PG 27:260Read from the pageΚεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. Ἐξομολογήσομαι, φησὶ, καὶ εὐχαριστίας ἀναθήσω σοι τῷ εὐεργέτῃ μου. Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με. Σαφῶς τὴν κάθοδον τοῦ Κυρίου κηρύσσει. Ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. Τὰς νοητὰς δηλονότι καὶ ἀντικειμένας δυνάμεις. [Παράσχου οὖν τὴν εὐεργεσίαν, ἵνα ἐξῇ μοι λέγειν μετὰ παρρησίας, ὅτι ἐξ οὐρανοῦ ἐπεῖδες τὰ καθ' ἡμᾶς· καὶ τὰ μὲν ἡμέτερα διωρθώσω, τὰ δὲ τῶν ἐχθρῶν πρὸς ὀνειδισμὸν ἤγαγες. Ἢ δὴ τὴν σωτηρίαν φησὶν, ᾗ ἐσώθη ἐν τῷ σπηλαίῳ ὅτε μᾶλλον ὑπεξούσιον ἔλαβε τὸν ἐχθρὸν, εἰ δὲ (23), ἐφείσατο. Ὃ δὴ καὶ ὄνειδος ἦν τῷ σεσωσμένῳ, ὡς μάτην ἐπιβουλεύοντι τῷ Σωτῆρι.] Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. Ἔλεος καὶ ἀλήθεια τοῦ Πατρὸς ὁ Υἱός.
I will cry unto God Most High, unto God Who hath benefited me. I will confess, he says, and offer up thanksgivings to Thee, my Benefactor. He sent forth from heaven and saved me. Clearly he proclaims the descent of the Lord. He hath given for a reproach them that trample upon me. Namely the spiritual and opposing powers. [Grant, therefore, the benefaction, that it may be permitted me to say with boldness that from heaven Thou didst look upon our affairs; and ours indeed Thou didst set right, while those of the enemies Thou didst bring to reproach. Or indeed he speaks of the salvation whereby he was saved in the cave, when rather he took the enemy under his power, and yet (23) spared him. Which indeed was also a reproach to the one who was saved, as plotting in vain against his saviour.] God sent forth His mercy and His truth. The Mercy and Truth of the Father is the Son.
Καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. [Μέσος δὴ ἀπολειφθεὶς σκύμνων τῶν τῆς Γὲθ ἀλλοφύλων. Ἢ τὸ ὅσον ἐπ' ἐμὲ, καὶ τῇ ἀνθρωπίνῃ ἀσεβείᾳ ἐκοιμήθην τεταραγμένος. Ἀλλ' ὁ Ὕψιστος, τὸν Λόγον αὐτοῦ ἀποστείλας, ἐρρύσατο τὴν ψυχήν μου, ὡς μηδὲν αὐτὴν ἐκ τῆς ταραχῆς τῶν σκύμνων βλαβῆναι. Τίνα δὲ τὰ θηρία ταῦτα; υἱοὶ τῶν ἀνθρώπων εἰσὶν ἅν· οἱ ὀδόντες ὅπλα καὶ αἱ βουλαί· ἀντὶ τοῦ, βλαπτικοί εἰσι διὰ πάντων. Ὥσπερ ἡ μάχαιρα, ἠκονημένη οὖσα, ῥᾳδίως ἀναιρεῖ, οὕτω καὶ ἡ γλῶσσα, τεθηγμένη οὖσα, ταῖς καταλαλιαῖς ἀναιρεῖ.] Σκύμνων τῶν νοητῶν δηλονότι. Ἐκοιμήθην τεταραγμένος. Ἐπειδὴ ἐρρύσθην, φησὶν, ἐκ τῶν νοητῶν σκύμνων, τούτου χάριν καὶ ἀναπαύσομαι, καίτοι πάλαι ὑπ' αὐτῶν ταραττόμενος. Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη. Ταῦτά φησι κατασημαίνων τὰ τῷ Σωτῆρι συμβάντα κατὰ τὸν τοῦ πάθους καιρὸν, ἡνίκα πρὸς Πιλᾶτον ἔκραζον οἱ Ἰουδαῖοι κατὰ Χριστοῦ τὸ, Ἆρον, ἆρον, σταύρωσον αὐτὸν, καὶ ὅτι Εἰ μὴ ἦν οὗτος κακοῦργος, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
And He delivered my soul from the midst of lions' whelps. [Being left indeed in the midst of the whelps of the Philistines of Geth. Or so far as lay in me, and by human impiety, I slept troubled. But the Most High, having sent forth His Word, delivered my soul, so that it was harmed nothing from the tumult of the whelps. And what are these beasts? They would be the sons of men: whose teeth and counsels are weapons; instead of: they are harmful in all things. Just as the sword, being sharpened, easily slays, so also the tongue, being whetted, slays by backbitings.] Namely, of the spiritual whelps. I slept troubled. Since I was delivered, he says, from the spiritual whelps, for this reason I shall also rest, although of old I was troubled by them. The sons of men, their teeth are weapons and arrows. He says these things signifying the things that happened to the Saviour at the time of the Passion, when the Jews cried out to Pilate against Christ: Away with Him, away with Him, crucify Him, and that If this man were not an evildoer, we would not have delivered Him up to thee.
Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. Εἰ καὶ καθῆκας, φησὶν, ἑαυτὸν διὰ τὴν ἡμετέραν σωτηρίαν εἰς ἑκούσιον κένωσιν, καὶ γέγονας ὑπήκοος μέχρι θανάτου, ἀλλὰ καὶ πάλιν ἄνελθε εἰς οὐρανοὺς, ὅτι καὶ ἀνελθὼν τῆς σῆς δόξης πληρώσεις πᾶσαν τὴν γῆν.
