Migne Reading Room

PG 27 · cols. 368–377 · Read from the page

Expositions on the Psalms

Expositions on the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 27:368Read from the page
Ἐξωλοθρεύθησαν ἐν Ἀενδώρ. Ἐν ἀσχήμῳ τόπῳ. Ἀενδὼρ γὰρ ἀπρέπεια δηλοῦται. Ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. Ἄταφοι γὰρ μένοντες διελύθησαν, καὶ οἷόν τις κόπρος τῇ γῇ συνεμίγησαν.
They were destroyed at Aendor. In an unseemly place. For Aendor signifies unseemliness. They became as dung for the earth. For remaining unburied they decomposed, and like dung were mingled with the earth.
Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρήβ. Τῶν Ἰδουμαίων καὶ Ἰσμαηλιτῶν καὶ Μωαβιτῶν καὶ Ἀγαρηνῶν καὶ τῶν δηλωθέντων ἑταίρων τὰ ἴσα παθεῖν παρασκεύασον τῷ Ὠρὴβ καὶ τοῖς ἑτέροις. Οὗτοι δὲ καὶ κακοὶ κακῶς ἀπολώλασιν.
Make their rulers like Oreb. Cause the rulers of the Idumaeans and Ishmaelites and Moabites and Hagarenes and the confederates indicated to suffer the same things as Oreb and the others. And these, being evil, perished evilly.
Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν. Τουτέστι, Μὴ μείνοιεν ἐν τῇ αὐτῇ στάσει, ἀλλὰ κυλιέσθωσαν εἰς τοὔμπαλιν. Ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου. Τουτέστιν εὐρίπιστοι γενήσονται, ὥσπερ ἀμέλει καὶ ἡ καλάμη τοῦ στάχυος. Ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμόν. Ἀπολαυέτωσαν, φησὶ, τοῦ πυρὸς ὃ αὐτοὶ ἐξέκαυσαν, καὶ αὐτὸ τὸ πῦρ αὐτοὺς καταφάγεται, ὡσπερανεὶ καὶ αἰσθητὸν πῦρ καταφάγει δρυμόν. Ὅμοιον δὲ τῷ· Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Ὡσεὶ φλὸξ κατακαῦσαι ὄρη. Παραβολικὸς ὁ λόγος. Ὥσπερ πῦρ ἐμπεσὸν, φησὶ, καίει ὄρη, οὕτω κατακαυθήσονται ὑπὸ τῆς παρὰ σοῦ ἐπενεχθησομένης αὐτοῖς τιμωρίας, ἥντινα καὶ καταιγίδι παρέβαλε διὰ τὸ σφοδρὸν καὶ ἐπιτεταμένον.
O my God, make them like a wheel. That is, let them not remain in the same standing, but let them be rolled backwards. As stubble before the face of the wind. That is, they shall become easily blown about, just as indeed the stubble of the ear of corn is. As fire that will burn up a forest. Let them enjoy, he says, the fire which they themselves kindled, and that very fire shall devour them, just as sensible fire devours a forest. And it is like that saying: Behold, all you kindle a fire, walk in the light of your fire, and in the flame which you have kindled (Isa. 50:11). As a flame to burn up mountains. The expression is figurative. Just as fire falling upon mountains, he says, burns them, so shall they be burned up by the punishment to be brought upon them from Thee, which he also compared to a tempest on account of its vehemence and intensity.
Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας. Διαμαρτόντες γὰρ ὧν βούλονται, καὶ αἰσχύνης ἐμπλησθέντες, ἐπιγνώσονταί σου τὴν δύναμιν. Καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε. Τοῦτο λέγει, ὡς ἔσται αὐτοῖς ἐκ τῶν τιμωριῶν ὠφέλεια. Τὸ, ζητήσουσιν, ἀντὶ τοῦ, γνώσονται.
Fill their faces with dishonour. For having failed of what they wish, and having been filled with shame, they will recognize Thy power. And they shall seek Thy name, O Lord. He says this, that there will be benefit for them from the punishments. The word, they shall seek, is instead of, they shall know.
Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς Κορὲ, ΨΑΛΜΟΣ ΠΓʹ.
Unto the end, for the winepresses, for the sons of Core, Psalm 83.
Ὑπόθεσις.
Argument.
Πάλιν ὑπὲρ τῶν Ἐκκλησιῶν καὶ ἐν τούτῳ τῷ ψαλμῷ ποιεῖται τὸν λόγον, καὶ δῆλον ἐκ τοῦ ὑπὲρ τῶν ληνῶν αὐτὸν ἐπιγεγράφθαι.
Again in this psalm also he makes his discourse concerning the Churches, and it is evident from its being entitled for the winepresses.
Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! Σκηνώματά φησι τὰς κατὰ τόπον ἱδρυνθείσας ἁγίας ἐκκλησίας τοῦ Θεοῦ, εἰς ἃς καὶ πᾶσα θεοφιλὴς ἐπισπουδάζει ψυχή. Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο εἰς Θεὸν ζῶντα. Ὅμοιον ὡσεὶ λέγοι· Καὶ τῷ σώματι καὶ ψυχῇ παρέστησα ἐμαυτὸν εἰς τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ. Τὸ δὲ, Θεῷ ζῶντι, πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων εἴρηται· ἅτε νεκρῶν ὄντων ἐκείνων, καὶ ἐξ ὕλης ἀψύχου τυγχανόντων.
