Migne Reading Room

PG 27 · cols. 392–401 · Read from the page

Expositions on the Psalms

Expositions on the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 27:392Read from the page
Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι. Ὅμοιον τῷ ἀλλαχοῦ εἰρημένῳ· Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει. Σπέρμα τοῦ Δαυῒδ φησι τὸν ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα γεγεννημένον Χριστόν. Ὅς καὶ εἰς τὸν αἰῶνα μένει. Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων, Θεὸν ὄντα καὶ Θεοῦ κατ' ἀλήθειαν Υἱὸν, μὴ πάντῃ τε καὶ πάντων εἶναι αἰώνιον.
Once have I sworn in My holiness, if I shall lie unto David. This is similar to what is spoken elsewhere: The Lord hath sworn truth unto David, and He will not annul it (Ps. 131:11). His seed shall endure for ever. By the seed of David He means Christ, Who was born according to the flesh from the seed of David. Who also endures for ever. For it is not among things possible that He Who is God and truly Son of God should not be in every way and over all things eternal.
Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου. Θρόνον Χριστοῦ ἐννόει τὴν Ἐκκλησίαν· ἐπαναπαύεται γὰρ αὐτῇ. Ἔσται οὖν, φησὶν, ἡ Ἐκκλησία Χριστοῦ καταστράπτουσα καὶ φωτίζουσα τὴν ὑπ' οὐρανὸν, καὶ μένουσα διηνεκῶς ὁ ἥλιος καὶ ἡ σελήνη. Τὸ γὰρ ῥητὸν τοῦτο οὕτω φησί· Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.
And His throne as the sun before Me. By the throne of Christ understand the Church; for He rests upon her. The Church of Christ, therefore, he says, shall be shining brightly and illuminating the world under heaven, and remaining continually as the sun and the moon. For this text speaks thus: And His throne as the sun before Me, and as the moon established for ever, and a faithful witness in heaven.
Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Τὰ συμβεβηκότα ἐπὶ τῷ τιμίῳ σταυρῷ οἱ μακάριοι προφῆταί φασι. Λέγουσιν οὖν, ὡς πρὸς τὸν Πατέρα καὶ Θεόν· Ἐπηγγείλω, φησὶν, ὅτι εἰς τὸν αἰῶνα μένει τὸ σπέρμα Δαυῒδ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος καὶ ἡ σελήνη· ἀλλ' ἀπώσω καὶ ἐξουδένωσας· ἀνεβάλου τὸν Χριστόν σου. Τὸ δὲ, ἀπώσω καὶ ἐξουδένωσας, ἀντὶ τοῦ, ἀπωσθῆναι, καὶ ἐξουδενωθῆναι συγκεχώρηκας. Οὐ γὰρ ὁ Πατὴρ ἀπώσατο καὶ ἐξουδένωσε τὸν ἴδιον Υἱόν· Ἰουδαῖοι δὲ μᾶλλον τοῦτο πεπράχασι· πλὴν κατὰ συγχώρησιν τοῦ Θεοῦ καὶ Πατρός. Καὶ τοῦτό ἐστι τὸ εἰρημένον· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν παρέδωκεν αὐτόν.
But Thou hast cast off and set at naught; Thou hast deferred Thy Christ. The blessed prophets speak of the things that came to pass upon the precious cross. They say, therefore, as if addressing the Father and God: Thou didst promise, he says, that the seed of David endures for ever, and His throne as the sun and the moon; yet Thou hast cast off and set at naught; Thou hast deferred Thy Christ. And the phrase, Thou hast cast off and set at naught, stands for: Thou hast permitted Him to be cast off and set at naught. For the Father did not cast off and set at naught His own Son; rather, the Jews have done this, yet by the permission of God the Father. And this is what was spoken: Who spared not His own Son, but delivered Him up for us (Rom. 8:32).
Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. Ὑπερέθου πληρῶσαι, φησὶ, τὰς ἐπαγγελίας τὰς περὶ αὐτοῦ· πέπονθε γὰρ μεταξύ. Πῶς δὲ ὑπερέθετο, λέγει· Κατέστρεψας φάσκων τὴν διαθήκην τοῦ δούλου σου. Ἐπηγγείλω γὰρ, φησὶν, ὅτι εἰς τὸν αἰῶνα μένει· καὶ αὕτη γέγονεν ἡ παρὰ σοῦ περὶ αὐτοῦ διαθήκη. Ἀλλ' ἐσταύρωσαν αὐτὸν Ἰουδαῖοι, καὶ κατελογίσθη μετὰ νεκρῶν. Πέπονθε γὰρ, φησὶ, καὶ ἐσταυρώθη· οὐκοῦν κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. Ἔῤῥιψας, φησὶν, εἰς τὴν γῆν τὴν δόξαν αὐτοῦ· ὡς γὰρ ἧκεν εἰς τὸ παθεῖν, ψιλὸς ἄνθρωπος ἐνομίσθη τοῖς παρανόμοις Ἰουδαίοις. Ἀλλ' οὐ μεμένηκε νεκρὸς, ὁ ἐν νεκροῖς ἐλεύθερος κατὰ τὴν τοῦ προφήτου φωνήν· οὔτε μὴν ἀδοξίαν τινὰ προσετρίψατο τὸ πάθος αὐτῷ, ἀλλ' ἐδοξάσθη μᾶλλον διὰ τοῦ καταργῆσαι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἐλευθερῶσαι τῶν ἀνθρώπων τὸ γένος. Πλὴν τὰ συμβεβηκότα φασὶν οἱ προφῆται.
