Migne Reading Room

PG 26 · cols. 289–300 · Read from the page

Second Oration against the Arians

Second Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:289Read from the page
67. Πότε οὖν ἔλαβε τὰ ἔργα εἰς τὸ τελειῶσαι, ὦ θεομάχοι; Ἐκ γὰρ τούτου καὶ τὸ, ἔκτισε, γνωσθήσεται. Κατὰ μὲν οὖν τὴν ἀρχὴν, ὅτε ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ ἐποίει, ἐὰν εἴπητε, ψεῦδός ἐστιν· οὔπω γὰρ ἦν γενόμενα· φαίνεται δὲ λέγων, ὡς τὰ ἤδη ὄντα λαμβάνων. Ἀλλ' οὐδὲ τὸν πρὸ τοῦ γένηται ὁ Λόγος σὰρξ χρόνον εἰπεῖν εὐαγὲς, ἵνα μὴ περιττὴ λοιπὸν αὐτοῦ ἡ ἐπιδημία φανῇ· τούτων γὰρ χάριν καὶ ἡ ἐπιδημία ἐγένετο. Οὐκοῦν λείπει λοιπὸν εἰπεῖν, ὅτι, ὅτε γέγονεν ἄνθρωπος, τότε ἔλαβε τὰ ἔργα· τότε γὰρ αὐτὰ καὶ ἐτελείωσεν, ἰασάμενος τὰ τραύματα ἡμῶν, καὶ χαρισάμενος ἡμῖν τὴν ἐκ νεκρῶν ἀνάστασιν. Εἰ δὲ ὅτε γέγονεν ὁ Λόγος σὰρξ, τότε ἐδόθη αὐτῷ τὰ ἔργα, δῆλον, ὅτι, ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ εἰς τὰ ἔργα κτίζεται. Οὐκ ἄρα τῆς οὐσίας αὐτοῦ σημαντικόν ἐστι τὸ, ἔκτισεν, ὥσπερ πολλάκις εἴρηται, ἀλλὰ τῆς σωματικῆς αὐτοῦ γενέσεως. Τότε γὰρ διὰ τὸ γεγενῆσθαι ἀπὸ τῆς παραβάσεως ἀτελῆ καὶ χωλὰ τὰ ἔργα, λέγεται σωματικῶς, ὅτι κτίζεται, ἵνα, τελειώσας αὐτὰ καὶ ὁλόκληρα ποιήσας, παραστήσῃ τῷ Πατρὶ τὴν Ἐκκλησίαν, ὡς εἶπεν ὁ Ἀπόστολος· Μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Τετελείωται οὖν ἐν αὐτῷ καὶ ἀποκατεστάθη, ὥσπερ ἦν καὶ κατὰ τὴν ἀρχὴν γεγονὸς, τὸ ἀνθρώπινον γένος, καὶ μείζονι μᾶλλον χάριτι· ἀναστάντες γὰρ ἐκ νεκρῶν, οὐκέτι φοβούμεθα θάνατον, ἀλλ' ἐν Χριστῷ βασιλεύσομεν ἀεὶ ἐν τοῖς οὐρανοῖς. Τοῦτο δὲ γέγονεν, ἐπειδὴ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἴδιος καὶ ἐκ τοῦ Πατρὸς ὢν ἐνεδύσατο τὴν σάρκα, καὶ γέγονεν ἄνθρωπος. Εἰ γὰρ κτίσμα ὢν ἐγεγόνει ἄνθρωπος, ἔμενεν οὐδὲν ἧττον ὁ ἄνθρωπος, ὥσπερ καὶ ἦν, οὐ συναφθεὶς τῷ Θεῷ. Πῶς γὰρ ἂν ποίημα ὢν, διὰ ποιήματος συνήπτετο τῷ κτίστῃ; Ἢ ποία βοήθεια παρὰ τῶν ὁμοίων τοῖς ὁμοίοις γένοιτ' ἂν, δεομένων καὶ αὐτῶν τῆς αὐτῆς βοηθείας; Πῶς δὲ, εἴπερ κτίσμα ἦν ὁ Λόγος, τὴν ἀπόφασιν τοῦ Θεοῦ λῦσαι δυνατὸς ἦν, καὶ ἀφεῖναι τὴν ἁμαρτίαν, γεγραμμένου παρὰ τοῖς προφήταις, ὅτι τοῦτο Θεοῦ ἐστι; Τίς γὰρ Θεὸς ὥσπερ σὺ ἐξαίρων ἁμαρτίας, καὶ ὑπερβαίνων ἀνομίας; Ὁ μὲν γὰρ Θεὸς εἶπε· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· οἱ δὲ ἄνθρωποι γεγόνασι θνητοί. Πῶς τοίνυν οἷόν τε ἦν παρὰ τῶν γενητῶν λυθῆναι τὴν ἁμαρτίαν; ἀλλ' ἔλυσέ γε αὐτὸς ὁ Κύριος, ὡς εἶπεν αὐτὸς, Ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ· καὶ ἔδειξεν ἀληθῶς ὁ Υἱὸς ὁ ἐλευθερώσας, ὡς οὐκ ἔστι κτίσμα, οὐδὲ τῶν γενη-
