PG 27:380Read from the pageἐν ᾅδου κηρύξας πνεύμασι δωρήσηται τὴν ἀνάστασιν. Ἀποκλαίεται δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἅτε δὴ ἐκπεσουμένην τῆς εἰς αὐτὸν ἐλπίδος. Αὕτη δὲ ἡ Ἱερουσαλὴμ, ἤτοι ὁ λαὸς, πάλαι οἷόν τις χορὸς ἦν, καθὸ καὶ μερὶς αὐτοῦ καὶ κλῆρος προσηγορεύετο· διὸ καὶ πρὸς Μαελὲθ ἐπιγέγραπται ὁ ψαλμὸς, ὅ ἐστι χορείας ἤτοι χοροῦ. Ἐπειδὴ δὲ βαθὺ τὸ Χριστοῦ μυστήριον, καὶ λίαν λεπτῆς διανοίας δεῖ πνευματικῆς πρὸς τὸ συνιέναι αὐτό· τούτου χάριν Συνέσεως ἐπιγέγραπται. Λέγεται δὲ τοῦ Αἰμὰν εἶναι ὁ ψαλμὸς, ἐν Αἰγύπτῳ πρὸς Μωσέως πεποιημένος. Οὗτος δὲ ὁ Αἰμὰν ἀπόγονος ἦν τοῦ Ἰσραὴλ, ἅτε ἔκγονος ὢν τοῦ Ζαρὰ, ὃς ἦν υἱὸς τοῦ Ἰούδα, τοῦ υἱοῦ Ἰσραήλ.
having preached to the spirits in Hades, He might bestow the resurrection. And He also bewails Jerusalem, inasmuch as she has fallen away from hope in Him. Now this Jerusalem, that is to say, the people, was of old as it were a choir, in accordance with which it was also called His portion and lot; wherefore also the psalm is inscribed For Maeleth, which is, of a dance or of a choir. And since the mystery of Christ is deep, and there is need of a very subtle spiritual mind in order to understand it, for this reason it is inscribed Of understanding. And the psalm is said to be of Aeman, composed in Egypt by Moses. Now this Aeman was a descendant of Israel, inasmuch as he was a grandson of Zara, who was the son of Juda, the son of Israel.
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα. Ἅτε ἀγαθὸς ὢν, εἰδὼς τὴν ἔκπτωσιν τοῦ λαοῦ καὶ τὴν τοῦ μαθητοῦ ἀπώλειαν, τὰς ὑπὲρ αὐτῶν ἀναπέμπεται πρὸς τὸν Πατέρα εὐχάς· ὅπως ἂν, τῆς κακίας μὴ μεταλαβόντες, καὶ αὐτοὶ τῆς δι' αὐτοῦ σωτηρίας τύχοιεν.
O Lord God of my salvation, I have cried by day. Inasmuch as He is good, knowing the falling away of the people and the perdition of the disciple, He sends up prayers on their behalf to the Father, so that, not partaking of wickedness, they too might obtain the salvation that is through Him.
Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου. Εἰ καὶ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν ἐβάστασε, καὶ περὶ ἡμῶν ὀδυνᾶται, εἰκότως καὶ κακῶν ἐμπέπλησταί φησι. Καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε. Τοῦτό φησιν, ἐπειδὴ ὑπὲρ παντὸς χάριτι Θεοῦ ἐγεύσατο θανάτου.
Because my soul is filled with evils. Even though He Himself bore our sins and suffers pain for our sakes, He fittingly says that it is also filled with evils. And my life has drawn nigh unto Hades. He says this because by the grace of God He tasted death for every man.
Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος. Μόνος Ἰησοῦς καὶ ἀπέθανεν ὑπὲρ τῶν ἀνομιῶν τοῦ λαοῦ ἀγόμενος εἰς θάνατον, κατὰ τὴν Ἠσαΐου φωνήν· καὶ νεκρὸς ὢν ἐλεύθερος ἦν μένος· οὐ γὰρ εἶχεν ἁμαρτίαν τὴν κάτοχον αὐτὸν ποιοῦσαν θανάτῳ. Διὸ καὶ ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.
I became as a man without help, free among the dead. Jesus alone both died for the iniquities of the people, being led to death according to the voice of Isaiah (Isa. 53:8); and while dead, He alone was free (Ps. 87:6); for He had no sin making Him subject to death. Wherefore also He said: I have power to lay down My soul, and I have power to take it again (John 10:18).
Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ. Παρόμοιος, φησὶ, γέγονα ἀνθρώποις τετραυματισμένοις καὶ κειμένοις ἐν μνήμασιν, οἳ, τῆς σῆς μὴ τυχόντες ἐπικουρίας, οὐ τετυχήκασιν ἀναστάσεως. Ἐγὼ δὲ τετραυμάτισμαι, φησὶ, διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ, καὶ ἐν τάφοις γέγονα, οὐ μὴν καὶ ἀπέμεινα· διότι μου καὶ μετὰ τὴν τρῶσιν καὶ τὴν ἐν τῷ τάφῳ κατάθεσιν ἐμνήσθης. Ἀνέστην γὰρ πατήσας τὸν θάνατον.