How beloved are Thy tabernacles, O Lord of hosts! By tabernacles he means the holy churches of God established in every place, unto which every God-loving soul eagerly hastens. My heart and my flesh have exulted in the living God. Just as if he should say: Both in body and in soul I have presented myself to serve the living and true God (Heb. 9:14; 1 Thess. 1:9). And the phrase, in the living God, is spoken by way of contrast with the idols; inasmuch as those are dead, and happen to be made of lifeless matter.
Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς, τὰ θυσιαστήριά σου, Κύριε. Στρουθίον μὲν τὴν τῶν ἀνθρώπων αἰνίττεται ψυχὴν, τὴν ὑπὸ τοῦ νοητοῦ θηρευτοῦ ἀγρευομένην, κατὰ τὸ εἰρημένον· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· τρυγόνα δὲ τὴν ἐν ἁγνείᾳ καὶ σωφροσύνῃ συζῶσαν ψυχήν. Λέγει οὖν, ὅτι πᾶσα ψυχὴ ταύτην εὑρήσει καταφυγὴν, τὴν εἰς τὰ θυσιαστήρια εἴσοδον.
For the sparrow hath found itself a house, and the turtledove a nest for herself, where she may lay her young, Thine altars, O Lord. By the sparrow he hints at the soul of men, which is hunted by the spiritual hunter, according to what is said: Our soul has been delivered like a sparrow out of the snare of the hunters (Ps. 123:7); and by the turtledove, the soul that lives in purity and temperance. He says, therefore, that every soul will find this refuge, namely, the entrance to the altars.
PG 27:369Read from the page
Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· τῷ ἐπουρανίῳ δηλονότι.
Blessed are they that dwell in Thy house; namely, the heavenly one.
Μακάριος ὁ ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοί· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. Ὡς ἀντιλήπτορα, φησὶν, ἐπιγεγραμμένος, ἀγαθοὺς λογισμοὺς ἑαυτῷ καθ' ἑκάστην οἰκοδομεῖ, οὕστινας καὶ ἀναβάσεις πρὸς τὸ παρὸν εἴρηκε, διὰ τὸ ἐν αὐτοῖς οἱονεὶ ἀπὸ τῶν γηΐνων ἀνάβασιν εἶναι εἰς ἐπουράνια. Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος. Κοιλάδα τοῦ κλαυθμῶνος τὸν θνητὸν βίον φησί. Λέγει οὖν· Ἐν τῷ θνητῷ βίῳ πλήσεις ἀγαθῶν λογισμῶν αὐτοὺς καθεκάστην οἰκοδομῶν. Αἴσθησις αὐτοῖς γέγονεν ἐκ τῆς σῆς ἀντιλήψεως.
Blessed is the man whose help is from Thee; he hath disposed ascents in his heart. Having inscribed Thee as his helper, he says, he builds up good thoughts for himself daily, which he has also called ascents for the present, because in them there is, as it were, an ascent from earthly things to heavenly things. In the valley of weeping. By the valley of weeping he means mortal life. He says, therefore: In mortal life Thou wilt fill them with good thoughts, building them up daily. Perception has come to them from Thy help.
Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν· πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν. Ἀμοιβὰς, φησὶ, τῶν καλῶν λογισμῶν δώσει αὐτοῖς ὁ νομοθετῶν, τουτέστιν ὁ τὸν νόμον αὐτοῖς τῆς Καινῆς δεδωκὼς Διαθήκης. Τίνες δ' ἂν εἶεν αἱ εὐλογίαι, ἢ τὸ ἐκ δυνάμεως εἰς δύναμιν πορευθῆναι; Λέγει δὲ ἀπὸ τῆς ἐνταῦθα πολιτείας τῆς κατὰ Θεὸν εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἔνθα καὶ ἀπελθόντες ὄψονται τὸν Θεὸν καθώς ἐστιν.
For the lawgiver will give blessings; they shall go from strength to strength. Recompenses, he says, for their good thoughts will the lawgiver give them, that is, He Who has given them the law of the New Covenant. And what would the blessings be, save to go from strength to strength? And he means from the way of life here according to God unto the Jerusalem above, whither also having departed they shall see God even as He is.
Ἐπίβλεψον εἰς πρόσωπον τοῦ Χριστοῦ σου. Χριστὸν ἐνταῦθα τὸν κεκλημένον λαὸν εἰς βασίλειον ἱεράτευμά φησι.
Look upon the face of Thine anointed. By anointed here he means the people called to a royal priesthood.
Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Ἡμέραν μίαν τῶν αὐλῶν τοῦ Θεοῦ, τουτέστι τῶν ἐκκλησιῶν, τὴν ἀναστάσιμον ἡμέραν τοῦ Σωτῆρος ὑποδηλοῖ. Χιλιάδας δὲ, ἤτοι χιλιάδα, οὕτω γὰρ εὕρηται ἐν τῇ Ἑβραίων Γραφῇ, τὴν κατὰ νόμον λατρείαν φησὶν, ἥτις εἰς χιλιάδα ἐτῶν κεκράτηκεν, ἀρξαμένη ἀπὸ τῶν τοῦ Σολομῶντος χρόνων, ἀφ' οὗ τεθεμελίωται ὁ θεῖος ναὸς, μέχρι τῆς τοῦ Σωτῆρος παρουσίας. Δείκνυσιν οὖν, ὡς πολὺ τὸ μεῖζον τῆς εὐαγγελικῆς πρὸς τὴν νομικὴν λατρείαν. Ἐξελεξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Οἷον ὡς εἰ λέγοι· Μικρός τις καὶ εὐτελὴς εἶναι μᾶλλον ἂν βουλοίμην τῶν ἐν τῇ Ἐκκλησίᾳ ἢ μέγας τῶν ἐν τῷ ἁμαρτωλῷ λαῷ. Ταῦτα τοῖς ἐν Βαβυλῶνι πρόσφορα, καὶ ἡμῖν ἐπιτήδεια. Καὶ γὰρ ἐκείνους ἐδίδασκεν ἡ χάρις τοῦ Πνεύματος μὴ παραβλέπειν τοῦ θείου οἴκου τὴν ἐρημίαν, καὶ ἡμεῖς παιδευόμεθα τοὺς τῷ Θεῷ ἀφιερωμένους σηκοὺς ἀεὶ ποθεῖν καὶ ἀγαπᾷν.
Because one day in Thy courts is better than thousands. By one day of the courts of God, that is, of the churches, he indicates the resurrection day of the Saviour. And by thousands, or rather a thousand—for so it is found in the Scripture of the Hebrews—he means the worship according to the law, which prevailed for a thousand years, having begun from the times of Solomon, from which time the divine temple was founded, until the advent of the Saviour. He shows, therefore, how great is the superiority of the evangelical worship over that of the law. I have chosen to be an outcast in the house of my God. Just as if he should say: I would rather wish to be someone small and lowly among those in the Church than great among those in the sinful people. These things were fitting for those in Babylon, and are suitable for us. For the grace of the Spirit taught them not to overlook the desolation of the divine house, and we are instructed always to long for and love the sacred precincts dedicated to God.
Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Οἱ γὰρ ταύτην ἔχοντες τὴν διάθεσιν, τούτων ἁπάντων ἀπολαύουσι τῶν ἀγαθῶν. Ἔλεος γὰρ ἐκ τῶν θείων ἀναβλαστάνει σηκῶν, καὶ πολλὴ ἐκεῖθεν ἄφθονος τῆς ἀληθείας ἡ χορηγία. Ἐκεῖθεν γὰρ τῶν ἀγαθῶν δογμάτων τὴν διδασκαλίαν δεχόμεθα, καὶ χάριν δὲ θείαν ἐκ τῶν τοῦ παναγίου Πνεύματος κρουνῶν ἀρυόμεθα· καὶ μέντοι καὶ περίβλεπτοι ἐντεῦθεν γινόμεθα, καὶ λίαν περιφανεῖς, καὶ συλλήβδην εἰπεῖν, πᾶσαν τῶν ἀγαθῶν δεχόμεθα τὴν ἀπόλαυσιν, κακίας μὲν καὶ πονηρίας ἀπαλλαττόμεθα, ἁπλότητι δὲ καὶ ἀληθείᾳ συζῇν προαιρούμενοι.
The Lord will not deprive of good things those who walk in innocence. For those who have this disposition enjoy all these good things. For mercy springs up from the divine precincts, and abundant and ungrudging is the supply of truth from thence. For from thence we receive the teaching of good doctrines, and we also draw divine grace from the fountains of the all-holy Spirit; and indeed we become distinguished thereby, and exceedingly illustrious, and, to speak summarily, we receive the enjoyment of all good things, being freed from malice and wickedness, and choosing to live together with simplicity and truth.
Εἰς τέλος, τοῖς υἱοῖς Κορέ. ΨΑΛΜΟΣ ΠΔʹ.
Unto the end, for the sons of Core. Psalm 84.
Ὑπόθεσις.
Argument.
Διὰ τούτου τοῦ ψαλμοῦ τὴν κλῆσιν τῶν ἐθνῶν δηλοῖ,
Through this psalm he declares the calling of the nations,
PG 27:372Read from the page
καὶ τὴν γενομένην αὐτοῖς διὰ τῆς πρὸς τὸν Θεὸν ἐπιστροφῆς ἄφεσιν. Ἔτι τε εἰσάγει τὸν Ἰουδαίων λαὸν μετὰ τὴν τῶν ἐθνῶν κλῆσιν ἐξομολογούμενον ἐφ' οἷς ἥμαρτεν, ἀξιοῦντα καὶ αὐτὸν τοῦ διὰ τοῦ Χριστοῦ ἐλέους τυχεῖν.
and the forgiveness granted to them through their turning unto God. And furthermore he introduces the people of the Jews after the calling of the nations confessing the things wherein they sinned, asking that they themselves also may obtain the mercy that is through Christ.
Εὐδόκησας, Κύριε, τὴν γῆν σου. Καὶ γὰρ ἀληθῶς εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ. Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Αὐτοῖς γὰρ πρῶτον κηρύξας τοῖς Ἰουδαίοις, λελύτρωται πολλοὺς τῆς καταλαβούσης αὐτοὺς νοητῆς αἰχμαλωσίας. Ἐδήλωσεν ὁ Σωτὴρ μετὰ τὴν Ἠσαΐου προφητείαν, τὴν φήσασαν· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, εἰπών· Σήμερον πεπλήρωται ἡ προφητεία αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Αὐτὸς γὰρ ὁ παύσας δουλεύοντας ἡμᾶς πολυθέῳ πλάνῃ καὶ δαίμοσι, τάς τε τῶν ἁμαρτημάτων λύσας σειράς.