67. When then did He receive the works to perfect them, O enemies of God? For from this also the meaning of He created will be known. If then you say at the beginning, when He was making them out of nothing into being, it is a falsehood; for they had not yet come into being; whereas He appears to speak as receiving the things that already existed. Nor again is it pious to refer to the time before the Word became flesh, lest His coming should thereupon appear superfluous; for on account of these things His coming also took place. Therefore it remains to say that when He became man, then He received the works; for then also He perfected them, having healed our wounds, and having bestowed upon us the resurrection from the dead. Now if when the Word became flesh, then the works were given to Him, it is plain that when He became man, then also He is created unto the works. Not therefore of His essence is the word He created indicative, as has often been said, but of His bodily generation. For then, because the works had become imperfect and maimed from the transgression, He is said bodily to be created, so that, having perfected them and made them whole, He might present the Church to the Father, as the Apostle said: Not having spot or wrinkle, or any such thing, but that it should be holy and blameless. Human-kind therefore has been perfected in Him and restored, just as it had been made at the beginning, nay rather with greater grace; for having risen from the dead, we no longer fear death, but in Christ we shall reign for ever in the heavens. And this has come to pass because the Word of God Himself, being proper to and from the Father, put on the flesh, and became man. For if, being a creature, He had become man, man would have remained none the less just as he was, not joined to God. For how, being a work, could He have joined a work to the Creator through a work? Or what help could come from like to like, when they themselves also stood in need of the same help? And how, if the Word were a creature, was He able to undo the sentence of God, and to forgive sin, seeing that it is written in the prophets that this belongs to God? For who is a God like unto Thee, taking away sins, and passing over iniquities? For God indeed said: Earth thou art, and unto earth thou shalt depart; and men have become mortal. How then was it possible for sin to be undone by originated beings? Yet the Lord Himself did undo it, as He Himself said, Unless the Son shall make you free; and the Son Who made us free truly showed that He is no creature, nor one of the origi-
PG 26:292Read from the page
τῶν, ἀλλὰ ἴδιος Λόγος, καὶ εἰκὼν τῆς τοῦ Πατρὸς οὐσίας, τοῦ καὶ κατὰ τὴν ἀρχὴν ἀποφηναμένου καὶ ἀφιέντος μόνου τὰς ἁμαρτίας. Ἐπειδὴ γὰρ εἴρηται ἐν τῷ Λόγῳ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ἀκολούθως δι' αὐτοῦ τοῦ Λόγου καὶ ἐν αὐτῷ ἡ ἐλευθερία καὶ ἡ λύσις τῆς κατακρίσεως γεγένηται.
nated beings, but the proper Word and image of the essence of the Father, Who both at the beginning pronounced the sentence and alone forgives sins. For since it was said in the Word, Earth thou art, and unto earth thou shalt depart, consequently through the Word Himself and in Him have come to be the freedom and the undoing of the condemnation.