Be Thou exalted above the heavens, O God, and Thy glory above all the earth. Even though Thou didst lower Thyself, he says, for our salvation unto a voluntary self-emptying, and becamest obedient unto death, yet ascend again into the heavens, for having ascended Thou wilt fill all the earth with Thy glory.
Παγίδα ἡτοίμασαν τοῖς ποσί μου. Τοὺς καταβάλλοντάς με, φησὶ, διὰ τῶν παγίδων παρεσκεύασας εἰς αὐτὸν ὃν ὤρυξαν βόθρον ἐμπεσεῖν. Διὸ δὴ καὶ ταῦτα κατορθώσας ἐπὶ τοὺς οὐρανοὺς ὑψώθητι.
They prepared a snare for my feet. Those who cast me down through snares, he says, Thou hast caused to fall into the very pit which they dug. Wherefore indeed, having accomplished these things, be Thou exalted above the heavens.
Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου. Παρακαλεῖ δέξασθαι τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἐπηγγείλατο ἀνερχόμενος πέμψειν ὁ Μονογενὴς, ἑτοίμην εἰς τὸ δέξασθαι λέγων γεγενῆσθαι τὴν ἑαυτοῦ καρδίαν.
My heart is ready, O God, my heart is ready. He beseeches to receive the Holy Spirit, Whom the Only-begotten promised to send when ascending, saying that his heart has become ready to receive Him.
Ἐξεγέρθητι, ἡ δόξα μου. Δόξαν ἑαυτοῦ τὸ πνεῦμα τὸ προφητικόν φησιν. Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα. Ψαλτήριον μὲν τὴν ψυχήν φησι, κιθάραν δὲ τὸ σῶμα καλεῖ. Ἐξεγερθήσομαι ὄρθρου. Ἐν αἰσθήσει, φησὶ, τοῦ νοητοῦ φωτὸς γενόμενος ἐπὶ τὸ ὑμνεῖν ἐξεγερθήσομαι.
Awake, my glory. He calls the prophetic spirit his glory. Awake, psaltery and harp. Psaltery he calls the soul, and harp he names the body. I will awake at dawn. Coming into perception, he says, of the spiritual light, I will awake to sing hymns.
PG 27:261Read from the pageἘξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Τὴν τῶν ἐθνῶν ἁπάντων ἐπιστροφὴν εὐαγγελίζεται δι' ὧν ἐξομολογεῖται, ἅτε δὴ πάντων τῶν ἐθνῶν τοὺς αὐτοῦ ᾀδόντων ὕμνους. Ὅτι ἐμεγαλύνθη ἕως τὸν οὐρανὸν τὸ ἔλεός σου. Ὅμοιον τῷ· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῶν τέκνων τοῦ Θεοῦ. Καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Ἀληθεῖς, φησὶ, τὰς τῶν νεφελῶν, τουτέστι τῶν προφητῶν, διὰ τῶν πραγμάτων ἀπέδειξάς σου φωνάς.
I will confess to Thee among the peoples, O Lord; I will sing psalms to Thee among the nations. He proclaims the good news of the conversion of all the nations through the things which he confesses, inasmuch as all the nations sing His hymns. For Thy mercy is magnified unto the heaven. Similar to: Because the creation itself also shall be delivered from corruption into the liberty of the children of God. And Thy truth unto the clouds. True, he says, hast Thou shown the voices of the clouds, that is, of Thy prophets, to be through the deeds themselves.
[Ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Ἀληθεῖς, φησὶ, τὰς τῶν νεφελῶν, τουτέστι τῶν προφητῶν, διὰ πραγμάτων ἐπεδείξαντο φωνάς. Ἕως τῶν οὐρανῶν, ὅμοιον τῷ· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς φθορᾶς εἰς ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.]
[Unto the clouds Thy truth. True, he says, through deeds did they show the voices of the clouds, that is, of the prophets, to be. Unto the heavens, is similar to: Because the creation itself also shall be delivered from corruption into the liberty of the glory of the children of God.]
Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυΐδ εἰς στηλογραφίαν. ΨΑΛΜΟΣ ΝΖʹ.
Unto the end, destroy not, for David, for an inscription of a pillar. Psalm 57.
Τὴν αὐτὴν ὑπόθεσιν ἔχει τῷ προλαβόντι ὁ παρὼν ψαλμὸς, μᾶλλον δὲ σαφῶς ἐξηγεῖται ποῖον κατὰ τῶν ἐπαναστάντων τῷ Σωτῆρι τὸ τέλος γέγονεν.
The present psalm has the same argument as the preceding one, or rather it clearly explains what sort of end befell those who rose up against the Saviour.
Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε. Ἐπειδὴ συνήγοντο κατὰ τοῦ Σωτῆρος, ὡς ἐκδικοῦντες τὸν νόμον, εἰκότως αὐτοῖς τὸ προφητικὸν ἐντέλλεται πνεῦμα, εἴ γε ἄρα τοῦ δικαίου φροντίζουσιν, εὐθέα κρίνειν, τουτέστι δίκαια. Οἱ δὲ οὐκ ἔκριναν δίκαια, τὸν ἀθῶον καὶ δίκαιον ἀποκτεῖναι βουλόμενοι. Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ. Εἰ καὶ οἱ λόγοι, φησὶ, χρηστοὶ, διεκδικεῖν προσποιούμενοι τὸν νόμον· ἀλλ' ἡ καρδία πικρίας ἐστὶ πλήρης, καὶ αἱ πράξεις δὲ ὁμοίως ἀνομίας πεπλήρωνται.
If indeed ye truly speak righteousness. Since they were gathering together against the Saviour, as though avenging the law, reasonably does the prophetic spirit command them, if indeed they care for what is righteous, to judge uprightly, that is, justly. But they did not judge justly, wishing to kill the innocent and righteous One. For indeed in heart ye work iniquities on the earth. Even if the words, he says, are fair, pretending to avenge the law, yet the heart is full of bitterness, and the deeds likewise are filled with iniquity.
Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. Δείκνυσι τὸ μηδεμίαν αὐτοὺς τὸ παράπαν ἐσχηκότας αἰτίαν εἰς σωτηρίαν. [Διὰ γὰρ Ἡσαΐου τοῦ προφήτου πρὸς Ἰουδαίους ὁ Θεὸς ἔφη· Ἔγνων, ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος εἶ, καὶ ἐκ κοιλίας κληθήσῃ· κοιλίαν τὸ ἅγιον βάπτισμα λέγων.] Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. Θυμὸν φησι τὴν ψυχὴν, ἣν καὶ ὁμοίαν εἶναί φησι τοῦ ἐν παραδείσῳ ὄφεως· ὃς ὑποκρινάμενος ῥήματα φιλίας, τὸν θάνατον εἰσήγαγεν. Ἐπειδὴ τοίνυν καὶ οὗτοι παραπλησίως, Ῥαββὶ, καὶ Διδάσκαλε, λέγοντες, καὶ, Οἴδαμεν, ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας, καὶ τὰ τοιαῦτα προφερόμενοι ῥήματα, ἐβουλεύοντο παραδοῦναι σταυρῷ· τούτου χάριν τῇ ὁμοιώσει τοῦ ὄφεως παρεβλήθησαν. Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς. Οὐ μόνῳ τῷ ὄφει, φησὶ, παρεικασθεῖεν ἂν, ἀλλὰ καὶ ἀσπίδι ἐπὶ τῶν ὀδόντων ἐχούσῃ τὸν ἰὸν, μὴ βουλομένῃ τε ἐπακούειν τῶν ἐπῳδῶν εἰς τὸ τοῦ θυμοῦ παύεσθαι. Ταῦτα δέ φησιν, ἐπειδὴ καὶ αὐτοὶ κατὰ τὴν Ἡσαΐου φωνὴν ἐβάρυναν τὰ ὦτα, τοῦ μὴ ἀκοῦσαι τοὺς παρὰ τοῦ Κυρίου λόγους.
Sinners have been alienated from the womb. He shows that they had no cause at all for salvation. [For through Isaiah the prophet God said to the Jews: I knew that thou wilt surely deal treacherously, and art a transgressor, and from the womb thou shalt be called so; calling holy baptism the womb.] Their wrath is according to the likeness of the serpent. Wrath he calls the soul, which he also says is like the serpent in paradise, which, feigning words of friendship, brought in death. Since, therefore, these men also in like manner, saying Rabbi, and Teacher, and We know that Thou art come from God, and uttering such words, were taking counsel to deliver Him to the cross, for this reason they were compared to the likeness of the serpent. Like that of a deaf asp and one that stoppeth her ears. Not only to the serpent, he says, might they be likened, but also to an asp having poison upon its teeth, and unwilling to hearken to the charms so as to cease from its rage. And he says these things since they also, according to the voice of Isaiah, made their ears heavy, so as not to hear the words from the Lord.
Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν. Ὀδόντας ἐν τούτῳ τὰς συκοφαντίας ἃς πεποίηνται κατὰ τοῦ Κυρίου φησὶ, καὶ μάλιστα τὰς ἐπὶ τῆς ἀναστάσεως· ἢ ὀδόντας τὴν δύναμίν φη-
God shall break their teeth in their mouth. Teeth in this passage he calls the false accusations which they made against the Lord, and especially those concerning the resurrection; or teeth he calls the power-
PG 27:264Read from the pageσιν, ἐπειδὴ τῶν λεόντων ἐν τοῖς ὀδοῦσιν ἡ δύναμις. Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον. Εὐκαταφρόνητοι, φησὶν, ἔσονται ὕδατι παραπλησίως ἐσκεδασμένῳ καὶ παντελῶς ἀχρήστῳ. Ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσωσι. Τόξον ἐν τούτοις τὴν ἀπόφασιν τὴν ἐν τῷ θείῳ βήματι γενησομένην φησί. Τὸ δὲ, ἕως οὗ, ἀντὶ τοῦ, καὶ, κεῖται, ἵνα ᾖ, καὶ ἀσθενήσουσιν. Ἔπεσε τὸ πῦρ ἐπ' αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον. Ἐμβληθέντες, φησὶν, εἰς τὸ πῦρ τὸ αἰώνιον, τῆς δικαιοσύνης τὸν ἥλιον οὐκ ἐθεάσαντο. Ὅμοιον δὲ τό, Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.
since the strength of lions is in their teeth. They shall be despised like water running through. They shall be easily despised, he says, like water that is scattered and altogether useless. He shall bend His bow until they are weakened. By bow in these words he means the sentence that will take place at the divine tribunal. And the phrase, until, stands instead of, and, so that it may be, and they shall be weakened. Fire fell upon them, and they did not see the sun. Being cast, he says, into the eternal fire, they did not behold the Sun of righteousness. Similar is the saying, Let the ungodly be taken away, that he may not see the glory of the Lord (Isa. 26:10).
Πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥάμνον. Ῥάμνος ἀκανθῶδες φυτόν. Λέγει δὲ τὸν ἀκάνθινον στέφανον. Πρὶν, φησὶν, αὐξῆσαι τὰς ἀκάνθας ὑμῶν, τουτέστι τὰς ἁμαρτίας, καὶ γενέσθαι ῥάμνον, ἀντὶ τοῦ ἐξανθῆσαι καὶ καρποφορῆσαι, μετελεύσεται ὑμᾶς ἡ θεία ὀργή.
Before your thorns understand the bramble. The bramble is a thorny plant. And he speaks of the thorny crown. Before, he says, your thorns grow, that is, your sins, and become a bramble, instead of blossoming and bearing fruit, the divine wrath will overtake you.
Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν. Οἱ δίκαιοι, φησὶν, ἐκ μέσου γιγνομένους τοὺς ἀλιτηρίους θεώμενοι δαίμονας κατὰ τὸν τῆς δικαιοκρισίας καιρὸν, ἐπὶ τῷ δικαίῳ κρίματι τοῦ Θεοῦ εὐφρανθήσονται, ἅτε δὴ ἀθῶοι αὐτοὶ εὑρεθέντες τῆς ἐπὶ τῷ θανάτῳ κολάσεως. Τὸ γὰρ, νίψεται, ἐπὶ τοῦ ἀθώου ληπτέον κατὰ τό, Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. Ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ. Τὸ, ἄρα, ἀντὶ τοῦ, ὄντως, τέθειται. Ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτούς. Ὁμολογοῦσι, φησὶν, ὄντως δικαίαν ὑπάρχειν τὴν ἐπ' αὐτῶν ἐξενεχθεῖσαν κρίσιν τοῦ Θεοῦ.
The righteous man shall rejoice when he sees vengeance. The righteous, he says, beholding the wicked demons being taken out of the midst at the time of righteous judgement, will rejoice over the righteous judgement of God, inasmuch as they themselves have been found innocent of the punishment unto death. For the word, he shall wash, must be taken in reference to the innocent, according to the saying, I will wash my hands among the innocent (Ps. 25:6). Truly there is a God judging them in the earth. The word, truly, is placed instead of, really. Truly there is a God judging them. They confess, he says, that the judgement of God brought forth upon them is really righteous.
Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ, εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν.
Unto the end, destroy not, for David, for an inscription on a pillar, when Saul sent, and watched his house, in order to put him to death.
Διαφθονήσας τῳ Δαυῒδ ὁ Σαοὺλ, καίτοι εὐεργέτην ὄντα, ἐζήτει ἀποκτεῖναι, ποτὲ μὲν ἀκοντίζων τὸ δόρυ κατ' αὐτοῦ, ποτὲ δὲ ἐν τῷ οἴκῳ ἐκπολιορκῶν αὐτόν. Ἀναφέρεται δὲ εἰς πρόσωπον τοῦ Σωτῆρος, τοῦ εὐεργετοῦντος μὲν τὸν ἀχάριστον Ἰσραὴλ, οὗ καὶ πρόσωπον εἶχεν ὁ Σαοὺλ, ἐπιβουλευομένου δὲ παρ' αὐτοῦ. Εὐαγγελίζεται δὲ καὶ τὴν τῶν ἐθνῶν ἁπάντων κλῆσιν, ἐκβαλλομένου δηλονότι διὰ τὴν δυσσέβειαν τῆς κατὰ Θεὸν πολιτείας τοῦ Ἰσραήλ.
Saul, having envied David, although he was a benefactor, sought to kill him, sometimes hurling his spear against him (1 Reg. 19:10), and sometimes besieging him in his house (1 Reg. 19:11). And this is referred to the person of the Saviour, Who does good to ungrateful Israel, whose person Saul also represented, while being plotted against by him. And he also proclaims the good news of the calling of all the nations, Israel manifestly being cast out from the way of life according to God because of its ungodliness.
Ἐξέλου με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός. Εὔχεται αἰσθητῶν τε καὶ νοητῶν ἀπαλλαγῆναι ἐχθρῶν. Οὗτοι γὰρ δὴ ἄνομα πραττόμενοι ἐφθόνουν κατ' αὐτοῦ.
Deliver me from my enemies, O God. He prays to be delivered from both perceptible and spiritual enemies. For these indeed, practising lawless deeds, envied him.
Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου, Κύριε. Ὅμοιον τῷ, Ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Neither my lawlessness, nor my sin, O Lord. This is similar to the saying, Because He did no lawlessness, nor was deceit found in His mouth (1 Pet. 2:22).
Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη. Εὔχεται ἐπιστροφὴν γενέσθαι ἐπὶ τὴν εἰς Χριστὸν πίστιν τῶν εἰδωλολατρῶν, ἀποβολὴν δὲ τοῦ Ἰσραὴλ διὰ τὴν ἀνομίαν αὐτῶν. Μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Ἐπιστρέψουσιν εἰς ἑσπέραν. Τὴν αἰτίαν φησὶ δι' ἧς μὴ οἰκτείρεσθαι
Attend to visit all the nations. He prays that there may be a conversion of the idolaters to faith in Christ, and a rejection of Israel because of their lawlessness. Have no pity on all those who work lawlessness. They shall return at evening. He states the cause on account of which he prayed that they not be pitied
Notes, col. 264
PG 27:265Read from the pageαὐτοὺς ηὔξατο. Ἡ αἰτία δὲ, ὅτι συστροφὴν κατὰ τοῦ Σωτῆρος ποιήσονται κατὰ τὸν καιρὸν ἐκεῖνον, καθ' ὃν ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐπεδήμησε τῷ κόσμῳ μετὰ σαρκός. Καὶ λιμώξουσιν ὡς κύων, λιμώξουσι μὲν διὰ τὸ μὴ δέξασθαι αὐτοὺς τὸν ἄρτον τὸν ζωοποιόν, κύνας δὲ αὐτοὺς διὰ τὸ ἀναιδὲς κατονομάζει τῆς ψυχῆς. Τὸ δέ, Κυκλώσουσι πόλιν, ὅτι δὴ, ἐκπεσόντες τῆς πατρίδος νόμοις τε βασιλικοῖς εἰργόμενοι αὐτῆς, ἔξωθεν κύκλῳ περιέρχονται, μόλις μακρόθεν ποθὲν αὐτὴν θεώμενοι.