Thou hast been well pleased with Thy land, O Lord. For truly God and the Father was well pleased to sum up all things in Christ (Eph. 1:10). Thou hast turned back the captivity of Jacob. For having preached first to the Jews themselves, He has redeemed many from the spiritual captivity that had overtaken them. The Saviour made this clear after the prophecy of Isaiah, which said: The Spirit of the Lord is upon Me, wherefore He hath anointed Me; He hath sent Me to preach good tidings to the poor, to proclaim release to captives, and recovery of sight to the blind (Isa. 61:1), saying: To-day hath this prophecy been fulfilled in your ears (Luke 4:21). For He Himself is the One Who stopped us from serving polytheistic error and demons, and loosed the cords of sins.
Ἀμφότερα ἐνταῦθα προφητεύεται ἥ τε ἀπὸ Βαβυλῶνος τῶν υἱῶν Ἰσραὴλ ἐπάνοδος καὶ τῆς οἰκουμένης σωτηρία· καὶ διττῶς ὅλον ἐξηγεῖται. Πρὸς δὲ διάνοιαν· Εὐδοκεῖ Κύριος τὴν ἀγαθὴν καὶ σπουδαίαν καρδίαν, γῆν αὐτοῦ τυγχάνουσαν, διὰ τὸ δέχεσθαι τὸν σπόρον τὸν παρ' αὐτοῦ, καὶ ἑκατονταπλασίονα καρποφορεῖν.
Both things are prophesied here, both the return of the sons of Israel from Babylon and the salvation of the world; and the whole is explained in a twofold way. And according to the spiritual sense: The Lord is well pleased with the good and earnest heart, which is His land, because it receives the seed from Him and bears fruit a hundredfold.
Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου. Τοῦ διὰ τῆς πίστεως γενομένου αὐτοῦ λαοῦ· λέγει δὲ τὸ ἐξ ἐθνῶν, κατὰ τὸ εἰρημένον ὑπὸ Ζαχαρίου τοῦ προφήτου· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καταφεύξονται ἐπὶ τὸν Κύριον ἔθνη πολλὰ, καὶ ἔσονται αὐτῷ εἰς λαόν.
Thou hast forgiven the iniquities of Thy people. Of the people that has become His through faith; and he means that from the nations, according to what was spoken by Zechariah the prophet: In that day many nations shall flee for refuge unto the Lord, and they shall be to Him for a people (Zech. 2:11).
Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν. Ἐντεῦθεν ἱκετείαν ἀναπέμπει ἐκ προσώπου τοῦ λαοῦ τῶν Ἰουδαίων, ἀξιούντων καὶ αὐτοὺς τυχεῖν τῆς χάριτος.
Turn us, O God of our salvation. Henceforth he sends up supplication in the person of the people of the Jews, asking that they themselves also may obtain grace.
Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου. Κύρου τοῦ Περσῶν βασιλεύσαντος, κατὰ τὴν τοῦ Ἠσαΐου προφητείαν, δεδωκότος τῆς ἐπανόδου τὴν ἐξουσίαν, ἐπείγονται τὴν ἐνεγκοῦσαν καταλαβεῖν. Διὰ δὴ τοῦτο τὸν Θεὸν ἱκετεύουσι, ταχεῖαν αὐτοῖς διὰ φιλανθρωπίας παρασχεῖν σωτηρίαν. Τάχιστα, φησὶν, ὦ Δέσποτα, τὴν σὴν ἡμῖν ἀγαθότητα δεῖξον, ἵνα τύχωμεν τῆς σῆς σωτηρίας καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς. Οὕτω τὴν ἱκετείαν ὡς ἐξ ἐκείνων ὁ προφήτης προσενεγκὼν, δέχεται τοῦ Θεοῦ τὴν ἀπόκρισιν καί φησιν· Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός. Παυσάμενος ὁ προφήτης ἱκεσίας, τὴν παρὰ τοῦ Πνεύματος ἀπόκρισιν ἐκδέχεται σιωπῶν.
Show us Thy mercy, O Lord. Cyrus having become king of the Persians, and having given permission for the return according to the prophecy of Isaiah, they hasten to reach their native land. On this account, therefore, they supplicate God to grant them speedy salvation through His loving-kindness. Most speedily, he says, O Master, show us Thy goodness, that we may obtain Thy salvation and deliverance from hence. Having thus offered the supplication as on their behalf, the prophet receives the answer of God and says: I will hear what the Lord God will speak in me. Having ceased from supplication, the prophet awaits in silence the answer from the Spirit.
Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ. Ἐκδεχόμενος ὁ προφήτης τὴν ἀπόκρισιν, ἣν ἀκούσομαι περὶ τοῦ γένους μου παρὰ τοῦ Θεοῦ, ἐκεῖνο ἔγνω, ὡς πᾶσιν ἕτοιμος εἴη γενέσθαι ἐγγὺς, εἴ γε τὸν αὐτοῦ φόβον ἀσπάζοιντο· συμβήσεται δὲ τοῖς ἀσπαζομένοις τὸ ἐν δόξῃ κακασκηνῶσαι. Τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.
Surely His salvation is nigh them that fear Him. While awaiting the answer—which I shall hear concerning my race from God—the prophet knew this, that He is ready to be nigh unto all, if indeed they embrace the fear of Him; and it shall come to pass for those who embrace it that they shall dwell in glory. That glory may dwell in our land.