Thou hast overthrown the covenant of Thy servant. Thou hast delayed to fulfill, he says, the promises concerning Him; for in the meantime He has suffered. And how He delayed, he tells by saying: Thou hast overthrown the covenant of Thy servant. For Thou didst promise, he says, that He endures for ever; and this was the covenant from Thee concerning Him. But the Jews crucified Him, and He was reckoned among the dead. For He suffered, he says, and was crucified; therefore Thou hast overthrown the covenant of Thy servant. Thou hast profaned His sanctuary to the ground. Thou hast cast down, he says, His glory to the ground; for when He came to suffer, He was deemed a mere man by the lawless Jews. Yet He did not remain dead, Who is free among the dead according to the voice of the prophet (Ps. 87:6); nor did the passion inflict any dishonour upon Him, but rather He was glorified by abolishing him who held the power of death, that is, the devil (Heb. 2:14), and setting free the race of men. Nevertheless, the prophets state the things that came to pass.
Καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ. Φραγμοὺς αὐτοῦ καὶ ὀχυρώματα τοὺς ἁγίους ἀποστόλους φησὶν, οἳ καὶ, πάντες ἀφέντες αὐτὸν, ἔφυγον δειλιάσαντες· καὶ διὰ τοῦτό φησιν· Ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν.
Thou hast broken down all His hedges. By His hedges and strongholds he means the holy apostles, who also all forsook Him and fled in fear (Matt. 26:56); and on account of this he says: Thou hast made His strongholds a terror.
Διήρπαζον αὐτόν. Εὔφρανας πάντας τοὺς
They plundered Him. Thou hast gladdened all
PG 27:393Read from the page
ἐχθροὺς αὐτοῦ. Ἔχαιρον γαρ καὶ ἐπέσειον αὐτῷ τὰς κεφαλὰς, ὁρῶντες αὐτὸν ἐπὶ ξύλου κρεμάμενον.
His enemies. For they rejoiced and wagged their heads at Him (Matt. 27:39), seeing Him hanging upon a tree.
Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ. Ἐπειδὴ ἀξίους ὄντας τὴν ἐσχάτην δίκην ἀποτῖσαι τοὺς σταυρώσαντας τὸν μονογενῆ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸν οὐ τετιμώρηται παραχρῆμα, διὰ πολλὴν φιλανθρωπίαν καιρὸν μετανοίας, τὸν διὰ βαπτίσματος, καὶ αὐτοῖς χαριζόμενος· τούτου χάριν ἀποστρέψαι λέγεται τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ. Τὸ δὲ, ἀπέστρεψας, ἀντὶ, ἐπέσχες.
Thou hast turned back the help of His sword. Since He did not immediately punish those who crucified the Only-begotten Son of God the Father, though they deserved to pay the extreme penalty, out of great loving-kindness granting even to them a time of repentance through baptism, for this reason He is said to have turned back the help of His sword. And the phrase, Thou hast turned back, stands for: Thou hast held back.
Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ. Τὸ, κατέλυσας, ἀντὶ τοῦ, κατήνεγκας. Κατήνεγκας οὖν, φησὶν, ἤτοι παρεσκεύασας εἰς τὸ πιστεύεσθαι, ὅτι καθαρός ἐστιν. Ἐπενοήθη γὰρ εἶναι πονηρὸς, καὶ ὡς ἁμαρτωλὸς κατεκρίθη, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη. Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας. Ἐπειδὴ πέπονθε σαρκικῶς, καὶ γέγονεν ἐν νεκροῖς ἐλεύθερος· νομίσαντες οἱ σταυρώσαντες, ὅτι πεπονθὼς συνεστάλη, καὶ πέπαυται τοῦ καὶ ὅλως εἶναι καὶ ὀνομάζεσθαι· διὰ τοῦτο τὰς τῶν σταυρωσάντων ὑπονοίας διερμηνεύει λέγων· Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας.
Thou hast loosed Him from His cleansing. The phrase, Thou hast loosed, stands for: Thou hast brought down. Thou hast brought down, therefore, he says, that is, Thou hast caused it to be believed that He is pure. For He was thought to be evil, and was condemned as a sinner, and was reckoned among the lawless (Isa. 53:12). Thou hast cast His throne down to the ground. Since He suffered in the flesh, and became free among the dead, those who crucified Him supposed that having suffered He was brought low, and had ceased even to exist at all and to be named; on account of this he interprets the suspicions of those who crucified Him, saying: Thou hast cast His throne down to the ground.
Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; Τουτέστι, Μέχρι τίνος ἰσχύσει τὰ τῶν Ἰουδαίων τολμήματα, ἐπισπουδαζόντων τὴν τοῦ Μονογενοῦς καὶ Σωτῆρος ἡμῶν σταύρωσιν; Ὁ δὲ Σύμμαχος· Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέλος, φλεγήσεται ὡς πῦρ ὁ θυμός σου; Μέχρι τίνος, φησὶ, Δέσποτα, οὐκ ἐθέλεις ἰδεῖν τὰς ἡμετέρας ὀδύνας, οὐδ' ἐπιφαίνῃ καὶ λύεις τὰς συμφοράς· ἀλλὰ καθάπερ πῦρ τὴν ὀργὴν τῇ μνήμῃ ἡμετέρων ἁμαρτάδων ἐκκαίεις;
How long, O Lord, dost Thou turn away unto the end, shall Thy wrath burn like fire? That is, how long shall the audacious deeds of the Jews prevail, who eagerly press for the crucifixion of the Only-begotten and our Saviour? And Symmachus renders it: How long, O Lord, wilt Thou hide Thyself unto the end, shall Thy wrath blaze like fire? How long, he says, O Master, art Thou unwilling to look upon our griefs, and dost neither appear nor dissolve our calamities, but kindlest Thy wrath like fire at the remembrance of our sins?