Like the wounded sleeping in a grave. I have become similar, He says, to men who have been wounded and lie in tombs, who, not having obtained Thy succour, have not obtained resurrection. But I have been wounded, He says, on account of the sins of the people, and have been in graves, yet I did not remain there; because even after My wounding and My laying in the grave Thou didst remember Me. For I rose again, having trampled down death.
Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου. Θυμὸν τοῦ Θεοῦ φησι τὴν ἐπενεχθεῖσαν τῷ τῶν ἀνθρώπων γένει τοῦ θανάτου κατάραν. Ἐπειδὴ τοίνυν γέγονεν ὑπὲρ ἡμῶν κατάρα, τούτου χάριν τὸν θυμὸν τοῦ Θεοῦ ἐπ' αὐτὸν ἐπεστηρίχθαι φησί.
Thy wrath has been pressed hard upon me. He calls the wrath of God the curse of death brought upon the race of men. Since, therefore, He became a curse on our behalf, for this reason He says that the wrath of God has been pressed hard upon Him.
Καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ' ἐμέ. Μετεωρισμοὺς τὴν μετὰ σφοδρότητος ἐπενεχθεῖσαν τῷ τῶν ἀνθρώπων γένει ὑπὲρ τῆς παραβάσεως δίκην φησί. Σημαίνει δὲ πάλιν τὸν θάνατον.
And all Thy billows hast Thou brought in upon me. By billows He means the punishment brought with vehemence upon the race of men for the transgression. And again it signifies death.
Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ. Τοῦτό φησιν, ἐπειδὴ πάντες αὐτὸν κατέλιπον κατὰ τὸν τοῦ πάθους καιρόν. Ἔθεντό με βδέλυγμα ἑαυ-
Thou hast put away my acquaintances far from me. He says this because all left Him at the time of the passion. They made me an abomination unto them-
Notes, col. 380
On the reading
Printed μένος, for μόνος.
PG 27:381Read from the pageτοῖς. Ὅρα πῶς καὶ μέχρι νῦν Ἰουδαῖοι τὸ Χριστοῦ ὄνομα βδελύσσονται. Παρεδόθην, καὶ οὐκ ἐξεπορευόμην. Τοῦτό φησι, διὰ τὸ κατάκλειστον αὐτὸν γενέσθαι ἐν τῇ οἰκίᾳ τοῦ ἀρχισυναγώγου.
selves. See how even until now the Jews abominate the name of Christ. I was delivered up, and came not forth. He says this because He was shut up in the house of the ruler of the synagogue.
Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. Ἀπεκλαιόμην, φησὶν, ὑπὲρ τοῦ λαοῦ, ἰδὼν αὐτοὺς τοῦ κατὰ Θεὸν πλούτου ἐκπεσουμένους καὶ εἰς πτωχείαν κατενηνεγμένους ἐσχάτην.
My eyes languished through poverty. I wept, He says, on behalf of the people, seeing them fallen away from the wealth that is according to God and brought down to extreme poverty.
Ἐκέκραξα πρὸς σὲ, Κύριε, ὅλην τὴν ἡμέραν. Ἕνα τοίνυν πόρον δὸς τῆς τῶν δεινῶν ἀπαλλαγῆς, τὴν σὴν, Δέσποτα, προμηθείαν. Ἐκτείνων γὰρ ἀεὶ τὰς χεῖρας ἀντιβολῶ σε. Τὴν πικρὰν δὲ τῆς ψυχῆς ὀδύνην τοῦτο τὸ σχῆμα δηλοῖ. Ὑπὸ γὰρ τῆς χρείας ἀναγκαζόμενος, σπουδαιότερόν τις ἱκετεύει τὸν δοῦναι δυνάμενον.
I cried unto Thee, O Lord, the whole day. Grant therefore one way of deliverance from the ills, Thy providence, O Master. For ever stretching out My hands I entreat Thee. And this posture indicates the bitter anguish of the soul. For when constrained by need, one supplicates more earnestly Him Who is able to give.
Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; Ἰατροὶ ἀναστήσουσι; Τὰς αἰτίας ἡμᾶς διδάσκει τῆς εἰς τὸν θάνατον αὐτοῦ καθόδου, μονονουχὶ λέγων· Ἐπειδὴ οὔτε νεκροῖς δυνατὸν, φησὶ, ποιήσασθαι θαυμάσια, οὔτε ἰατροῖς ἀναστῆσαι, ἵνα ἐξομολογήσωνταί σοι, οὔτε μὴν οἱ ἐν τῇ ἀπωλείᾳ δυνατοὶ ἦσαν γνῶναί σου τὴν ἀλήθειαν· τούτου χάριν, ὦ Πάτερ, καὶ τοῖς ἐν ᾅδου καταλελόγισμαι· ἵνα ἀναστάντες οἱ ἐν τῇ ἐπιλελησμένῃ γῇ καὶ τῶν θαυμασίων σου πεῖραν λάβοιεν, καὶ διηγήσωνται οἱ πάλαι ἐν τῷ σκότει τὴν ἀλήθειάν σου.
Wilt Thou work wonders for the dead? Shall physicians raise them up? He teaches us the causes of His descent into death, all but saying: Since neither is it possible, He says, to work wonders for the dead, nor for physicians to raise them up so that they may confess unto Thee, nor yet were those in perdition able to know Thy truth; for this reason, O Father, I too have been reckoned among those in Hades, so that those in the forgotten land, having risen again, might both receive experience of Thy wonders, and those who of old were in darkness may declare Thy truth.
Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου; Μὴ δυνατὸν, φησὶ, τοὺς εἰς κόνιν διαλυθέντας νεκροὺς καὶ ἐν τῷ ζόφῳ τοῦ θανάτου διάγοντας, καὶ λήθῃ παραδεδομένους, τῆς σῆς ἔσεσθαι φιλανθρωπίας, καὶ τῶν σῶν θαυμάτων θεατὰς καταστῆσαι;
Shall anyone in the grave declare Thy mercy? Is it possible, He says, for the dead who have been dissolved into dust and dwell in the gloom of death, and have been given over to oblivion, to partake of Thy loving-kindness and be made beholders of Thy wonders?
Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου; Ὥσπερ ἐν τοῖς ἀπολωλόσιν οὐκ ἔστιν ἀλήθεια, οὕτως ἐν τοῖς ἐσκοτισμένοις οὐκ ἔστι θαυμάσια. Γῆ ἐπιλελησμένη ἐστὶ ψυχὴ λογικὴ τῶν τοῦ ἁγίου Πνεύματος ἐστερημένη καρπῶν.
Shall Thy wonders be known in the darkness? Just as among those who have perished there is no truth, so among those who are darkened there are no wonders. A forgotten land is a rational soul deprived of the fruits of the Holy Spirit.
Ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Ὁ μὲν ὑπὲρ τοῦ λαοῦ προσηύχετο, οἱ δὲ ἀναξίους ἑαυτοὺς τῆς σωτηρίας δι' ὑπερβολὴν κακίας ἀποφαίνονται· οἱονεὶ ἄπρακτον αὐτοῦ τὴν ὑπὲρ αὐτῶν καθιστῶντες εὐχήν.
Wherefore, O Lord, dost Thou cast off my soul, and turnest Thy face away from me? He indeed was praying on behalf of the people, but they show themselves unworthy of salvation through excess of wickedness, rendering His prayer on their behalf as it were ineffectual.
Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου. Πτωχὸς μὲν διὰ τὸ δούλου λαβεῖν μορφήν· ἐν κόποις δὲ ἐκ νεότητος, διότι ἐκ σπαργάνων αὐτῶν ἐπεβουλεύετο παρά τε Ἡρώδου καὶ τῶν ὁμοίων αὐτῷ. Ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ὕψωσιν μὲν τὴν ἐπὶ τοῦ σταυροῦ ἄνοδόν φησι, κατὰ τὸ εἰρημένον ὑπ' αὐτοῦ· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου. Τὸ δὲ, ἐταπεινώθην, διὰ τὴν μέχρις ᾅδου κάθοδον λέγει.
Poor am I, and in labours from my youth. Poor indeed, because He took the form of a servant; and in labours from youth, because from His very swaddling clothes He was plotted against by Herod and those like him. And having been lifted up, I was humbled and brought into distress. By lifting up He means the ascent upon the cross, according to what was spoken by Him: When you lift up the Son of man (John 8:28). And the phrase, I was humbled, He says on account of the descent even unto Hades.
Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου. Πᾶσαν, φησὶν, ἐκίνησας κατ' ἐμοῦ τὴν ὀργήν· καὶ ταῖς φοβερωτάταις με διετάραξας τιμωρίαις, καὶ ταύταις καθάπερ ὕδασιν ὑποβρύχιόν με πεποίηκας.
Thy wraths have passed over me. Thou hast stirred up, He says, all Thy wrath against Me; and with the most fearful punishments hast Thou troubled Me, and with these as with waters hast Thou submerged Me.
Ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον καὶ
Thou hast put far from me friend and neighbour and
PG 27:384Read from the pageτοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Ταλαιπωρίαν τὸν τοῦ πάθους καιρὸν κατασημαίνει. Λέγει οὖν, ὡς παρὰ τὸ πάθος αὐτὸν καὶ οἱ φίλοι καὶ οἱ γνώριμοι ἐγκατέλιπον. Ἐπειδὴ δὲ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, ἐν δὲ τῷ σταυρῷ καταλέλειπται παρὰ τῶν μαθητῶν· τούτου χάριν τὸν Πατέρα αὐτοῦ μακρῦναι τοὺς φίλους καὶ τοὺς γνωρίμους λέγει.
my acquaintances because of misery. By misery He designates the time of the passion. He says, therefore, that during the passion both His friends and His acquaintances forsook Him. And since He became obedient to the Father unto death, even the death of the cross (Phil. 2:8), and on the cross was left behind by the disciples, for this reason He says that His Father put far away His friends and acquaintances.
ΨΑΛΜΟΣ συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ. ΠΗʹ.
A PSALM of understanding for Aetham the Israelite. 88.
Ἐν τοῖς παροῦσι τὴν ἐκ σπέρματος Δαυῒδ γέννησιν τοῦ Χριστοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ θεσπίζει, καὶ μὴν καὶ τὸ πάθος τὸ σωτήριον ὃ ὑπέμεινεν ὑπὲρ ἡμῶν. Συνέσεως δὲ ἐπιγέγραπται, ἐπειδὴ πνευματικοῦ μάλιστα χρεία νοῦ πρὸς τὸ νοῆσαι τὸ βάθος τῶν αὐτοῦ μυστηρίων. Τὰ δὲ περὶ τοῦ Αἰμὰν, ὡς καὶ οὗτος προφήτης ἦν, ἐν τοῖς προλαβοῦσι σαφῶς διηγόρευται.
