Migne Reading Room

PG 27 · cols. 236–245 · Read from the page

Expositions on the Psalms

Expositions on the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 27:236Read from the page
γάρ μοι πάντα· ἐπειδὴ καὶ τὰ ἐν ἀγροῖς νεμόμενα ζῶα βόες καὶ κτήνη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἡ ὡραιότης τοῦ ἀγροῦ, πάντα ἐμὰ τυγχάνει, καὶ ἀνενδεὴς παντὸς ὑπάρχω. Εἰ δὲ καὶ χρεία μοι γένοιτό ποτε τροφῆς, οὐχ οὕτως ἐνδεὴς ἐγὼ, ὡς παρὰ σοῦ τὰ τοιαῦτα αἰτεῖν· Ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη. Τίνας δέ μοι προσηνεῖς θύσεις θυσίας; τὴν αἴνεσιν, τὸν ὕμνον, τὴν θεολογίαν. Ἐπειδὴ δὲ ταῦτα πληρώσεις, τὸ τηνικαῦτα ὡς ἂν νόμον πληρώσας θεῖον, ἀντίδοσιν λήψῃ τὸ ἐπικαλούμενος εἰσακουσθῆναι. Καὶ δεικνὺς πρὸς ποῖον λαὸν διαλέγεται, ἐπήγαγεν· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι. Εἶτα τὴν οἰκείαν δείκνυσι δεσποτείαν· Ὁ Θεὸς ὁ Θεός σού εἰμι ἐγὼ, ὁ τῆς Αἰγυπτιακῆς σε δουλείας ἐλευθερώσας, ὁ τὴν θάλατταν ὁδὸν δωρησάμενος, ὁ ἐν ἐρήμῳ διαθρέψας, ὁ τὸν νόμον ἐκεῖνόν σοι δεδωκώς. Μὴ γὰρ δὴ ἄλλον με νομοθέτην νομίσῃς, τῶν νόμων ὁρῶν τὸ διάφορον.
are all things to Me; since both the animals that pasture in the fields, oxen and cattle, and the birds of the heaven, and the beauty of the field, all belong to Me, and I am in need of nothing. And even if I should ever have need of food, I am not so in need as to ask for such things from you: For the world is Mine. What pleasing sacrifices, then, will you sacrifice to Me? Praise, hymnody, the confession of God. And when you fulfil these things, then, as having fulfilled a divine law, you shall receive as a recompense to be heard when you call upon Me. And showing to what sort of people He is speaking, He added: O Israel, and I will testify against you. Then He shows His own lordship: I am God, your God, who freed you from the Egyptian bondage, who granted the sea as a way, who nourished you in the wilderness, who gave you that law. For do not think Me to be another lawgiver, seeing the difference of the laws.
[Ὁ Θεὸς ὁ Θεός σου. Τουτέστιν, ὁ μεγάλα θαυμάσια ἀρχῆθεν μέχρι τοῦ νῦν τῷ γένει ὑμῶν ἐνδειξάμενος.]
[God, your God. That is, He who from the beginning until now has displayed great wonders to your race.]
Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε. Οὐκ ἀμέλειάν σοι, φησὶν, ἐγκαλῶ θυσιῶν· προσφέρεις γὰρ ταύτας διηνεκῶς· ἀλλὰ μὴ ταύταις ὁρίσασθαι τὴν δικαιοσύνην παρεγγυῶ.
I will not reprove you for your sacrifices. I do not accuse you, He says, of neglect of sacrifices, for you offer these continually; but I charge you not to bound righteousness by these.
Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἱνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Ἁμαρτωλὸν ἐνταῦθα τὸν νομοθέτην τῶν θείων Γραφῶν φησιν. Ὅμοιον δὲ τῷ εἰρημένῳ· Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ. Εἰ γὰρ πάσας παραβαίνει τὰς ἐντολὰς καὶ πᾶσαν ἐπιτηδεύει κακίαν, καὶ δολίαν ἀποδίδωσι τὴν γλῶσσαν· τί καὶ τὰς θείας ἐπὶ στόματος φέρει Γραφάς;
But to the sinner God said: Why do you declare My statutes? By sinner here he means the teacher of the divine Scriptures. And it is similar to what is said: Praise is not comely in the mouth of a sinner. For if he transgresses all the commandments and practises every wickedness, and renders his tongue deceitful, why does he also bear the divine Scriptures upon his mouth?
Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος. Πάλαι μὲν, φησὶν, ἐμακροθύμησα, ἀλλ' οὐ νῦν τοῦτο ποιήσω· παραστήσω γὰρ εἰς τὸν κατὰ σοῦ ἔλεγχον τὰ σὰ ἁμαρτήματα, ἃ δὴ σὺ μὲν ὑπέλαβες μηκέτι ὑφεστάναι, μηδὲ εἰς μνήμην ἥξειν τινός· ἐγὼ δὲ ὡς Θεὸς εἰς φῶς παράξω, καὶ προτεθήσονται ἐνώπιόν σου· οὐ κρύπτων ὥσπερ σὺ, καὶ ὠμοιωμένος σοι. Παράξω δὲ αὐτὰ, ὅπως αὐτὰ καὶ γνωρίζων αἰσχύνην καταχέω. Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.
You supposed iniquity, that I shall be like you. Of old indeed, He says, I was long-suffering, but now I will not do this; for I will set forth for your refutation your sins, which you indeed supposed no longer to exist, nor to come into anyone's remembrance; whereas I as God will bring them to light, and they shall be set before you; not hiding them as you do, and being assimilated to you. And I will bring them forth, so that by making them known I may pour shame upon you. I will reprove you, and set your sins before your face.
Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ. Ὡς φιλάνθρωπος μετὰ τὸν ἔλεγχον ἐπιφέρει καὶ παραίνεσιν, μετανοίας τόπον διδούς. Σύνετε, ὅτι μὴ χαίρων τοῖς ὑφ' ὑμῶν γενομένοις μακροθυμῶ, καιρὸν δὲ μετανοίας διδούς. Εἰ δὲ μὴ, ἁρπάζει ἡμᾶς ὁ ἄνομος, ἤγουν ἡ ἀνομία, μηδενὸς ἡμᾶς ῥυομένου. Ῥύομαι γὰρ τοὺς νοοῦντας οἷ κακῶν εἰσι, καὶ παυσαμένους καὶ λέγοντας· Ἠνομήσαμεν, ἠδικήσαμεν, ἠσεβήσαμεν. Οὐ γὰρ ἔστιν ἐξομολογεῖσθαι τὸν ἔτι τὸ κακὸν ἐνεργοῦντα. Μή ποτε ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ῥυόμενος. Μή ποτε, φησὶν, ἀφέληται τὴν ψυχὴν ὁ θάνατος, μετανοήσατε· οὐκ ἔστι γὰρ ὁ ῥυόμενος τοὺς ἐν ᾅδου κατειλημμένους ταῖς ἁμαρτίαις.
Understand now these things, you who forget God. As lover of mankind, after the reproof He brings in admonition also, giving a place for repentance. Understand that I am long-suffering, not because I rejoice in the things done by you, but because I am giving a season for repentance. Otherwise, the lawless one, that is, lawlessness, snatches us away, while there is no one to deliver us. For I deliver those who perceive in what evils they are, and who have ceased and say: We have acted lawlessly, we have done wrong, we have acted ungodly. For it is not possible for him who is still working evil to make confession. Lest at any time He snatch away, and there be none to deliver. Lest at any time, He says, death take away your soul, repent; for there is none to deliver those who are held fast by sins in Hades.
PG 27:237Read from the page
Ἁρπάζεται γὰρ ψυχὴ, ὡς παντελῶς ἐκπεσοῦσα Θεοῦ.
For a soul is snatched away, as having completely fallen away from God.
Θυσία αἰνέσεως δοξάσει με. Ἐπαναλαμβάνει τὰ εἰρημένα, τὴν λογικὴν ἐπιτελεῖν λατρείαν παρακελευόμενος. Μετὰ τὴν πολλὴν κατηγορίαν τὸ φάρμακον τῆς ἁμαρτίας ἔδειξε, τῶν μυστηρίων δηλαδὴ τὴν ἀπόλαυσιν. Ἐκείνη γὰρ ἀληθῶς θυσία αἰνέσεως τὸν Θεὸν δοξάζουσα. Ἐπειδὴ μετὰ τῶν ἀγγέλων αἰνοῦντες τότε καὶ μετὰ τῆς κτίσεως ἱστάμεθα. Καὶ ἐκεῖ ὁδὸς ἣν δείξω αὐτῷ τὸ σωτήριόν μου. Ἐν τῇ θυσίᾳ, φησὶ, τῆς αἰνέσεως ὁδός ἐστι τῆς παρὰ Θεῷ σωτηρίας.
The sacrifice of praise shall glorify Me. He repeats the things that were said, exhorting them to perform the rational service. After the great accusation He showed the medicine for sin, namely the enjoyment of the mysteries. For that is truly a sacrifice of praise glorifying God. Since praising together with the angels, we then also stand together with the creation. And there is the way wherein I will show him My salvation. In the sacrifice of praise, he says, is the way of the salvation that is from God.
Εἰς τὸ τέλος ΨΑΛΜΟΣ ᾠδῆς τῷ Δαυΐδ. Νʹ. Ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ.
Unto the end, a PSALM of a song for David. 50. When Nathan the prophet came to him, when he had gone in to Bathsheba.
Ὑπόθεσις.
Argument.
Τοῦτον ᾄδει τὸν ψαλμὸν ἐξομολόγησιν δύο ἐγκλημάτων περιέχοντα, τῆς τε μιαιφονίας Οὐρίου καὶ μοιχείας πρὸς Βηρσαβεέ. [Ὑποδείκνυσι καὶ πᾶσιν ἀνθρώποις σωτηρίας ὁδὸν τὴν μετάνοιαν, οἷόν τινα τέχνην τῆς διηνεκοῦς κατὰ τοῦ ἐχθροῦ νίκης. Ὁ γὰρ ταύτην ἀεὶ μελετῶν καὶ κατορθῶν διαπαντὸς γίνεται νικητὴς τοῦ ἀεὶ προσπαλαίοντος. Εἰσάγει δὲ καὶ τὴν διὰ τοῦ βαπτίσματος ἀπολύτρωσιν, Ῥαντιεῖς με, λέγων. Ναὶ μὴν καὶ διδάσκει, ὡς πεφύλακται αὐτῷ τὸ τῆς προφητείας χάρισμα. Οὐ γὰρ αἰτεῖ ὡς ἐστερημένος αὐτοῦ, ἀλλὰ μὴ ἀφαιρεθῆναι ἱκετεύει λέγων· Μὴ ἀντανέλῃς.] Εἰσάγει δὲ καὶ τῆς καθ' ὅλου γενησομένης τῶν ἁμαρτημάτων λυτρώσεως τὴν διὰ τοῦ ἁγίου βαπτίσματος προφητείαν, καὶ τῆς ἐν πνεύματι λατρείας διδασκαλίαν. Πανταχοῦ δὲ τῶν δύο παρανομημάτων εὑρήσεις ἐξιλεούμενον.