Μνήσθητι τίς μου ἡ ὑπόστασις. Ἐπ' ἀφθαρσίᾳ, φησὶ, τὸν ἄνθρωπον πεποίηκας, καὶ κατ' εἰκόνα τὴν σὴν ἔπλασας αὐτόν· ἀλλὰ γέγονεν ὑπὸ φθορὰν ἐξ ἀπάτης, φησίν. Οὐκοῦν τὴν ἀφθαρσίαν ἐπίδος ἵνα σώζωνται, καθάπερ ἐπλάσθη τὸ ποίημα.
Remember what my substance is. For incorruption, he says, hast Thou made man, and according to Thine image hast Thou fashioned him; but he came under corruption through deceit, he says. Grant therefore incorruption, that they may be saved, just as the creature was fashioned.
Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; Οὐδεὶς, φησὶν, οὔτε θανάτου κρείττων γενήσεται, οὔτε μὴν ἐκ χειρὸς ᾅδου τὴν ψυχὴν αὐτοῦ ῥύσεται, εἰ μὴ σὺ, φησὶν, ὦ Δέσποτα, τὴν ἀνάστασιν ἐπιδῷς.
What man is there who shall live, and shall not see death? No one, he says, shall either become superior to death or deliver his soul from the hand of Hades, unless Thou, he says, O Master, grant the resurrection.
Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; Ἀρχαῖα ἐλέη τοῦ Θεοῦ, φησὶν, ἡ πρὸ καταβολῆς κόσμου ὡρισμένη εἰς ἀφθαρσίαν ἀναστοιχείωσις.
Where are Thy ancient mercies, O Lord? The ancient mercies of God, he says, are the refashioning unto incorruption ordained before the foundation of the world.
Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου. Ἐπειδὴ ὠνείδισάν με, Κύριε, οἱ ἐχθροί σου, φάσκοντες ψευδεῖς εἶναι τὰς περὶ ἐμοῦ τοῖς ἔθνεσι δεδομένας ἐπαγγελίας· αὗται δὲ ἦσαν τὸ σωθῆναι αὐτὰ, καὶ ἀπαλλαγῆναι θανάτου καὶ ἁμαρτίας· ὠνείδισαν δὲ ἀφορῶντες εἰς τὸν θάνατον τὸν ἐμόν· καὶ ματαίους αὐτὰς εἶναι ἀπέφηναν· τούτου χάριν αἰτῶ σοι μνησθῆναι· τὸ γὰρ ἀντάλλαγμα τοῦ Χριστοῦ σου ὠνείδισαν, φησίν. Εἴη δὲ τὸ ἀντάλλαγμα αὐτοῦ ὁ θάνατος αὐτοῦ καὶ τὸ αἷμα, τὸ ἀντίλυτρον δεδομέ-
Remember, O Lord, the reproach of Thy servants. Since Thine enemies have reproached Me, O Lord, alleging that the promises given to the Gentiles concerning Me are false—and these were that they should be saved and delivered from death and sin—and they reproached by looking upon My death, and declared them to be vain; for this reason I ask Thee to remember; for they have reproached the exchange of Thy Christ, he says. Now His exchange would be His death and blood, the ransom given
Notes, col. 393

On the reading

Printed γαρ, for γὰρ.

PG 27:396Read from the page
νον τῆς τοῦ κόσμου σωτηρίας· ὃ καὶ ὠνείδισαν, ὑπολαμβάνοντες αὐτὸν κεκρατῆσθαι θανάτῳ. Ἀλλ' οὐκ ἀπέμεινεν ὁ ἐν νεκροῖς ἐλεύθερος· ἀνέστη δὲ μᾶλλον τριήμερος. Διὸ καὶ ἐπισφραγίζει ὁ ψαλμὸς τό·
ransom for the salvation of the world; which also they reproached, supposing Him to have been held fast by death. Yet He Who is free among the dead did not remain therein, but rather rose again on the third day. Wherefore the psalm also seals the whole with this:
Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο. Ὡς ἀναστάντος ἤδη αὐτοῦ καὶ ἀνελθόντος εἰς τοὺς οὐρανοὺς, καὶ εὐλογημένου, ἤτοι ἐξομολογουμένου εἰς τοὺς αἰῶνας μετὰ τοῦ ἰδίου Πατρός.
Blessed is the Lord for ever; so be it, so be it. As though He had already risen and ascended into the heavens, and were blessed, that is, confessed and praised unto the ages together with His own Father.
Προσευχὴ Μωϋσέως ἀνθρώπου τοῦ Θεοῦ. ΠΘʹ.
A Prayer of Moses the man of God. 89.
Ὑπόθεσις.
Argument.
