθρώποις δικαιοσύνη πρὸς ὀλίγον ψηφίζεται χρόνον τῷ κρινομένῳ τὸ δίκαιον, ἡ δὲ τοῦ Θεοῦ τὴν κρίσιν αἰώνιον ἀποδίδωσιν.
Thy righteousness is an everlasting righteousness. For righteousness among men adjudges what is just to the one being judged for a brief time, whereas the righteousness of God renders an eternal judgement.
Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με. Οὐδὲ ἐν ταῖς περιστάσεσι, φησὶ, τοῦ τὸν σὸν μελετᾷν ἠμέλησαν νόμον.
Tribulations and distresses have found me. Not even in adverse circumstances, he says, did they neglect meditating upon Thy law.
Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα. Ἃ δέδωκάς μοι, φησὶ, μαρτύρια, οὐ πρὸς ὀλίγον ὄντα ὠφέλιμα, δικαιοσύνη εἰς τὸν αἰῶνα τυγχάνουσι, δικαιοῦντα τὸν διαθέσει συνεγγίζοντα αὐτοῖς. Συνέτισόν με, καὶ ζῆσόν με. Ἣν γὰρ ἀσκοῦμεν ἐπὶ τοῦ παρόντος δικαιοσύνην ἀποδίδοται οὐκ ἐν ὀλίγαις ἡμέραις ἡμῶν, ἀλλ' εἰς τὸν αἰῶνα. Ἀλλὰ καὶ ζήσομαι, φησὶν, ἐάν με συνετίσῃς· εἰς ἐκείνην γὰρ τὴν μακαρίαν ζωὴν ἀνόητος οὐκ εἰσέρχεται. Αἰτητέον οὖν σύνεσιν παρὰ τοῦ διδόντος πᾶσι τοῖς ἐξ ὅλης ψυχῆς αἰτοῦσιν αὐτόν.
Thy testimonies are righteousness for ever. The testimonies which Thou hast given me, he says, being profitable not for a brief time, are righteousness for ever, justifying him who approaches them with disposition of heart. Give me understanding, and quicken Thou me. For the righteousness which we practise in the present time is rewarded not in our few days, but for ever. Moreover, I shall live, he says, if Thou give me understanding; for into that blessed life a foolish man does not enter. We must therefore ask for understanding from Him Who gives to all who ask Him with their whole soul.
Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου. Πρότερον· Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε· τὰ δικαιώματά σου ἐκζητήσω. Δεύτερον· Ἐκέκραξά σοι, σῶσόν με. Ὃ γὰρ ἐλάλουν κατὰ τὸ ἡγεμονικὸν, οὐκ ἄλλο τι ἦν ἢ ὁ Θεός. Μεγάλως οὖν σε καλέσας, μεγάλως ἐπαγγέλλομαι τὰ σὰ φυλάξαι μαρτύρια.
I cried with my whole heart. First: I cried with my whole heart; hear me, O Lord; I will seek out Thy justifications. Second: I cried unto Thee; save me. For that which I spoke according to the ruling faculty of the soul was none other than God. Having therefore called upon Thee greatly, I greatly promise to keep Thy testimonies.
Προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα. Ἀωρίαν τὸν σκότον, ἤτοι τὴν σύγχυσιν τῶν πραγμάτων φησί. Ταῦτα δὲ λέγει· Καίτοι τῶν παρανόμων ἐν συγχύσει πάντα ποιούντων, πολλὰ ἐν τῷ σῷ νόμῳ ἐστοίχουν.
I prevented in the untimely hour, and cried. By "untimely hour" he means darkness, or the confusion of affairs. And he says this: Even though the transgressors were doing all things in confusion, I walked greatly in accordance with Thy law.
PG 27:505Read from the page
Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ. Συνῆψαν οἱ πολεμοῦντές με τῇ ἀνομίᾳ, φησίν. Οὐδὲ γάρ τις διώκει τὸν δίκαιον μὴ ἀνομίᾳ συνεῖναι βουλόμενος.
They that persecute me have drawn nigh to iniquity. Those who make war upon me have joined themselves to iniquity, he says. For no one persecutes the righteous man unless he wishes to consort with iniquity.