He sings this psalm containing a confession of two offences, both the bloody murder of Uriah and the adultery with Bathsheba. [He also points out to all men repentance as a way of salvation, like a kind of art of continual victory against the enemy. For he who always practises this and succeeds in it becomes continually the victor over him who ever wrestles against him. And he also introduces the redemption through baptism, saying, You shall sprinkle me. Yea indeed, he also teaches that the gift of prophecy has been preserved for him. For he does not ask as one deprived of it, but supplicates that it not be taken away, saying: Do not take away.] And he also introduces the prophecy of the redemption of sins through holy baptism that was to take place universally, and the teaching of worship in spirit. And everywhere you will find him making propitiation for the two transgressions.
Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Ὡς ἐπὶ μεγάλου ἁμαρτήματος, τοῦ μεγάλου ἐλέου τοῦ Θεοῦ δέεται τυχεῖν. Καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Μόνων γάρ ἐστι τῶν τοῦ Θεοῦ οἰκτιρμῶν τῆς μιαιφονίας ἀπολοῦσαι τὰς χεῖρας.
Have mercy upon me, O God, according to Thy great mercy. As over a great sin, he begs to obtain the great mercy of God. And according to the multitude of Thy compassions blot out my transgression. For it belongs to the compassions of God alone to wash the hands clean of bloody murder.
[Σαφέστερον δὲ ὃ λέγει ποιῶν φησιν· Ἐπὶ πλεῖον πλῦνόν με. Κἀνταῦθα τὸν πλεονασμὸν ᾔτησε τῆς καθάρσεως, διὰ τὸ δεῖξαι πανταχοῦ τὸ πλημμέλημα μέγα· ἢ, ἐπεὶ παρὰ Νάθαν ἤκουσε τὴν συγχώρησιν, καὶ αἱ παντοδαπαὶ δὲ συμφοραὶ τὸ πολὺ ὑπετέμνοντο τῆς ἁμαρτίας, φησὶ νῦν, ὅτι Δέομαι ῥυμμάτων καὶ ἐκπλύσεων, ἵνα τέλεον ὁ προστετηκὼς ἀποξεσθῇ ῥύπος.]
[And making clearer what he says, he states: Wash me yet more. Here also he asked for an abundance of cleansing, on account of showing everywhere that the offence is great; or, since he heard the forgiveness from Nathan, and manifold calamities also cut away the greater part of the sin, he says now: I have need of scouring-soaps and washings-out, in order that the filth that has cleaved fast may be completely scraped off.]
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, τῆς ἐπὶ τῷ φόνῳ, φησί. Καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με, τῆς ἐπὶ μοιχείᾳ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Καὶ τοῦτο ἐπὶ τῷ φόνῳ εἴρηκε. Καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Ἄνω καὶ κάτω περιστρέφει τῆς ἁμαρτίας τὴν μνήμην τῆς ἐπὶ τῇ μοιχείᾳ γινομένης, ὡς οὐκ ἐώσης αὐτὸν οὔτε ἀναχωρούσης, ἀλλὰ διαπαντὸς συνοῦσαν αὐτῷ καὶ ἄγχουσαν.
Wash me yet more from my iniquity, that of the murder, he says. And cleanse me from my sin, that of adultery. For I know my iniquity. This also he has spoken concerning the murder. And my sin is continually before me. Up and down he turns the memory of the sin committed in the adultery, as neither letting him be nor departing, but continually being with him and choking him.
PG 27:240Read from the page
[Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ἁμαρτίαν δὲ τὴν μοιχείαν. Ἰστέον, ὡς ἁμαρτία μὲν ἡ τοῦ ἀγαθοῦ ἀπόπτωσίς ἐστιν· ἀνομία δὲ ἡ περὶ τὸν θεῖον νόμον πλημμέλεια· καὶ ταῦτα ἔχουσιν ἀρχὴν ἑκάτερον τούτων. Συμφέρονται δὲ καὶ κατὰ ταυτόν· ὅτε γὰρ ἁμαρτάνων τοῦ κατὰ φύσιν καὶ ἐν τῇ φύσει ἀπέτυχε σκοποῦ· τῇ γὰρ ἀνθρωπείᾳ φύσει σκοπὸς τὸ κατὰ τὸν λόγον ζῆν τῆς ἀλογίας πόῤῥω ἀπῳκισμένῃ. Ὡσαύτως καὶ ὁ ἀνομῶν πλημμελεῖ περὶ τὸν ἐν τῇ φύσει δεδομένον νόμον, διαγενόμενος ἀκρατῶς. Καλῶς οὖν καὶ ἀπόστολος Ἰωάννης καὶ μαθητὴς τοῦ Χριστοῦ εἰς ταυτὸν ἀμφότερα περιέστησεν εἰπών· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ· ἄλλως· Ἡ ἁμαρτία κατάλληλος τῇ ἀνομίᾳ. Πᾶς γὰρ ὁ ἀνομῶν ἁμαρτάνει, οὐ παντὸς ἁμαρτάνοντος ἀνομοῦντος. Δύναται δὲ καὶ ἐκ παραλλήλου εἰρῆσθαι διὰ τό· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ.]