Ταύτην, φησὶ, τὴν προσευχὴν ἐν ἀπορρήτοις ἀναγεγραφότα τὸν Μωσέα παραδοῦναι· ὅπως ἂν ἔχοιεν οἱ κατὰ καιροὺς εἰδέναι, πῶς δεῖ αὐτοὺς ἐξομολογεῖσθαι περιπεσόντας ταῖς συμφοραῖς, αἳ γεγόνασιν αὐτοῖς ἐπ' ἐσχάτων τῶν χρόνων μετὰ τὴν κατὰ τοῦ Κυρίου ἀπείθειάν τε καὶ μιαιφονίαν γενομένην. Ὅπως δὲ μὴ λήθῃ παραδοθῇ τῷ χρόνῳ, ἐντέτακται ἐν τοῖς Ψαλμοῖς· καὶ εἰκότως μετὰ τὸν πηʹ, ὃς καὶ τὸ πάθος τοῦ Κυρίου κατασημαίνει.
He says that Moses, having written down this prayer in secret, handed it down, so that those of each generation might know how they ought to make confession when they fell into the calamities that befell them in the last times after the disobedience and blood-guiltiness committed against the Lord. And so that it might not be consigned to oblivion through length of time, it has been inserted among the Psalms, and fittingly after the eighty-eighth, which also signifies the passion of the Lord.
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Μέλλων ἐπικαλεῖσθαι τὸν Θεὸν εἰς ἔλεον, εἰκότως ἐξ ὧν ἤδη πολλάκις εὐηργέτησε ποιεῖ τὸ προοίμιον. Πῶς δὲ κατὰ γενεὰν εὐηργέτησε, τοῦτο ἴδοι τις εἴς τε τὰ ἐπὶ τοῦ Φαραὼ ἀποβλέψας εἴς τε τὰ ἐπὶ Ἰησοῦ, εἴς τε τὰ ἐπὶ Βαβυλῶνος.
Lord, Thou hast been our refuge from generation to generation. Being about to call upon God for mercy, he fittingly makes his prelude from the benefits which He has already oftentimes bestowed. And how He bestowed benefits from generation to generation, one may see by looking both at the events under Pharaoh, and at those under Joshua, and at those in Babylon.
Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν. Ἐπειδὴ εἰς τὴν σάρκα ὁρῶντες τοῦ Κυρίου, ψιλὸν ἄνθρωπον ἐνόμιζον λέγοντες· Οὔπω τριακονταετὴς γέγονας, καὶ Ἀβραὰμ ἑώρακας; Καὶ τοῦτο αὐτοῖς μάλιστα αἴτιον τῆς ἐκπτώσεως γέγονε, τὸ ἀγνοεῖν τὴν θεότητα. Διὰ τοῦτο νῦν ἐξομολογούμενοι, σαφῶς αὐτὸν εἶναι λέγουσι τὸν πρὸ πάσης κτίσεως συνόντα τῷ Πατρί.
Before the mountains were brought forth, and the earth was formed. Since, looking upon the flesh of the Lord, they supposed Him to be a mere man, saying: Thou art not yet thirty years old, and hast Thou seen Abraham? And this above all became the cause of their fall, namely, their ignorance of His deity. On this account, now making confession, they clearly declare Him to be the One Who exists together with the Father before all creation.
Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν. Ἐντεῦθεν ἡ ἐξομολόγησις. Ἀξιοῖ δὲ ἀφ' ὧν πάντα τὰ ἔθνη εἰς ἐπίγνωσιν ἀληθείας ἐκάλεσε, καὶ αὐτὸς ἐπιστραφῆναι. Σὺ εἶπας, φησὶν, ὦ Δέσποτα· Ἐπιστρέψατε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. Ἐπειδὴ τοίνυν ἐπεστρέψαμεν, μὴ ἀποστρέψῃς ἡμᾶς εἰς ταπείνωσιν.
Turn not man away unto humiliation. From this point begins the confession. And he entreats that, since He has called all the nations to the knowledge of the truth, he himself also may be converted. Thou hast said, he says, O Master: Return, ye returning sons, and I will heal your bruisings. Since therefore we have returned, turn us not away unto humiliation.
Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε. Τὸν καιρὸν τῆς ἐν νόμῳ λατρείας φησὶ, καθ' ὃν μάλιστα ἐπιτελεσθέντος τοῦ θείου ναοῦ ἤνθησεν. Ἀπὸ γὰρ Σολομῶντος τοῦ τὸν οἶκον ἐγείραντος μέχρι τῆς πολιορκίας τῆς μετὰ τὸν τίμιον γενομένης σταυρὸν εἰς τοῦτο συντείνει ἔτη χίλια. Ἀλλὰ ταῦτα, φησὶ, τὰ χίλια ἔτη μία ἡμέρα λογισθείη ἐνώπιόν σου· μᾶλλον μὲν οὖν μικρὸν ἡμέρας μόριον. Εἰκότως δὲ νυκτὶ παρεικάζει τὸν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος καιρόν· ἅτε ὡς ἐν ἀωρίᾳ καὶ συγχύσει πάντων ἀνθρώπων ὄντων, διὰ τὸ μήπω αὐτοῖς ἀνατεῖλαι τὸν ἥλιον τῆς δικαιοσύνης.
For a thousand years in Thine eyes, O Lord. He means the time of the worship under the law, during which it especially flourished after the divine temple had been completed. For from Solomon, who raised up the house, until the siege that took place after the precious cross, a thousand years extend to this point. Yet these thousand years, he says, may be reckoned as one day before Thee; or rather, a small fraction of a day. And fittingly does he compare the time before the sojourn of the Saviour to night, inasmuch as all men were, as it were, in untimely darkness and confusion, because the Sun of righteousness had not yet risen upon them.