Ἐγγὺς εἶ σὺ, Κύριε. Ὁ Θεὸς ἀλλαχοῦ φησι· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν, λέγει Κύριος. Ἡ δύναμις γὰρ τοῦ Θεοῦ πανταχοῦ ἐστι, κατὰ τὸν τῆς δημιουργίας καὶ προνοίας λόγον.
Thou art near, O Lord. God says elsewhere: I am a God drawing near, and not a God afar off, saith the Lord (Jer. 23:23). For the power of God is everywhere, according to the principle of creation and providence.
Κρῖνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆσόν με. Λόγον τὴν ἐπαγγελίαν φησίν· ἐπηγγείλατο γὰρ ἥξειν, καὶ σώσειν ἡμᾶς.
Judge my cause, and redeem me: quicken Thou me because of Thy word. By "word" he means the promise; for He promised to come and save us.
Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία. Ἣν ἐπλεονέκτησαν οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου. Ὅτι δικαιώματά σου οὐκ ἐξεζήτησαν. Αὕτη ἡ αἰτία τοῦ καταδιώκειν τὸν δίκαιον, τὸ μακρὰν ἑαυτοὺς ἀποστῆσαι τοῦ θείου νόμου.
Salvation is far from sinners. Against which the rulers of this age acted insolently. Because they have not sought out Thy justifications. This is the cause of their persecuting the righteous man: their having removed themselves far from the divine law.
Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε. Ἔγνων, φησὶν, ὡς διεμαρτύρω τὰς ἐντολὰς ἡμῖν, ὅτι βέβαιοί εἰσι καὶ ἀμετακίνητοι. Τοῦτο γὰρ δηλοῖ καὶ ἐν τῷ ἄνω στίχῳ, τὸ, Κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου.
Many are Thy tender mercies, O Lord. I knew, he says, how Thou didst testify Thy commandments unto us, that they are firm and immovable. For this he also signifies in the verse above: From the beginning I have known from Thy testimonies (Ps. 118:152).
Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην. Εἴ τινα ἑώρακα μὴ συνιέντα ἐγὼ, ἐπὶ τὸν τοιοῦτον ἐξετηκόμην ἀπὸ τοῦ ζήλου κατὰ τὴν θεοσέβειαν.
I beheld the foolish, and I pined away. If I saw anyone without understanding, over such a one I pined away out of zeal for godliness.
Ἰδὲ, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε. Ὄψει γὰρ ἐν ἐμοὶ τῶν ἀγαθῶν ἔργων τοὺς τύπους· οὐ γὰρ ἁπλῶς ἐτήρησα, ἀλλ' ἠγάπησα, μηδὲν ἔχων πρὸς ταύτας ἠναγκασμένον. Ἀλλ' οὐδὲν ἧττον ἐλεοῦντός σου δέομαι πρὸς τὸ ζῆσαί με.
Behold that I have loved Thy commandments, O Lord. For Thou shalt see in me the impressions of good works; for I have not merely kept them, but loved them, having no compulsion towards them. Yet none the less I need Thee to have mercy on me, that I may live.
Ἀρχὴ τῶν λόγων σου ἀλήθεια. Αὕτη πρώτη τῶν σῶν δέδοται ἐντολῶν, τὸ ἀληθεύειν ἐν πᾶσι, καὶ πράξει, καὶ λόγῳ, καὶ διανοίᾳ.
The beginning of Thy words is truth. This has been given as the first of Thy commandments: to be truthful in all things, both in deed, and in word, and in thought.
Ἄρχοντες κατεδίωξάν με δωρεάν. Ἔθλιβόν με, φησὶν, οἱ κατὰ καιροὺς ἄρχοντες, ἐχθροὶ ὄντες τῆς ἀληθείας. Ἀλλ' οὐ δέδοικα τὰς ἐκείνων θλίψεις, τὸν σὸν λόγον δεδοικώς. Καὶ ποῖος οὗτος, ἢ τό· Μὴ φοβήθητε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν ἀποκτεῖναι μὴ δυναμένων· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι εἰς γεέννην;
Princes have persecuted me without a cause. Those who were rulers at various times afflicted me, he says, being enemies of the truth. Yet I do not fear their afflictions, because I fear Thy word. And what word is this, other than: Fear not them that kill the body, and are not able to kill the soul; but rather fear Him Who is able to destroy both soul and body in hell (Matt. 10:28)?
Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Οὐ φόβῳ δὲ μόνον τὴν ὑπακοὴν τὴν πρὸς τοὺς θείους λόγους πεποιῆσθαί φησιν, ἀλλὰ καὶ χαρᾷ, ἥτις ἐπὶ πλούτῳ χαίρει πολλά. Βεβαιωτέρα δὲ τήρησις ἡ ἐν χαρᾷ γινομένη. Πολεμίων δὲ διωκόντων μνησθεὶς, καὶ σκύλων εἰκότως ἐμνήσθη. Οὐκ ἂν γὰρ, φησὶ, πάντας ἀνελὼν καὶ σκυλεύσας, τοσοῦτον ᾠήθην, ὡς ἐπὶ τοῖς λόγοις τοῖς σοῖς. (Cord.) Ποίοις λόγοις, ἢ περὶ ὧν λέγει ὁ Παῦλος· Πρῶτοι γὰρ ἐπιστεύσαμεν τὰ λόγια τοῦ Θεοῦ, περὶ τῶν Ἰουδαίων φάσκων.
I will rejoice at Thy words, as one that findeth many spoils. Not out of fear alone does he say that he has rendered obedience to the divine words, but also with joy, which rejoices greatly over wealth. And more steadfast is the observance that takes place in joy. Having mentioned pursuing enemies, he naturally also made mention of spoils. For if I had slain and despoiled them all, he says, I would not have esteemed it so much as over Thy words. (Corderius.) What words, other than those concerning which Paul says: For first we were entrusted with the oracles of God (Rom. 3:2), speaking concerning the Jews?
Ἀδικίαν ἐμίσησα, κ. τ. λ. Οὐ γὰρ κατ' ἐκείνους νεκρὸν ἤμυνα καὶ σκῦλα λαβὼν βδελύττομαι· μόνον γὰρ ὠφέλιμον ἀδικίαν βδελύττεσθαι· διό σου καὶ δεόντως τὸν νόμον νοήσας ἠγάπησα, μηδαμῶς αὐτὸν ἕλκων ἐπὶ
I have hated iniquity, etc. For I did not, like them, avenge a dead man and, after taking spoils, abominate him; for it is profitable to abominate iniquity alone; wherefore also, having rightly understood Thy law, I loved it, in no way drawing it down unto
PG 27:508Read from the page
τὰ γήϊνα. Ἡμεῖς γὰρ ὡς συνεγερθέντες Χριστῷ τὰ ἄνω ζητοῦμεν, οὐ τὰ ἐπὶ τῆς γῆς.
earthly things. For we, as having been raised together with Christ, seek the things that are above, not the things that are upon the earth (Col. 3:1-2).
Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι. Παρ' ὅλον τὸν βίον αὐτοῦ ὁ δίκαιος φωτιζόμενος ἐν ἡμέρᾳ ἔσται τελείᾳ, οὐ μεσολαβουμένῃ ὑπὸ νυκτός· καὶ αἰνεῖ τὸν Θεὸν ἑπτάκις ὑπερκόσμιος γεγονὼς, τοῦ ἄνω κεχωρηκέναι τοῦ ἐν ἓξ ἡμέραις γενομένου κόσμου· ἅτε καὶ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ γεγενημένος, τὸν τῆς δημιουργίας καὶ προνοίας Θεοῦ λόγον θεωρήσας, ἐξομολογεῖται ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης τοῦ Θεοῦ· καθ' ἃ κρίματα ἑκάστων ποικίλην δημιουργίαν καὶ πρόνοιαν ἔσχεν. Τὸ ἀδιάλειπτόν φησιν. Λέγει δὲ, ὅτι διαπαντὸς ἐμνημόνευον τῶν σῶν κριμάτων, ὧν δικαίως ἐπήγαγες· τοὺς μὲν πλεονεκτήσαντας ἐκβαλὼν ἄρχοντας, τοὺς δὲ ἀδικηθέντας λυτρωσάμενος.