[Wash me yet more from my iniquity, and cleanse me from my sin. And by sin he means the adultery. It must be known that sin indeed is the falling away from the good, while iniquity is the offence against the divine law; and each of these two has these things as its principle. Yet they also concur in the same thing; for when one sins, he has missed the mark that is according to nature and in nature; for the mark set for human nature, when it is settled far away from irrationality, is to live according to reason. In like manner also he who commits iniquity offends against the law given in nature, living incontinently. Rightly therefore did John, both apostle and disciple of Christ, bring both around to the same thing, saying: Everyone who commits sin also commits iniquity; otherwise: Sin corresponds to iniquity. For everyone who commits iniquity sins, though not everyone who sins commits iniquity. Yet it can also be said in parallel on account of the saying: Everyone who commits sin also commits iniquity.]
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Ἀντὶ τοῦ· Τοὺς πάντων ἀποκρυψάμενος ὀφθαλμοὺς ἐν τῷ παρανομήματι, τοὺς σοὺς μόνους οὐ διέλαθον. Διό φησι· Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Πολλῶν γὰρ ἀπολαύσας παρὰ σοῦ, τοῖς ἐναντίοις ἠμειψάμην. Καὶ οὐ τοῦτο λέγει, ὡς οὐκ ἠδίκησε τὸν Οὐρίαν· πῶς γάρ; ἀλλ' ὅτι ἡ μεγίστη παρανομία εἰς αὐτὸν τετόλμηται τὸν Θεὸν τὸν ἐκλεξάμενον καὶ βασιλέα ἐκ προβατέως πεποιηκότα· ἢ ἐπεὶ τοὺς πάντων ἀποκρυψάμενος ὀφθαλμοὺς, τοὺς τοῦ Θεοῦ οὐκ ἔλαθεν, ἀλλ' ἠλέγχθη διὰ τοῦ προφήτου· ἢ ὡς μὲν βασιλεὺς νόμῳ ἀνθρώπων οὐχ ὑπέκειτο, ὡς δὲ θεοσεβὴς τῷ Θεῷ μόνῳ· ἢ ἐπεὶ ἀνθρώπων μὲν οὐδεὶς ἤλεγχεν, Θεὸς δὲ διωρθώσατο μόνος. Σοὶ, φησὶ, μόνῳ ἥμαρτον. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου. Ἤλεγξάς με, φησὶ, διὰ τοῦ προφήτου παρανομήσαντα· καὶ σὺ μὲν δίκαιος ὢν καὶ τῶν ἐχθρῶν πάντοτε ῥυσάμενος, καὶ βασιλείᾳ καὶ προφητείᾳ τιμήσας· ἐγὼ δὲ βέβηλος καὶ μιαιφόνος. Καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἀπόδειξις ἤτοι ὁμολογία τῶν ἁμαρτημάτων.
Against Thee only have I sinned, and done evil before Thee. Instead of: Having hidden myself from the eyes of all in the transgression, Thine eyes alone I did not escape. Wherefore he says: And I have done evil before Thee. For having enjoyed many good things from Thee, I repaid them with the opposite. And he does not say this as though he had not wronged Uriah—for how could that be?—but because the greatest transgression has been dared against God Himself, who chose him and made him king from a shepherd of sheep; or because, having hidden himself from the eyes of all, he did not escape the eyes of God, but was reproved through the prophet; or as king indeed he was not subject to the law of men, but as god-fearing, to God alone; or because no man indeed reproved him, whereas God alone corrected him. Against Thee only, he says, have I sinned. That Thou mayest be justified in Thy words. Thou hast reproved me, he says, through the prophet when I transgressed; and Thou indeed art righteous, having both always delivered me from my enemies, and honoured me with kingship and prophecy; whereas I am profane and a bloody murderer. And mayest overcome when Thou art judged. A demonstration or confession of the sins.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἐπειδὴ ὁ προηγούμενος σκοπὸς τοῦ Θεοῦ ἦν τοῦ μὴ διὰ γάμου γενέσθαι ἡμᾶς καὶ φθορᾶς· ἡ δὲ παράβασις τῆς ἐντολῆς τὸν γάμον εἰσήγαγε διὰ τὸ ἀνομῆσαι τὸν Ἀδὰμ, τουτέστιν ἀθετῆσαι τὸν ἐκ Θεοῦ δοθέντα αὐτῷ νόμον. Πάντες οὖν οἱ ἐξ Ἀδὰμ γενόμενοι ἐν ἀνομίαις συλλαμβάνονται ὑποπίπτοντες τῇ τοῦ προπάτορος καταδίκῃ. Τὸ δὲ, Καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου, σημαίνει ὅτι ἡ Εὔα, ἁπάντων ἡμῶν ἡ μήτηρ, πρώτη ἐκίσσησε τὴν ἁμαρτίαν, ὥσπερ ὀργῶσα τὴν ἡδονήν. Διὰ τοῦτο καὶ ἡμεῖς, τῇ τῆς μητρὸς καταπίπτοντες καταδίκῃ, κισσᾶσθαι λέγομεν ἐν ἁμαρτίαις. Δείκνυσιν, ὡς ἐξ ἀρχῆς ἡ ἀνθρώπων φύσις ὑπὸ τὴν ἁμαρτίαν πέπτωκεν ὑπὸ τῆς ἐν Εὔᾳ παραβάσεως, καὶ ὑπὸ κατάραν ἡ γέννησις γέγονεν. Ἄνωθεν δὲ ὑφαίνει τὸν λόγον, τὸ μέγεθος τῆς τοῦ Θεοῦ δωρεᾶς δεῖξαι βουλόμενος.
