Migne Reading Room

PG 27 · cols. 404–413 · Read from the page

Expositions on the Psalms

Expositions on the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 27:404Read from the page
Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ. Οὐ μόνον οὐδὲν, φησὶν, ὑπομενεῖς δεινὸν, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ἀλλὰ καὶ αὐτὰ τῶν πνευμάτων τὰ πλήθη ὑπὸ τοὺς πόδας ἴδοις ἐπενηνεγμένα τοὺς σούς· ὡς καὶ μετὰ πάσης ἀδείας τὰς αὐτῶν πατήσεις κεφαλάς.
Upon the asp and the basilisk shalt thou tread. Not only shalt thou suffer nothing dreadful, he says, O man of God, but thou mayest also see the very multitudes of the spirits brought down under thy feet, so that with all fearlessness thou shalt trample upon their heads.
Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Εἰσφέρει τὸ τοῦ Θεοῦ πρόσωπον, μισθὸν τῆς πίστεως τὴν σωτηρίαν ἐπαγγελλόμενον. Ταῦτα λοιπὸν ὁ τῶν ὅλων ἔφη Θεὸς, διδάσκων τίς ὁ τῆς ἐλπίδος καρπός. Ῥύσομαι γὰρ αὐτὴν, φησὶν, ἐκ τῶν εἰρημένων ὁρατῶν τε καὶ ἀοράτων ἐπιβούλων, τῇ ἐμῇ ἐλπίδι φραξάμενος· διὰ τοῦτο αὐτὸν φρουρήσω, καὶ καλοῦντος ἀκούσομαι, καὶ τὴν δέησιν δέξομαι. Σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Οὐ μόνον, φησὶ, τῶν ἐπιβουλευόντων τοὺς ἐμαυτοῦ ῥύσομαι, ἀλλὰ γὰρ καὶ τὴν ἀτελεύτητον αὐτοῖς χαρίσομαι ζωήν· καὶ μὴν καὶ τοῦ σωτηρίου καταξιώσω τοῦ ἐμαυτοῦ. Εἴη δὲ τὸ σωτήριον ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ καὶ εἰς τὸν νέον ἡμᾶς ἀγῶνα εἰσάγων, καὶ συμβασιλεύειν αὐτῷ παρασκευάζων.
Because he hath hoped in Me, I will also deliver him. He introduces the person of God, promising salvation as the reward of faith. These things, then, the God of all spoke, teaching what is the fruit of hope. For I will deliver him, He says, from the aforesaid visible and invisible plotters, having fenced him with hope in Me; on this account I will guard him, and when he calls I will hear him, and I will accept his supplication. I will protect him, because he hath known My name. Not only, He says, will I deliver Mine own from those who plot against them, but I will also grant them endless life; and moreover I will count them worthy of My salvation. And our salvation would be Jesus Christ, Who also leads us into the new contest and prepares us to reign together with Him.
Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι. Κεκραγὼς δὲ τῇ τῆς ψυχῆς μεγαλοφωνίᾳ πρὸς ἐμὲ, ἐπακούοντά με, καὶ ἐπινεύοντα αὐτῷ εὑρήσει. Ἀεὶ γὰρ αὐτῷ πάρειμι, κἂν ἐν περιστάσει τυγχάνῃ.
He shall cry unto Me, and I will hearken unto him. And having cried out unto Me with the loud voice of the soul, he shall find Me hearkening and inclining unto him. For I am always present with him, even though he be in distress.
Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Εἴη δὲ τοῦτο τὸ σωτήριον αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ καὶ εἰς τὸν νέον ἡμᾶς αἰῶνα εἰσαγαγὼν, καὶ συμβασιλεῦσαι αὐτῷ καὶ παρασκευάζων.
With length of days will I fill him, and show him My salvation. And this salvation would be our Lord Jesus Christ Himself, Who has both led us into the new age and prepares us also to reign together with Him.
ΨΑΛΜΟΣ ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ Σαββάτου. ϟΑʹ.
A Psalm of a Song for the Sabbath Day. 91.
Ὑπόθεσις.
Argument.
Ὁ Σαββατισμὸς, ἤτοι τὸ Σάββατον, εἴη ἂν ἡ μέλλουσα κληρονομία, ὅτι καὶ ἀνάπαυσις τοὺς ἐνθάδε πόνους διαδέξεται, τὰς ἀμοιβὰς ἡμῶν δηλονότι ἀποληψομένων. Αἰνεῖ οὖν ἐκείνην τὴν γενησομένην ἀνάπαυσιν.
The Sabbath-rest, or the Sabbath, would be the future inheritance, because rest shall succeed the labours here below, when we namely receive our rewards. He praises, therefore, that rest which is to come.
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ. Αἴνεσιν προβάλλεται, φησὶ, καὶ ταύτην ἡμέρας τε καὶ νυκτὸς ἀπαύστως ὑπισχνεῖται καταλέγειν ἐφ' οἷς πεποίηκεν ὁ Μονογενής. Καὶ τί πεποίηκεν ἢ τὴν ἀνάστασιν ἡμῖν παρεσκεύασεν;
It is good to give thanks unto the Lord. He puts forward praise, he says, and promises to recount this unceasingly by day and by night for the things which the Only-begotten has done. And what has He done save that He has prepared the resurrection for us?
Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου. Ἀπαγγέλλειν κατ' ὄρθρον τὸ ἔλεός σου, καὶ τὴν βεβαιότητά σου κατὰ νύκτα.
