PG 27:248Read from the pageγεσίαν τοιαῦτά σου πάσχειν μέλλοντος. Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ' ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ. Ἠγάπησε γὰρ χρυσίον μᾶλλον ὁ προδότης λαβεῖν, ἢ βοηθὸν ἔχειν τὸν Ἰησοῦν. Καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ. Ἀντὶ τοῦ· Καὶ ἐνίσχυσε πληρῶσαι τὴν ματαίαν αὐτοῦ καρδίαν, οὐ μεταμεληθεὶς τῆς ἀσεβείας ἐπαύσατο.
[benef]action, since you are about to suffer such things. Behold the man who did not make God his helper, but trusted in the abundance of his riches. For the traitor loved to receive gold rather than to have Jesus as a helper. And he prevailed in his vanity. Instead of: And he had strength to fill his vain heart; not having repented, he did not cease from his impiety.
[Ἀλλ' ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ. Καλῶς δὲ τὸν πλοῦτον καὶ τὴν δυναστείαν ματαιότητα ἐκάλεσεν ἀπὸ τοῦ πράγματος· οὔτε γὰρ τὸν Δωὴκ ὤνησαν, οὔτε Ἀσσυρίους, ὁπότε ἑνὸς ἀγγέλου παρουσίᾳ αὐτοὺς ἀπέκτεινε, καὶ ἄταφοι ἔκειντο.]
[But trusted in the abundance of his riches. And well did he call riches and power vanity from the reality of the matter; for neither did they profit Doeg, nor the Assyrians, when by the presence of a single angel He slew them, and they lay unburied.]
Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος. Ἀειθαλὴς γὰρ τῶν πιστευόντων εἰς Χριστὸν ἡ δόξα. [Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, καὶ τὰ ἑξῆς. Τοῦτον τοίνυν τὸν καρπὸν ἔχων ἐν ἑαυτῷ ὁ ἅγιος ἔλεγεν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος· ἐλαίᾳ δὲ κατακάρπῳ ὁμοιοῖ ἑαυτὸν, ἐπειδὴ, ἐλεημοσύνης ἐπικρατούσης ἐν αὐτῷ, ἀκολούθως εἵποντο αἱ λοιπαὶ ἀρεταί. Οὕτω καὶ τὸν Ἰὼβ ἀνδρεῖον μὲν, καὶ τὸν Ἰωσὴφ σώφρονα, καὶ τοὺς λοιποὺς ἀπὸ τῆς ἐπικρατούσης ἀρετῆς ὀνομάζοντες αὐτούς.] Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα. Ἔλεος τοῦ Θεοῦ αἱ θεῖαι Γραφαὶ ὀνομάζουσι τὸν Κύριον, διὰ τὸ γενέσθαι ἡμῖν δι' αὐτοῦ ἔλεος· ἀνεκεφαλαιώσατο γὰρ ἐν ἑαυτῷ τὰ πάντα, καὶ ἀνεστοιχείωσεν.
But I am like a fruitful olive tree. For ever-flourishing is the glory of those who believe in Christ. [But the fruit of the Spirit is love, joy, peace, and so forth. Having, therefore, this fruit in himself, the saint said: But I am like a fruitful olive tree; and he likens himself to a fruitful olive tree, since, with mercy prevailing in him, the remaining virtues consequently followed. Thus also calling Job courageous, and Joseph chaste, and the rest from the prevailing virtue.] I have hoped in the mercy of God for ever. The divine Scriptures call the Lord the Mercy of God, because mercy has come to us through Him; for He summed up all things in Himself, and refashioned them.
Καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου. Ἐν τῷ ὀνόματί σου, φησὶ, σχοίην πεποίθησιν, καὶ ταύτην ἐναντίον πάντων τῶν σῶν ἁγίων ἐξαγγελῶ. Ἔσται γάρ μοι τὸ πρᾶγμα χρηστόν τε καὶ ἀγαθόν.
And I will wait on Thy name, for it is good before Thy saints. In Thy name, he says, may I have confidence, and I will declare this before all Thy saints. For the matter will be both good and beneficial to me.
Εἰς τέλος ὑπὲρ Μαελὲθ συνέσεως τῷ Δαυΐδ. ΝΒʹ.
Unto the end, for Maeleth, of understanding, for David. 52.
ᾌδει τὸν παρόντα ὑπὲρ τοῦ χοροῦ τῶν ἀποστόλων καὶ πιστευσάντων εἰς Χριστόν· οἳ καὶ ἠγαλλιῶντο καὶ ηὐφραίνοντο. Μαελὲθ δὲ ἑρμηνεύεται χορὸς, ἤτοι χορεία. Ἀναγκαίως δὲ τὰ πρὸ τῆς παρουσίας τοῦ Κυρίου λέγει, ἵνα δείξῃ ὅση τῆς παρουσίας ὠφέλεια. Ἰστέον δὲ, ὡς καὶ τὴν αὐτὴν διάνοιαν πᾶσαν ὁ τρισκαιδέκατος ψαλμὸς περιέχει, καὶ τὰς αὐτὰς λέξεις σχεδὸν ἁπάσας· ὥστε ἐξ ἐκείνου φανερὸν γενέσθαι τοῖς ἐπιζητοῦσι τὴν ἑρμηνείαν.