68. Ἀλλ' ἠδύνατο, φασὶ, καὶ κτίσματος ὄντος τοῦ Σωτῆρος, μόνον εἰπεῖν ὁ Θεὸς καὶ λῦσαι τὴν κατάραν. Τὸ αὐτὸ δ' ἂν ἀκούσαιεν καὶ αὐτοὶ παρ' ἑτέρου λέγοντος· Ἠδύνατο καὶ μηδ' ὅλως ἐπιδημήσαντος αὐτοῦ, μόνον εἰπεῖν ὁ Θεὸς καὶ λῦσαι τὴν κατάραν. Ἀλλὰ σκοπεῖν δεῖ τὸ τοῖς ἀνθρώποις λυσιτελοῦν καὶ μὴ ἐν πᾶσι τὸ δυνατὸν τοῦ Θεοῦ λογίζεσθαι· ἐπεὶ ⟨…⟩δύνατο καὶ πρὸ τῆς Νῶε κιβωτοῦ τοὺς τότε παραβάντας ἀνθρώπους ἀπολέσαι· ἀλλὰ μετὰ τὴν κιβωτὸν πεποίηκεν. Ἠδύνατο καὶ χωρὶς Μωσέως καὶ μόνον εἰπεῖν, καὶ ἐξαγαγεῖν τὸν λαὸν ἐξ Αἰγύπτου· ἀλλὰ συνέφερε διὰ Μωσέως. Ἠδύνατο καὶ χωρὶς τῶν κριτῶν σώζειν τὸν λαὸν ὁ Θεός· ἀλλὰ συνέφερε τοῖς λαοῖς κατὰ καιρὸν ἐγείρεσθαι κριτὴν αὐτοῖς. Ἠδύνατο καὶ ἐξ ἀρχῆς ὁ Σωτὴρ ἐπιδημῆσαι, ἢ ἐλθὼν μὴ παραδοθῆναι Πιλάτῳ· ἀλλὰ καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἦλθε, καὶ ζητούμενος εἶπεν· Ἐγώ εἰμι· ὃ γὰρ ποιεῖ, τοῦτο καὶ συμφέρει τοῖς ἀνθρώποις, καὶ ἄλλως οὐκ ἔπρεπε γενέσθαι· καὶ ὅπερ δὲ συμφέρει καὶ πρέπει, τούτου καὶ πρόνοιαν ποιεῖται. Ἦλθε γοῦν, οὐχ ἵνα διακονηθῇ, ἀλλ' ἵνα διακονήσῃ, καὶ τὴν ἡμῶν ἐργάσηται σωτηρίαν. Ἀμέλει δυνάμενος ἀπὸ τοῦ οὐρανοῦ λαλῆσαι τὸν νόμον, εἶδεν, ὅτι λυσιτελεῖ τοῖς ἀνθρώποις ἀπὸ τοῦ Σινᾶ λαλῆσαι, καὶ τοῦτο πεποίηκεν, ἵνα καὶ Μωσῆς ἀναβῆναι δυνηθῇ, κἀκεῖνοι τὸν λόγον ἐγγύθεν ἀκούοντες, μᾶλλον πιστεῦσαι δυνηθῶσι. Πλὴν καὶ τὸ εὔλογον τοῦ γενομένου θεωρεῖν ἔξεστιν ἐντεῦθεν· Εἰ διὰ τὸ δυνατὸν εἰρήκει, καὶ ἐλέλυτο ἡ κατάρα· τοῦ μὲν κελεύσαντος ἡ δύναμις ἐπεδείκνυτο, ὁ μέντοι ἄνθρωπος τοιοῦτος ἐγίνετο, οἷος ἦν καὶ ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως, ἔξωθεν λαβὼν τὴν χάριν, καὶ μὴ συνηρμοσμένην ἔχων αὐτὴν τῷ σώματι· τοιοῦτος γὰρ ὢν καὶ τότε τέθειτο ἐν τῷ παραδείσῳ· τάχα δὲ καὶ χείρων ἐγίνετο, ὅτι καὶ παραβαίνειν μεμάθηκεν. Ὢν τοίνυν τοιοῦτος, εἰ καὶ παραπέπειστο ὑπὸ τοῦ ὄφεως, ἐγίνετο πάλιν χρεία προστάξαι τὸν Θεὸν καὶ λῦσαι τὴν κατάραν· καὶ οὕτως εἰς ἄπειρον ἐγίνετο ἡ χρεία, καὶ οὐδὲν ἧττον οἱ ἄν-
68. But God was able, they say, even if the Saviour were a creature, merely to speak and to undo the curse. Yet they themselves also might hear the same from another saying: God was able, even without His coming at all, merely to speak and to undo the curse. But one must consider what is profitable for men, and not in all things reckon what is possible for God; since He was able even before the ark of Noah to destroy the men who then transgressed; yet He did it after the ark. He was able also without Moses merely to speak, and to bring the people out of Egypt; yet it was profitable that it should be done through Moses. God was able also without the judges to save the people; yet it was profitable for the peoples that according to the season a judge should be raised up for them. The Saviour was able also from the beginning to come among us, or having come, not to be delivered up to Pilate; yet He came at the consummation of the ages, and when sought for said: I am He; for what He does, this also is profitable for men, and it was not fitting that it