[that] they [not be pitied]. And the cause is that they will make a conspiracy against the Saviour at that time when, at the end of days, He sojourned in the world with flesh. And they shall hunger like a dog; they shall hunger on the one hand because they did not receive the life-giving bread, and on the other hand he names them dogs because of the shamelessness of their soul. And the phrase, They shall go round the city, is because, having fallen from their homeland and being barred from it by imperial laws, they go around in a circle outside, scarcely beholding it from somewhere afar off.
Ἰδοὺ αὐτοὶ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν. Ἀντὶ τοῦ, βλασφημήσουσι. Καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν. Τό, Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Καὶ σὺ, Κύριε, ἐκγελάσῃ αὐτούς. Ἐβλασφήμουν, φησὶ, καὶ μὴν καὶ μέχρι σταυροῦ ἐπεβούλευσαν λέγοντες, ὡς οὐκ ὄψεται ὁ Θεὸς τοὺς λόγους καὶ τὰς πράξεις αὐτῶν. Ἀλλ' εἰ καὶ ταῦτα διενοήθησαν, σὺ, Κύριε, φησὶ, καταγελάστους αὐτοὺς παρασκευάσεις ἐγγενέσθαι. Ἐκεῖνοι μὲν οὖν ἐκεῖνα τολμῶσι, σὺ δὲ καὶ ἀκούεις, καὶ βλέπεις, καὶ γελᾷς αὐτῶν τὴν ματαίαν μανίαν. Ἐξουδενώσεις πάντα τὰ ἔθνη. Τὰ νοητὰ δηλονότι, τὰ καὶ αὐτοὺς εἰς τὸν κατὰ τοῦ Κυρίου ἐγείραντα πόλεμον. Ἄνω εἶπε, Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη, ἐνταῦθα, Ἐξουδενώσεις πάντα τὰ ἔθνη, πολλῇ δι' ὅλου τῇ τάξει τοῦ λόγου καὶ διὰ τῶν ἐν μέσῳ χρησάμενος. Δεικνὺς γὰρ, ὅτι μὴ ἁπλῶς αἰτεῖ τὴν κατ' αὐτῶν τιμωρίαν, πρότερον ᾔτησεν ἐπιδεῖν τε τὸν Θεὸν καὶ ἐξετάσαι τὰ γιγνόμενα, εἶτα διηγήσατο οἷα πράττουσιν, οὐδὲ εἶναί τινα τὸν προνοοῦντα νομίζοντες. Καὶ τότε τὴν τιμωρίαν ἐπήγαγεν, τοῦτο λέγων, ὅτι, Ἐπὶ τούτοις ἀξίως αὐτοὺς κολάσεις, καὶ τῇ παρὰ σοῦ τιμωρίᾳ τὸ μηδὲν ἀποφανεῖς.
Behold, they shall utter speech with their mouth. Instead of, they shall blaspheme. And a sword is in their lips. That is, Away with Him, away with Him, crucify Him (John 19:15). And Thou, O Lord, shalt laugh them to scorn. They blasphemed, he says, and indeed plotted even unto the cross, saying that God will not see their words and their deeds. But even if they devised these things, Thou, O Lord, he says, shalt cause them to become ridiculous. They indeed dare those things, while Thou both hearest, and seest, and laughest at their vain madness. Thou shalt bring to naught all the nations. The spiritual ones, manifestly, who also stirred them up to the war against the Lord. Above he said, Attend to visit all the nations; here, Thou shalt bring to naught all the nations, using great order throughout the discourse and through the things in between. For showing that he does not simply ask for punishment against them, he first asked that God look upon and examine the things taking place; then he recounted what sort of things they do, thinking that there is no one who exercises providence. And then he brought in the punishment, saying this: Upon these things Thou shalt worthily punish them, and by the vengeance from Thee Thou shalt show them to be nothing.
Τὸ κράτος μου πρὸς σὲ φυλάξω. Ἐκεῖνοι μὲν, φησὶ, τὰ τοιαῦτα δεδυσσεβήκασι κατὰ σοῦ, ἐγὼ δὲ ὁ προφήτης ὁ ταῦτα λέγων, τῷ πνεύματι τὴν ἰσχύν μου καὶ τὴν βασιλείαν μου διὰ σοῦ φυλαχθησομένην ἕξω, ὅτι δὴ καὶ συναντελάβου μου, καὶ πρὸ τῶν δεήσεων τῷ ἐλέει σου περιέσφιγξας, ὡς καὶ τὴν πτῶσιν ἐπιδεῖν με τῶν ἐχθρῶν μου.
My strength I will keep toward Thee. They indeed, he says, have committed such ungodliness against Thee, whereas I the prophet who say these things, in the spirit will have my strength and my kingdom kept through Thee; because Thou hast also helped me, and before my supplications hast encompassed me with Thy mercy, so that I even look upon the fall of my enemies.
Μὴ ἀποκτείνῃς αὐτοὺς, μή ποτε ἐπιλάθωνται τοῦ νόμου σου. Εὔχεται μὲν μὴ εἰς τὸ παντελὲς ἐξ ἀνθρώπων ἀφανισθῆναι τὸ γένος τῶν ἐπαναστάντων κατὰ τοῦ Κυρίου, διασκορπισθῆναι δὲ μᾶλλον καὶ ἐν αἰχμαλωσίᾳ ζῆν αὐτοὺς ἀξιοῖ διὰ τὴν ἁμαρτίαν τοῦ στόματος αὐτῶν, καὶ διὰ τὴν ὑπερηφανίαν αὐτῶν.
Slay them not, lest they ever forget Thy law. He prays on the one hand that the race of those who rose up against the Lord may not be utterly blotted out from among men, and on the other hand he asks rather that they be scattered and live in captivity because of the sin of their mouth, and because of their pride.
Καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται ἐν συντελείᾳ. Ἐξάκουστος, φησὶ, γένοιτο αὐτῶν ἡ συντέλεια διὰ τὰς κατάρας ἃς καταρῶνταί σε, καταψευδόμενοι τῆς σῆς δόξης. Συντέλειαν δὲ οὐ τὴν εἰς τὸ παντελὲς ἀπώλειαν τοῦ ἔθνους φησὶν, ἀλλὰ τὴν καταστροφὴν τῆς δόξης αὐτῶν. Δόξα δὲ αὐτῶν αἱ κατὰ νόμον λατρεῖαι, ὁ θεῖος ναὸς, οἱ προφῆται, οἱ ἀρχιερεῖς, οἱ νομοδιδάσκαλοι, ἡ ἐπιφάνεια τῶν ἀγγέλων, ἅπερ ἅπαντα ἀθρόως μετὰ τὴν κατὰ τοῦ Κυρίου μιαιφονίαν συντετέλεσται.
And for cursing and falsehood they shall be declared in the consummation. Let their consummation, he says, become heard of afar because of the curses with which they curse Thee, lying against Thy glory. And by consummation he does not mean the utter destruction of the nation, but the overthrow of their glory. And their glory was the services according to the law, the divine temple, the prophets, the chief priests, the teachers of the law, the manifestation of the angels, all of which things were brought to an end all at once after the murderous slaying of the Lord.
PG 27:268Read from the pageΚαὶ γνώσονται, ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ, καὶ τῶν περάτων τῆς γῆς. Ἁπάσης τῆς δόξης ἀφαιρεθέντες, φησὶν, ἔργῳ γνώσονται, ὅτι δὴ σὺ εἶ ὁ Δεσπότης τοῦ Ἰακὼβ, καὶ εἰς τὰ πέρατα τῆς γῆς ἐκτείνας τὴν σὴν Ἐκκλησίαν.
And they shall know that God rules over Jacob, and over the ends of the earth. Deprived of all their glory, he says, they shall know in deed that Thou art truly the Master of Jacob, having also extended Thy Church unto the ends of the earth.
Ἐπιστρέψουσιν εἰς ἑσπέραν. Ἐπαναλαμβάνει τὰ προειρημένα, βεβαιοτέραν τὴν κατ' αὐτῶν προφητείαν κατεργαζόμενος. [Ἐπειδὴ εἶπεν, Ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν, ἵνα μή τις ἐναντία εἰρηκέναι νομίσῃ τὸν προφήτην τῷ εἰπεῖν, Διασκέδασον αὐτοὺς ἐν τῇ δυνάμει σου, εἰκότως τῇ ταυτολογίᾳ ἐχρήσατο τῷ, Ἐπιστρέψουσι, κατὰ τὸ ῥητὸν ἀσάφειαν ἔχουσιν οἱ στίχοι. Βούλεται γὰρ εἰπεῖν τὸ τῶν κυνῶν ὑπόδειγμα, οἳ, συνηγμένοι ἔν τινι τροφῇ, ἀλλήλους κατεσθίουσι πρὶν τοῦ βρώματος ἅψασθαι, διὸ καὶ μερίζονται ἀποτυγχάνοντες τροφῆς πολλάκις.]
They shall return at evening. He repeats the things said before, making the prophecy against them more certain. [Since he said, In the wrath of consummation, and they shall not be, lest anyone should think the prophet to have spoken contrary things in saying, Scatter them in Thy power, he reasonably used the repetition, They shall return; according to the letter the verses have obscurity. For he wishes to state the example of dogs, which, gathered together at some food, devour one another before touching the food, wherefore also they are divided, oftentimes failing to obtain food.]
Αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν, ἐὰν δὲ μὴ χορτασθῶσι, καὶ γογγύσουσιν. Περιέλθωσι μὲν ζητοῦντες τὸν λόγον τοῦ Κυρίου, καὶ οὐ μὴ εὕρωσιν. Ἐὰν δὲ καί ποτε, λέξεώς τινος μετειληφότες τῆς θείας Γραφῆς, δόξωσιν εἰς κόρον ἀπολαῦσαι, καὶ οὕτω γογγύσουσιν, ἅτε ἀεὶ γογγυσταὶ ὄντες καὶ τοῦ Θεοῦ καταλαλοῦντες.
They shall be scattered abroad to eat; and if they be not satisfied, they shall even murmur. Let them go about seeking the word of the Lord, and they shall by no means find it. And even if ever, having partaken of some expression of the divine Scripture, they seem to enjoy it to the full, even so they will murmur, inasmuch as they are always murmurers and speak against God.
Ἐγὼ δὲ ᾄσομαι τὴν δύναμίν σου. Ἐκεῖνοι μὲν οὕτως, φησίν, ἐγὼ δὲ, ὁ ἐξ ἐθνῶν δηλονότι λαὸς, ἅτε τὴν σὴν δύναμιν ἐπιγνοὺς, χαρήσομαι ἐπὶ τῷ ἐλέει σου τῷ γενομένῳ ἐν φωτὶ, καὶ τῇ ἀναστασίμῳ σου ἡμέρᾳ. Δι' αὐτοῦ γὰρ καὶ ἀντελάβου ἡμῶν καὶ καταφυγὴ ἐν θλίψει ἐγένου. Διὸ καὶ ψαλμοὺς ἀναπέμπω σοι τῷ Θεῷ τῷ ἐλεήσαντί με. Ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου. Ἀπήλαυσα γὰρ τῆς σῆς ἐπικουρίας ἀεὶ, καὶ διὰ τῆς σῆς προνοίας τὰς προσπεσούσας διέφυγον συμφοράς. Οὗ δὴ χάριν σὲ μόνον οἶδα Θεὸν, καὶ σὲ πηγὴν ἐλέους καὶ φιλανθρωπίας καλῶ. Ταῦτα ὁ μακάριος Δαυῒδ πόῤῥωθεν προφητικοῖς ἰδὼν ὀφθαλμοῖς, καὶ τὰς Ἰουδαίων προείρηκε συμφορὰς, καὶ αὐτὸς ὑμνήσειν ἀεὶ τὸν Δεσπότην ὑπέσχετο, καὶ πληροῖ γε τὰς ὑποσχέσεις, διὰ τῶν εὐσεβῶν τὴν ὑμνῳδίαν προσφέρων.