He sings the present psalm on behalf of the choir of the apostles and those who believed in Christ, who also exulted and rejoiced. And Maeleth is interpreted choir, or dance. And necessarily he speaks of the things before the coming of the Lord, that he may show how great is the benefit of the coming. And it must be known that the thirteenth psalm also contains the whole same meaning, and almost all the same words; so that from that one the interpretation becomes clear to those who seek it.
Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπειδὴ, μὴ λογισάμενοι τὸν Θεὸν ἐφορῶντα τὰ ἀνθρώπινα, κρίνοντα κρίσει δικαίᾳ, καὶ πᾶσαν ἀθεμιτουργίαν εἴργοντα, τούτου χάριν ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψε. Τοῦτο γὰρ σαφῶς τὴν εἰς ἀνθρώπους τοῦ Κυρίου πάροδον σημαίνει.
The fool said in his heart: There is no God. God looked down from heaven upon the sons of men. Since they did not reckon that God oversees human affairs, judging with righteous judgement, and restraining every lawless deed, for this reason God looked down from heaven. For this clearly signifies the coming of the Lord unto men.
Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός. Οὐχ ὑπερβολικῶς ταῦτα εἴρηται· οὐδὲν γὰρ ὑπερβολικῶς, μετ' ἀληθείας δὲ πάντα παρὰ τῇ Γραφῇ εἴρηται. Πάντες
All have turned aside, together they have become useless; there is none that doeth good, there is not so much as one. Not hyperbolically have these things been said; for nothing is said hyperbolically, but all things with truth in the Scripture. All
PG 27:249Read from the pageτοίνυν Ἰουδαῖοι ἐξέκλιναν τὴν ὁδὸν τὴν λέγουσαν· Ἐγώ εἰμι ἡ ὁδός. Ὅθεν καὶ ἀχρεῖοι γεγόνασι, ταύτην παραλαβεῖν οὐ βουληθέντες, οὐδενὸς ποιοῦντος τὸ ἀγαθόν. Ἐν ἀγνοίᾳ γὰρ αὐτοῦ πάντες ἐτύγχανον ὑπὸ τοῦ νομικοῦ πεπωρωμένοι γράμματος.
the Jews, therefore, turned aside from the way that says: I am the way. Whence also they have become useless, not willing to receive this way, no one doing what is good. For they were all in ignorance of Him, having been hardened by the legal letter.
Εἰς τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυΐδ. Ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· Οὐκ ἰδοὺ Δαυΐδ κέκρυπται παρ' ἡμῖν; ΝΓʹ.
Unto the end, among hymns of understanding, for David. When the Ziphites came and said to Saul: Behold, is not David hidden with us? 53.
Φεύγων ὁ Δαυΐδ τὸν Σαοὺλ ἐκάθισεν ἐν τῇ ἐρήμῳ Ζήφ. Εἶτα ἀπελθόντες οἱ Ζιφαῖοι πρὸς τὸν Σαοὺλ ἀπήγγειλαν τὸν τόπον ἐν ᾧ ἦν ἀποδιδράσκων. Ἠξίουν δὲ ἐλθόντα συλλαβέσθαι αὐτόν. Ὁ δὲ, μετὰ χεῖρας τὴν λύραν λαβὼν, ἅτε ἐγνωκὼς τῷ προφητικῷ πνεύματι, ὡς οὐδὲν δεινὸν πείσεται παρὰ τοῦ Σαοὺλ, τὰ προκείμενα ᾄδει. Καὶ γὰρ ἀπελθὼν εἰς σύλληψιν αὐτοῦ Σαοὺλ, ἤκουσεν ἀγγελίαν τῶν ἀλλοφύλων, καὶ ὑπέστρεψε σπεύδων μετὰ τῶν ἀνδρῶν αὐτοῦ. Ἔχοι δ' ἂν τὰ παρόντα ἀναφορὰν καὶ εἰς τὸ πρόσωπον τοῦ ἀποστολικοῦ χοροῦ, ὡς τὰς ἐπαναστάσεις τὰς παρὰ τοῦ ἔθνους τῶν Ἰουδαίων, καὶ βασιλέων δὲ τῶν ἐθνῶν τὸν θυμὸν διηγούμενος, τὸν Θεὸν ἀξιοῖ ἐξ ἁπάντων σωθῆναι διὰ τοῦ ὀνόματος αὐτοῦ. Προφητικῶς τε ἀποφαίνει, ὡς περιστρέψει τοῖς ἐχθροῖς εἰς κεφαλὴν ὁ Θεὸς τὰ κακὰ, αὐτὸς δὲ τὰς ἐπινικίους προσάξει θυσίας. Διὸ καὶ συνέσεως ἐπιγέγραπται, εἰς τὸν εἰρημένον νοῦν ἀναπέμποντος ἡμᾶς τοῦ ψαλμοῦ.
Fleeing from Saul, David sat in the wilderness of Ziph. Then the Ziphites went away to Saul and reported the place in which he was escaping. And they asked him to come and arrest him. But he, taking the lyre in his hands, inasmuch as he knew by the prophetic spirit that he would suffer nothing terrible from Saul, sings the present words. For indeed, when Saul went off to arrest him, he heard a message concerning the Philistines, and returned in haste with his men. And the present words may also have reference to the person of the apostolic choir, as recounting the uprisings from the nation of the Jews, and the wrath of the kings of the nations, it asks God to be saved from them all through His name. And prophetically he declares how God will turn back the evils upon the head of the enemies, while he himself will offer the sacrifices of victory. Wherefore also it is inscribed Of understanding, as the psalm refers us to the aforesaid meaning.
Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με. Οὐχὶ δι' ἄλλου τινὸς ἢ διὰ τοῦ ὀνόματος αὐτοῦ σωθῆναι ἀξιοῖ. [Ἐπειδὴ δὲ, φησὶ, τὸ σὸν ὄνομα ἐπικαλοῦμαι, ἐν αὐτῷ τούτῳ τὴν σωτηρίαν μου παράσχου. Καὶ ἐν δυναστείᾳ σου, τουτέστι τῷ Υἱῷ σου, κρινεῖς με· ἀντὶ τοῦ· Οὐκ ἄλλοις κριταῖς, ἀλλὰ τῇ δυνάμει σου εἰς ἐξέτασιν παραδοθῆναι.] Καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. Κρίνας γὰρ τὴν κρίσιν αὐτῶν, τοὺς μὲν ἀπωλείᾳ παρέδωκε, τοὺς δὲ ἔσωσεν ἀπὸ τῶν ἐχθρῶν.
O God, in Thy name save me. Not through anything else than through His name does he ask to be saved. [And since, he says, I call upon Thy name, in this very name grant my salvation. And in Thy might, that is, in Thy Son, Thou wilt judge me; instead of: To be handed over for examination not to other judges, but to Thy power.] And in Thy power Thou wilt judge me. For having judged their cause, some He delivered to destruction, and others He saved from the enemies.
Ὁ Θεὸς, εἰσάκουσον τῆς προσευχῆς μου. Δέξαι μου τὰς ἱκετείας σὺν εὐμενείᾳ. Ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. Ὅμοιον τῷ· Καὶ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν.
O God, hear my prayer. Receive my supplications with goodwill. Give ear to the words of my mouth. Similar to: And now, O Lord, look upon their threats.
Εἰς τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυΐδ. ΝΔʹ.
Unto the end, among hymns of understanding, for David. 54.
Τῷ Πνεύματι θεωρήσας ὁ Προφήτης τὰ ἐσόμενα κατὰ Χριστοῦ παρὰ τοῦ Ἰουδαίων λαοῦ καὶ αὐτοῦ τοῦ Ἰούδα, λύπης πληρούμενος καὶ ἀμηχανίας, ἣν καὶ ἀδολεσχίαν ἐν τῷ παρόντι ὠνόμασε, διατελεῖ ταραττόμενος καὶ ἀπορῶν ἐν τοῖς τολμωμένοις, παρακαλεῖ τὸν Θεὸν ἐνωτίσασθαι τὴν προσευχὴν αὐτοῦ, καὶ τοῦτο αὐτῷ παρασχεῖν· εἶτα δεύτερον γνῶναι τὴν διὰ τῆς προσευχῆς ἀναπεμπομένην δέησιν· καὶ τρίτον τὴν κατάστασιν θεάσασθαι τοῦ τὴν προσευχὴν ἀναπέμποντος· καὶ οὕτως αὐτὸν καταξιῶσαι τῆς ἑαυτοῦ ἀκοῆς· διὸ ἐπιλέγει· Πρόσχες μοι, καὶ εἰσάκουσόν μου.
Having beheld by the Spirit the things that would be done against Christ by the people of the Jews and by Judas himself, the Prophet, being filled with grief and perplexity, which in the present psalm he also called exercise of mind, continues being troubled and at a loss over the things dared; he beseeches God to give ear to his prayer, and to grant this to him; then, second, to know the petition sent up through the prayer; and third, to behold the condition of him who sends up the prayer; and thus to deem him worthy of His hearing; wherefore he adds: Attend to me, and hear me.
Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου. Δια-
Give ear, O God, to my prayer. Vari-
PG 27:252Read from the pageφόρους ἱκετείας προσφέρει δεχθῆναι ταύτας ἀντιβολῶν. Μὴ παρίδῃς γάρ με, φησὶ, ποτνιώμενον, ἀλλ' εὐμενῶς μοι πρόσχες, καὶ τὴν βοήθειαν ὄρεξον.
ous supplications he offers, entreating that these be received. For do not overlook me, he says, as I implore, but attend to me kindly, and stretch forth help.
Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην. Ἀμηχανίας γὰρ ἐπληροῦτο, βλέπων τὴν κατὰ τοῦ Σωτῆρος γινομένην παρανομίαν, ἣν καὶ διδάσκει ἐφεξῆς λέγων· Ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Ὁ δὲ πᾶς νοῦς οὗτος· Πρόσχες ὅπως ἐλυπήθην, ὅπως ἐταράχθην, ὅπως ἀδολεσχίᾳ πεπλήρωμαι· ἀποδεξάμενός τε ταῦτα, εἰσάκουσόν μου.
I was grieved in my exercise, and was troubled. For he was filled with perplexity, seeing the lawlessness committed against the Saviour, which he also teaches next, saying: From the voice of the enemy and from the tribulation of the sinner. And the whole meaning is this: Attend to how I was grieved, how I was troubled, how I have been filled with exercise of mind; and having accepted these things, hear me.
Ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαι. Πάντα γὰρ τὰ κατὰ τοῦ Σωτῆρος συμβάντα πρὸς τὸ οἰκεῖον ἀναφέρει πρόσωπον. [Διὰ μνησικακίαν μοι ταῦτα ἐποίουν τεχθεῖσαν ἐξ ὀργῆς ἀλόγου. Κότος ἡ ἐπίμονος ὀργή. Διὰ ταύτην δὲ τὴν αἰτίαν περιδεὴς ἐγενόμην καὶ τεταραγμένος, ὡς ἐπιστάντος μοι ἤδη τοῦ θανάτου, καὶ τοσαύτη μοι ἦλθεν ἀγωνία καὶ φόβος, ὡς μηδὲ δοκεῖν τὴν ἀκτῖνα φαίνειν, ἀλλ' ἐσκοτίσθαι· καὶ ἐλογισάμην τὴν φυγὴν εἶναι πάντων ἀμείνω, καὶ ηὐχόμην γενέσθαι μοι πτέρυγας ἐπὶ τῷ μεταστῆναι καὶ ἀλλαχοῦ καταπαῦσαι.] Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ. Ἰδοὺ ἡ καρδία μου, φησὶ, διέστρεψε τὰ ἔνδον μου· ἀλλὰ καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ. Ἤτοι δὲ τοῦ σωτηρίου θανάτου λέγει, ἐφ' ᾧ δειλίας ὁ Προφήτης ἐπληροῦτο ἀνθρωπίνῳ λογισμῷ κινούμενος· ἢ τοῦ τῶν ψυχῶν θανάτου, τῶν ἀπόλλυσθαι μελλόντων διὰ τὰ τοιαῦτα τολμήματα. Ἀλλὰ φόβος καὶ τρόμος ἐπέπεσε τῷ Προφήτῃ ὁρῶντι τὸν ἀγαπητὸν (21) τοῦ Θεοῦ τοιαῦτα ὑπὸ τῶν ἀσεβῶν πάσχοντα, ἔκρυπτε δὲ αὐτὸν σκότος, ὡς ἂν σκότου ἀληθῶς ἄξια τὰ κατὰ τοῦ Σωτῆρος δρώμενα. Εἶτα, ὥσπερ ἀπολειφθεὶς ἐν μέσῳ τῶν ταῦτα δρώντων, μήτε μίαν τε ἔχων ἀποφυγὴν, μηδὲ ὅποι κλίνας ἑαυτὸν ἐκτὸς τῶν κακῶν γένοιτο, εὔχεται μετέωρος ἐπαρθῆναι, καὶ πτηνὸς γενόμενος δι' ἀέρος ἐκφυγεῖν.
Because iniquities have turned upon me. For all the things that happened against the Saviour he refers to his own person. [Because of remembrance of wrongs, born of irrational anger, they were doing these things to me. Rancour is persistent anger. And for this cause I became fearful and troubled, as though death had already come upon me, and such agony and fear came upon me as not even to seem that the ray of light was shining, but had been darkened; and I reckoned flight to be better than all things, and prayed that wings might be given to me so as to depart and rest elsewhere.] My heart was troubled within me, and the fear of death fell upon me. Behold, my heart, he says, overturned my inward parts; and moreover the fear of death fell upon me. And either he speaks of the saving death, at which the Prophet was filled with fear, being moved by human reasoning; or of the death of souls, of those about to perish because of such daring deeds. Moreover, fear and trembling fell upon the Prophet seeing the Beloved (21) of God suffering such things at the hands of the impious, and darkness covered him, seeing that the things done against the Saviour were truly worthy of darkness. Then, as though left behind in the midst of those doing these things, having neither a single escape, nor anywhere he might turn himself to be outside the evils, he prays to be lifted up on high, and, becoming winged, to escape through the air.
Προσεδεχόμην τὸν Θεὸν σώζοντά με, ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. Καταιγίδα ὀνομάζει τὴν διὰ τοῦ πάθους αὐτῷ συμβᾶσαν λύπην.
I waited for God Who saveth me, from faintheartedness and from the tempest. He calls tempest the grief that befell him through the Passion.
Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Αἰτίαν παρατίθησι δι' ἣν καὶ τὴν προσευχὴν ἐποιήσατο.
Because I saw iniquity and contradiction in the city. He sets forth the cause for which he also made the prayer.
Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Ταῦτα εἰς πρόσωπον τοῦ προδότου ἀναφέροιτ' ἂν δικαίως. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου. Ἀντὶ τοῦ, Κατεστάθης ἡγεμὼν ὑπ' ἐμοῦ, ὁ Ἰούδας δηλονότι. Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα. Ὅμοιον ὡσεὶ λέγοι· Τῆς αὐτῆς τραπέζης πολλάκις ἠξιωμένος. Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. Τοῦτό φησι διὰ τὸ συνεληλυθέναι αὐτῷ πολλάκις εἰς τὸ ἱερόν.
For if an enemy had reproached me, I would have endured it. These things may justly be referred to the person of the traitor. But thou, a man of like soul, my guide and my acquaintance. Instead of: You were appointed a guide by Me, namely Judas. Who together didst sweeten meats for me. Similar to saying: Having often been deemed worthy of the same table. In the house of God we walked in concord. He says this because of having gone together with Him often into the temple.