To declare Thy mercy in the morning. To proclaim Thy mercy at daybreak, and Thy faithfulness by night.
Ἐν δεκαχόρδῳ ψαλτηρίῳ, μετ' ᾠδῆς ἐν κιθάρᾳ. Δεκάχορδον ψαλτήριον τὸ σῶμά φησιν, ἅτε πέντε αἰσθήσεις ἔχον καὶ πέντε ἐνεργείας ψυχῆς, δι' ἑκάστης αἰσθήσεως γινομένης ἐνεργείας ἑκάστης.
Upon a ten-stringed psaltery, with a song upon the harp. By the ten-stringed psaltery he means the body, inasmuch as it has five senses and five operations of the soul, each operation taking place through each sense.
Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου. Ὁρῶν γάρ σου τὰς δημιουργίας καὶ τὰς ἀρρήτους οἰκονομίας ἀγάλλομαί τε καὶ γάνυμαι, καὶ τῇ τῆς ψυχῆς ἡδονῇ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῶ.
For Thou hast made me glad, O Lord, in Thy work. For beholding Thy creations and Thine ineffable dispensations, I both exult and rejoice, and with the delight of my soul I move my tongue unto psalmody.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Ἐγὼ μὲν, φησὶ, τὰ σὰ ἔργα ἀνυμνῶν, καὶ τὸ βάθος τῶν σῶν λογισμῶν ἐκπλήττομαι, ὧν ἐν τῇ οἰκονομίᾳ εἰργάσω. Ἀλλ' οἱ ἄφρονες οὐ συνιᾶσι τοῦ μυστηρίου τὸ βάθος.
How great are Thy works, O Lord! I indeed, he says, singing the praises of Thy works, am also struck with wonder at the depth of Thy thoughts, which Thou hast wrought in the dispensation. Yet the foolish understand not the depth of the mystery.
Ἀνὴρ ἄφρων οὐ γνώσεται. Διαφόρως ταῦτα εἴρηκεν, ὅτι ὁ τὰς φρένας νοσῶν καὶ συνέσεως ἔρημος
A foolish man shall not know. In diverse ways he has spoken these things, because he who is diseased in mind and devoid of understanding
PG 27:405Read from the page
τούτων οὐδὲν γινώσκει, οὔτε μὴν ἀκούσεται περὶ τούτων.
knows nothing of these things, nor indeed shall he hear concerning them.
Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον. Οἱ μὴ συνιέντες, φησὶ, τὸ μυστήριον δίκην χόρτου ἔσονται, μὴ ἔχοντες τὸ βάθος δηλαδὴ, καὶ ταχέως πεσοῦνται καὶ ξηρανθήσονται.
When the sinners spring up as the grass. Those who do not understand the mystery, he says, shall be like grass, namely not having depth, and shall quickly fall and wither away.
Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου. Ὅταν, φησὶν, ἀπολοῦνται οἱ ἐχθροὶ καὶ διασκορπισθήσονται, τότε δὴ τότε τὸ ἐμὸν κέρας, τουτέστιν ἡ βασιλεία ἡ ἡτοιμασμένη, περιφανὴς γενήσεται. Ἡμεῖς δὲ οἱ τὴν σὴν ἐπίγνωσιν ἔχοντες, τὴν τῶν ἐχθρῶν σου κατάλυσιν θεασάμενοι, γαυριάσομεν ἐπὶ σοὶ καὶ μέγα φρονήσομεν· ἅτε δὴ τῆς πολυθέου πλάνης ἀπηλλαγμένοι, καί σε τὸν ὄντα προσκυνοῦντες Θεόν. Τὸν γὰρ μονόκερων ἐνταῦθα πάλιν παρήγαγεν, ἵνα διὰ τοῦ ἑνὸς κέρατος τὸν ἕνα παραδηλώσῃ Θεόν. Ὥσπερ γὰρ ἐκεῖνο τὸ ζῶον ἓν ἔλαβε παρὰ τῆς φύσεως κέρας· οὕτω τῆς εὐσεβείας οἱ τρόφιμοι μίαν προσκυνήσουσι θεότητα. Καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι. Μετὰ τοὺς πόνους, φησὶν, οὓς ὑπομένω, τότε δὴ οἱονεὶ ἐλαίῳ χρήσομαι εἰς βασίλειον ἱεράτευμα· καὶ τοῦτό μοι ἔσται τῶν μακρῶν πόνων τὸ γέρας.
And my horn shall be exalted like the horn of a unicorn. When, he says, the enemies shall perish and be scattered abroad, then indeed shall my horn, that is, the kingdom prepared, become illustrious. And we who possess the knowledge of Thee, having beheld the overthrow of Thine enemies, shall exult in Thee and be of high courage, inasmuch as we have been delivered from polytheistic error and worship Thee, the true God. For he has again introduced the unicorn here, so that through the one horn he might indicate the one God. For just as that animal received one horn from nature, so the nurslings of piety shall worship one Godhead. And mine old age in rich oil. After the labours which I endure, he says, then indeed I shall use oil, as it were, for a royal priesthood; and this shall be my reward for long labours.
Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου. Ἔσται μοι τοῦτο μετὰ τῶν ἄλλων καλῶν, τὸ θεατήν με γενέσθαι πιπτόντων τῶν ἐπιβούλων μου τῆς ψυχῆς.
And mine eye hath looked upon mine enemies. This shall be mine together with the other good things, to become a spectator of the falling of those who plot against my soul.
Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου. Οὗτοι δὲ, φησὶν, οἱ τούτοις ἀπεικασμένοι τοῖς κέδροις, φυτουργὸν μὲν ἔχουσι τὸν Θεὸν, παράδεισον δὲ τὸν θεῖον νεών. Ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἀνθήσουσιν. Ἐν ταῖς ἄνω δηλονότι μοναῖς, ἃς καὶ αὐλὰς εἶναι τοῦ Κυρίου φησίν.
Planted in the house of the Lord. And these, he says, who are likened to these cedars, have God as their planter, and the divine temple as their paradise. In the courts of our God they shall flourish. Namely in the mansions above, which he also says are the courts of the Lord.
Ἔτι πληθυνθήσονται ἐν γήρᾳ πίονι, καὶ εὐπαθοῦντες ἔσονται. Τὸ, εὐπαθοῦντες, ἀντὶ τοῦ, εὖ πάσχοντες. Ἀποδοθήσεται γὰρ αὐτοῖς ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν.
They shall still be multiplied in a rich old age, and shall be well-favoured. The word well-favoured is put instead of faring well. For there shall be rendered unto them the things which eye hath not seen, nor ear heard.
Ὅτι εὐθὴς ὁ Κύριος ὁ Θεὸς ἡμῶν. Ἐπειδὰν ἐν ταῖς ἄνω μοναῖς γενόμενοι ἀπολαύωσι τὰ ἡτοιμασμένα ἀγαθὰ, τότε δὴ τότε καὶ ταύτην ἀναγγελοῦσι τὴν φωνὴν, ὡς δίκαιος καὶ εὐθής ἐσται ὁ Κύριος, ὃς τοὺς μὲν παρανόμους καὶ ἀσεβεῖς δίκην χόρτου ἀποξηρανθῆναι παρεσκεύασε· τοὺς δὲ δικαίους καὶ εὐσεβεῖς οἷα κέδρους καὶ φοίνικας ἐν ταῖς ἄνω κατεφύτευσε σκηναῖς. Ἀδικία οὐκ ἔστι παρὰ τῷ Θεῷ, διὰ τὸ εἶναι αὐτὸν κακίας ἀνεπίδεκτον.
That the Lord our God is upright. Whenever, having come to be in the mansions above, they enjoy the good things prepared, then indeed shall they proclaim this voice also, that just and upright is the Lord, Who caused the lawless and ungodly to wither away like grass, whereas the righteous and pious He planted like cedars and palms in the tabernacles above. There is no unrighteousness with God, because He is incapable of evil.
Εἰς τὴν ἡμέραν τοῦ πρὸ τοῦ Σαββάτου, ὅτε κατῴκιστο ἡ γῆ, αἶνος ᾠδῆς τῷ Δαυΐδ. ϟΒʹ.
For the day before the Sabbath, when the earth was inhabited, a praise of a song by David. 92.
Ὑπόθεσις.
Argument.
Εἰς τὸ Σάββατον ἐν τῷ προλαβόντι ψαλμῷ δηλοῦται ἡ δευτέρα παρουσία τοῦ Κυρίου, καθ' ἣν καὶ βασιλεύσει τοῦ νέου αἰῶνος μετὰ τῶν ἁγίων αὐτοῦ. Δηλονότι τὸ, πρὸ Σαββάτου, ἂν εἴη ἡ πρώτη αὐτοῦ παρουσία, ὅτε καὶ ἡ γῆ κατῴκισται, τουτέστιν ὅτε ἡ Ἐκκλησία πάσῃ τῇ οἰκουμένῃ τεθεμελίωται, τῶν ἁγίων ἀποστόλων δηλονότι καὶ εὐαγγελιστῶν τὸν περὶ Χριστοῦ καταγγειλάντων τῇ γῇ λόγον.
By For the Sabbath in the preceding Psalm is signified the second coming of the Lord, in which He shall also reign over the new age together with His saints. Clearly the phrase before the Sabbath would be His first coming, when the earth also was inhabited, that is, when the Church was founded in all the inhabited earth, the holy apostles and evangelists namely having proclaimed to the earth the word concerning Christ.
PG 27:408Read from the page
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐπειδὴ τὸ ἀνθρώπινον γένος, ἀποστὰν τῆς ὑπὸ Θεοῦ βασιλείας, ὑπὸ τὴν τυραννίδα γέγονε τοῦ Σατανᾶ, τούτου χάριν ἐπεδήμησεν ὁ Μονογενὴς, ἵνα πάλιν αὐτὸ τοῖς ἰδίοις ὑποτάξῃ σκήπτροις, ὃ καὶ ἐγένετο· Θεοῦ εὐπρέπειαν δὲ τὴν σωτηρίαν αὐτοῦ τοῦ γένους φησίν. Εἰ μὴ γὰρ σεσάρκωται, τὴν ἡμετέραν δίχα τῆς ἁμαρτίας λαβὼν φύσιν, δηλονότι οὐκ ἂν ἡμῖν ἡ σωτηρία ἐγένετο. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Διὰ τούτων τὴν καθαίρεσιν ἡμῖν τῶν ἀντικειμένων σημαίνει δυνάμεων, ἣν πεποίηται, ὥσπερ στρατιωτικὸν σχῆμα ἀναλαβών. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Ἐκείνους προανελὼν, τοὺς ἀντικειμένους δηλονότι δαίμονας, ἔστησεν ἐπὶ πέτραν τὴν Ἐκκλησίαν, ἧς οὐδὲ αὐταὶ κατισχύσουσιν αἱ τοῦ ᾅδου πύλαι.