But I will sing of Thy power. They indeed act thus, he says; but I, manifestly the people from the nations, inasmuch as I have recognized Thy power, will rejoice in Thy mercy which came in the light, and on the day of Thy resurrection. For through it Thou hast both helped us and become a refuge in affliction. Wherefore also I send up psalms to Thee, the God Who had mercy on me. Because Thou hast become my helper and my refuge. For I have always enjoyed Thy succour, and through Thy providence I have escaped the calamities that befell me. For the sake of which I know Thee alone as God, and I call Thee the fountain of mercy and loving-kindness. Seeing these things from afar with prophetic eyes, the blessed David both foretold the calamities of the Jews, and promised that he himself would always hymn the Master; and he fulfills the promises indeed, offering the psalmody through the godly.
Εἰς τέλος. Τοῖς ἀλλοιωθησομένοις, ἔτι εἰς στηλογραφίαν τῷ Δαυῒδ, εἰς διδαχὴν, ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σοβὰλ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν ιβʹ χιλιάδας. ΨΑΛΜΟΣ ΝΘʹ.
Unto the end. For those who shall be changed, further for an inscription on a pillar for David, for instruction, when he burned Mesopotamia of Syria, and Syria Sobal, and Joab returned, and struck in the valley of Salt twelve thousand. Psalm 59.
Σαφοῦς οὔσης τῆς ἱστορίας, διὰ τὸ ἀκριβῶς αὐτὴν ἀναγεγράφθαι ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν, τὸ ἐξ αὐτῆς χρήσιμον ἐροῦμεν, ὡς ἀναφέρεται τὸ μὲν πρόσωπον τοῦ Δαυῒδ εἰς πρόσωπον τοῦ Κυρίου, τοῦ καὶ τὴν ἀλλοίωσιν καὶ τὴν καινότητα τῶν πραγμάτων ἐπ' ἐσχάτου δεδωκότος τῶν καιρῶν καὶ πατάξαντος τὰ ἀλλόφυλα ἔθνη, τουτέστι τὰ νοητά. Ταῦτα γὰρ ἡμᾶς ἡ Γραφὴ ἐκπαιδεύει λέγουσα εἰς διδαχήν. Διδασκόμεθα οὖν, ὡς κατὰ τὸν καιρὸν καθ' ὃν τοὺς μὲν ἐχθροὺς ἐπάταξεν ὁ ἐκ σπέρματος κατὰ σάρκα τοῦ Δαυῒδ, τὰ δὲ ἔθνη οἰκεῖα πεποίηται ὁ τῶν Ἰουδαίων λαὸς, ἐν αἰσθήσει τῆς
Since the history is clear, because it is accurately recorded in the Second Book of Kingdoms (2 Reg. 8:3-13), we shall state what is useful from it: how the person of David is referred to the person of the Lord, Who both gave the change and the newness of things at the end of the times and struck the foreign nations, that is, the spiritual ones. For the Scripture instructs us in these things when it says, for instruction. We are taught, therefore, how at the time when He Who is of the seed of David according to the flesh struck the enemies, and made the nations His own, the people of the Jews, coming to a sense of the
PG 27:269Read from the pageδιὰ Χριστὸν τιμωρίας γεγονὼς, ἐπιστροφήν τινα ποιεῖται, αἰτῶν καὶ αὐτὸς τῆς διὰ Χριστὸν χάριτος ἀξιωθῆναι. Ἀποκλαίεται δὲ πρῶτον τὴν γενομένην αὐτῷ διὰ τὴν εἰς Χριστὸν δυσσέβειαν καταστροφὴν, διὸ καί φησιν,
punishment on account of Christ, makes a certain conversion, asking that it too may be counted worthy of the grace through Christ. And first it bewails the overthrow that happened to it because of its ungodliness towards Christ, wherefore also it says:
Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς. Ἐτιμωρήσω ἡμᾶς, φησὶ, διὰ τὴν εἰς σὲ γεγενημένην δυσσέβειαν. Ἀλλὰ καὶ ᾠκτείρησας ἡμᾶς, τὸ γὰρ, ᾠκτείρησας, ἀντὶ τοῦ, οἰκτείρησον, ἢ ἄλλως τὸ, ᾠκτείρησας, ἐλεεινοὺς καὶ ἀθλίους ἀπέφηνας, ὡς διὰ τὰς συμφορὰς καιρὸν εἶναι κατοικτείρεσθαι λοιπόν. Συνέσεισας τὴν γῆν, καὶ συνετάραξας αὐτήν. Τὴν Ἱερουσαλήμ φησι, διὰ τὸ πολιορκηθῆναι αὐτὴν, καὶ τὸν ἐν αὐτῇ καταστραφῆναι νεών. Ἢ καὶ τὴν νοητὴν αὐτῶν γῆν φησιν, ἥτις διὰ τὴν ἀποστροφὴν τὴν γενομένην κατ' αὐτῶν κατακεκλόνηται. Ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. Πάλιν τὰ γεγενημένα διέξεισιν.