Ἐλθέτω δὴ θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες. Ἐπειδὴ οὐκ ἐθέλησάν σε τὴν ζωὴν παραδέξασθαι, ταύτῃ τοι θάνατος διαδέξεται αὐτούς. Τὸ δὲ, Καταβήτωσαν εἰς ᾅδου ζῶντες, ὅτι
Let death come upon them, and let them go down into Hades alive. Since they were unwilling to receive Thee, the Life, therefore death shall succeed for them. And the phrase, Let them go down into Hades alive, because
PG 27:253Read from the pageζῇ, γινώσκοντες αὐτὸν εἶναι τὸν κληρονόμον, εἶπον· Δεῦτε, ἀποκτείνωμεν αὐτόν· τὴν γὰρ γνῶσιν ἀντὶ τῆς ζωῆς ἐτεθείκει.
He lives, knowing Him to be the heir, they said: Come, let us kill Him; for he placed knowledge instead of life.
Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα. Καὶ τί ἐκέκραξεν; ἢ λυτρωθῆναι τὴν ψυχὴν αὐτοῦ ἀπὸ τῶν ζητούντων ἀπολέσαι αὐτήν. Διὸ δὴ καὶ εἰσήκουσται.
I cried unto God, and the Lord heard me. I cried unto God. And what did he cry? Except that his soul be redeemed from those seeking to destroy it. Wherefore indeed he has been heard.
Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι. Ἀντὶ τοῦ, Οὐ παύσομαι διηγούμενος, ὅτι δὴ εἰσακούσας λελύτρωσαι τὴν ψυχήν μου.
Evening and morning and at noon I will declare. Instead of: I will not cease declaring that, having heard, Thou hast redeemed my soul.
Ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. Ὅτι οἱ πολλοὶ συνίεσαν (22) κατ' ἐμοῦ βουλόμενοι τὴν ψυχήν μου ἐξαίρειν.
Because in many they were with me. Because the many came together (22) against me, wishing to take away my soul.
Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα. Ταπεινωθήσονται, φησὶν, ἐπειδὴ οὐδὲ ἔχουσι τῆς ψυχῆς αὐτῶν ἀντάλλαγμα. Ἅπαξ γὰρ ἀρνησάμενοι τὸ τίμιον αἷμα Χριστοῦ, τὸ εἰλημμένον ἀντάλλαγμα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, οὐκέτι εὐποροῦσι λύτρου.
For there is no exchange for them. They shall be humbled, he says, since they do not even have an exchange for their soul. For having once denied the precious blood of Christ, which was taken as an exchange for the life of the world, they no longer have abundance of a ransom.
Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι. Αὐτὸς μὲν ἐξέτεινε τὴν παρεκτικὴν χεῖρα τῶν ἀγαθῶν εἰς τὸ μεταλαβεῖν αὐτοὺς τῆς εὐλογίας· οἱ δὲ οὐ μόνον οὐκ ἐδέξαντο· ἀλλὰ καὶ τὴν διαθήκην ἐβεβήλωσαν, δηλονότι τὴν εὐαγγελικήν.
He stretched forth His hand in repaying. He indeed stretched forth the hand that bestows good things so that they might partake of the blessing; but they not only did not receive it, but also profaned the covenant, namely the evangelical one.
Διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ. Ἐπειδὴ κακοῦργοι περὶ τὸν εὐεργέτην γεγόνασι, ταύτῃ τοι καὶ εἰς πάντα ἄνεμον αὐτοὺς διεσκόρπισε. Καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν. Πάλιν περὶ τοῦ Ἰούδα τὸν λόγον ἀποτείνεται· Τῇ καρδίᾳ, φησὶ, κατεδέξατο τὸ προδοῦναι Χριστόν. Καὶ δὴ λόγους προσέφερεν ἁπαλούς τε καὶ λείους, ἀλλ' ἦσαν κακίας πλήρεις. Τίνες δὲ οἱ λόγοι ἢ τὸ, Χαῖρε, Ῥαββὶ, ἐπὶ προδοσίᾳ λεγόμενον;
They were divided from the anger of His countenance. Since they became evildoers towards the Benefactor, therefore also He scattered them to every wind. And their hearts drew near. Again he directs the word concerning Judas: In his heart, he says, he consented to betray Christ. And indeed he brought forward words both soft and smooth, yet they were full of malice. And what were the words except the, Hail, Rabbi, spoken for betrayal?
Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Ὅμοιον τό· Μὴ μεριμνήσητε τί φάγητε, ἢ τί πίητε, ἢ τί ἐνδύσησθε. Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. Ἀντὶ τοῦ· Ἐκσπάσει τοὺς δικαίους ἐν παντὶ καιρῷ ἀπὸ πάσης ἐπαναστάσεως ἐχθρῶν.
Cast thy care upon the Lord, and He shall nourish thee. Similar to: Be not anxious what ye shall eat, or what ye shall drink, or what ye shall put on. He shall never suffer the righteous to be moved. Instead of: He shall rescue the righteous at every time from every uprising of enemies.
Σὺ δὲ, ὁ Θεὸς, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς. Τοὺς ἐπαναστάντας δηλονότι καὶ σταυρῷ παραδόντας. Φρέαρ γὰρ διαφθορᾶς τὸν ᾅδην φησίν. Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν. Ἄνδρας αἱμάτων τοὺς τὸν ἀρχηγὸν τῆς ζωῆς ἀποκτείναντάς φησιν, οἳ καὶ τῆς ζωῆς οὐ πεπληρώκασι τὸν χρόνον, τῇ Ῥωμαίων παραδοθέντες μαχαίρᾳ.