The Lord reigneth, He is clothed with majesty. Since the human race, having revolted from the kingdom under God, came under the tyranny of Satan, for this cause the Only-begotten sojourned among us, that He might again subject it to His own sceptre, which also came to pass; and by the majesty of God he means the salvation of this very race. For had He not become incarnate, taking our nature without sin, clearly salvation would not have come to be for us. For He must reign till He hath put all enemies under His feet. The Lord is clothed with strength, and hath girded Himself. Through these words he signifies to us the overthrow of the opposing powers which He has wrought, having taken up, as it were, a military array. For He also established the inhabited earth, which shall not be moved. Having first destroyed them, namely the opposing demons, He set the Church upon a rock, against which not even the gates of Hades themselves shall prevail.
Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε. Τοῦτό φησι, διὰ τὸ προωρίσασθαι ἀπὸ καταβολῆς κόσμου τὴν τοῦ ἀνθρωπίνου γένους σωτηρίαν ἐσομένην διὰ τῆς σωτηρίας αὐτοῦ. Θρόνον γὰρ τὴν εἰς τὸ κρίνειν τοὺς ἀδικήσαντας ἡμᾶς δαίμονας· ἀνάστασιν δὲ σημαίνει τοῦ Μονογενοῦς. Σὺ οὖν αὐτὸς, φησὶν, ὦ Δέσποτα, ὁ νῦν εἰς τοῦτο ὥσπερ ἐπὶ δικαστικοῦ θρόνου καθίσας, εἰς τὸ κρίνειν δηλονότι καὶ ἐκδικεῖν ἡμᾶς, ὑπάρχεις ὁ πρὸ τῶν αἰώνων Θεός.
Thy throne is prepared from of old. He says this because from the foundation of the world the salvation of the human race was foreordained to come to pass through His salvation. For by throne he means the power to judge the demons who wronged us; and he signifies the resurrection of the Only-begotten. Thou Thyself therefore, he says, O Master, Who hast now sat down for this purpose as though upon a tribunal of judgement, namely to judge and avenge us, art God before the ages.
Ἐπῆραν οι ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν. Ποταμοὺς ἐνταῦθα τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστάς φησιν, οἳ καὶ τὴν τοῦ Θεοῦ Ἐκκλησίαν τοῖς πνευματικοῖς κατεύφραναν νάμασιν. Εἴρηται γὰρ πρὸς αὐτούς· Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
The rivers have lifted up, O Lord, the rivers have lifted up their voices. By rivers here he means the holy apostles and evangelists, who also gladdened the Church of God with spiritual streams. For it was said unto them: Out of his belly shall flow rivers of living water.
Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης. Αἱ πολλαὶ, φησὶ, μυσταγωγίαι, καὶ τὰ νοήματα τῶν ἀποστόλων καὶ εὐαγγελιστῶν νάματα, θαυμαστοὺς πεποίηκε τῆς θαλάσσης τοὺς μετεωρισμούς. Θάλασσαν δὲ λέγει τῶν ἐθνῶν τῶν πιστευσάντων τὰ πλήθη, ὧν καὶ οἱ μετεωρισμοὶ, τουτέστιν αἱ ὑψώσεις τοῦ φρονήματος, θαυμασταὶ γεγόνασιν. Οὐκέτι γὰρ μικρὰ καὶ ταπεινὰ φρονοῦσι περὶ Θεοῦ, ἀλλὰ μεγάλα καὶ θαυμαστά.
Wonderful are the surgings of the sea. The many mystagogies, he says, and the doctrines, the streams of the apostles and evangelists, have made the surgings of the sea wonderful. And by the sea he means the multitudes of the nations who have believed, whose surgings also, that is, the elevations of their mind, have become wonderful. For no longer do they think small and lowly things concerning God, but great and wonderful things.
Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Μαρτύρια τὰς ἐπαγγελίας φησὶν ἃς διὰ τῶν ἁγίων προφητῶν τοῖς ἔθνεσιν ἐπηγγείλατο, ἃς καὶ πιστὰς ἐπ' ἐσχάτων ἐπεδείξατο τῶν ἡμερῶν, τῇ οἰκείᾳ παρουσίᾳ ἔργῳ πληρῶν. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε. Οἶκος μὲν αὐτοῦ ἡ Ἐκκλησία, πρέπει δ' αὐτῇ τὸ ἁγία εἶναι, ἅτε τὸν μόνον ἅγιον ἔχουσα ἐνοικοῦντα· ἐπειδὰν δὲ τοῦτο γένηται, καὶ ἀτελευτήτου μεταλαβοῦσα ἀπολαύσει τοῦ ἁγιάσματος.
Thy testimonies are made very sure. By testimonies he means the promises which He promised to the nations through the holy prophets, which He also showed to be faithful in the last days, fulfilling them in deed by His own coming. Holiness becometh Thine house, O Lord. His house is the Church, and it becomes her to be holy, inasmuch as she has the Only Holy One dwelling within; and when this comes to pass, partaking also of endless holiness, she shall enjoy it.
ΨΑΛΜΟΣ τῷ Δαυΐδ τετράδι Σαββάτων. ϟΓʹ.
A Psalm of David for the fourth day of the week. 93.
Ὑπόθεσις.
Argument.