PG 27:397Read from the page
Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται τὸ πρωΐ. Ὡσεὶ σαφέστερον ἔλεγε· Τὰ ἔτη αὐτῶν, τῶν ἀρνησαμένων σε δηλονότι, ἐν ἐξουθενήσει ἔσται πολλῇ. Γεγόνασι γὰρ καταπάτημα καὶ ἀνθρώπων καὶ δαιμόνων, ἅτε τὸν λυτρούμενον καὶ σώζοντα αὐτοὺς ἀρνησάμενοι.
Things of naught shall their years be in the morning. As though he were saying more clearly: The years of them, namely of those who denied Thee, shall be in great contempt. For they have become a trampling-ground both for men and for demons, inasmuch as they denied Him Who redeems and saves them.
Τὸ πρωΐ ἀνθήσαι καὶ παρέλθοι. Πρωὶ μὲν τὸν καιρὸν τῆς γενομένης αὐτοῖς ἐπιφανείας Χριστοῦ ἐν τῷ ὄρει Σινᾶ κατασημαίνουσι. Χλόην δὲ τὴν νομικὴν λατρείαν δηλοῖ, ἅτε μικρὸν ὕστερον μαραίνεσθαι μέλλουσαν. Τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. Ἑσπέραν φησὶ τὸν ἐπ' ἐσχάτων τοῦ αἰῶνος καιρὸν, καθ' ὃν καὶ ἐπέφανεν ὁ Μονογενής· ἐν ᾧ δὴ καὶ παρῆλθεν ἡ τῆς κατὰ νόμον λατρείας ἄνθησις, σκληρυνθεῖσα ἀπάτῃ τῆς ἀπειθείας.
In the morning let it flower and pass away. By morning they signify the time of the manifestation of Christ made to them on Mount Sinai. And by grass he indicates the legal worship, inasmuch as a little later it was about to wither away. In the evening let it fall off, be hardened and withered. By evening he means the time at the end of the age, in which also the Only-begotten appeared; in which indeed the flowering of the worship according to the law passed away, having been hardened by the deceit of disobedience.
Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου. Σαφῶς τὰς ἐπενεχθείσας αὐτοῖς συμφορὰς διὰ τὰ ἴδια ἁμαρτήματα διαγορεύουσι. Καὶ Ἰουδαίοις ταῦτα, καὶ πᾶσιν ἀνθρώποις ἁρμόδια. Καὶ γὰρ τῶν ἀνθρώπων ἡ φύσις, παρανομίας τίνουσα δίκας, ὑπεβλήθη ταῖς συμφοραῖς, καὶ ταῖς παντοδαπαῖς περικλύζεται τρικυμίαις. Καὶ Ἰουδαῖοι, διὰ τὴν πονηρίαν τῆς γνώμης, τῆς ἐλευθερίας ἐξέπεσον.
Because we have fainted in Thy wrath. Clearly they declare the calamities brought upon them on account of their own sins. And these things are fitting both for the Jews and for all men. For indeed the nature of men, paying the penalty of transgression, was subjected to calamities, and is washed over by all manner of overwhelming waves. And the Jews, through the wickedness of their mind, fell from freedom.
Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου. Οὐ παρῆλθες, φησὶ, τὰς ἀνομίας ἡμῶν, ἅτε ἡμῶν ἐπικαλεσαμένων αὐτὰς εἰς τὰς ἑαυτῶν κεφαλὰς, διὰ τὸ εἰρηκέναι· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ὡσεὶ ἔλεγεν· Ὁ βίος ἡμῶν καὶ αἱ ἐν αὐτῷ πράξεις πονηραὶ φαίνονται τῷ προσώπῳ σου. Οὐδὲν γὰρ ἠγνόησας τῶν ἐν ἡμῖν πεπραγμένων ἀπ' ἀρχῆς μέχρι τέλους.
Thou hast set our iniquities before Thee. Thou didst not pass over our iniquities, he says, inasmuch as we called them down upon our own heads by having said: His blood be upon us and upon our children. Our age is in the light of Thy countenance. As though he were saying: Our life and the evil deeds therein appear openly before Thy countenance. For Thou wast ignorant of nothing that has been done among us from the beginning until the end.
Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν. Ἡ ἁμαρτία, φησὶ, τὴν σὴν ὀργὴν ἐκίνησε καθ' ἡμῶν· ἡ δὲ ὀργὴ τὴν τιμωρίαν ἐπήγαγεν· ἡ δὲ τιμωρία τὰς ὀδύνας ἐπήνεγκεν. Ἐν ὀδύναις γὰρ τὸν ὀλίγον ἡμῶν διετελέσαμεν βίον. Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Οὐδὲν βέβαιον, φησὶν, οὐδὲ σταθηρὸν ἡ ἀνθρωπεία φύσις ἔχει· δίκην ἀράχνης διασπᾶται ῥᾳδίως.
For all our days are faded away, and in Thy wrath we have fainted. Sin, he says, moved Thy wrath against us; and wrath brought on punishment; and punishment brought in pains. For in pains have we spent our brief life. Our years meditated as a spider. Human nature, he says, has nothing firm nor stable; like a spider's web it is easily torn apart.
Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη. Ἔοικε ταῦτα τοῖς ὑπὸ τοῦ πατριάρχου Ἰακὼβ εἰρημένοις· Αἱ ἡμέραι μου μικραὶ καὶ πονηραὶ οὐκ ἔφθασαν εἰς τὰς ἡμέρας τῶν πατέρων μου. Εἰσὶ μὲν οὖν οἳ καὶ πλείονα τοῦ εἰρημένου διαβιοῦσι χρόνον· ἀλλ' ἐκεῖνο ἐπ' ὀλίγων συμβαίνει. Τὸ δὲ κοινὸν καὶ ὡς ἐπὶ τῶν πλείστων κρατοῦν ἐνταῦθα διδάσκει. Ὥσπερ γὰρ τῶν πρόωρον δεχομένων τὴν τελευτὴν οὐκ ἐποιήσατο μνήμην, οὕτω τῶν σφόδρα γερόντων τῷ μακροβίῳ καταλέλοιπεν. Ἀλλ' ὅμως, φησὶ, καὶ ὁ βραχὺς οὗτος χρόνος ὀδύνης καὶ πόνων ἐμπέπλησται. Ὅτι ἐπῆλθε πραότης ἐφ' ἡμᾶς, καὶ παιδευθησόμεθα. Ἐπειδὴ νεκρός τις καὶ εὐτελὴς ὁ βίος ἡμῶν, καὶ οὐ γινώσκομεν τί ἔσται ἡμῖν μετὰ ταῦτα ἀπὸ τοῦ κράτους σου· τούτου χάριν πράως, φησὶ, παίδευσον ἡμᾶς. Τὸ γὰρ, ἐπῆλθεν, ἀντὶ τοῦ, ἐπέλ-
The days of our years in them are seventy years. These words resemble those spoken by the patriarch Jacob: Few and evil have been my days, they have not attained to the days of my fathers. Now there are indeed some who live even a longer time than that spoken of; but that happens in the case of a few. Here, however, he teaches what is common and prevails in most cases. For just as he made no mention of those who meet an untimely end, so he has left aside the longevity of those who are exceedingly old. Yet nevertheless, he says, even this short time is filled with pain and labours. For meekness has come upon us, and we shall be chastened. Since our life is something dead and paltry, and we know not what shall befall us hereafter from Thy power; for this cause, he says, chasten us meekly. For the word came is instead of may it-
PG 27:400Read from the page
θοι, φησί. Αἰτοῦσι δὲ τῆς διὰ Χριστὸν παιδείας μεταλαβεῖν, ὅς ἐστι δεξιὰ τοῦ Πατρός· διό φησι·
come, he says. And they ask to partake of the chastening that is through Christ, Who is the right hand of the Father; wherefore he says:
Τὴν δεξιάν σου οὕτως γνώρισόν μοι. Ἀπὸ κοινοῦ τὸ, γνώρισον, ἵνα ᾖ· Καὶ γνώρισον ἡμῖν τὴν δεξιάν σου, τουτέστι Χριστόν· γνώρισον δὲ ἡμῖν τοὺς τῇ καρδίᾳ τὴν σοφίαν ἔχοντας· οὗτοι δ' ἂν εἶεν οἱ ἅγιοι ἀπόστολοι καὶ εὐαγγελισταὶ, δι' ὧν καὶ ἐμάθομεν τῆς ἐπιστροφῆς τοὺς τρόπους.
So make Thy right hand known to me. The verb make known is taken in common, so that the sense is: And make known to us Thy right hand, that is, Christ; and make known to us those who have wisdom in heart; and these would be the holy apostles and evangelists, through whom also we have learned the ways of conversion.
Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου. Ὡς ἤδη τῆς εὐχῆς εὑρόντες τὸ πέρας τὰ τοιάδε φασίν. Ἀνατελεῖ γὰρ καὶ αὐτοῖς ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου.
We were filled in the morning with Thy mercy. As having already found the fulfilment of their prayer, they speak such words. For the Sun of righteousness shall rise for them also at the consummation of this age.
Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου, καὶ ἐπὶ τὰ ἔργα σου. Τὸ, ἴδε, πάλιν ἀντὶ τοῦ, ἴδες, ἤτοι ἐπεσκέψω τοὺς δούλους σου καὶ τὰ ἔργα τῶν χειρῶν σου. Δι' ἧς ἐπισκοπῆς τὴν λαμπρότητα καὶ τὸ φῶς τοῦ Θεοῦ ἡμῶν ἑωρακότες, καὶ ἐπιστρέψαντες, κατευθυνθείημεν ἐφ' οἷς τὴν τῆς ἐπιστροφῆς πρᾶξιν ἀποπληροῦμεν.
And look upon Thy servants, and upon Thy works. The imperative look is again put for Thou hast looked, that is, Thou hast visited Thy servants and the works of Thy hands. Having through this visitation beheld the brightness and the light of our God, and having turned back, may we be directed in those things whereby we fulfil the work of conversion.
Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς. Καὶ ἡμᾶς λαμπροὺς καὶ περιφανεῖς ἀπέφηνε τῆς θεογνωσίας τὸ φῶς· καὶ Ἰουδαῖοι μετὰ τὴν ἐπάνοδον περίβλεπτοι πάλιν ἐγένοντο. Καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ἔργα τοῦ νόμου· ἔργον τὸ ἐν τῇ Νέᾳ τελούμενον. Ἐν τῇ γὰρ Παλαιᾷ διάφοροι θυσίαι· ἐν δὲ τῇ Νέᾳ μόνος ὁ Υἱὸς θύεται. Καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ἔργα μὲν χειρῶν ἐστιν ἡ καθ' ἑκάστην πρᾶξις· ἔργον δὲ χειρῶν, ἐκ τούτων ἐπισυμβαίνουσα γνῶσις.