But Thou, O God, shalt bring them down into the pit of destruction. Namely those who rose up and delivered Him to the cross. For He calls Hades the pit of destruction. Men of blood and deceit shall not live out half their days. Men of blood he calls those who killed the Author of life, who also did not fulfil the time of life, having been delivered to the sword of the Romans.
Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, τῷ Δαυΐδ εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ. ΝΕʹ.
Unto the end, for the people removed far from the saints, for David, for an inscription of a pillar, when the Philistines held him in Geth. 55.
Δαυΐδ φεύγων τὸν Σαοὺλ ἔσχε τοὺς συνακολουθοῦντας αὐτῷ ἄνδρας ἑξακοσίους. Εἶτα παρερχόμενος εἰς Γὲθ τετίμηται παρὰ τῶν ἀλλοφύλων· ἀφώρισαν γὰρ αὐτῷ οἰκητήριον τὴν Σικελάν. Ἀναφέροιτο δ'
David, fleeing Saul, had six hundred men following along with him. Then, passing over into Geth, he was honoured by the Philistines; for they set apart Sicela for him as a dwelling-place. And there might be referred
PG 27:256Read from the pageἂν ὁ ψαλμὸς καὶ εἰς πρόσωπον τῆς Ἐκκλησίας τῆς πάλαι μὲν ἀπὸ τῶν ἁγίων μεμακρυμμένης, καθ' ὃν εἰδωλολάτρει καιρὸν, καὶ δουλευούσης δαίμοσι. Ῥυσθείσης δὲ τῶν νοητῶν ἐχθρῶν διὰ τοῦ γεγονότος ἐκ σπέρματος τοῦ κατὰ σάρκα Δαυΐδ, τοῦ καὶ πολεμήσαντος ὑπὲρ ἡμῶν, καὶ ὥσπερ ἐν στήλῃ τὴν ὑπὲρ ἡμῶν νίκην γράψαντος. Τότε γὰρ καὶ τιμῆς αὐτὸν οἱ ἀλλόφυλοι ἠξίωσαν, τουτέστιν οἱ ἐξ ἐθνῶν πιστεύοντες εἰς αὐτόν.
the psalm also to the person of the Church, which of old was removed far from the saints, during the time when she worshipped idols, and was enslaved to demons. But having been rescued from the spiritual enemies through Him Who came from the seed of David according to the flesh, Who also fought on our behalf, and as it were inscribed upon a pillar the victory on our behalf. For then also the foreigners deemed Him worthy of honour, that is, those from the Gentiles who believe in Him.
Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος. Ἢ περὶ τοῦ Σαοὺλ ὁ Δαυΐδ φησιν, ἢ καὶ ἅγιος πᾶς, διὰ τὰς θλίψεις ἃς ἔχουσιν ἐν τῷ κόσμῳ (22). Πολλάκις δὲ καὶ ὁ καθεὶς ἡμῶν ἄνθρωπος τὸν χαλεπὸν τοῦτον ὑφίσταται πόλεμον, ὅλην τὴν ἡμέραν παρὰ τοῦ Σατανᾶ πολεμούμενος καὶ παρ' αὐτοῦ πατούμενος. Εἰ γὰρ καὶ ἀνθρώπου ὁ ψαλμὸς ἐμνημόνευσεν, ἀλλ' ὅμως τὸν Σατανᾶν αὐτὸν, ἐν τῇ θείᾳ Γραφῇ πολλάκις ὀνομαζόμενον, ἤ τινα τῶν ἐκεῖ στρατευομένων αἰνίττεται. Πλὴν καὶ τὸν λαὸν τῶν ἐθνῶν ταῦτα ὑποψάλλειν (23) ἁρμόδιον, χρόνῳ πολλῷ ὑπὸ τοῦ Σατανᾶ ἀπατηθέντα, καὶ τὸν παρ' αὐτοῦ πόλεμον διὰ τῆς τῶν δαιμόνων ἐπιβουλῆς ὑπομείναντα, οὓς ἐν τοῖς ἑξῆς σαφέστερον ἔφησεν αἰνιττόμενος.
Have mercy on me, O God, for man hath trodden me down. Either David speaks concerning Saul, or also every saint, because of the afflictions which they have in the world (22). And oftentimes each one of us men also undergoes this grievous war, all the day long being warred against by Satan and trodden down by him. For even though the psalm made mention of man, nevertheless it hints at Satan himself, who is often named in the divine Scripture, or at some one of those who serve in his army there. Yet it is also fitting for the people of the Gentiles to sing these things in response (23), having for a long time been deceived by Satan, and having endured the war from him through the plotting of the demons, whom in the following words he spoke of more clearly by way of riddle.
Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν. Ἤδει, ὅτι Σαοὺλ ἐπεβούλευσεν αὐτῷ ἐνηχούμενος παρὰ τῶν ἀοράτων δαιμόνων. Ἢ καὶ τὸ, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, δηλοῖ, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους. Εἰ καὶ ἐπανίστανται, φησὶν, ἀλλ' ἡττήσω πάντας ἐλπίζων ἐπὶ σέ. Αὕτη γάρ μοι ἡ ἐλπὶς τοσαύτην ἰσχὺν παρέσχεν, ὡς τοὺς πάλαι πολεμοῦντας μὴ δεδοικέναι με.