Τὸν περὶ προνοίας ἐν τούτῳ εἰσάγει λόγον, διδάσκων μὴ θλίβεσθαι καὶ ἀδημονεῖν, κἂν εἰ πρὸς καιρὸν γένοιτο καὶ τοῖς ἁμαρτάνουσιν εὐημερία, καὶ τοῖς εὐσεβέσι διωγμός. Οὐδὲν γὰρ τούτων ὡσαύτως μέ,
In this Psalm he introduces the discourse concerning providence, teaching us not to be afflicted or dismayed, even if for a season prosperity should befall sinners, and persecution the pious. For none of these things in like manner re-
PG 27:409Read from the page
νει, ἀλλὰ μεταβαλεῖται· τοῖς μὲν ἡ θλίψις εἰς αἰώνιον ἀπόλαυσιν ἀγαθῶν, τοῖς δὲ μετὰ τὸ δοκοῦν τὰ χρηστὰ εἰς ἀτελευτήτους αἰῶνας ἡ κόλασις. Τετράδα δὲ Σαββάτων ἐπιγέγραπται, διὰ τὸ ἐν τῷ τετάρτῳ μηνί· ἀντὶ γὰρ τοῦ μηνὸς τὴν ἡμέραν τέθεικεν ἐν ᾗ τῇ τοῦ Θεοῦ πόλει τὴν ἀρχὴν γενέσθαι τῶν συμφορῶν, ἐν τούτῳ ἐπιστρατευσάντων Βαβυλωνίων, ὡς Ἱερεμίας ἱστορεῖ.
mains, but shall be changed: for the one, affliction unto eternal enjoyment of good things; for the other, after their seeming prosperity, punishment unto endless ages. And it is inscribed For the fourth day of the week on account of the fourth month; for instead of the month he has put the day on which the beginning of calamities befell the city of God, when the Babylonians marched against it in that month, as Jeremiah relates.
Θεὸς ἐκδικήσεων Κύριος, ὁ Θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο. Ὥσπερ Θεὸς οἰκτίρμων ἐστὶ, καὶ Θεὸς παρακλήσεων, οὕτω καὶ Θεὸς ἐκδικήσεων. Καὶ πάλιν, τοῦτο δὲ ἐν προοιμίῳ παραμυθίαν μεγάλην τοῖς ἐκ τῶν θλίψεων ἀκηδιάσασιν ἀπεργαζόμενος. Τὸ δὲ, ἐπαρρησιάσατο, τὴν μετὰ ταῦτα ἐπὶ τοῦ θείου δικαστηρίου γενομένην ἀπόφασιν κατὰ τῶν ἀσεβῶν δηλοῖ, ᾗ φησι· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι.
The Lord is a God of vengeance; the God of vengeance hath spoken openly. Just as He is a merciful God and a God of consolations, so also is He a God of vengeance. And again, He sets this in the prelude, working great consolation for those who have grown faint-hearted from afflictions. And the phrase hath spoken openly signifies the sentence hereafter pronounced at the divine tribunal against the ungodly, wherein He says: Depart from Me, ye cursed.
Ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. Εὐχὴν ὑπὲρ τῶν θλιβομένων ἀναπέμπει, αἰτῶν αὐτοῖς ἐπικουρίαν τὴν παρὰ τοῦ μόνου ἰσχύοντος Θεοῦ.
Render a recompense unto the proud. He sends up a prayer on behalf of the afflicted, asking for them the succour that comes from the only mighty God.
Ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Τὴν σφοδρὰν ἀμνησικακίαν καὶ ὑπερβάλλουσαν διὰ τούτων κατασημαίνει τοῦ Θεοῦ.
How long shall sinners boast? Through these words he signifies the vehement and surpassing forbearance of God.
Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν. Εἰς ζῆλον τὸν κατὰ τῶν ἐχθρῶν διεγείρει τὸν Θεὸν, λαὸν αὐτοῦ καὶ κληρονομίαν εἶναι λέγων τὴν κακουμένην παρὰ τῶν ἐχθρῶν.
Thy people, O Lord, have they humbled. He stirs up God to zeal against the enemies, saying that she who is maltreated by the enemies is His people and inheritance.
Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν. Τούτων εἴρηται ἡ ἑρμηνεία ἐν τῷ ἀνωτέρῳ στίχῳ, ὅμως λεχθήσεται καὶ αὖθις. Χήραν ψυχὴν καὶ προσήλυτον νοῦν ἀποκτείνει ὁ κακῶς τὰς θείας Γραφὰς ἐξηγούμενος. Ὀρφανὸς δέ ἐστι νοῦς ἐστερημένος οὐρανίου Πατρός.
They have slain the widow and the orphan. The interpretation of these words has been stated in a preceding verse, yet it shall be spoken again also. He who expounds the divine Scriptures wickedly slays the widow soul and the proselyte mind. And an orphan is a mind deprived of the heavenly Father.
Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Πῶς γὰρ οὐκ εἰσι ματαιότητος πλήρεις αἱ αἰσθήσεις ἐκεῖναι, αἱ τῆς προνοίας τὸ ὠφέλιμον ἐξορίζειν ἐπιχειροῦσαι τοῦ λόγου;
The Lord knoweth the thoughts of men, that they are vain. For how are not those perceptions full of vanity which attempt to banish the usefulness of providence from the word?
Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, Κύριε. Ἐκεῖνοι μὲν ἄθλιοι καὶ ταπεινοὶ, φησὶν, οἱ τὴν σὴν μὴ δεχόμενοι παιδείαν. Μακάριοι δὲ οἱ παρὰ σοῦ παιδευθέντες, καὶ ἐκ τοῦ σοῦ διδαχθέντες νόμου. Οὗτοι γὰρ δὴ καὶ ἐν ταῖς θλίψεσι πραϋνθέντες κουφισθήσονται τῶν ἀνιαρῶν, εἰδότες, ὅτι αἱ θλίψεις εἰς ἀγαθὸν τελευτῶσαι ἐκβήσονται. Ἡμέρας πονηρὰς τὰς ἡμέρας τῆς κρίσεως λέγει.
Blessed is the man whomsoever Thou shalt chasten, O Lord. Those indeed are wretched and base, he says, who do not receive Thy chastening; whereas blessed are those who are chastened by Thee and taught out of Thy law. For these, having been made meek in afflictions, shall be relieved of their distresses, knowing that their afflictions shall issue in a good end. By evil days he means the days of judgement.
Ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. Μέχρι τοσούτου, φησὶν, οἱ παιδευθέντες θαρροῦντες ὑπομενοῦσι τὰς θλίψεις, μέχρις οὗ τῷ ἁμαρτωλῷ ὀρυγῇ βόθρος, τουτέστιν, εἰς τὸ ἡτοιμασμένον αὐτῷ κολαστήριον ὁ ἁμαρτωλὸς βαδίσῃ. Ἁμαρτωλὸν δὲ τὸν Σατανᾶν φησιν, ἤτοι πᾶσαν ἀντικειμένην δύναμιν.
Until a pit be digged for the sinner. Until so long, he says, those who are chastened shall confidently endure afflictions, until a pit be digged for the sinner, that is, until the sinner goes into the place of punishment prepared for him. And by the sinner he means Satan, or every opposing power.
Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ. Τοῦτο ἐκείνου ἂν εἴη ἀπόδοσις τοῦ εἰρημένου ἐν τοῖς ἀνωτέρω· Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει. Τοῦτο τοῦ ἄνω
For the Lord will not cast off His people. This would be the apodosis of that which was said above: Thy people, O Lord, have they humbled, and Thine inheritance have they afflicted. And His inheritance He will not forsake. This depends on the preceding
PG 27:412Read from the page
στίχου ἤρτηται, τοῦ, Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ. Ὡσεὶ λέγοι· Φυλάξει, φησὶ, τὸν λαὸν αὐτοῦ πάντα τῆς θλίψεως τὸν καιρόν. Καὶ μέχρι τοσούτου διακυβερνήσει καὶ καθοδηγήσει, ἕως τὸ θεῖον καθίσῃ δικαστήριον. Ἐπειδὰν δὲ εἰς τοῦτο ἡ δικαιοσύνη καθίσῃ, τουτέστι Χριστὸς, πάντες πλησίον αὐτῆς γενήσονται οἱ εὐθεῖς τῇ καρδίᾳ, κατὰ τὸ, Ὅτι οὗτοι τὸν Θεὸν ὄψονται. Οὕτω γὰρ δηλοῖ τὰ ἑπόμενα.
hangs upon the verse, For the Lord will not cast off His people. As though he were saying: He will guard, he says, His people during the whole time of affliction. And He will pilot and guide them until the divine tribunal sits. And whenever righteousness, that is, Christ, sits upon this, all who are upright in heart will be near it, according to the saying, For they shall see God. For thus the following words declare.
Ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν. Ἕως οὗ ὁ Χριστὸς κρινεῖ τὴν οἰκουμένην. Αὐτὸς γὰρ ἡμῖν ἐγενήθη σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· καὶ τὴν κρίσιν δὲ πᾶσαν αὐτῷ δέδωκεν ὁ Πατήρ.
Until righteousness return unto judgement. Until Christ shall judge the inhabited earth. For He Himself was made unto us wisdom from God, and righteousness and sanctification and redemption; and the Father hath given all judgement unto Him.
Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις; Αὕτη τῶν θλιβομένων ἡ φωνή. Λέγει δέ· Τίς μοι γένηται σύμμαχος κατὰ τῶν εἰς ἐμὲ πονηρευομένων; Εἶτα δεξάμενος αἴσθησιν ταχέως τοῦ βοηθοῦ, φησὶν, ὡς πάλαι ἂν αὐτοῦ εἰς ᾅδην κατήχθη ἡ ψυχὴ, εἰ μὴ τῆς παρὰ Θεοῦ ἀντιλήψεως ἔτυχεν.
Who will rise up for me against the evildoers? This is the voice of those who are afflicted. And he says: Who may become my ally against those who work evil against me? Then, having quickly received perception of the Helper, he says that his soul would long ago have been brought down into Hades, had it not obtained succour from God.
Εἰ ἔλεγον· Σεσάλευται ὁ ποῦς μου. Θλιβόμενος, φησὶν, ὁρῶν ἐμαυτὸν ὀλισθαίνοντα, εἶπον· Πότε ὁ ποῦς μου σεσάλευται; τουτέστι, τῆς κατὰ Θεὸν ἐκπεσοῦμαι στάσεως· εὐθὺς τὴν ἀντίληψιν καὶ τὸ ἔλεός σου ᾐσθόμην ἐπίκουρον ἐμοί.
If I said: My foot hath been shaken. Being afflicted, he says, seeing myself slipping, I said: When hath my foot been shaken? that is, shall I fall from my standing according to God? immediately I perceived Thy succour and Thy mercy aiding me.
Αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Οὐκ ἀφῆκας, φησὶν, ἀπαραμύθητον· ἀλλ' ὅσας θλίψεις ἔσχον, τοσαύτας καὶ παραμυθίας ἐδεχόμην παρὰ σοῦ. Αἳ καὶ εἰς εὐφροσύνην τὰς λύπας μετεβίβαζον.