Seven times a day have I praised Thee. Throughout his whole life the righteous man, being illuminated, will be in a perfect day, not interrupted by night; and he praises God seven times, having become supramundane by having advanced above the world that was made in six days; inasmuch as, having come to be in the paradise of God and having contemplated the principle of God's creation and providence, he gives praise for the judgements of the righteousness of God, according to which judgements He held a manifold creation and providence of each thing. (Another manuscript.) By this he means unceasing praise. And he says: I continually remembered Thy judgements, which Thou hast justly brought to pass, casting out the rulers who acted covetously, and redeeming those who were wronged.
Ἐγγισάτω ἡ δέησίς μου [lacuna in text] Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε. Ὅρα τῶν θείων ῥημάτων τὸ εὔτακτον. Πρῶτον γὰρ τὸ, ἐγγισάτω· εἶτα, τὸ μεῖζον, τὸ, εἰσέλθοι τὸ ἀξίωμά μου· πρὸ γὰρ τοῦ, εἰσέλθοι, τὸ, ἐγγίσαι. Ἐγγίσας γάρ τις οἰκίαν, ἐὰν ᾖ φίλος τοῦ οἰκοδεσπότου, εἰσέρχεται. Ἣν δὲ κέκληκε δέησιν, νῦν εἶπεν ἀξίωμα, παρὰ τὸ ἀξιοῦν. Μήποτε ὡς ἔστι κοσμικὰ καθ' ὑπεροχὴν ἀξιώματα, οὕτω καὶ ψυχικά; Ἀξίωμα γὰρ ἀπόστολον εἶναι Χριστοῦ· ἀξιώματα καὶ τάγματα τὰ ἐκκλησιαστικά. Ἀξίωμα δὲ ψυχῆς καὶ τὸ ἔχειν τὰς ἀρετὰς, ἢ μίαν αὐτῶν. Ὁ τοιοῦτον ἔχων ἀξίωμα τὰ παρόντα φησίν.
Let my supplication draw near [lacuna in text] Let my petition come in before Thee, O Lord. Behold the good order of the divine words. For first is "let it draw near"; then, what is greater, "let my petition come in"; for before entering is drawing near. For when someone has drawn near to a house, if he is a friend of the master of the house, he enters in. And what he called supplication, he now called petition (dignity), from petitioning (deeming worthy). Perhaps just as there are worldly dignities of pre-eminence, so also there are spiritual ones? For it is a dignity to be an apostle of Christ; dignities also are the ecclesiastical orders. And a dignity of the soul is also to possess the virtues, or one of them. He who possesses such a dignity speaks the present words.
Ἐξερεύξοιντο τὰ χείλη μου ὕμνον. Ἡ ἐρυγὴ ὡς ἐπὶ πᾶν γίνεται τοῖς κεκορεσμένοις. Οἶδεν οὖν ὁ θεῖος λόγος πνευματικὴν τροφήν. Αὐτὸς οὖν ὁ Λόγος φησὶν ἄρτος εἶναι. Ἐγὼ γάρ εἰμι ὁ ἄρτος τῆς ζωῆς ὁ ἐξ οὐρανοῦ καταβάς· λέγει δὲ καί· Ὁ τρώγων μου τὴν σάρκα ἔχει ζωὴν ἐν ἑαυτῷ. Τοῦτον δὴ φάγοντες, ὕμνον ἐρευγόμεθα. Τοιαύτης εὔχομαι τυχεῖν ἐρυγῆς. Ὅπερ ἀδύνατον, ἐὰν μή με διδάξῃς τὰ δικαιώματα.
Let my lips utter a hymn. Utterance (belching forth) generally happens to those who are filled to satiety. The divine word therefore knows of spiritual food. The Word Himself therefore says that He is bread: For I am the bread of life that came down from heaven (John 6:35, 41); and He also says: He that eateth My flesh hath life in himself (John 6:54). Having eaten this bread, we utter forth a hymn. Such an utterance I pray to obtain; which is impossible, unless Thou teach me Thy justifications.
Φθέγξοιτο ἡ γλῶσσά μου τὰ λόγιά σου. Εὔχεται ἃ δ' ἂν εἴποι λόγον εἶναι Θεοῦ, κατὰ τό· Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ. Ὁ δὲ τοιοῦτος ἀργὸν ῥῆμα οὐ λαλεῖ. Διό φησιν ὁ Παῦλος· Τὸ γὰρ, Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται τὸ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Δικαιοσύνη γὰρ τοῦτό ἐστι τό· Ἀγαπήσεις τὸν πλησίον σου.