In the present words he prophesies the birth of Christ from the seed of David, and His kingdom, and moreover also the saving passion which He endured on our behalf. And it is inscribed Of understanding, because there is greatest need of a spiritual mind in order to understand the depth of His mysteries. And the matters concerning Aeman, how he too was a prophet, have been clearly set forth in what preceded.
Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Καὶ ποῖα τὰ ἐλέη τοῦ Κυρίου, ἃ πεποίηκεν εἰς ἡμᾶς, ἃ καὶ ᾄδειν ὀφείλομεν; ἢ τὸ καθελεῖν μὲν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ αὐτὸ τοῦ διαβόλου τὸ κράτος· ἐλευθερῶσαι δὲ ἡμᾶς ἁμαρτίας καὶ θανάτου. Εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. Ἀλήθεια μὲν τοῦ Πατρὸς ὁ Υἱὸς, ὃν καὶ εἰς γενεὰν καὶ γενεὰν ἐπὶ στόματος οἱ ἅγιοι φέρουσιν· ἔστι γὰρ ὁ λόγος ὡς ἀπὸ τοῦ ἀποστολικοῦ χοροῦ.
Thy mercies, O Lord, will I sing for ever. And what are the mercies of the Lord which He has wrought towards us, which also we ought to sing? What else than the casting down of the principalities and the powers, and the very dominion of the devil, and the setting of us free from sin and death? Unto generation and generation will I declare Thy truth with my mouth. Now the Truth of the Father is the Son, Whom also unto generation and generation the saints bear upon their mouth; for the utterance is as if from the apostolic choir.
Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται. Σὺ, ὦ Δέσποτα, φησὶν, ἐπαγγεῖλασθαι κατηξίωσας, ὅτι εἰς τὸν αἰῶνα διηνεκῶς ἔλεος μέγα καὶ θαυμαστὸν οἰκοδομηθήσεται· ὅ ἐστι κατασκευασθήσεται, ἤγουν ἐγερθήσεται. Τὸ γὰρ οἰκοδομούμενον ἐγείρεταί πως καὶ ἀνίσταται. Ἔστι δὲ τοῦτο ἡ διὰ Χριστοῦ σωτηρία καὶ χάρις. Τὸ μὲν ἔλεος τοῦ Θεοῦ τοὺς ἀνθρώπους οἰκοδομεῖ, ἡ δὲ ἀλήθεια ἑτοιμάζει τὰς ἁγίας δυνάμεις. Ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ὥσπερ ἡ διὰ Χριστοῦ σωτηρία ἔλεος καὶ χάρις, οὕτω καὶ ἡ ἀλήθεια πάλιν καλεῖται, ἣ καὶ μέχρις οὐρανῶν ἐγήγερται, φησὶ, διὰ τοῦ αἵματος, εἴτε ἐπὶ γῆς εἴτε ἐν οὐρανῷ.
Because Thou hast said: Mercy shall be built up for ever. Thou, O Master, he says, hast vouchsafed to promise that for ever and continually a great and wonderful mercy shall be built up; that is, shall be prepared, or raised up. For that which is built up is in some manner raised up and set upright. And this is the salvation and grace through Christ. On the one hand, the mercy of God builds up men; on the other hand, the truth prepares the holy powers. Thy truth shall be prepared. Just as the salvation through Christ is mercy and grace, so also again it is called truth, which has also been raised up even unto the heavens, he says, through the blood, whether on earth or in heaven.
Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· Ἀβραὰμ, φησὶ, καὶ Ἰακώβ· τούτοις γὰρ δὴ τὰς περὶ Χριστοῦ ἐπαγγελίας δέδωκε κατὰ τὸ εἰρημένον· Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ὤμοσα Δαυῒδ τῷ δούλῳ μου. Καὶ ποῦ ὤμοσεν ἢ ἐν τῷ εἰπεῖν πρὸς αὐτόν· Καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου· ἀναστήσεται ἐκ τοῦ σπέρματός σου ἄλλος, ὃς ἔσται ἐκ τῆς κοιλίας σου. Καὶ ἑτοιμάσω εἰς τὸν αἰῶνα τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου. Καὶ ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.
I have made a covenant with My chosen ones: Abraham, he says, and Jacob; for to these indeed He gave the promises concerning Christ, according to what was spoken: And in thy seed shall all the tribes of the earth be blessed (Gen. 22:18). I have sworn unto David My servant. And where did He swear save in saying to him: And it shall come to pass when thy days are fulfilled, and thou shalt sleep with thy fathers, that another shall rise up from thy seed, who shall be from thy belly; and I will prepare his kingdom for ever. He shall build a house to My name; and I will establish his kingdom for ever. I will be to him a father, and he shall be to Me a son (1 Chron. 17:11-14)?
Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου. Τοῦτό φησι διὰ τοῦ γεννηθέντος Χριστοῦ, καὶ ποιμέσι
The heavens shall confess Thy wonders. He says this on account of Christ Who was born, and that to shepherds
PG 27:385Read from the pageτοὺς ἀγγέλους εὐαγγελίζεσθαι λέγοντας· Ὅτι ἐτέχθη ἡμῖν σήμερον Χριστὸς Κύριος ἐν πόλει Δαυΐδ. Καὶ ἑτέρας δὲ ἐπουρανίου στρατείας πλῆθος ὀφθῆναι λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.
the angels brought good tidings, saying: Because there is born to us today Christ the Lord in the city of David (Luke 2:11). And that a multitude of another heavenly host appeared, saying: Glory to God in the highest, and on earth peace (Luke 2:14).
Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; Εἰ καὶ γέγονεν ἄνθρωπος, φησὶν, ὁ Μονογενὴς, καὶ καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ ἔλαβε τὴν τοῦ δούλου μορφήν· ἀλλὰ καὶ οὕτως ἐστὶν ἀσύγκριτος ὑπὲρ πάντας καὶ οὐρανίους δυνάμεις· αἱ μὲν γὰρ οἰκετικὸν ἔχουσι τάγμα· ὁ δὲ Δεσπότης τῶν ὅλων ἐστὶ καὶ κύριος. Ἀλλὰ μὴν οὐδὲ ἐν υἱοῖς Θεοῦ ὅμοιός τίς ἐστιν αὐτῷ. Καὶ τοῦτο αὐτοὶ μαρτυροῦσι λέγοντες, ὅτι Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν. Οὐκοῦν ὁ μὲν δίδωσιν ὡς Θεὸς, οἱ δὲ πλουτοῦσι τὰ παρ' αὐτοῦ.
Because who in the clouds shall be compared to the Lord? Even though the Only-begotten became man, he says, and lowered Himself to a voluntary emptying, and took the form of a servant, yet even so He is incomparable above all, even the heavenly powers; for they indeed hold the rank of household servants, whereas He is Master and Lord of all. Nay more, neither among the sons of God is anyone like unto Him. And to this they themselves bear witness, saying: Of His fullness have we all received (John 1:16). Therefore He gives as God, while they are enriched with the things that come from Him.
Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός. Ὥσπερ οἱ ἀσύνετοι σκανδαλίζονται ὁρῶντες αὐτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, ἀκούοντες δὲ λέγοντος αὐτοῦ· Ἐγώ εἰμι ἡ ἀλήθεια· καὶ, Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· οὕτως οἱ ἅγιοι τοὔμπαλιν δοξάζουσιν αὐτὸν, καὶ μέγαν καὶ φοβερὸν καλοῦσι. Καὶ τοῦτο ἐκεῖθεν δῆλον, ἐκ τοῦ τὸν μὲν Πέτρον ὥσπερ ἐκ στόματος ἁπάντων βοᾷν· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· πάλιν δὲ τοὺς πάντας· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ· ὅτε τῇ θαλάσσῃ καὶ τοῖς ἀνέμοις ἐπετίμησεν.
God, Who is glorified in the council of the saints, great and terrible. Just as the senseless are offended when they see Him in the form of a servant, and hear Him saying: I am the truth (John 14:6); and: Before Abraham came to be, I am (John 8:58); so on the contrary the saints glorify Him, and call Him great and terrible. And this is manifest from the fact that Peter, as if from the mouth of all, cries out: Thou art the Christ, the Son of the living God (Matt. 16:16); and again all of them: Truly Thou art the Son of God (Matt. 14:33), when He rebuked the sea and the winds.
Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου· σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης. Δείκνυσιν ὁ λόγος, ὡς αὐτὸς ὁ ἐν τῇ τοῦ δούλου μορφῇ ἐστιν ὁ καὶ τὴν ὑγρὰν ἐξ ἀρχῆς παραγαγὼν οὐσίαν· καὶ αὐτός ἐστιν ὁ τεθεικὼς ἄμμον ὅριον τῇ θαλάσσῃ, καὶ εἰρηκὼς αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ. Ἔδειξε δὲ τοῦτο ὑπάρχον ἀληθὲς, ἐπιτιμήσας καὶ τῇ θαλάσσῃ καὶ τοῖς ἀνέμοις, ὅτε μετὰ τῶν μαθητῶν συνέπλεε. Τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. Σὺ ἐταπείνωσας ὡς τραυματίαν τὸν ὑπερήφανον. Αὐτὸς γάρ ἐστιν ὁ δήσας τὸν ἰσχυρὸν καὶ τὸν ὑπερήφανον, καὶ δεδωκὼς τοῖς αὐτοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
Mighty art Thou, O Lord, and Thy truth is round about Thee; Thou art master of the power of the sea. The word shows that He Who is in the form of a servant is Himself the One Who also brought forth the moist substance from the beginning; and He Himself is the One Who set sand as a bound for the sea, and said to it: Thus far shalt thou come, and thou shalt not pass beyond (Job 38:11). And He showed this to be true by rebuking both the sea and the winds when He was sailing together with the disciples. And the tossing of its waves Thou dost calm. Thou hast humbled the proud one as one that is wounded. For He Himself is the One Who bound the strong and proud one (Matt. 12:29), and gave to His own to tread upon serpents and scorpions and upon all the power of the enemy (Luke 10:19).
Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ. Ὥσπερ τῆς θαλάσσης Δεσπότης ἐστὶν, οὕτω καὶ τῶν οὐρανῶν ποιητὴς καὶ γῆς ἁπάσης. Τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. Θαβὼρ καὶ Ἑρμών. Τὰ τέσσαρα μέρη τῆς οἰκουμένης διὰ τούτων σημαίνει· διὰ μὲν τοῦ βοῤῥᾶ τὰ ἀρκτῷα μέρη, διὰ δὲ τῆς θαλάσσης τὰ τῆς ἑσπέρας. Θάλασσαν γὰρ ἡ Γραφὴ τὴν ἑσπέραν καλεῖ· διὰ δὲ τοῦ Ἑρμὼν ὄρους τὸν νότον· διὰ δὲ τοῦ Θαβὼρ ὄρους πάλιν τὴν ἀνατολήν.
Thine are the heavens, and Thine is the earth. Just as He is Master of the sea, so also is He Maker of the heavens and of all the earth. The world and the fullness thereof Thou hast founded. The north and the sea Thou hast created. Thabor and Hermon. Through these He signifies the four quarters of the world: through the north, the northern parts; through the sea, those of the west—for Scripture calls the west the sea; through Mount Hermon, the south; and through Mount Thabor, again, the east.
Σὸς ὁ βραχίων μετὰ δυναστείας. Ὁ σὸς, ὦ Δέσποτα, βραχίων, φησὶν, ἐπιδειχθείη τοῖς πᾶσι μετὰ δυναστείας. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος καὶ πέφηνε καθ' ἡμᾶς, ἀλλ' ἐμφανὴς κατέστη ἡ τῆς μεγαλειότη-
Thine is the arm with might. May Thy arm, O Master, he says, be displayed to all with might. For even though He became man and appeared like us, yet manifest became the pre-eminence of His majes-
PG 27:388Read from the pageτος αὐτοῦ ὑπεροχή. Καὶ τοῦτό ἐστι τό· Κραταιωθήτω ἡ χείρ σου· ὑψωθήτω ἡ δεξιά σου.
ty. And this is the meaning of: Let Thy hand be made strong; let Thy right hand be exalted.
Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Κηρύξας τὴν ἐνανθρώπησιν τοῦ Μονογενοῦς, εἰκότως μακαρίζει τοὺς τὸ αὐτοῦ ἐκμαθόντας μυστήριον. Τοῦτο δέ ἐστι τὸ τοὺς ἐπινικίους ᾄδειν αὐτῷ. Ἀλαλαγμὸς γάρ ἐστιν ἡ ἐπὶ τοῖς πεσοῦσιν ἐχθροῖς γινομένη ᾠδή. Παρετάξατο δὲ ὑπὲρ ἡμῶν, καὶ νενίκηκε τὰς ἀντικειμένας δυνάμεις. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Τοὺς ἁγίους αὐτοῦ ἀποστόλους μακαρίζει, ὅτι δὴ τῷ ὀνόματι αὐτοῦ καὶ τῇ δυνάμει αὐτοῦ ἐποίουν ὅσα ἐποίουν παράδοξα.
Blessed is the people that knows jubilation. Having proclaimed the incarnation of the Only-begotten, he fittingly pronounces blessed those who have learned His mystery thoroughly. And this is to sing songs of victory unto Him. For jubilation is the song raised over fallen enemies. For He arrayed Himself in battle on our behalf, and has conquered the opposing powers. O Lord, in the light of Thy countenance shall they walk, and in Thy name shall they exult. He pronounces His holy apostles blessed, because in His name and by His power they wrought all the marvellous works that they wrought.
Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Κέρας τὴν δόξαν φησί. Λέγει οὖν, ὡς πρὸς τὸν Πατέρα· Ἐπειδὴ σὺ ηὐδόκησας ἀποστεῖλαι τὸν Μονογενῆ, τούτου χάριν ἡ δόξα ἡμῶν διεγήγερται. Ἐδοξάσθημεν γὰρ συνεγερθέντες Χριστῷ, καὶ συμβασιλεύσαντες αὐτῷ.
And in Thy good pleasure shall our horn be exalted. By horn he means glory. He says, therefore, as if addressing the Father: Since Thou wast well pleased to send the Only-begotten, for this reason our glory has been raised up. For we have been glorified, having been raised up together with Christ, and reigning together with Him (Eph. 2:6).
Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου. Τότε, ἀντὶ τοῦ, πάλαι, φησὶ, δι' ὁράσεων προφητικῶν τοῖς υἱοῖς σου, λέγει δὲ τοῖς κεκλημένοις εἰς τὸ τῆς υἱοθεσίας ἀξίωμα, ἐλάλησας. Τί δὲ ἐλάλησας ἢ τό· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν; Ὅμοιον δὲ ὡσεὶ λέγοι· Δέδωκα, φησὶ, βοήθειαν ἐπὶ δυνατὸν τοῖς ἀσθενέσι καὶ πλεονεκτουμένοις ὑπὸ τοῦ Σατανᾶ, τοῦ καταφυγεῖν ἐπὶ δυνατόν. Ὁ δέ γε δυνατὸς, ὃν δέδωκεν ἡμῖν εἰς βοήθειαν ὁ Πατὴρ, Χριστός που πάντως ἐστί· καὶ γάρ ἐστι δυνάμεων Κύριος· Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυῒδ τὸν δοῦλόν μου. Ἐννόει Χριστὸν τὸν ἐκ σπέρματος Δαυῒδ, ἐκλεκτὸν κεκλημένον, διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε. Δαυῒδ δὲ πάλιν αὐτὸν ὀνομάζει, καθὸ ἐκ σπέρματος ἦν Δαυΐδ· καὶ μὴν καὶ δοῦλον, διὰ τὸ ἐν τῇ τοῦ δούλου μορφῇ πεφηνέναι. Ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. Ὅτε Θεὸς ἦν ὁ Λόγος, ἐγεννήθη κατὰ σάρκα ἐκ γυναικὸς, καὶ προῆλθεν ἄνθρωπος, μένων ὡς ἦν Θεός· τότε, τὴν κρίσιν διὰ σὲ λαβὼν, ὠνομάσθη Χριστός. Θεὸς γὰρ ὢν ὁ Λόγος καὶ βασιλεὺς πρὸ αἰώνων ὑπάρχων, ἰδιοποιήσατο τὰ ἡμέτερα, ἵνα καὶ ἡμεῖς τὰ αὐτοῦ πλουτήσωμεν.
Then Thou spakest in vision to Thy sons. By then, instead of of old, he says, through prophetic visions Thou spakest to Thy sons—meaning those called to the dignity of adoption as sons. And what didst Thou speak save this: I have laid help upon a mighty one? And it is as though He were saying: I have given, He says, help upon a mighty one to those who are weak and defrauded by Satan, that they may flee for refuge unto a mighty one. Now the Mighty One Whom the Father has given us for help is surely Christ; for He is the Lord of hosts (Ps. 23:10). I have exalted one chosen out of My people; I have found David My servant. Understand Christ, Who is of the seed of David, called chosen, wherefore also God highly exalted Him (Phil. 2:9). And again He names Him David, inasmuch as He was of the seed of David (Rom. 1:3); and moreover also a servant, because He appeared in the form of a servant (Phil. 2:7). With My holy oil have I anointed Him. When the Word, Who was God, was born according to the flesh of a woman, and came forth as man, remaining God as He was, then, having received the anointing (printed: judgement) on thy account, He was named Christ. For the Word, being God and existing as King before the ages (Ps. 73:12), made our things His own, so that we too might be enriched with His things.
Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ. Ὁ Σωτὴρ ἔφασκε· Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα ποιήσω, αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι αὐτός με ἀπέσταλκε· καὶ πάλιν· Ἀπ' ἐμαυτοῦ λαλῶ οὐδέν. Ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός. Καὶ τοῦτό ἐστιν ὃ λέγει νῦν ὁ Πατὴρ περὶ αὐτοῦ· Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν.
For My hand shall help Him. The Saviour said: The works which the Father has given Me to accomplish, the very works bear witness concerning Me, that He has sent Me (John 5:36); and again: Of Myself I speak nothing; but the Father Who abides in Me, He Himself does the works (John 14:10). And this is what the Father now says concerning Him: For My hand shall help Him, and My arm shall strengthen Him.
Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ. Εἰ καὶ εἰρήκασι· Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν αὐτοῖς τὴν κληρονομίαν αὐτοῦ· ἀλλ' ἦν ἀνόνητος τῷ Σατανᾷ καὶ τοῖς Ἰουδαίοις ἡ σκέψις, καὶ εἰς ἄπρακτον ἐκβέβηκεν αὐτοῖς τὸ ἐγχείρημα. Ἀνεβίω γὰρ ὁ Σωτὴρ τριήμερος, πατήσας τὸν θάνατον καὶ σκυλεύσας τὸν ᾅδην· καὶ ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγα-
The enemy shall have no advantage against Him. Even though they said: Come, let us kill Him, and let us have His inheritance for ourselves (Matt. 21:38); yet the plot was unprofitable to Satan and to the Jews, and their attempt turned out ineffectual for them. For the Saviour rose again on the third day, having trampled down death and despoiled Hades; and He ascended to the Father and God Who is in the heavens; and He is at the right hand of the throne of the majes-
Notes, col. 388
On the reading
Printed κρίσιν, for χρίσιν.
PG 27:389Read from the pageλωσύνης ἐν ὑψηλοῖς, πάντων κατάρχων μετὰ τοῦ ἰδίου γεννήτορος. Οὐκοῦν ἀληθὲς τὸ εἰρημένον, ὅτι Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ.
ty on high, ruling over all things together with His own Begetter. Therefore that which was spoken is true: The enemy shall have no advantage against Him.
Καὶ συγκύψω ἀπὸ τοῦ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ. Παραδέδονται γὰρ τῇ Ῥωμαίων στρατείᾳ, καὶ διολώλασι παντελῶς.
And I will cut down His enemies before His face. For they have been delivered over to the army of the Romans, and have perished utterly.
Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ. Ἀλήθειαν τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν φησὶν, ἣν εἰσηγήσατο ἡμῖν ὁ Χριστὸς κατὰ τὸ εἰρημένον πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα· Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Καὶ τὸ ἔλεος δὲ οὐ δι' ἄλλου πεποίηκεν ὁ Θεὸς εἰς ἡμᾶς ἢ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ. Δι' αὐτοῦ γὰρ μόνου καὶ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ ἐμάθομεν προσκύνησιν, καὶ κατηλεήθημεν, ἀναιρεθέντος θανάτου, καὶ τῆς φθορᾶς ἐκ μέσου γενομένης. Καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Τοῖς γὰρ ὀνόμασιν, οἷς μάλιστα πρέπουσι τῷ Πατρὶ, καὶ αὐτὸς ὁ Υἱὸς δοξάζεται· οἷόν τί φημι· Θεὸς ἀληθινὸς ὁ Πατήρ· τοῦτό ἐστι καὶ Υἱός· αὐτὸς γάρ ἐστιν ἡ ἀλήθεια· καὶ ἡ ζωὴ κατὰ φύσιν ὁ Πατήρ ἐστί τε καὶ ὀνομάζεται, τοῦτο δὲ πάλιν καὶ ὁ Υἱός· αὐτὸς γάρ φησιν· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Τοῦτο ἔλεγε πρὸς τὸν ἑαυτοῦ Πατέρα, ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά.
And My truth and My mercy shall be with Him. By truth He means the worship in spirit and in truth, which Christ introduced to us according to what was spoken to the woman in Samaria: God is a Spirit, and those who worship Him must worship in spirit and in truth (John 4:24). And mercy too God has wrought towards us through none other than through His Only-begotten Son. For through Him alone have we both learned worship in spirit and in truth, and obtained mercy, death having been destroyed and corruption removed from our midst. And in My name shall His horn be exalted. For by the names which most especially befit the Father, the Son Himself is also glorified; as, for instance, I mean: the Father is true God; the Son is this also, for He Himself is the truth; and the Father both is and is named life by nature, and this again is the Son also, for He Himself says: I am the resurrection and the life (John 11:25). This He said to His own Father: All Mine are Thine, and Thine are Mine (John 17:10).
Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ. Θάλασσαν μὲν, ὡς προειρήκαμεν, τὴν ἐν δυσμαῖς χώραν φησί· ποταμοὺς δὲ τὴν μέσην τῶν ποταμῶν λέγει, ἤτοι τὴν ἀνατολήν. Φησὶν οὖν, ὅτι εἰς πᾶσαν τὴν οἰκουμένην ἡ αὐτοῦ πρᾶξις ἐκταθήσεται. Καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Ἐν μὲν τῇ θαλάσσῃ τίθεται ἡ χεὶρ τοῦ Χριστοῦ, ἐν δὲ τοῖς ποταμοῖς ἡ δεξιὰ αὐτοῦ. Πλὴν ἐὰν θελήσῃ, ἡ θάλασσα γίνεται ποταμός· καὶ πάλιν ὁ ποταμὸς, ἐὰν τηρήσῃ τὸν ἐκ τῆς κοιλίας αὐτοῦ ῥέοντα ποταμὸν, τοῦ ζῶντος ὕδατος γίνεται θάλασσα.
And I will set His hand in the sea. By the sea, as we have said before, He means the region in the west; and by the rivers He means Mesopotamia, that is, the east. He says, therefore, that His work shall be extended unto the whole world. And in the rivers His right hand. In the sea is set the hand of Christ, and in the rivers His right hand. Yet if He wills, the sea becomes a river; and again the river, if it keeps the river flowing out of its belly, becomes a sea of living water.
Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, Θεός μου. Πάλιν ἐνταῦθα οἰκονομικῶς ὁ σεσαρκωμένος Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλεῖ, λέγων· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ὁ γὰρ προφήτης φησὶ περὶ αὐτοῦ, παιδίον γεννώμενον προφητεύων, Θεὸν ἰσχυρὸν ἔλεγεν αὐτὸν, Πατέρα τοῦ μέλλοντος αἰῶνος.
He shall call upon Me: Thou art My Father, My God. Here again, by way of dispensation, the Incarnate One calls the Father His God, saying: I go unto My Father and your Father, and My God and your God (John 20:17). For the prophet speaks concerning Him, prophesying a child born, and called Him Mighty God, Father of the age to come (Isa. 9:6).
Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου καὶ διαθήκην μου. Αὐτῷ μὲν τῷ πεπιστευκότι δι' αὐτοῦ λαῷ φησιν. Ἔλεος δὲ τὴν διὰ πίστεως ἄφεσιν λέγει. Διαθήκην δὲ τὴν νέαν φησὶν, ἣν καὶ πιστὴν εἶναι, ἀντὶ τῶν, ἀσφαλῆ καὶ βεβαίαν καὶ μένουσαν. Ἡ μὲν γὰρ πρώτη διαθήκη πέπαυται διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος.
For ever will I keep My mercy for Him, and My covenant. He says this for the people that has believed through Him. And by mercy He means the remission that is through faith. And by covenant He means the new one, which He also says is faithful, instead of sure, steadfast, and enduring. For the first covenant has ceased on account of its weakness and unprofitableness; for the law made nothing perfect (Heb. 7:18-19).
Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ. Οὐ παύσεται γὰρ τὸ Χριστιανῶν ὄνομα, καὶ τῆς εὐαγγελικῆς λατρείας ἡ δύναμις· διηνεκὴς δὲ μᾶλλον ἔσται καὶ ἀκατάληκτος.
And I will establish His seed for ever and ever. For the name of Christians and the power of the evangelical worship shall not cease, but rather shall be continual and unceasing.
Notes, col. 389
On the reading
Printed συγκύψω, for συγκόψω.