Notes, col. 372

On the reading

Printed κακασκηνῶσαι, for κατασκηνῶσαι.

PG 27:373Read from the page
Τὴν μετὰ σαρκὸς οἰκονομιαν τοῦ Μονογενοῦς διὰ τούτων σημαίνει. Γέγονε γὰρ ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς δικαιοσύνη καὶ εἰρήνη καὶ ἔλεος καὶ ἀλήθεια. Ἐλεήσας δὲ ἡμᾶς ἐδίδαξε τὴν ἀλήθειαν· καὶ μὴν καὶ δικαίους ἀπέφηνεν, εἰρηνοποιήσας τὰ πάντα ἐν αὐτῷ τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς.
Through these words he signifies the dispensation of the Only-begotten in the flesh. For there has come to be for us from God the Father righteousness and peace and mercy and truth. And having had mercy on us He taught us the truth; and indeed He also rendered us righteous, having made peace for all things in Himself, both the things in heaven and the things on the earth (Col. 1:20).
Ἔλεος καὶ ἀλήθεια συνήντησαν. Σαφῶς τὴν διὰ τῆς Θεοτόκου καὶ Ἀειπαρθένου ἀνατείλασαν τῷ κόσμῳ κηρύττει ἀλήθειαν. Αὐτὸς γάρ ἐστιν ἡ ἀλήθεια, εἰ καὶ γεγένηται ἐκ γυναικός. Δικαιοσύνη γὰρ καὶ ἀλήθεια κατεφίλησαν σαφῶς διὰ τὴν ἐκ τῆς Ἀειπαρθένου Θεοτόκου ἀνατείλασαν τῷ κόσμῳ ἀλήθειαν.
Mercy and truth have met together. Clearly he proclaims the truth that has dawned upon the world through the Theotokos and Ever-Virgin. For He Himself is the truth, even though He was born of a woman. For righteousness and truth have kissed each other, clearly on account of the truth that has dawned upon the world from the Ever-Virgin Theotokos.
Καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν. Ὅμοιον τὸ εἰρημένον πρὸς τὴν Παρθένον· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ τὰ ἑξῆς.
And righteousness hath looked down from heaven. Like that which was spoken to the Virgin: The Holy Spirit shall come upon thee (Luke 1:35), and what follows.
Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα. Ὅταν, φησὶ, καθ' ὑπερβολὴν χρηστότητος ἐπιλάμψῃ τοῖς ἐπὶ τῆς γῆς ὁ Κύριος, τότε καὶ ἡμεῖς, νοητὴ ὑπάρχοντες γῆ, τοὺς πνευματικοὺς καρποὺς ἀποδώσομεν τῆς δικαιοσύνης.
For the Lord will give goodness. When, he says, through excess of goodness the Lord shall shine upon those on the earth, then we also, being spiritual earth, shall yield the spiritual fruits of righteousness.
Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται. Εἰπὼν, ὡς δώσει ἡ νοητὴ γῆ τὸν καρπὸν, διδάσκει πῶς δώσει. Πῶς δὲ δώσει, ἢ ὅταν αὐτοῦ τοῦ ἐργαζομένου τὸ ἀγαθὸν ἡ δικαιοσύνη, προβαδίσασα εἰς τὴν ἄνω ἄγουσαν ὁδὸν, κατευθύνῃ τοῦ αὐτὴν πορευομένου τὰ διαβήματα;
Righteousness shall go before Him. Having said that the spiritual earth will give its fruit, he teaches how it will give it. And how will it give it, save when the righteousness of him who works good, having gone before into the way that leads upward, directs the steps of him who walks in it?
Προσευχὴ τῷ Δαυΐδ. ΨΑΛΜΟΣ ΠΕʹ.
A Prayer for David. Psalm 85.
Ὑπόθεσις.
Argument.
Φωτισθεὶς διὰ τοῦ Πνεύματος τὰ περὶ τῆς παρουσίας τοῦ Μονογενοῦς ὁ μακάριος Δαυΐδ, καὶ τὴν ἐσομένην παντὶ τῷ καταφεύγοντι πρὸς αὐτὸν τῶν ἁμαρτημάτων ἄφεσιν, εἰκότως ἀναπέμπει προσευχὴν, ἕνα καὶ αὐτὸν ἀξιῶν εὑρεθῆναι τῶν σωζομένων διὰ τῆς χάριτος.
Having been enlightened through the Spirit concerning the things relating to the advent of the Only-begotten, and the forgiveness of sins that would be for everyone who flees for refuge to Him, blessed David reasonably sends up a prayer, asking that he himself also may be found one of those saved by grace.
Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου. Μέγα γὰρ ὡς ἀληθῶς ἐφόδιον πρὸς τὸ εὐχόμενον ἐπακούεσθαι ἡ ταπεινοφροσύνη. Ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Ταπεινοφρονήματος τῆς προσευχῆς τὸ προοίμιον. Τῆς γὰρ δικαιοσύνης ἄμφω κεκτημένοι τὸν πλοῦτον, ὅ τε Δαυΐδ καὶ ὁ Ἐζεκίας πρὸς τοῦτον μὲν οὐχ ἑώρων, εἰς δὲ τὴν τῆς φύσεως πενίαν ἀπέβλεπον, καὶ τὸν Θεὸν ἠντιβόλησαν οἰκτεῖραι ταύτην πτωχείᾳ συνεζευγμένην. Τὸ δὲ, Κλῖνον, Κύριε, τὸ οὖς σου, ἐκ μεταφορᾶς τέθεικεν ἀῤῥώστου τινὸς ὑπὸ ἀσθενείας γεγωνότερον οὐ δυναμένου λαλεῖν, καὶ τὸν ἰατρὸν προσκλίνειν τῷ στόματι τὴν ἀκοὴν ἀναγκάζοντος.