Thy consolations have gladdened my soul. Thou didst not leave me, he says, unconsoled; but as many afflictions as I had, so many consolations also did I receive from Thee, which even transformed my sorrows into gladness.
Μὴ συμπροσέστω σοι θρόνος ἀνομίας ὁ πλάσσων κόπον ἐπὶ προστάγματι; Διὰ τοῦτο, φησὶ, παρεκάλεσάς μου τὴν καρδίαν ἐπὶ ταῖς θλίψεσιν. Ὅτι δὴ οὖν οὐ προστεθήσεταί σοι θρόνος ἀνομίας, τουτέστιν, ὅτι δίκαιος εἶ κριτὴς ὡς Θεὸς, καὶ οὐκ ἔσται ἀνομία ἐν ταῖς κρίσεσί σου· ὁ γὰρ θρόνος τὴν κρίσιν σημαίνει· ὥσπερ δὴ καὶ παρ' ἐκείνῳ τῷ κόπον συμπλάσσοντι ἐπὶ πρόσταγμα· εἴη δ' ἂν οὗτος ὁ ἀντικείμενος δαίμων, ὃς καὶ ἐλαφρὰς οὔσας τὰς τοῦ Θεοῦ ἐντολὰς βαρείας ποιεῖ, κόπους δὲ αὐτῶν τοῖς ἀνθρώποις παρέχων. Θρόνον ἀνομίας ὠνόμασε τὸν διάβολον· ἐπειδὴ καὶ θρόνος δικαιοσύνης ἐστὶν ὁ Χριστὸς, ὅστις ἀντίκειται τῷ διαβόλῳ.
Shall the throne of iniquity, which frameth toil upon a precept, have fellowship with Thee? On account of this, he says, Thou hast comforted my heart in afflictions. Because, therefore, a throne of iniquity shall not be joined unto Thee, that is, because Thou art a righteous Judge as God, and there shall be no iniquity in Thy judgements—for the throne signifies judgement, just as also with him who frames toil upon a precept; and this would be the opposing demon, who makes even the commandments of God, which are light, heavy, causing toil from them to men. He named the devil a throne of iniquity, since Christ also, Who opposes the devil, is a throne of righteousness.
Καὶ αἷμα ἀθῶον καταδικάσονται. Οὗτοι, φησὶν, οἱ πονηροὶ καὶ ἀντικείμενοι δαίμονες ἐκ παντὸς τρόπου τὴν τοῦ δικαίου ζητήσουσι θηρεῦσαι ψυχήν. Ἀλλ' ἐπὶ τοῦτο, φησὶ, κατακριθήσονται. Τοῦτο γὰρ σημαίνει· Καὶ αἷμα ἀθῶον καταδικάσονται. Λέγει γὰρ, ὡς ἀντὶ τοῦ ἀθώως ἐκχεομένου παρ' αὐτῶν, εἰς κρίσιν καὶ κόλασιν παραδοθήσονται.
And they will condemn innocent blood. These wicked and opposing demons, he says, will seek in every way to hunt down the soul of the righteous man. Yet for this, he says, they shall be condemned. For this is what is meant by: And they will condemn innocent blood. For he says that in requital for that which is innocently shed by them, they shall be delivered over to judgement and punishment.
Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν. Ἐγὼ δὲ τῆς παρὰ τοῦ Δεσπότου προνοίας ἀπήλαυσα, καὶ αὐτὸν ἔχω περίβολον ὀχυρόν.
And the Lord became unto me a refuge. And I enjoyed the providence from the Master, and I have Him as a strong rampart.
PG 27:413Read from the page
Αἶνος ᾠδῆς τῷ Δαυΐδ, ἀνεπίγραφος παρ' Ἑβραίοις. ΨΑΛΜΟΣ ϟΔʹ.
Praise of a song to David, uninscribed among the Hebrews. Psalm 94.
Ὑπόθεσις.
Argument.
Ἐντεῦθεν ὁ τῶν ἁγίων χορὸς καὶ τοὺς ἀπειθεῖς τοῦ Ἰσραὴλ προτρέπεται ἐπὶ τὴν διὰ Χριστοῦ σωτηρίαν ἐλθεῖν· δεικνὺς, ὡς ἐπακούσεται, εἰ προσπέσοιεν αὐτῷ, ἅτε αὐτὸς ὢν ποιητὴς, καὶ τὸ ἴδιον ἔργον ἀγαπῶν. Εἰσφέρεται δὲ μετὰ τὴν τῶν ἁγίων παραίνεσιν καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος πρόσωπον, αὐτοῖς τοῖς ἀπειθέσι παρακελευόμενον μὴ τὴν τῶν πατέρων μιμήσασθαι ἀπιστίαν.
Henceforth the choir of the saints exhorts even the disobedient of Israel to come unto the salvation that is through Christ, showing that He will hearken if they fall down before Him, inasmuch as He Himself is the Maker and loves His own work. And after the exhortation of the saints, the person of the Holy Spirit Himself is also introduced, commanding the disobedient themselves not to imitate the unbelief of their fathers.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Ὡς ἐπὶ ἑορτὴν ἐλθεῖν τοὺς ἀπειθεῖς παρακελεύονται, εἰς ἀγαλλίασιν αὐτοὺς καλοῦντες, ἵνα διὰ τούτων πείσωσι. Ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Εὖ τὸ, ἀλαλάξωμεν, λέγει, δὴ ἥκοντες τοὺς ἐπινικίους ᾄσωμεν ὕμνους. Ὁ γὰρ ἀλαλαγμὸς ὕμνος ἐστὶν ἐπὶ πεπτωκόσιν ἐχθροῖς. Σημαίνει δὲ διὰ τούτων, ὡς τὰς ἀντικειμένας δυνάμεις πολεμήσας ὑπὲρ ἡμῶν ὁ Χριστὸς, ἐκ μέσου πεποίηκεν.