Let my tongue pronounce Thy words. He prays that whatever he may say may be the word of God, according to the saying: Open thy mouth with the word of God (Prov. 31:8). And such a man does not speak an idle word. Wherefore Paul says: For this, Thou shalt not kill, Thou shalt not commit adultery, Thou shalt not steal, and if there be any other commandment, it is summed up in this word: Thou shalt love thy neighbour as thyself (Rom. 13:9). For righteousness is this: Thou shalt love thy neighbour.
Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με. Δηλοῖ γὰρ οὐ τὴν κατ' οὐσίαν γένεσιν αὐτῆς, ἀλλὰ τὴν πρὸς τὰ σωζόμενα σχέσιν. Ὁποῖον καὶ τό· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν.
Let Thy hand be to save me. For he signifies not its coming into being according to substance, but its relation towards those who are saved. Such also is the saying: Be Thou unto me for a protecting God (Ps. 30:3).
Ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε. Ἐὰν θέλῃς ἐπαναβῆναι τῷ λόγῳ, τὸ σωτήριόν σου ὁ Χριστός ἐστιν. Ἰησοῦς γὰρ ἑρμηνεύεται Θεοῦ σωτηρία. Οὗτος ἡμῖν ἐπέμφθη. Ἔργον ἐστὶ τὸ ἐπιποθεῖν τοῦ Θεοῦ
I have longed for Thy salvation, O Lord. If you wish to ascend in thought, "Thy salvation" is Christ. For Jesus is interpreted "salvation of God." He was sent to us. It is a work to long for God's
PG 27:509Read from the page
τὸ σωτήριον. Οἱ γὰρ πολλοὶ τὸ κατὰ σάρκα ποθοῦσι. Τὸ δὲ τοῦ Θεοῦ, τὸ ἐν αὐτῷ σωθῆναι, τὸ ἐν αὐτῷ ἀναπαύεσθαι, κληρονομῆσαι τὰ ἅγια. Τοῦτο γάρ ἐστι τὸ σωτήριον τοῦ Θεοῦ, ἡ αἰώνιος ζωή. Ἀλλὰ καὶ Ἰησοῦς ἑρμηνεύεται Θεοῦ σωτήριον, πεμφθεὶς ἡμῖν ἐπὶ σωτηρίᾳ· οὗ πρὸς τὸν πόθον ὁ θέλων ὁδεῦσαι μελετήσει τὸν νόμον.
salvation. For the many long for that which is according to the flesh. But the salvation of God is to be saved in Him, to rest in Him, to inherit the holy things. For this is the salvation of God, eternal life. Moreover, Jesus is interpreted "salvation of God," having been sent to us for salvation; towards the longing for Whom he who wishes to journey will meditate on the law.
Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε. Περὶ μελλούσης λέγει ζωῆς. Ἡ γὰρ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Τότε κυρίως αἰνέσω, τότε βοηθῆσαί μοι· τὰ ἐπιβόητα γενόμενα τῶν κρινομένων σοι κρίματα τῷ μὲν δικαίῳ χωρὶς βασάνων, τῷ δὲ δεομένῳ διὰ βασάνων.
My soul shall live, and shall praise Thee. He speaks concerning the future life. For our life is hid with Christ in God (Col. 3:3). Then I shall praise Thee in the proper sense, then help Thou me: the renowned judgements passed upon those judged by Thee are, for the righteous man, without torments, but for the one in need of cleansing, through torments.
Ἐπλανήθην ὡς πρόβατον ἀπωλολός. Μετὰ τὸ εἰπεῖν περὶ αὐτοῦ ἔργα κατορθωκότος, πάλιν πρόβατον ἑαυτὸν πεπλανημένον εἶναι λέγει, ταπεινοφροσύνην ἐπιτηδεύων, κατὰ τὸ εἰρημένον ὑπὸ Κυρίου· Ὅταν πάντα κατορθώσητε, λέγετε· Δοῦλοι ἀχρεῖοί ἐσμεν.
I have gone astray like a lost sheep. After speaking concerning himself as one who has accomplished good works, he again says that he is a straying sheep, practising humility of mind, according to what was spoken by the Lord: When ye shall have done all things rightly, say: We are unprofitable servants (Luke 17:10).
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΙΘʹ.
Song of Ascents. 119.