Mine enemies have trodden me down all the day long. He knew that Saul plotted against him, being prompted by the invisible demons. Or it also declares the saying, Our wrestling is not against blood and flesh, but against the spiritual hosts of wickedness in the heavenly places. For many are they that fight against me from on high. Even though they rise up against me, he says, yet I shall defeat them all by hoping in Thee. For this hope has granted me such strength as not to fear those who of old made war on me.
Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου. Πολεμούμενος παρὰ τῶν ἐχθρῶν, φησὶ, καθοπλίζω ἑαυτὸν εἰς τὸ μηδὲν παθεῖν κακὸν, ὅλους τοὺς λόγους μου ὕμνους ποιῶν καὶ ἀνατιθεὶς τῷ Θεῷ, καὶ τὴν ἐλπίδα ἐπ' αὐτῷ ποιούμενος· διὸ καὶ πάσης σαρκὸς ἔξω τὸν φόβον ἐποιούμην.
In God I will praise my words. Being warred against by the enemies, he says, I arm myself so as to suffer no evil, making all my words hymns and dedicating them to God, and placing my hope in Him; wherefore I also put away the fear of all flesh.
Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο. Ἐγὼ μὲν, φησὶν, ὅλην τὴν ἡμέραν ἀνετίθουν τοὺς λόγους μου τῷ Θεῷ· αὐτοὶ δὲ οὐ διέλειπον πᾶσαν ἡμέραν κατ' ἐμοῦ τὴν σπουδὴν ἑαυτῶν συντιθέντες εἰς κακά. Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι. Τὸ, παροικήσουσι, ἀντὶ τοῦ, συναχθήσονται, τέθειται. Ὁ δὲ νοῦς οὗτος· Οὕτω, φησὶ, διὰ πάσης ἡμέρας ἐσχόλαζον τοὺς κατ' ἐμοῦ λόγους κινοῦντες, καὶ πᾶς ὁ διαλογισμὸς αὐτῶν κατ' ἐμοῦ ἐγίνετο, ὡς σπουδάζειν συνάγεσθαι αὐτοὺς ὁμοῦ καὶ λαθραίας ποιεῖσθαι τὰς κατ' ἐμοῦ σκευὰς, καὶ μὴ μέχρι τούτου χωρεῖν, ἀλλὰ καὶ περιεργάζεσθαί μου τὴν πτέρναν, τουτέστι τὴν τοῦ βίου πορείαν, εἴ πως σκελίσαντες δυνηθεῖεν καταβαλεῖν με. Καὶ τὰ ἴχνη δέ μου παρετήρουν ὁποῖα
All the day long they abominated my words. I indeed, he says, all the day long dedicated my words to God; while they did not cease every day putting together their own zeal against me for evil. They will sojourn and hide themselves; they will watch my heel. The word, they will sojourn, is placed instead of, they will gather together. And the meaning is this: Thus, he says, throughout the whole day they were occupied with stirring up words against me, and all their thought was against me, so as to be eager to gather themselves together and make secret plots against me, and not only go this far, but also pry into my heel, that is, the course of my life, if somehow by tripping me up they might be able to cast me down. And they also watched my footsteps, of what sort
PG 27:257Read from the pageβαδίζοιμι, ἵνα ἐπιλάβωνταί μου. Καὶ ταῦτα μὲν οἱ μάτην διώκοντες κατ' ἐμοῦ ἔπραττον· σὺ δὲ, Κύριε, ἡ ἐμὴ ἐλπὶς, ἐμὲ μὲν τῆς ἀδίκου αὐτῶν κατασκευῆς ῥῦσαι· αὐτοὺς δὲ μετελθὼν τῇ σαυτοῦ ὀργῇ κατάβαλε.
I might walk, that they might lay hold of me. And these things indeed those who vainly persecute me were doing against me; but Thou, O Lord, my hope, rescue me from their unjust contrivance; and pursuing them, cast them down in Thine anger.
Ὁ Θεὸς, τὴν ζωήν μου ἐπήγγειλά σοι. Παρρησίαν ἄγων, φησὶ, καὶ μὴ ἐπαισχυνόμενος τῇ ἐμαυτοῦ ζωῇ, ταύτην σοι πᾶσαν ἐξήγγειλα. Σὺ δὲ ἀποδεχόμενος αὐτὴν τὰ δάκρυά μου οὐκ ἀπώσω· ἀλλὰ πρὸ τῶν σῶν ὀφθαλμῶν ἔθου αὐτὰ, πιστούμενος τὴν σὴν ἐπαγγελίαν τὴν λέγουσαν· Ἔτι σοῦ λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. Διὸ συνέβαινεν, ἐμοῦ εἰσακουομένου, τοὺς ἐχθρούς μου εἰς τὰ ὀπίσω ἀναχωρεῖν· ὅθεν φημί· Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε.
O God, I have declared my life unto Thee. Having boldness, he says, and not being ashamed of my own life, I declared it all to Thee. And Thou, accepting it, didst not thrust away my tears, but didst set them before Thine eyes, confirming Thy promise which says: While thou art yet speaking, I will say: Behold, here I am. Wherefore it came to pass, when I was heard, that my enemies retreated backwards; whence I say: In whatever day I shall call upon Thee.
Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω. Αὐτοῖς ἔργοις, φησὶ, παρείληφα, καὶ ἔγνων ἀκριβῶς, ὅτι οὐκ ἐπὶ ματαίῳ ἡ ἐλπίς· ἀλλὰ Θεὸν βοηθὸν ἐκτησάμην.
Mine enemies shall turn back. By the very deeds, he says, I have received and known accurately that my hope is not in vain, but I have acquired God as a helper.
Ἐν ἐμοὶ, ὁ Θεὸς, εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σου. Ἐπειδὴ τῆς σῆς οἰκονομίας ἠξίωσας ἡμᾶς, φησὶ, καὶ ἔσωσας, τί ἀνταποδώσομέν σοι, ἢ θυσίας αἰνέσεως; Ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου. Τοῦ νοητοῦ, φησὶ, τουτέστι τῆς ἀγνωσίας τῆς περὶ Θεοῦ. Καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Τῆς ἁμαρτίας λέγει, αὕτη γὰρ κατέφερεν εἰς θάνατον. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν φωτὶ ζώντων. Ὁ γὰρ ῥυσθεὶς τῆς ἁμαρτίας καὶ καθαρὸς ἀποτελεσθεὶς, οὗτος ἐν τῷ μέλλοντι αἰῶνι ἐν τῇ τῶν ζώντων χώρᾳ εὐαρεστήσει τῷ Κυρίῳ. Τοῦ δὲ ῥυσθῆναι ἐκ θανάτου καὶ ἐλευθερωθῆναι ἀπὸ τῆς ἁμαρτίας, μερίδα δὲ σχεῖν καὶ ἐν τῇ τῶν ζώντων χώρᾳ, πρόξενος ἡμῖν γέγονεν ἡ τοῦ Κυρίου παρουσία. Διὸ καὶ στηλογραφία τῷ Δαυΐδ ἀναγέγραπται ὁ ψαλμός.
In me, O God, are vows of Thy praise, which I will pay. Since Thou hast deemed us worthy of Thy dispensation, he says, and hast saved us, what shall we render unto Thee, except sacrifices of praise? Because Thou hast delivered my soul from death. The spiritual death, he says, that is, ignorance concerning God. And my feet from slipping. He means sin, for this brought down to death. I shall be well-pleasing before the Lord in the light of the living. For he who has been rescued from sin and rendered pure, this one in the age to come will be well-pleasing to the Lord in the land of the living. And of being rescued from death and set free from sin, and of having a share also in the land of the living, the coming of the Lord has become the procurer for us. Wherefore also the psalm is inscribed for David as an inscription of a pillar.
Εἰς τὸ τέλος, μὴ διαφθείρῃς τὸν Δαυΐδ, εἰς στηλογραφίαν, ἐν τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. ΨΑΛΜΟΣ ΝϚʹ.
Unto the end, destroy not, for David, for an inscription of a pillar, when he fled from the face of Saul into the cave. Psalm 56.
Φεύγων τὸν Σαοὺλ ὁ Δαυΐδ διώκοντα ἦλθεν εἰς σπήλαιον μετὰ ἀνδρῶν τετρακοσίων, ὅτε καὶ τὴν διπλοΐδα τοῦ πτερυγίου ἔτεμε τοῦ Σαούλ. Τότε δὲ καὶ τὸν ψαλμὸν ᾄδει. Ἀναφέρεται δὲ καὶ εἰς τὰ πεπραγμένα ὑπὲρ ἡμῶν τῷ Χριστῷ, ὅτε ἐπ' ἐσχάτων τῶν ἡμερῶν ὀφθεὶς μετὰ σαρκὸς ἐπὶ τῆς γῆς ἀπήλασεν ἡμῶν τὴν φθοράν.
Fleeing Saul who was pursuing him, David came into a cave with four hundred men, when he also cut off the hem of Saul's mantle. And then also he sings the psalm. And it is referred also to the things done on our behalf by Christ, when at the end of days, having appeared with flesh upon the earth, He drove away our corruption.
Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με. Ἐκ προσώπου τῆς ἀνθρωπότητος τὴν εἰς αὐτὸν ὑμνῳδίαν προσέφερεν. Ὅτι ἐν σοὶ πέποιθε ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. Ἔθος τῇ θείᾳ Γραφῇ πτέρυγας καλεῖν τὴν ἐπισκοπικὴν δύναμιν τοῦ Θεοῦ, κατὰ τὸ εἰρημένον· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας. Ἐπὶ τῇ σῇ οὖν βοηθείᾳ, φησὶ, τὴν ἐλπίδα ἔχω. Ἕως οὗ παρέλθῃ ἡ ἀνομία. Τουτέστιν, ἕως οὗ ἐκ μέσου γένηται ὁ Σατανᾶς καὶ αἱ σὺν αὐτῷ δυνάμεις αἱ πονηραί.
Have mercy on me, O God, have mercy on me. From the person of humanity he offered the hymnody unto Him. For in Thee my soul hath trusted, and in the shadow of Thy wings will I hope. It is the custom of the divine Scripture to call the overseeing power of God wings, according to what is said: How often would I have gathered thy children together, even as a bird gathereth her young under her wings. Upon Thy help, therefore, he says, I have my hope. Until iniquity pass away. That is, until Satan and the evil powers with him be taken out of the way.