Come, let us rejoice in the Lord. They exhort the disobedient to come as unto a feast, calling them to exultation, so that through these things they may persuade them. Let us shout aloud in triumph unto God our Saviour. Well does he say, let us shout aloud in triumph, that is, having come let us sing the hymns of victory. For the shout of triumph is a hymn over fallen enemies. And he signifies through these words that Christ, having warred on our behalf against the opposing powers, has taken them out of the way.
Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Ὡσεὶ λέγοι· Πρὶν εἰς κρίσιν καθίσῃ, τὸ πρόσωπον αὐτοῦ, ἔστι δὲ ὁ υἱὸς, τῇ ἐξομολογήσει προλάβωμεν, καὶ εὐμενὲς αὐτοῖς καταστήσωμεν. Οὕτω γὰρ ὑμῖν συμβήσεται εἰς ἀγαθὰ τελευτᾷν· ἡ γὰρ ἐξομολόγησις ἀγαθὸν ἔχει τὸ πέρας· καὶ τοῦτο δηλοῖ τὸ ἐν Ψαλμοῖς· Ἀλαλάξωμεν αὐτῷ.
Let us come before His face in confession. As though he were saying: Before He sits for judgement, let us anticipate His face—and this is the Son—with confession, and render it gracious unto them. For thus it will come to pass for you to end in good things; for confession has a good end, and that saying in the Psalms declares this: Let us shout aloud in triumph unto Him.
Καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς. Δηλαδὴ τοὺς πιστεύσαντας, καὶ ὥσπερ ἀντιμισθίαν τούτου λαχόντας τὸ ὄνομα, τὸ καλεῖσθαι θεοὶ, κατὰ τὸ εἰρημένον· Θεὸν δέδωκά σε τῷ Φαραώ. Ἐὰν τὴν ἐξομολόγησιν προσενέγκωμεν, φησὶν, οὐκ ἀποτευξόμεθα· οἰκτειρήσει γὰρ ὡς ἴδιον αὐτοῦ λαόν.
And a great King above all the gods. Clearly, those who have believed, and who as a recompense for this have obtained the name, to be called gods, according to what was said: I have given thee as a god to Pharaoh (Exod. 7:1). If we offer confession, he says, we shall not fail of our hope; for He will have compassion on us as His own people.
Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα. Δείκνυσιν, ὡς αὐτὸς, ὢν δημιουργὸς πάσης κτίσεως ὁρατῆς τε καὶ ἀοράτου, οὐκ ἂν παρίδῃ τὸ ἴδιον ποίημα προσπῖπτον δι' ἐξομολογήσεως.
For the sea is His. He shows that He Himself, being the Creator of all creation both visible and invisible, would never overlook His own work when it falls down before Him through confession.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ. Καὶ ἑαυτοὺς τῶν προσκυνούντων καὶ κλαιόντων εἶναί φασιν, ὅπως ἂν προθυμοτέρους εἰς τὴν ἐξομολόγησιν παρασκευάσωσι τοὺς ἀκούοντας.
Come, let us worship and fall down before Him. They say that they themselves also are among those who worship and weep, so that they may render the hearers more eager for confession.
Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. Ἐντεῦθεν παραινοῦνται παρ' αὐτοῦ τοῦ Κυρίου εὐπειθεῖς εἶναι, καὶ μὴ τοιοῦτοι οἷοι ἐν τῇ ἐρήμῳ οἱ πατέρες αὐτῶν ἐπεδείχθησαν.
To-day if ye will hear His voice. Henceforth they are exhorted by the Lord Himself to be obedient, and not such as their fathers showed themselves to be in the wilderness.
Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Ἐξεπείρασαν γὰρ τὸν Θεὸν ἄλλοτε ἄλλην πορευόμενοι ὁδὸν, καὶ οὐκ εὐθεῖαν τὴν τοῦ Κυρίου.
As in the day of temptation in the wilderness, where your fathers tempted Me. For they tempted God, walking at different times in a different way, and not in the straight way of the Lord.
Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Τρεῖς ἡμῖν ὁ λόγος καταπαύσεις σημαίνει· μίαν τὴν σαρκικὴν τὴν τοῦ Σαββάτου, καὶ ἑτέραν τὴν εἴσοδον τὴν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ᾗ Ἰησοῦς κατέπαυσεν αὐτούς· καὶ τρίτην τὴν ἐπουράνιον, ἣν νῦν ἡμῖν ὁ λόγος σημαίνει· οὐκ ἂν δὲ ἑτέρας ἐμέμνητο ἐνταῦθα, εἰ ἀληθῶς ἐκείνη ἐνῆ κατά-
As I sware in My wrath, If they shall enter into My rest. The word signifies to us three rests: one, the fleshly rest of the Sabbath; and another, the entrance into the land of promise, wherein Joshua gave them rest; and a third, the heavenly rest, which the word now signifies to us; for it would not have mentioned another rest here, if that rest were truly