And let the brightness of the Lord our God be upon us. The light of the knowledge of God has rendered us also bright and illustrious; and the Jews after their return became once again admired of all. And direct Thou the works of our hands. Works are those of the law; work in the singular is that which is accomplished in the New Covenant. For in the Old there were diverse sacrifices, whereas in the New the Son alone is sacrificed. And direct Thou the work of our hands. Works of the hands are each daily action; whereas the work of the hands is the knowledge resulting from these.
Αἶνος ᾠδῆς τῷ Δαυΐδ, ἀνεπίγραφος παρ' Ἑβραίοις. ϟʹ.
Praise of a Song, by David, uninscribed among the Hebrews. 90.
Ὑπόθεσις.
Argument.
Ἀκολούθως μετὰ τὸ δηλῶσαι τοῦ Ἰουδαίων λαοῦ τὴν ἀποστροφὴν ἐν τῷ ὀγδοηκοστῷ ἐννάτῳ ψαλμῷ, ἐν τούτῳ τῷ ψαλμῷ τὸ πρόσωπον εἰσάγει τῶν διὰ Χριστοῦ τελειουμένων, καὶ νικώντων δι' αὐτοῦ τοὺς νοητοὺς ἐχθροὺς, ἀρχὰς δηλαδὴ καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, καὶ αὐτὸν τὸν ἀλιτήριον Σατανᾶν· οἳ καὶ πολυτρόπως διὰ τῶν προκειμένων κατασημαίνονται. Φόβος τε νυκτερινὸς καὶ βέλος ἡμέρας πετόμενον, καὶ πρᾶγμα διαπορευόμενον ἐν σκότει, καὶ σύμπτωμα καὶ δαιμόνιον μεσημβρινὸν, καὶ χιλιάδες καὶ μυριάδες, καὶ ἀσπὶς, καὶ βασιλίσκος, καὶ λέων, καὶ δράκων. Κατὰ τούτων δὴ πάντων τὴν νίκην ἀναγορεύει τῷ τοῦ Θεοῦ ἀνθρώπῳ.
In sequence, after showing the turning away of the Jewish people in the eighty-ninth Psalm, in this Psalm he introduces the person of those who are perfected through Christ and conquer through Him the spiritual enemies, namely the principalities and authorities, and the world-rulers of this darkness, and the spiritual hosts of wickedness, and the accursed Satan himself; who are also signified in manifold ways through the expressions set forth here: both nightly terror, and an arrow flying by day, and a thing walking in darkness, and a mishap and midday demon, and thousands and ten thousands, and an asp, and a basilisk, and a lion, and a dragon. Against all these, indeed, he proclaims victory for the man of God.
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου. Τὸ προφητικὸν πνεῦμα τὸν ἄνθρωπον τὸν ποιησάμενον βοήθειαν καὶ ἐπικουρίαν Χριστὸν, ὃς καὶ ἔστιν Ὕψιστος, μακαρίζει. Πῶς γὰρ οὐ μακάριος ὁ τὸν Θεὸν τοῦ οὐρανοῦ σκεπαστὴν ἔχειν ἀξιωθείς; Ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ὁ μένων ἐν ταύτῃ τῇ βοηθείᾳ σκέπεται καὶ φυλάσσεται.
He that dwells in the help of the Most High. The prophetic Spirit pronounces blessed the man who has made Christ, Who also is the Most High, his help and succour. For how is he not blessed who has been counted worthy to have the God of heaven as his protector? He shall abide under the shelter of the God of heaven. He who remains in this help is sheltered and guarded.
Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ. Καὶ τίς ὁ τῷ Κυρίῳ λέγων ἢ ἄνθρωπος ὁ πεποιθὼς ἐπ' αὐτῷ, καὶ ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ ἐπερειδόμενος;
He shall say to the Lord: Thou art my helper. And who is he that speaks thus to the Lord save the man who trusts in Him and leans upon His salvation?
PG 27:401Read from the page
Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος. Προεδίδαξεν, ὡς αἱ ἀντικείμεναι δυνάμεις διὰ τούτων κατασημαίνονται.
For He Himself shall deliver thee from the snare. He taught beforehand that the opposing powers are signified by these things.
Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι. Εἰρηκότος τοῦ ἀνθρώπου τοῦ Θεοῦ, ὡς Θεὸς αὐτὸς ῥύσεται ἐκ τῆς τῶν θηρευτῶν παγίδος, ἔκ τε τῶν ταραχωδῶν λόγων. ἀποκρίνεται τὸ Πνεῦμα τὸ προφητικὸν παραθαρσύνον αὐτὸν καὶ εἰς ἀνδρείαν ὑπαλεῖφον πνευματικήν· Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι· ὡσεὶ σαφέστερον λέγοι· Καλύψει σε ὑπὸ τὴν σκιὰν τῶν πτερύγων αὐτοῦ· καὶ μὴν καὶ ὅπλῳ σκεπάσει σε. Οὗ δὴ γενομένου, οὐδεμία τῶν ἀντικειμένων δυνάμεων παραβλάψει σε.