should come to pass otherwise; and whatsoever is profitable and fitting, for this He also makes provision. He came, therefore, not to be ministered unto, but to minister, and to work our salvation. Assuredly, though able to speak the law from heaven, He saw that it was profitable for men that He should speak from Sinai, and this He did, so that Moses might be able to go up, and they, hearing the word from near at hand, might the rather be able to believe. Moreover, the reasonableness of what took place may be seen from this: If on account of His power He had spoken, and the curse had been undone, the power of Him Who commanded would indeed have been displayed, yet man would have become such as Adam also was before the transgression, having received grace from without, and not having it fitted to his body; for being such, he had then also been placed in paradise; and perhaps he would have become even worse, because he had learned also to transgress. Being such, therefore, if he had again been seduced by the serpent, there would again have been need for God to command and to undo the curse; and thus the need would have gone on without end, and none the less would
PG 26:293Read from the page
θρωποι ἔμενον ὑπεύθυνοι, δουλεύοντες τῇ ἁμαρτίᾳ· ἀεὶ δὲ ἁμαρτάνοντες, ἀεὶ ἐδέοντο τοῦ συγχωροῦντος, καὶ οὐδέποτε ἠλευθεροῦντο, σάρκες ὄντες καθ' ἑαυτοὺς, καὶ ἀεὶ ἡττώμενοι τῷ νόμῳ διὰ τὴν ἀσθένειαν τῆς σαρκός.
men have remained liable to guilt, in bondage to sin; and ever sinning, they would ever have stood in need of pardon, and would never have been made free, being flesh by themselves, and ever worsted by the law because of the weakness of the flesh.
69. Πάλιν τε εἰ κτίσμα ἦν ὁ Υἱὸς, ἔμενεν ὁ ἄνθρωπος οὐδὲν ἧττον θνητὸς, μὴ συναπτόμενος τῷ Θεῷ· οὐ γὰρ κτίσμα συνῆπτε τὰ κτίσματα τῷ Θεῷ, ζητοῦν καὶ αὐτὸ τὸν συνάπτοντα· οὐδὲ τὸ μέρος τῆς κτίσεως σωτηρία τῆς κτίσεως ἂν εἴη, δεόμενον καὶ αὐτὸ σωτηρίας. Ἵνα οὖν μηδὲ τοῦτο γένηται, πέμπει τὸν ἑαυτοῦ Υἱὸν, καὶ γίνεται υἱὸς ἀνθρώπου, τὴν κτιστὴν σάρκα λαβών· ἵν', ἐπειδὴ πάντες εἰσὶν ὑπεύθυνοι τῷ θανάτῳ, ἄλλος ὢν τῶν πάντων, αὐτὸς ὑπὲρ πάντων τὸ ἴδιον σῶμα τῷ θανάτῳ προσενέγκῃ, καὶ λοιπὸν, ὡς πάντων δι' αὐτοῦ ἀποθανόντων, ὁ μὲν λόγος τῆς ἀποφάσεως πληρωθῇ (πάντες γὰρ ἀπέθανον ἐν Χριστῷ)· πάντες δὲ δι' αὐτοῦ γένωνται λοιπὸν ἐλεύθεροι μὲν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς δι' αὐτὴν κατάρας, ἀληθῶς δὲ διαμείνωσιν εἰσαεὶ ἀναστάντες ἐκ νεκρῶν, καὶ ἀθανασίαν καὶ ἀφθαρσίαν ἐνδυσάμενοι. Τοῦ γὰρ Λόγου ἐνδυσαμένου τὴν σάρκα, καθὼς πολλάκις δέδεικται, πᾶν μὲν δῆγμα τοῦ ὄφεως δι' ὅλου κατεσβέννυτο ἀπ' αὐτῆς· εἴ τι ἐκ τῶν σαρκικῶν κινημάτων ἀνεφύετο κακὸν, ἐξεκόπτετο, καὶ συνανῃρεῖτο τούτοις ὁ τῆς ἁμαρτίας ἀκόλουθος θάνατος, ὡς αὐτὸς ὁ Κύριός φησιν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ οὐδὲν εὑρίσκει ἐν ἐμοί· καὶ, Εἰς τοῦτο γὰρ ἐφανερώθη, ὡς ἔγραψεν ὁ Ἰωάννης, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Τούτων δὲ λυθέντων ἀπὸ τῆς σαρκὸς, πάντες οὕτω κατὰ τὴν