For behold, I was conceived in iniquities, and in sins did my mother conceive me. Since the primary purpose of God was that we should not come into being through marriage and corruption; whereas the transgression of the commandment introduced marriage because Adam committed iniquity, that is, rejected the law given to him by God. All therefore who are born from Adam are conceived in iniquities, falling under the condemnation of their forefather. And the saying, And in sins did my mother conceive me, signifies that Eve, the mother of us all, first craved sin in conception, as though swelling with lust for pleasure. On this account we also, falling under the condemnation of our mother, say that we are conceived in sins. He shows how from the beginning the nature of men has fallen under sin through the transgression in Eve, and birth has come to be under a curse. And he weaves his discourse from the very beginning, wishing to show the greatness of the gift of God.
PG 27:241Read from the page
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ὁ νοῦς οὗτος· Σὺ, φησὶ, Κύριε, ὁ ἀλήθεια ὢν, ἀληθείας ἀγαπῶν, βουλόμενος ἡμᾶς ἐν ἀληθείᾳ διάγειν, ἀποκαθαριεῖς ἡμᾶς τῆς ἀρχαίας ἁμαρτίας· καὶ οὕτως ἀποκαθαριεῖς ἡμῖν δι' ὑσσώπου ὡς καὶ ὑπὲρ χιόνα λευκανθῆναι. Ὑσσώπῳ δὲ τὴν τοῦ ἁγίου Πνεύματος ἐνέργειαν ἀφομοιοῖ, θερμὴν οὖσαν καὶ πάντα τὸν ἐν ἡμῖν ῥύπον ἀποσμήχουσαν. [Ἡ ἀποκάθαρσις δι' ὑσσώπου γενήσεται, ἤτοι διὰ τοῦ ἁγίου Πνεύματος. Ὕσσωπος γὰρ βοτάνη καθαρτική.] Τὸ δὲ, Τὰ ἄδηλα καὶ τὰ κρύφιά σου ἐδήλωσάς μοι τῆς σοφίας, δηλοῦντός ἐστιν, ὡς πάντα αὐτῷ τὰ ἐσόμενα ὅσα ἐν τῇ ἰδίᾳ σοφίᾳ ἔθετο ὁ Θεὸς διὰ τοῦ ἁγίου Πνεύματος ἀπεκάλυψεν.
For behold, Thou hast loved truth; the uncertain and hidden things of Thy wisdom Thou hast made manifest to me. The sense is this: Thou, O Lord, he says, who art truth and lovest truth, wishing us to live in truth, wilt cleanse us from the ancient sin; and thus Thou wilt cleanse for us with hyssop so that we may be whitened even above snow. And to hyssop he likens the working of the Holy Spirit, which is warm and wipes away all the filth that is in us. [The cleansing will take place through hyssop, that is, through the Holy Spirit. For hyssop is a purifying herb.] And the saying, The uncertain and hidden things of Thy wisdom Thou hast made manifest to me, is the words of one declaring that God revealed to him through the Holy Spirit all the future things that He had set in His own wisdom.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι. Εἰπὼν, ὅτι Δέδωκας νόμους θείους καὶ διατάξεις, λέγει τὸ μεῖζον, ὅτι Καθαρμούς τινας ἐν τῷ νόμῳ ἐχαρίσω, καὶ δι' ὑσσώπου ῥαντίσματος· κατὰ τοῦτον οὖν τὸν σκοπὸν καὶ ἡμῖν νῦν παράσχου τὰ ὅμοια, ὁ αὐτὸς ὢν Θεός. Ἢ μυστήριον ἔοικέ τι αἰνίττεσθαι. Ἐπεὶ γὰρ Μωσῆς ἐν Αἰγύπτῳ τὸ αἷμα τοῦ προβάτου δι' ὑσσώπου ταῖς φλιαῖς διεκελεύετο ἐπιῤῥαίνεσθαι, τιμιωτέρῳ καὶ ἡμεῖς ἠγοράσθημεν αἵματι. Ἐπεὶ οὖν φυλακτήριον ἐκεῖνο ἐγένετο μή τι παθεῖν τοὺς ἐνοικοῦντας ὑπὸ τοῦ ὀλοθρεύοντος, εἰκότως ὁ Δαυΐδ, τὴν τοῦ αἵματος ἐκείνου μνήμην ἐν ἀποῤῥήτῳ ποιούμενος, Ῥαντιεῖς με ὑσσώπῳ, φησὶ, καὶ τὰ ἑξῆς· αἰνιττόμενος τὴν διὰ τοῦ αἵματος τοῦ ἀληθινοῦ Χριστοῦ ἀμνοῦ γενησομένην ἅπασιν ἀποκάθαρσιν, καὶ γλιχόμενος οἷον ταύτης τυχεῖν, ἣ μόνη ἀκριβῶς ῥύψαι δύναται καὶ χιόνος θεῖναι λευκότερον.
Thou shalt sprinkle me with hyssop, and I shall be cleansed. Having said, Thou hast given divine laws and ordinances, he says what is greater: Thou hast graciously granted certain purifications in the law, and through a sprinkling with hyssop; according to this purpose, therefore, grant to us now also the like things, since Thou art the same God. Or he seems to hint at some mystery. For since Moses in Egypt commanded the blood of the sheep to be sprinkled with hyssop upon the doorposts, we also have been bought with more precious blood. Since, therefore, that became a safeguard so that those dwelling within should suffer no harm from the destroyer, fittingly does David, secretly making mention of that blood, say, Thou shalt sprinkle me with hyssop, and what follows; hinting at the cleansing that would come to all through the blood of the true Lamb, Christ, and longing as it were to obtain this, which alone can thoroughly wash clean and make whiter than snow.
Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην. Ἀκουστήν μοι γενέσθαι, φησὶ, παρασκευάσεις πάλιν διὰ τοῦ πνεύματος τὴν ἐν ἐσχάτοις καιροῖς ἐσομένην ἀγαλλίασιν καὶ εὐφροσύνην. Τίς δὲ ἂν εἴη αὕτη ἢ ἐκείνη ἡ γνῶσις ἡ περὶ ἀναστάσεως, ἣν ἐδίδαξεν εἰπὼν, Ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα; Πότε δὲ ἀγαλλιάσονται τὰ σεσημμένα ἡμῶν ὀστᾶ ἢ κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν, καθ' ὃν, ὡς ἕτερός φησι προφήτης, Τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατελεῖ; Ἀγαλλιάσεται ὀστέα τεταπεινωμένα. Ἀγαλλιάσεται ἡ ἰσχὺς τῆς ψυχῆς μου, ὅτι πρότερον ὑπὸ τῆς ἁμαρτίας ἀσθενοῦσα.
Thou shalt make me to hear joy and gladness. Thou wilt prepare for me, he says, that the joy and gladness which will be in the last times may again become audible to me through the Spirit. And what else would this be than that knowledge concerning the resurrection, which he taught when he said, The bones that have been humbled shall rejoice? And when shall our decayed bones rejoice except at the season of the resurrection, at which, as another prophet says, Our bones shall spring up like an herb? The bones that have been humbled shall rejoice. The strength of my soul shall rejoice, because formerly it was weak under sin.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου. Πάλιν ἐπὶ τὴν ἐξομολόγησιν ἀνατρέχει.
Turn away Thy face from my sins. Again he runs back to confession.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Τὴν παλαιωθεῖσάν μου, φησὶ, ψυχὴν σεσαθρωμένην ὑπὸ τῆς ἁμαρτίας ἀνακαίνισον. Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ἀντὶ τοῦ, ἑδραῖον· ὅμοιον ὡσεὶ λέγει· Ἀσφάλισαι τὸν νοῦν τοῦ μηκέτι εἶναι εὔκολον καταπίπτειν εἰς ἁμαρτίαν.
Create in me a clean heart, O God. Renew my soul, he says, which has grown old and been decayed by sin. And renew a right spirit in my inward parts. Instead of, a steadfast spirit; just as if he says: Secure my mind so that it may no longer be easy to fall down into sin.
Καὶ τὸ Πνεῦμα τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. (19) Εὔχεται πάλιν πνεῦμα εἰς αὐτὸν ἐλθεῖν τὸ προφητικόν. Καταλελοιπὸς γὰρ ἦν αὐτὸν διὰ τὴν ἁμαρτίαν.
And take not Thy Holy Spirit from me. He prays that the prophetic spirit may come to him again. For it had left him on account of the sin.
PG 27:244Read from the page
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου. Εἰς ἅπαν τὸ τῶν ἀνθρώπων γένος ἀναφέρεται. Ἀγαλλίασιν μὲν σωτηρίου τὴν παρουσίαν τοῦ Κυρίου φησὶ, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Συμεών· Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου· εὔχεται δὲ καὶ αὐτὸς αὐτοῦ μεταλαβεῖν. Καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Ὅπερ εἶπεν ἀνωτέρω πνεῦμα εὐθὲς, ἐνταῦθα ἡγεμονικὸν καλεῖ.
Restore to me the joy of Thy salvation. It is referred to the whole race of men. By the joy of salvation he means the coming of the Lord, according to what was spoken by Simeon: For mine eyes have seen Thy salvation; and he himself also prays to partake of it. And strengthen me with a governing spirit. What he above called a right spirit, here he calls a governing spirit.
Διδάξω ἀνόμους τὰς ὁδούς σου. Ἐπειδὴ ἂν, φησὶ, ῥυσάμενός με τῆς ἁμαρτίας, αὖθις ἐπιδῷς με τὸ σὸν ἅγιον Πνεῦμα. Τότε δὴ πάλιν τὰς σὰς ὁδοὺς βαδίζειν διδάξω τοὺς παραβαίνοντας.
I will teach transgressors Thy ways. When, he says, having delivered me from sin, Thou givest me again Thy Holy Spirit, then indeed I will again teach those who transgress to walk in Thy ways.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου. Πάλιν ἱκετηρίαν ὑπὲρ τοῦ τοῦ Οὐρίου φόνου τίθεται, ὅπως ἂν ῥυσθείη τοῦ ἐξ αὐτοῦ μιασμοῦ· ἢ μᾶλλον, ἐξ αἱμάτων, τῶν δι' αἵματος θυσιῶν, ὡς τὰ ἐπαγόμενα τοῦ ψαλμοῦ διαδείκνυσιν εἰπόντος· Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν (20), καὶ τὰ ἑξῆς. Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Διαλαλήσει ἡ γλῶσσά μου τὴν ἐλεημοσύνην σου· οὐ γὰρ σιγήσω τῆς ἀφέσεως ἀπολαύσας, ἀλλ' ὑμνῶν σε διατελέσω καὶ τὰς σὰς διηγούμενος χάριτας. Ἐπειδὴ τὰς ἐν νόμῳ, φησὶ, παρῃτήσω θυσίας, οὐ γὰρ δύνανται ἀφιέναι ἁμαρτίας τούτου χάριν ἣν ἠγάπησάς σοι προσήνεγκα. Αὕτη δέ ἐστιν ἡ διὰ μετανοίας καὶ καρδίας συντετριμμένης.