With His shoulders He shall overshadow thee. After the man of God has said that God Himself will deliver from the snare of the hunters and from troubling words, the prophetic Spirit answers, encouraging him and anointing him unto spiritual courage: With His shoulders He shall overshadow thee; as though saying more clearly: He shall cover thee under the shadow of His wings; and moreover He shall encompass thee with a shield. And when this comes to pass, none of the opposing powers shall harm thee.
Ἀπὸ βέλους πετομένου ἡμέρας. Ἀκάθαρτόν τινα δύναμιν νῦν βέλος ὠνόμασεν. Ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Οὐ σύγκριμα δαιμονιῶδες μεσημβρίας. Τὸν γὰρ μεσημβρινὸν δαίμονά φησιν εἶναι τῆς ἀκηδίας.
From the arrow that flies by day. He has now named a certain unclean power an arrow. From the mishap and the midday demon. Not a demonic compound of midday; for he says that the midday demon is that of listlessness.
Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς. Κλίτος τὸ ἀριστερὸν μέρος σημαίνει, εἰκότως μέν. Τούτῳ δὲ τὰς χιλιάδας ἐπιβουλεύειν φησί· τοῖς γε μὴν δεξιοῖς τὰς μυριάδας. Τὰ γὰρ ἐπιδέξια τῶν πραγμάτων ἡμῶν, καὶ τῶν ἀρετῶν καὶ ἰσχυρὰ καὶ θαυμαστότερα, τὸ πλῆθος τῶν πονηρῶν δυνάμεων παραλύειν ἐπιχειροῦσι.
A thousand shall fall at thy side. Side signifies the left part, and fittingly so. Against this part, he says, thousands plot; whereas against the right hand parts, ten thousands. For the multitude of evil powers attempt to paralyse our right-hand deeds, and the strong and more admirable of our virtues.
Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις. Βλαβήσῃ μὲν οὐδὲν, φησὶν, ἐκ τῶν ἐπιβουλευόντων· συμβήσεται δέ σοι πεσόντας ἰδεῖν τοὺς ἐχθρούς.
Yet with thine eyes shalt thou behold. Thou shalt suffer no harm at all, he says, from those who plot against thee; rather it shall come to pass that thou shalt see thine enemies fallen.
Τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἀντιφθέγγεται τὸ τοῦ Θεοῦ ἀνθρώπου, τὸ Πνεῦμα τὸ προφητικὸν, ὅσον τῆς εἰς Θεὸν ἐλπίδος τὸ κέρδος ἐστίν.
For thou hast made the Most High thy refuge. The prophetic Spirit replies in turn to the spirit of the man of God, showing how great is the gain of hope towards God.
Οὐ προσελεύσεται πρὸς σὲ κακά. Ἡ γὰρ τῆς κακίας φύσις ἔξωθεν ἐπέρχεται, τῆς ἀρετῆς οἴκοθεν τὴν πρόφασιν ἐχούσης. Εὐθῆ γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον πεποίηκεν, ὃς, ζητήσας λογισμοὺς πονηροὺς, ἔξωθεν ἐπεσπάσατο τὴν κακίαν. Καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Θαρρεῖν αὐτοὺς καὶ μηδὲν ἀηδὲς πείσεσθαι παρακελεύεται, ἐκ τοῦ πιστεύειν ἄγγελον βοηθὸν τῶν εἰς Θεὸν πιστευόντων καταπεμπόμενον.
No evils shall come unto thee. For the nature of evil comes on from without, whereas virtue has its occasion from within. For God made man upright, who, having sought out evil thoughts, drew wickedness upon himself from without. And no scourge shall draw nigh unto thy dwelling. He exhorts them to be of good courage and that they shall suffer nothing unpleasant, from believing that an angel is sent down as a helper of those who believe in God.
Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ. Τοῦτο καὶ ἐν τῷ λγʹ ἔφη ψαλμῷ· Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἀκούωμεν δὲ καὶ Ἰακὼβ τοῦ πατριάρχου λέγοντος· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου. Καὶ ὁ μέγας Ἀβραὰμ τὸν οἰκέτην παραθαρρύνων ἔφη· Ὁ Θεὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ πρὸ προσώπου σου, καὶ λήψῃ γυναῖκα Ἰσαὰκ τῷ υἱῷ μου ἐκεῖθεν. Πανταχόθεν τοίνυν μανθάνομεν, ὡς καὶ δι' ἀγγέλων φρουρεῖ τοὺς εἰς αὐτὸν πεποιθότας ὁ τῶν ὅλων Θεός. Τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ὁ ἐν μηδενὶ πταίων, οὗτος διαφυλάσσεται ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
For He shall give His angels charge concerning thee. This he also said in the thirty-third Psalm: The angel of the Lord shall encamp round about them that fear Him, and shall deliver them. And let us also hear the patriarch Jacob saying: The angel that delivered me from all mine evils. And the great Abraham, encouraging his servant, said: God shall send His angel before thy face, and thou shalt take a wife for my son Isaac from thence. From every side, therefore, we learn that the God of all guards through angels also those who trust in Him. To keep thee in all thy ways. He who stumbles in nothing, this man is kept in all his ways.
Μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ὁ ποῦς μὲν τὴν ψυχὴν σημαίνει, ὁ δὲ λίθος τὴν ἁμαρτίαν.
Lest at any time thou dash thy foot against a stone. The foot signifies the soul, and the stone sin.