Incline Thine ear, O Lord, and hear me. For humility is truly a great provision for one who prays to be heard. For I am poor and needy. The preamble of the prayer is one of humility. For although both David and Hezekiah possessed the wealth of righteousness, they did not look to this, but looked toward the poverty of nature, and entreated God to pity it as being yoked to beggary. And the phrase, Incline Thine ear, O Lord, he has put by a metaphor from some sick man unable through weakness to speak aloud, and compelling the physician to incline his ear to his mouth.
Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι. Ἀφ' ὧν κατώρθωσεν ἀγαθῶν ἐπακουσθῆναι ἐξαιτεῖ. Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σοί. Ἐπειδὴ ὅσιον ἑαυτὸν ἀνηγόρευσεν, ἐπὶ τὸ ταπεινὸν πάλιν καταφέρει τὸν λόγον, δοῦλον ἑαυτὸν ἀπογραφόμενος τοῦ Θεοῦ, καὶ ἐπ' αὐτῷ μόνῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχειν ἐπαγγειλάμενος.
Preserve my soul, for I am holy. On the basis of the good deeds which he has accomplished, he asks to be heard. Save Thy servant, O my God, who hopeth in Thee. Since he proclaimed himself holy, he brings his discourse back again to humility, enrolling himself as a servant of God, and professing to have the hope of salvation in Him alone.
Notes, col. 373

On the reading

Printed οἰκονομιαν, for οἰκονομίαν.

PG 27:376Read from the page
Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι· Διδάσκει ἡμᾶς ὁ λόγος, ὡς τὸν βουλόμενόν τι παρὰ τοῦ Θεοῦ λαβεῖν ἀγαθὸν, ἀδιάλειπτον δεῖ εἶναι ἐν προσευχαῖς.
Have mercy on me, O Lord, for unto Thee will I cry. The word teaches us that he who wishes to receive some good thing from God must be unceasing in prayers.
Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικής. Διδάσκει τοὺς προσερχομένους Θεῷ μὴ ἀκηδιᾷν, εἰ καὶ πρὸς ὀλίγον τὴν δόσιν ἀναβάλλεται. Ἔσται γὰρ πάντως αὐτοῖς ἐπήκοος, ἅτε χρηστὸς ὢν καὶ πολὺ λίαν εἰς ἔλεος πλούσιος.
For Thou, O Lord, art good and gentle. He teaches those who draw near to God not to grow weary, even if for a little while He delays the gift. For He will assuredly give ear to them, inasmuch as He is good and exceedingly rich in mercy.
Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε. Θεοὺς μὲν γὰρ τοὺς ἁγίους προφήτας φησὶ, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. Λέγει δὲ, ὅτι οὐδεὶς τῶν προφητῶν ἐξελέσθαι τοὺς ἀνθρώπους τῆς ἁμαρτίας ἴσχυσεν ἢ μόνος αὐτὸς ὁ Κύριος, κατὰ τὸ εἰρημένον ἀλλαχοῦ· Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς.
There is none like unto Thee among the gods, O Lord. For he calls the holy prophets gods, unto whom the word of God came. And he says that none of the prophets was able to deliver men from sin save the Lord Himself alone, according to what is said elsewhere: No ambassador, no angel, but the Lord Himself saved us (Isa. 63:9 LXX).
Εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ὁ τὴν περὶ Θεὸν εὐλάβειαν κεκτημένος τὴν ἔννομον ἀσπάζεται πολιτείαν. Μήτηρ δὲ εὐφροσύνης ἡ τοιαύτη ζωή. Εἰκότως τοίνυν ὁ προφήτης τῷ φόβῳ τὴν οἰκείαν εὐφρανθῆναι καρδίαν ὑπώπτευσεν. Οὕτω γὰρ καὶ ἀλλαχοῦ φησιν· Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον· καὶ πάλιν· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην.
Let my heart rejoice, that it may fear Thy name. He who possesses reverence toward God embraces the lawful way of life. And such a life is the mother of gladness. Reasonably, therefore, did the prophet suppose that his own heart was gladdened by fear. For so also elsewhere he says: Let the heart of them that seek the Lord rejoice (Ps. 104:3); and again: I remembered God, and I was gladdened (Ps. 76:4).
Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου. Μεταβαλὼν τὴν προσευχὴν εὐθὺς εἰς ἐξομολόγησιν, ἐφ' οἷς ἐῤῥύσθη τοῦ ᾅδου, τὴν αἰτίαν ἐξαγορεύει δι' ἣν ἥμαρτε, λέγων ἐπιβουλὴν πολλῶν τε καὶ κραταιῶν, αἰνιττόμενος τὰς ἀοράτους δυνάμεις, μὴ θεμένας πρὸ τῶν ὀφθαλμῶν τὸν Θεόν. Σὺ δὲ, Κύριε, φησὶν, ἅπερ ἐκεῖνοι μὴ προσεδόκησαν συνεχώρησας, ῥυσάμενος τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου φιλανθρωπίᾳ τῇ σῇ. Λέγει δὲ ταῦτα Χριστὸς, παραστάντων τῶν βασιλέων τῆς γῆς, καὶ τῶν ἀρχόντων συναχθέντων ἐπὶ τὸ αὐτὸ κατ' αὐτοῦ.