συγγένειαν τῆς σαρκὸς ἠλευθερώθημεν, καὶ λοιπὸν συνήφθημεν καὶ ἡμεῖς τῷ Λόγῳ. Συναφθέντες δὲ τῷ Θεῷ, οὐκέτι μὲν ἐπὶ γῆς ἀπομένομεν, ἀλλ' ὡς αὐτὸς εἶπεν, ὅπου αὐτὸς, καὶ ἡμεῖς ἐσόμεθα· καὶ λοιπὸν οὔτε τὸν ὄφιν ἔτι φοβηθησόμεθα· κατηργήθη γὰρ ἐν τῇ σαρκὶ διωχθεὶς παρὰ τοῦ Σωτῆρος, καὶ ἀκούσας· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· καὶ οὕτως ἔξω τοῦ παραδείσου τυγχάνει βαλλόμενος εἰς τὸ πῦρ τὸ αἰώνιον· οὔτε δὲ γυναῖκα παραπείθουσαν φυλαξόμεθα· Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι· καὶ ἐν Χριστῷ Ἰησοῦ καινὴ κτίσις ἔσται· καὶ οὔτε ἄρσεν, οὔτε θῆλυ, ἀλλὰ πάντα καὶ ἐν πᾶσιν
69. And again, if the Son had been a creature, man would have remained mortal none the less, not being joined to God; for a creature could not join the creatures to God, when it was itself also seeking one to join it; nor could a part of the creation be the salvation of the creation, when it itself also stood in need of salvation. Lest therefore this also should happen, He sends His own Son, and He becomes the Son of man, taking the created flesh; so that, since all are liable to death, He, being other than all, might Himself on behalf of all offer His own body to death, and henceforth, as all had died through Him, the word of the sentence might on the one hand be fulfilled (for all died in Christ), and on the other hand all through Him might henceforth become free from sin and from the curse on account of it, and might truly abide for ever, having risen from the dead, and having put on immortality and incorruption. For when the Word put on the flesh, as has often been shown, every bite of the serpent was utterly extinguished from it; and whatever evil sprang up from the movements of the flesh was cut away, and with these was abolished the death that follows upon sin, as the Lord Himself says: The ruler of this world cometh, and findeth nothing in Me; and, For unto this end was He manifested, as John wrote, that He might undo the works of the devil. And since these things were undone from the flesh, we have all thus been set free according to the kinship of the flesh, and henceforth we also have been joined to the Word. And having been joined to God, we no longer abide upon earth, but as He Himself said, where He is, we also shall be; and henceforth we shall no longer fear the serpent either, for he was brought to naught when he was driven away by the Saviour in the flesh, and heard: Get thee behind Me, Satan; and thus he happens to be cast out of paradise into the eternal fire; nor shall we be on our guard against a woman seducing us; For in the resurrection they neither marry, nor are given in marriage, but are as angels; and in Christ Jesus there will be a new creation; and there is neither male nor female, but all things and in all
PG 26:296Read from the page
ἔσται ὁ Χριστός. Ἔνθα δὲ ὁ Χριστὸς, ποῖος φόβος ἢ ποῖος κίνδυνος ἔτι γενήσεται;
Christ will be. And where Christ is, what fear or what danger shall there still be?