Ὑπόθεσις.
Argument.
Τὴν πρώτην ᾠδὴν τῶν ἀναβαθμῶν ᾄδει τῷ Θεῷ ὁ ἐν Βαβυλῶνι λαὸς, ἀδημονῶν ἐπὶ τῷ μήκει τῆς αἰχμαλωσίας, καὶ εὐχόμενος ἐλευθερωθῆναι.
The people in Babylon sing the first Song of Ascents to God, being distressed at the length of the captivity, and praying to be set free.
Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα [lacuna in text] Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. Πῶς γὰρ οὐκ ἄδικα χείλη τῶν Βαβυλωνίων, τὰ τὴν εἰδωλολατρείαν ὡμολογηκότα. Αὐτὴ δὲ καὶ γλῶσσα κληθείη δολία, ἅτε μηδὲν εὐθὲς λαλοῦσα περὶ Θεοῦ.
Unto the Lord in my trouble I cried [lacuna in text] O Lord, deliver my soul from unjust lips, and from a deceitful tongue. For how are the lips of the Babylonians not unjust, which have confessed idolatry? And this same tongue might also be called deceitful, inasmuch as it speaks nothing upright concerning God.
Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα. Τί πλέον δοθῆναί σοι αἰτεῖς, φησὶν, ἢ τί θέλεις ἕτερον προστεθῆναί σοι τοῦ κατὰ τῶν δολίων χειλέων; Βέλη πυρὸς μεστὰ ἐξαφθῆναι παρὰ τοῦ δυνατοῦ. Σημαίνει δὲ τὴν κατὰ τῶν Βαβυλωνίων ἧσον οὔπω τιμωρίαν ἐσομένην.
What shall be given to thee, and what shall be added to thee, against a deceitful tongue? The sharpened arrows of the mighty one. What more do you ask to be given to you, he says, or what else do you wish to be added to you against deceitful lips? Arrows full of fire to be kindled by the mighty one. And he signifies the punishment against the Babylonians that is soon to come.
Οἴ μοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Ἑτέραν αἴτησιν εὔχεται παρὰ Θεοῦ, τῆς παροικίας ἐλευθερωθῆναι. Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. Χώρα τις ἐστὶν ἡ Κηδὰρ ἐπὶ τῆς ἐρήμου τῆς πρὸς ἀνατολὰς κειμένη, καὶ μέχρι τῆς Περσῶν παρατείνουσα, ἣν γένος Σαρακηνῶν οἰκεῖ. Πολλὰ παρῴκησεν ἡ ψυχή μου.
Woe is me, that my sojourning is prolonged! He prays another petition from God, to be set free from his sojourning. I have dwelt with the tents of Kedar. Kedar is a certain region lying in the desert towards the east, and extending as far as that of the Persians, which a race of Saracens inhabits. My soul hath long sojourned.
Μετὰ τῶν μισούντων εἰρήνην ἤμην εἰρηνικός. Κακία Βαβυλωνίων τὸ πολεμεῖν ἀντ' οὐδενὸς τοῖς εἰρηνεύουσιν. Εἰ μή τι δέοι κριτικῆς τιμωρίας, ἣν κατὰ Χαναναίων καὶ Ἀμοῤῥαίων ἐπέταττεν ὁ Θεὸς, τὴν πρὸς αὐτοὺς ἀπαγορεύων φιλίαν. Οἱ δὲ φαῦλοι πρὸς τούτους ἀσύμβατοι, τὴν θεοσέβειαν βδελυττόμενοι. Ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.
With them that hated peace I was peaceable. It was the wickedness of the Babylonians to make war for no reason upon those who kept peace; unless perhaps one should refer to the judicial punishment which God commanded against the Canaanites and Amorites, forbidding friendship with them. For the wicked are irreconcilable with these, abominating godliness. When I spoke unto them, they warred against me without a cause.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚʹ.
Song of Ascents. 120.
Ὑπόθεσις.
Argument.
Τὴν δευτέραν ᾠδὴν ᾄδει, προαπολυθεὶς μὲν τῆς αἰχμαλωσίας, ἐν ὁδῷ δὲ ὁδεύων τῆς μακρᾶς ὁδοῦ τῆς
He sings the second song, having first been released from the captivity, and journeying on the way of the long road of the