I will confess to Thee, O Lord my God, with my whole heart. Having immediately changed his prayer into thanksgiving for the things wherein he was delivered from Hades, he declares the cause on account of which he sinned, speaking of a plot of many and mighty ones, hinting at the invisible powers that did not set God before their eyes. But Thou, O Lord, he says, hast granted the things which they did not expect, having delivered my soul out of the lowest Hades by Thy loving-kindness. And Christ says these things, the kings of the earth having stood up, and the rulers having been gathered together against Him.
Ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμέ. Ὡς ἤδη εἰς πέρας αὐτῶν ἀχθείσης τῆς προσευχῆς, τὸ μέγα ἔλεος τοῦ Θεοῦ εἰς τοὺς αἰῶνας αἰνέσειν φησίν· ὅτι δὴ καὶ αὐτῶν ἐκ χειρὸς ᾅδου τὰς ψυχὰς ἠλευθέρωσεν.
For Thy mercy is great toward me. As though their prayer had already been brought to completion, he says that he will praise the great mercy of God for ever; because He truly set their souls also free out of the hand of Hades.
Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ. Δείκνυσι διὰ τούτων, ὡς εἰς τὴν ἁμαρτίαν ἐκείνην κατέπεσεν. Πῶς δὲ, ἢ ἐκ τοῦ συναγωγήν τινα πονηρῶν πνευμάτων ἐπαναστῆναι καὶ ὑποσκελίσαι αὐτὸν τοῦ κατ' ἀρετὴν δρόμου;
O God, transgressors have risen up against me. He shows through these words how he fell into that sin. And how, save from a certain synagogue of evil spirits having risen up and tripped him up from the course according to virtue?
Καὶ σὺ, Κύριε ὁ Θεος μου, οἰκτίρμων καὶ ἐλεήμων. Εἰ καὶ, ἐπαναστάντων μοι τῶν πονηρῶν πνευμάτων, φησὶ, κατηνέχθην εἰς ἁμαρτίαν, καὶ δι' αὐτῆς εἰς τὸν προκείμενον κατώτατον ᾅδην· ἀλλὰ σὺ, Κύριε, αὐτὸς, τοὺς οἰκείους οἰκτιρμοὺς καὶ ἐπ' ἐμοὶ ἐφαπλώσας, ἐῤῥύσω τὴν ψυχήν μου· διὸ καὶ πάλιν ἐλεεῖσθαι ἐξαιτῶ. Ἔσται δέ μοι ὁ ἔλεος διὰ τοῦ ἐπιβλέψαι σε εἰς ἐμέ.
And Thou, O Lord my God, art compassionate and merciful. Even though, evil spirits having risen up against me, he says, I was borne down into sin, and through it into the lowest Hades that lay before me; yet Thou, O Lord, Thyself, having spread out Thine own compassions upon me also, didst deliver my soul; wherefore I ask to be shown mercy again. And mercy shall be mine through Thy looking upon me.
Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθόν. Ὥσπερ πάλαι ἐν Αἰγύπτῳ τοῖς υἱοῖς Ἰσραὴλ σημεῖον δέδωκεν ὁ Θεὸς, τοῦ μὴ ἀδικηθῆναι αὐτοὺς παρὰ τοῦ
Show me a sign for good. Just as of old in Egypt God gave a sign to the sons of Israel, so that they might not be harmed by the
Notes, col. 376

On the reading

Printed Θεος, for Θεός.

PG 27:377Read from the page
ὀλοθρευτοῦ, οὕτω καὶ αὐτῷ σημεῖον δοθῆναι ἐξαιτεῖ, ὅπως ἂν καὶ φυλαχθῇ δι' αὐτοῦ, καὶ καταισχύνῃ τοὺς ἐχθρούς.
destroyer, so he asks that a sign be given to himself also, so that he may both be guarded through it and put his enemies to shame.
Τοῖς υἱοῖς Κορὲ ΨΑΛΜΟΣ ᾠδῆς. ΠϚʹ.
For the sons of Core, a Psalm of a song. 86.
Ὑπόθεσις.
Argument.
Ἄδουσι πάλιν τὸν ψαλμὸν τοῦτον οἱ τοῦ Κορὲ υἱοὶ εἰς τὴν Ἐκκλησίαν, δι' αὐτοῦ κηρύσσοντες τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τὴν γενομένην ἐπίλαμψιν τῇ Ἐκκλησίᾳ τοῦ Μονογενοῦς διὰ τῆς μετὰ σαρκὸς οἰκονομίας.
Again the sons of Core sing this psalm concerning the Church, proclaiming through it the calling of the nations, and the shining forth of the Only-begotten that has taken place for the Church through the dispensation in the flesh.
Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Αὐτοῦ μὲν τοῦ κληθέντος διὰ τῆς πίστεως λαοῦ. Λέγει δὲ, ὅτι ἐξ ἐθνῶν λαὸς ἐπῳκοδομήθη ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.
His foundations are in the holy mountains. Namely, of the people called through faith. And he says that a people from the nations was built upon the foundation of the apostles and prophets (Eph. 2:20).
Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Πύλας Σιὼν τὴν εἰσαγωγικὴν καὶ στοιχειώδη διδασκαλίαν τῆς Ἐκκλησίας φησί· σκηνώματα δὲ Ἰακὼβ τὴν κατὰ νόμον λατρείαν. Φησὶν οὖν ὡς αἱρετωτέρα κέκριται παρὰ τῷ Θεῷ ἡ εὐαγγελικὴ πολιτεία τῆς κατὰ νόμον λατρείας.
The Lord loveth the gates of Sion above all the tabernacles of Jacob. By the gates of Sion he means the introductory and elementary teaching of the Church; and by the tabernacles of Jacob, the worship according to the law. He says, therefore, that the evangelical way of life has been judged preferable before God to the worship according to the law.
Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Πόλις μὲν ἡ Ἐκκλησία. Ποῖα δεδοξασμένα ἐλαλήθη περὶ αὐτῆς, ἢ τὸ κατοικῆσαι ἐν αὐτῇ τὸν Μονογενῆ, κατὰ τὸ εἰρημένον· Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν;
Glorious things have been spoken of thee, O city of God. The city is the Church. What glorious things have been spoken of her, save that the Only-begotten dwelt in her, according to what is said: Here will I dwell, for I have chosen her (Ps. 131:14)?
Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος. Τῶν ἐπιστρεφόντων εἰς ἐμὲ, φησὶ, μνήμην εἰς ἀγαθὸν ποιήσομαι, ἢ καὶ τῶν ἐκτόπως εἰς φιληδονίαν ἐκκεκλικότων, καὶ τῶν ἄγαν εἰδωλολατρούντων. Ταῦτα γὰρ ἡμῖν ἐσήμανε διὰ τῆς Ῥαὰβ καὶ Βαβυλῶνος. Καὶ Ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιόπων. Διδάσκει ἡμᾶς ὁ λόγος σαφῶς, ὅτι δὴ ἐκ πάντων τῶν ἐθνῶν ἡ Ἐκκλησία συνέστηκεν.
I will be mindful of Rahab and Babylon. Of those who turn unto Me, he says, I will make mention for good, even of those who have turned aside excessively to love of pleasure, and of those who are exceedingly idolatrous. For these things He signified to us through Rahab and Babylon. And Behold, the Philistines and Tyre and the people of the Ethiopians. The word teaches us clearly that the Church has indeed been constituted out of all the nations.
Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ. Μητέρα φησὶ, δῆλον δὲ, ὅτι οἱ πεπιστευκότες τὴν Σιὼν ἤτοι τὴν Ἐκκλησίαν ἐπιγραψόμεθα, ἐν ᾗ ὁ ἄνθρωπος. ἢ ὁ αὐτὸς ὁ θεμελιώσας αὐτήν. Οὗτος δέ ἐστιν ὁ γενόμενος δι' ἡμᾶς ἄνθρωπος, καὶ ἐπαγγελλόμενος ἐπὶ τὴν πέτραν θεμελιῶσαι τὴν Ἐκκλησίαν.
Mother Sion shall say: A man, and a man was born in her. He says Mother, and it is evident that we who have believed shall inscribe Sion, that is, the Church, as our Mother, in whom the man was born, or He Himself Who founded her. And this is He Who became man for our sakes, and Who promises to found the Church upon the rock.
Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων. Τῶν λαῶν, φησὶ, καὶ τῶν ἀρχόντων τῶν ἐν αὐτῇ τῇ Ἐκκλησίᾳ γενομένων, ὁ Κύριος διηγήσεται τὴν γραφήν. Καὶ πῶς ἂν, φησὶν, ἢ τὴν ἀπογραφὴν τὴν γενομένην ἐν τοῖς οὐρανοῖς, ἣν αὐτὸς αὐτοῖς διηγήσεται λέγων· Χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς;
The Lord shall recount it in the writing of peoples and of princes. Of the peoples, he says, and of the princes that have come to be in the Church herself, the Lord shall recount the writing. And how else, he says, save the enrolment made in the heavens, which He Himself will recount to them, saying: Rejoice, because your names have been written in the heavens (Luke 10:20)?
Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. Ὅταν, φησὶν, ἐν σοὶ πάντων ἡ κατοικία τῶν ἐν τῇ Ἐκκλησίᾳ γένηται, τότε καὶ εὐφροσύνης ἔσονται πλήρεις.
The dwelling in thee is as of all rejoicing. When, he says, the dwelling of all who are in the Church shall come to be in thee, then shall they also be full of gladness.
ᾨδὴ ΨΑΛΜΟΥ τοῖς υἱοῖς Κορέ. Εἰς τέλος ὑπὲρ Μαελὲθ τοῦ ἀποκριθῆναι, συνέσεως Ἐθὰμ τῷ Ἰσραηλίτῃ. ΠΖʹ.
A Song of a Psalm for the sons of Core. Unto the end, for Maeleth, for answering, of understanding for Etham the Israelite. 87.
Ὑπόθεσις.
Argument.
Ἐν τούτῳ τῳ ψαλμῷ ὁ τοῦ Χριστοῦ εἰσφέρεται θάνατος, ὃν ὑπὲρ ἡμῶν ἀνεδέξατο· ὅπως καὶ τοῖς
In this psalm is introduced the death of Christ, which He underwent on our behalf; so that also to those
Notes, col. 377

On the reading

Printed τῳ, for τῷ.