70. Τοῦτο δὲ οὐκ ἂν ἐγεγόνει, εἰ κτίσμα ἦν ὁ Λόγος. Πρὸς γὰρ κτίσμα, κτίσμα ὢν καὶ ὁ διάβολος, εἶχεν ἀεὶ τὴν μάχην· καὶ μέσος ὢν ὁ ἄνθρωπος, ὕποπτος ἦν ἀεὶ τῷ θανάτῳ, μὴ ἔχων ἐν ᾧ καὶ δι' οὗ συναφθεὶς τῷ Θεῷ ἐλεύθερος παντὸς φόβου γένηται. Ὅθεν ἡ ἀλήθεια δείκνυσι μὴ εἶναι τῶν γενητῶν τὸν Λόγον, ἀλλὰ μᾶλλον τούτων αὐτὸν δημιουργόν· οὕτω γὰρ καὶ προσελάβετο τὸ γενητὸν καὶ ἀνθρώπινον σῶμα, ἵνα, τοῦτο ὡς δημιουργὸς ἀνακαινίσας, ἐν ἑαυτῷ θεοποιήσῃ, καὶ οὕτως εἰς βασιλείαν οὐρανῶν εἰσαγάγῃ πάντας ἡμᾶς καθ' ὁμοιότητα ἐκείνου. Οὐκ ἂν δὲ πάλιν ἐθεοποιήθη κτίσματι συναφθεὶς ὁ ἄνθρωπος, εἰ μὴ Θεὸς ἦν ἀληθινὸς ὁ Υἱός· καὶ οὐκ ἂν παρέστη τῷ Πατρὶ ὁ ἄνθρωπος, εἰ μὴ φύσει καὶ ἀληθινὸς ἦν αὐτοῦ Λόγος ὁ ἐνδυσάμενος τὸ σῶμα. Καὶ ὥσπερ οὐκ ἂν ἠλευθερώθημεν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς κατάρας, εἰ μὴ φύσει σὰρξ ἦν ἀνθρωπίνη, ἣν ἐνεδύσατο ὁ Λόγος· οὐδὲν γὰρ κοινὸν ἦν ἡμῖν πρὸς τὸ ἀλλότριον· οὕτως οὐκ ἂν ἐθεοποιήθη ὁ ἄνθρωπος, εἰ μὴ φύσει ἐκ τοῦ Πατρὸς καὶ ἀληθινὸς καὶ ἴδιος αὐτοῦ ἦν ὁ Λόγος, ὁ γενόμενος σάρξ. Διὰ τοῦτο γὰρ τοιαύτη γέγονεν ἡ συναφὴ, ἵνα τῷ κατὰ φύσιν τῆς θεότητος συνάψῃ τὸν φύσει ἄνθρωπον, καὶ βεβαία γένηται ἡ σωτηρία καὶ ἡ θεοποίησις αὐτοῦ. Οὐκοῦν οἱ ἀρνούμενοι ἐκ τοῦ Πατρὸς εἶναι φύσει καὶ ἴδιον αὐτοῦ τῆς οὐσίας τὸν Υἱὸν ἀρνείσθωσαν καὶ ἀληθινὴν σάρκα ἀνθρωπίνην αὐτὸν εἰληφέναι ἐκ Μαρίας τῆς ἀειπαρθένου. Οὐδὲν γὰρ πλέον ἡμῖν κέρδος τοῖς ἀνθρώποις ἦν, εἰ μήτε ἀληθινὸς καὶ φύσει ἦν Υἱὸς τοῦ Θεοῦ ὁ Λόγος, μήτε ἀληθινὴ σὰρξ ἦν, ἣν προσελάβετο. Ἀλλ' ἔλαβέ γε ἀληθινὴν σάρκα, κἂν μαίνηται Οὐαλεντῖνος· ἦν γὰρ καὶ φύσει καὶ ἀληθινὸς Θεὸς ὁ Λόγος, κἂν μαίνωνται οἱ Ἀρειομανῖται· καὶ ἐν ἐκείνῃ γέγονεν ἡμῶν ἡ ἀρχὴ τῆς καινῆς κτίσεως, κτισθεὶς ἄνθρωπος ὑπὲρ ἡμῶν, καὶ τὴν ὁδὸν ἡμῖν ἐκείνην ἐγκαινίσας, ὥσπερ εἴρηται.