O God, Thou hast cast us off, and hast destroyed us; Thou hast been angry and hast pitied us. Thou hast punished us, he says, because of the ungodliness committed against Thee. Yet Thou hast also pitied us; for the phrase, Thou hast pitied, stands instead of, have pity; or otherwise, Thou hast pitied means Thou hast rendered us pitiable and wretched, so that because of the calamities it is now time to be pitied henceforth. Thou hast shaken the earth, and hast troubled it. He means Jerusalem, because it was besieged, and the temple in it was overthrown. Or he also means their spiritual earth, which has been shaken down because of the turning away that took place against them. Heal the breaches thereof, for it has been shaken. Again he recounts the things that have taken place.
Ἔδειξας τῷ λαῷ σου σκληρά. Τῷ πλήθει, φησὶ, τῶν συμφορῶν, καθάπερ οἴνῳ τινὶ κάρον ἡμῖν ἐνεποίησας, καὶ ὀδύνης ἐνέπλησας τὰς ἡμετέρας ψυχάς. Ἐπότισας ἡμᾶς οἶνον κατανύξεως. Οὕτω καὶ ὁ Ἀκύλας ἡρμήνευσεν, Ἐπότισας ἡμᾶς οἴνῳ καρώσεως. Οἶνον κατανύξεως τὰς ἐν ταῖς θείαις Γραφαῖς τιμωρίας φησὶ, τὰς προανακηρυχθείσας αὐτοῖς τῆς εἰς Χριστὸν δυσσεβείας ἕνεκα. Ἀναγινώσκοντες γὰρ καὶ τῇ πείρᾳ τὰ προηγορευμένα μανθάνοντες, κατανύττονται τὸ συνειδός. Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. Σημείωσις ὁ φωτισμὸς, καθ' ὃν δύναταί τις διάκρισιν ἔχειν πνευμάτων, καὶ ἀγαθοῦ καὶ κακοῦ. Ταύτης γὰρ τῆς γνώσεως ὑπαρξάσης, φεύγομεν ἀπὸ τῶν χειρόνων, μακρὰν κακοῦ ἔργου καὶ πνεύματος πονηροῦ γινόμενοι. Τοῦ αὐτοῦ. Ἡμεῖς μὲν, φησὶ, δι' ἣν ἐπράξαμεν δυσσέβειαν τετιμωρήμεθα, οἱ δὲ φοβούμενοί σε σημεῖον ἐδέξαντο (δῆλον δὲ, ὅτι ἐν ᾧ ἐσφραγίσθημεν), ὅπως ἂν ἔξω πάσης κολαστικῆς ἐπηρείας γένοιντο. Τούτου δὲ τοῦ σημείου τύπος ἦν τὸ ἐν ταῖς φλιαῖς τῶν προβάτων ἐν Αἰγύπτῳ χριόμενον αἷμα.
Thou hast showed Thy people hard things. By the multitude of calamities, he says, as if by some wine, Thou hast produced stupor in us, and hast filled our souls with pain. Thou hast made us drink the wine of compunction. Thus Aquila also interpreted it: Thou hast made us drink with wine of stupor. By wine of compunction he means the punishments in the divine Scriptures, which were proclaimed beforehand to them on account of their ungodliness towards Christ. For reading and learning by experience the things foretold, they are pricked in their conscience. Thou hast given a token to those who fear Thee, that they may flee from the face of the bow. The token is illumination, according to which one is able to have discerning of spirits, and of good and evil. For when this knowledge is present, we flee from worse things, becoming far from every evil work and wicked spirit. By the same. We indeed, he says, have been punished because of the ungodliness which we committed; whereas those who fear Thee have received a sign (and it is manifest that it is that wherewith we were sealed), so that they might be outside all punishing harm. And a type of this sign was the blood of the sheep smeared on the doorposts in Egypt (Exod. 12:7).
Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ. Ὅμοιον τῷ, Ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Αὐτὸς γάρ ἐστιν ὁ ἅγιος τοῦ Θεοῦ καὶ Πατρός. Τί δὲ ἐλάλησε, καὶ πρὸς τίνα ἐλάλησεν; Ἐπειδὴ ηὔξατο ἐν τῷ προλαβόντι ψαλμῷ λέγων, Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, τούτου χάριν ἀποκρίνεται, ὡς τὰ Σίχημα μὲν διαμεριεῖ, τουτέστι τὸ βασίλειον τοῦ Ἰσραήλ, ἐν Σιχήμοις γὰρ ἦν. Δέδωκε γὰρ αὐτὸ ἀλλοφύλοις ἔθνεσι τοῖς πιστεύσασιν εἰς αὐτόν. Καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Κοιλάδα ἡ θεία Γραφὴ τὸ πάντων ἀνθρώπων οἰκητήριόν φησι. Ταύτην οὖν, φησὶ, τὴν κοιλάδα πᾶσαν εἰς σκηνὰς ἐμαυτῷ διαμετρήσω, τουτέστιν ἐκκλησιῶν πληρεστάτην ἀποτελέσω.
God hath spoken in His holy one. Similar to the saying, At the end of these days He hath spoken unto us in His Son (Heb. 1:2). For He Himself is the Holy One of God and the Father. And what did He speak, and to whom did He speak? Since he prayed in the preceding psalm saying, Be Thou exalted above the heavens, O God, and Thy glory above all the earth (Ps. 56:12), on account of this He answers that He will divide Shechem, that is, the kingdom of Israel, for it was in Shechem. For He has given it to foreign nations who believed in Him. And I will measure out the valley of tabernacles. The divine Scripture calls the dwelling-place of all men a valley. All this valley therefore, He says, I will measure out into tabernacles for Myself, that is, I will render it most full of churches.
Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς. Διὰ Γαλαὰδ καὶ Μανασσῆ σημαίνει, ὡς ἐν τῇ ἐπιφανείᾳ αὐτοῦ πρώτοις Ἰουδαίοις κηρύσσει τὴν χάριν.
Gilead is Mine, and Manasseh is Mine. Through Gilead and Manasseh He signifies that at His manifestation He proclaims grace first to the Jews.