Deliver me from bloodguiltiness, O God, the God of my salvation. Again he makes supplication concerning the murder of Uriah, that he may be delivered from the pollution arising from it; or rather, from bloods, that is, the sacrifices made with blood, as the following words of the psalm show when he says: For if Thou hadst desired sacrifice, I would have given it, and what follows. My tongue shall rejoice in Thy righteousness. Symmachus interpreted this thus: My tongue shall speak forth Thy mercy; for I will not keep silence after having enjoyed forgiveness, but I will continue hymning Thee and recounting Thy graces. Since, he says, Thou hast declined the sacrifices in the law—for they cannot forgive sins—for this reason I have offered to Thee that which Thou hast loved. And this is the sacrifice offered through repentance and a contrite heart.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών. Σιὼν ἐνταῦθα τὴν Ἐκκλησίαν φησίν. Ὅταν γὰρ ηὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιῶσαι τὰ πάντα ἐν τῷ Υἱῷ αὐτοῦ, τότε καὶ τὰς ἀγαθὰς αὐτοῦ τῇ Ἐκκλησίᾳ αὐτοῦ δέδωκεν ἐπαγγελίας. Καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τείχη Ἱερουσαλὴμ τοὺς ἁγίους φησὶν ἱερουργοὺς τοὺς περιφράττοντας τὴν Ἐκκλησίαν αὐτοῦ.
Do good, O Lord, in Thy good pleasure unto Sion. By Sion here he means the Church. For when God the Father was well pleased to sum up all things in His Son, then also He gave His good promises to His Church. And let the walls of Jerusalem be built. By the walls of Jerusalem he means the holy ministers who fence round His Church.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης. Ὅταν, φησὶν, ἀγαθυνεῖς τὴν Σιὼν καὶ οἰκοδομηθῇ τὰ τείχη Ἱερουσαλὴμ, τότε δὴ τότε καὶ ἀνενεχθήσονται θυσίαι, οὐχ αἱ δι' αἱμάτων, ἀλλ' αἱ τῆς δικαιοσύνης, αἱ τῆς αἰνέσεως δηλονότι. Ἀναφορὰν καὶ ὁλοκαυτώματα, καὶ αὐτὰ τὰ τῆς δικαιοσύνης καὶ τὰ τῆς ἀναιμάκτου θυσίας δηλοῖ. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ αὐτοὺς δικαιοσύνης, ὥστε εἶναι πάντα δικαιοσύνης, θυσίας, ἀναφορὰς δικαιοσύνης, ὁλοκαυτώματα δικαιοσύνης, μόσχους δικαιοσύνης.
Then shalt Thou be pleased with a sacrifice of righteousness. When, he says, Thou shalt do good to Sion and the walls of Jerusalem shall be built, then indeed sacrifices also shall be offered up, not those made with blood, but those of righteousness, namely those of praise. By oblation and whole burnt offerings, he signifies both the things of righteousness themselves and the things of the bloodless sacrifice. Then shall they offer calves upon Thine altar. Even these of righteousness, so that all things are of righteousness: sacrifices, oblations of righteousness, whole burnt offerings of righteousness, calves of righteousness.
Εἰς τὸ τέλος, συνέσεως τῷ Δαυΐδ, ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ καὶ εἰπεῖν αὐτῷ· Ἦλθε Δαυΐδ εἰς τὸν οἶκον Ἀβιμέλεχ. ΝΑʹ.
Unto the end, of understanding for David, when Doeg the Edomite came and told Saul and said to him: David has come to the house of Abimelech. 51.
Ὑπόθεσις.
Argument.
Ἡνίκα ἔφυγε Δαυΐδ ἀπὸ προσώπου Σαοὺλ, καὶ κατήχθη φεύγων οἶκον Ἀβιμέλεχ, τῶν τε ἄρτων τῶν ἱερέων ἐγεύσατο, τήν τε ῥομφαίαν τοῦ Γολιὰθ δέδεκται· ἀπελθών τις ἀπαγγέλλει ταῦτα τῷ
When David fled from the face of Saul, and in his flight lodged at the house of Abimelech, he both tasted the loaves of the priests and received the sword of Goliath; someone went off and reports these things to
PG 27:245Read from the page
Σαούλ. Δωὴκ δὲ οὗτος ὁ Σύρος ὃς καὶ τοσοῦτον ἐξεπολέμωσε τὴν ψυχὴν τοῦ Σαοὺλ, ὡς ἀποστείλαντα πᾶσαν τὴν πόλιν τῶν ἱερέων ἀνελεῖν, καὶ μηδὲ κτήνους αὐτῶν φείσασθαι. Ταῦτα οὖν ἀκηκοὼς ὁ Δαυΐδ τὰ προκείμενα λέγει, εἰς πρόσωπον τοῦ Σύρου ἀποτεινόμενος. Ἔχει δὲ καὶ ἀναφορὰν καὶ εἰς τὸ τοῦ Ἰουδαίων λαοῦ πρόσωπον καὶ τοῦ Ἰούδα. Περιέχει δὲ καὶ ἀγαθῶν ἐπαγγελίαν τῶν ἐσομένων, καὶ τὴν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἵδρυσιν τῶν ἁγίων αὐτοῦ, διὰ τοῦ λέγειν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Διὸ δὴ καὶ συνέσεως καὶ εἰς τὸ τέλος ἐπιγράφεται ὁ ψαλμός. Χρεία γὰρ πολλῆς συνέσεως εἰς τὸ γνωρίσαι τῆς οἰκονομίας τοῦ κατὰ σάρκα Δαυΐδ τὸ μυστήριον.
Saul. Now this was Doeg the Syrian, who also stirred up the soul of Saul to such hostility that he sent and slew the whole city of the priests, and did not even spare their cattle. Having heard these things, therefore, David speaks the words before us, directing his speech against the person of the Syrian. Yet it also has reference both to the person of the people of the Jews and to that of Judas. And it also contains a promise of the good things to come, and the establishment of His saints in the house of God, through saying: But I am like a fruitful olive tree in the house of God. Wherefore indeed the psalm is entitled both Of understanding and Unto the end. For there is need of much understanding in order to recognize the mystery of the dispensation of the David according to the flesh.
Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός; Ὡς πρὸς αὐτὸν τὸν Σύρον, ἢ τὸν ἐνεργήσαντα ἐν αὐτῷ διάβολον, ἀποτείνει τὸν λόγον.
Why do you boast in wickedness, O mighty man? He directs the word as though to the Syrian himself, or to the devil who worked in him.
Ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. Τοῦτό φησι, διὰ τὸ ὥσπερ ξυρῆσαι καὶ ἐκκόψαι πᾶσαν τῶν ἱερέων τὴν πόλιν.
Like a sharpened razor you have wrought deceit. He says this because he as it were shaved off and cut away the whole city of the priests.
Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην. Ἠδίκει γὰρ καταψευδόμενος τοῦ ἱερέως καὶ τῶν λοιπῶν ἁπάντων σὺν αὐτῷ, καὶ τὰ μὴ πραχθέντα κατ' αὐτοῦ λέγων· τὸ γὰρ εἰπεῖν, ὡς ἐπηρώτησε τὸν Θεὸν περὶ τοῦ Δαυΐδ, ψεῦδος ἦν, καὶ οὐκ ἀλήθεια.
You have loved wickedness more than goodness. For he did wrong in lying against the priest and all the rest with him, and speaking against him things that had not been done; for to say that he inquired of God concerning David was a lie, and not truth.
Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. Πάντα γὰρ πρὸς ἐπιβουλὴν, καὶ φθόνον καὶ θάνατον τοῦ ἱερέως καὶ τῶν λοιπῶν ἁπάντων τῶν σὺν αὐτῷ τεθανατωμένων διεπράξατο· διὸ ῥήματα καταποντισμοῦ οἱ λόγοι τῆς τοῦ Δωὴκ ψευδολογίας εἴρηται. Ἀθρόως γὰρ πᾶσαν τὴν πόλιν τῶν ἱερέων ὥσπερ ἐν βυθῷ κατεπόντισε τοῖς ἑαυτοῦ ῥήμασι. Λέγοιτο δ' ἂν ταῦτα δικαίως καὶ ἐπὶ τῶν ἀρχόντων τῶν Ἰουδαίων, καὶ αὐτοῦ δὲ τοῦ Ἰούδα.
You have loved all words of engulfing ruin, a deceitful tongue. For he accomplished all things for treachery, envy, and the death of the priest and of all the rest who were put to death with him; wherefore the words of Doeg's falsehood are called words of engulfing ruin. For all at once he plunged the whole city of the priests as though into an abyss by his own words. And these things might justly be said also of the rulers of the Jews, and of Judas himself as well.
Ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου. Μετετέθησαν γὰρ τῆς ἱερᾶς αὐτῶν σκηνῆς, γεγονότες αἰχμάλωτοι διὰ τὸν κατὰ τοῦ Κυρίου σταυρόν. Καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. Ὅμοιον τὸ, Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων.
May He pluck you out and remove you from your dwelling-place. For they were removed from their sacred tabernacle, having become captives on account of the cross against the Lord. And your root from the land of the living. Similar is the saying, Let them be blotted out of the book of the living.
[Διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος. Λέγοιτο δ' ἂν ταῦτα δικαίως καὶ ἐπὶ τῶν ἀρχόντων Ἰουδαίων καὶ αὐτοῦ τοῦ Ἰούδα, διὰ τὸ ἠγαπηκέναι τὰ βλαβερὰ εἰς τέλος, ἀντὶ τοῦ, παντελῶς. Διὰ τοῦτο καθελεῖ σε, ὡς οὐ καλῶς οἰκοδομηθέντα, ὁ καθαιρῶν ὑπερηφάνους, καὶ ὡς κακῶς φυτευθέντα, ἐκτίλαι σε, μεταστήσαι, ἢ ἐκριζώσαι, καὶ ἀπὸ τῆς κατοικήσεώς σου, τουτέστιν ἀπὸ τοῦ συγκατοικεῖν, ἐκβάλοι.]
[Therefore may God destroy you for ever. And these things might justly be said also of the rulers of the Jews and of Judas himself, because they have loved harmful things unto the end, instead of, completely. Therefore He who casts down the proud will destroy you, as not having been well built, and as having been badly planted, may He pluck you out, remove you, or uproot you, and cast you out from your habitation, that is, from dwelling together.]
Ὄψονται δίκαιοι, καὶ φοβηθήσονται. Τῶν γὰρ ἀσεβῶν ἀναιρουμένων, οἱ δίκαιοι περίφοβοι γίνονται. Καὶ σὺ μὲν, φησὶ, ταῦτα ὑπομένεις· οἱ δὲ δίκαιοι, τουτέστιν οἱ σοῦ λαοὶ, θεασάμενοι τὴν σὴν ἀπώλειαν, φόβῳ κατασχεθήσονται. Ἱκανὴ γὰρ ἡ εἰς σὲ τιμωρία κἀκείνους φοβῆσαι· καίτοι διὰ τὴν εἰς ἐκείνους εὐεργ-
The righteous shall see, and shall fear. For when the ungodly are destroyed, the righteous become filled with fear. And you indeed, he says, endure these things; while the righteous, that is, your peoples, having beheld your destruction, will be seized with fear. For the punishment inflicted upon you is sufficient to terrify them also; although on account of the benefaction towards them-