70. Yet this would not have come to pass if the Word were a creature. For against a creature, being himself also a creature, the devil would ever have waged war; and man, being in the midst, would ever have been in jeopardy of death, not having that in which and through which, being joined to God, he might become free from all fear. Whence the truth shows that the Word is not one of the things that have come into being, but rather is Himself their Framer; for thus He also took to Himself the created and human body, in order that, having renewed it as Framer, He might deify it in Himself, and thus introduce us all into the kingdom of heaven after His likeness. Yet neither again would man have been deified if joined to a creature, if the Son were not true God; nor would man have stood before the Father, if He Who put on the body were not by nature and in truth His Word. And just as we would not have been freed from sin and the curse if the flesh which the Word put on were not by nature human—for we would have had nothing in common with what was foreign—so man would not have been deified if the Word Who became flesh were not by nature from the Father and His true and proper Word. For on this account was such a union made, that He might join him who is man by nature to Him Who is by nature of the Godhead, and that his salvation and deification might be secure. Let those therefore who deny that the Son is from the Father by nature and proper to His essence deny also that He took true human flesh from Mary the Ever-Virgin. For there would have been no further profit to us men if neither the Word were the true and natural Son of God, nor the flesh which He took to Himself were true. But He did indeed take true flesh, even though Valentinus rave; for the Word was both by nature and in truth God, even though the Ariomaniacs rave; and in that flesh has come to pass the beginning of our new creation, He having been created man on our behalf, and having inaugurated that way for us, as has been said.
PG 26:297Read from the page
71. Οὔτε οὖν κτίσμα ἐστὶν ὁ Λόγος, οὔτε ἔργον· ταὐτὸν γάρ ἐστι κτίσμα καὶ ποίημα, καὶ ἔργον· καὶ εἴπερ κτίσμα καὶ ποίημα ἦν, ἦν ἂν καὶ ἔργον. Διὰ τοῦτο γοῦν οὐδὲ εἴρηκεν· Ἔκτισέ με ἔργον· οὐδὲ, Σὺν τοῖς ἔργοις ἐποίησεν, ἵνα μὴ τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα εἶναι δόξῃ· οὔτε ὅτι, Διὰ τὸ ποιῆσαί με ἔργα, ἔκτισεν, ἵνα μὴ πάλιν κατὰ τὴν κακόνοιαν τῶν ἀσεβῶν ὡς ὄργανον δι' ἡμᾶς γενόμενος νομισθῇ· ἀλλ' οὐδ' ὅτι Πρὸ τῶν ἔργων ἔκτισέ με, ἀνήγγειλεν, ἵνα μὴ, ὥσπερ ἐστὶ γέννημα ὢν πρὸ πάντων, οὕτω καὶ κτιζόμενος πρὸ τῶν ἔργων, ταὐτὸν ποιήσῃ νομίζεσθαι τὸ, γέννημα, καὶ τὸ, ἔκτισεν· ἀλλὰ μετὰ παρατηρήσεως ἀκριβοῦς, εἰς ἔργα, εἴρηκεν· ἴσον τῷ εἰπεῖν, Εἰς σάρκα με πεποίηκεν ὁ Πατὴρ γενέσθαι ἄνθρωπον· ὥστε καὶ ἐκ τούτου πάλιν δείκνυσθαι, μὴ εἶναι ἔργον αὐτὸν, ἀλλὰ γέννημα. Ὡς γὰρ ὁ εἰσερχόμενος εἰς οἰκίαν οὐκ ἔστι μέρος τῆς οἰκίας, ἀλλὰ ἄλλος ἐστὶ παρὰ τὴν οἰκίαν· οὕτως ὁ εἰς τὰ ἔργα κτιζόμενος ἄλλος ἂν εἴη τὴν φύσιν παρὰ τὰ ἔργα· ἐπεὶ εἰ καθ' ὑμᾶς ὁ τοῦ Θεοῦ Λόγος ἔργον ἐστὶν, ὦ Ἀρειανοὶ, ἐν ποίᾳ ἄρα χειρὶ καὶ σοφίᾳ γέγονε καὶ αὐτός; Πάντα γὰρ τὰ γενόμενα, ἐν τῇ χειρὶ καὶ ἐν σοφίᾳ τοῦ Θεοῦ γέγονε, λέγοντος μὲν αὐτοῦ τοῦ Θεοῦ· Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα· τοῦ δὲ Δαβὶδ ψάλλοντος· Καὶ σὺ κατ' ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ τὰ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ δευτέρῳ ψαλμῷ· Ἐμνήσθην ἡμερῶν ἀρχαίων, καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Οὐκοῦν εἰ ἐν χειρὶ τοῦ Θεοῦ τὰ ποιήματα εἰργάσθη, γέγραπται δὲ, ὅτι Πάντα διὰ τοῦ Λόγου ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ πάλιν, Εἷς Κύριος Ἰησοῦς, δι' οὗ τὰ πάντα, καὶ ὅτι· Ἐν αὺτῷ τὰ πάντα συνέστηκεν· εὔδηλον, ὡς οὐκ ἂν εἴη ὁ Υἱὸς ἔργον, ἀλλ' αὐτός ἐστιν ἡ χεὶρ τοῦ Θεοῦ καὶ ἡ σοφία. Τοῦτο γινώσκοντες καὶ οἱ ἐν Βαβυλῶνι γενόμενοι μάρτυρες, Ἀνανίας, Ἀζαρίας, Μισαὴλ, ἐλέγχουσι τὴν Ἀρειανὴν ἀσέβειαν. Εἰπόντες γάρ· Εὐλογεῖτε
71. Neither, therefore, is the Word a creature, nor a work; for a creature, a thing made, and a work are the same thing; and if indeed He were a creature and a thing made, He would also be a work. Wherefore, indeed, He has not said, He created Me a work, nor, He made Me with the works, lest He should seem to be a creature by nature and essence; nor did He say, He created Me in order to make works, lest again, according to the perversity of the impious, He should be supposed to have come into being as an instrument on our account; nor yet did He declare, He created Me before the works, lest, just as He is an Offspring existing before all things, so also, being created before the works, He should cause Offspring and He created to be accounted the same thing; but with exact care He has said, for works; which is equivalent to saying, Into flesh the Father has made Me to become man; so that from this also it is again shown that He is not a work, but an Offspring. For just as he who enters into a house is not part of the house, but is other than the house, so He Who is created for the works must be other in nature than the works. Else, if according to you the Word of God is a work, O Arians, in what hand and wisdom, then, did He Himself also come into being? For all things that have come into being came into being in the hand and in the wisdom of God, God Himself saying, My hand has made all these things (Isa. 66:2); and David singing, And Thou in the beginning, O Lord, didst lay the foundation of the earth, and the heavens are the works of Thy hands (Ps. 101:26); and again in the one hundred and forty-second Psalm, I remembered the days of old, and I meditated on all Thy works, on the things made by Thy hands did I meditate (Ps. 142:5). Therefore, if the things made were wrought by the hand of God, and it is written that All things came into being through the Word, and without Him came into being not even one thing (John 1:3); and again, One Lord Jesus, through Whom are all things (1 Cor. 8:6), and that In Him all things consist (Col. 1:17); it is plain that the Son cannot be a work, but He Himself is the hand of God and the wisdom. Knowing this, the martyrs in Babylon also, Ananias, Azarias, and Misael, refute the Arian impiety. For having said, Bless
Notes, col. 297

On the reading

Printed αὺτῷ, for αὐτῷ.

PG 26:300Read from the page
πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· τὰ μὲν ἐν οὐρανῷ καὶ τὰ ἐπὶ γῆς, καὶ πᾶσαν τὴν κτίσιν, ὡς ἔργα κατέλεξαν· τὸν δὲ Υἱὸν οὐκ ὠνόμασαν· οὐ γὰρ εἰρήκασιν· Εὐλόγει, Λόγε, καὶ ὕμνει, σοφία· ἵνα δείξωσιν, ὅτι τὰ μὲν ἄλλα πάντα ὑμνοῦντά ἐστι, καὶ ἔργα ἐστί· ὁ δὲ Λόγος οὐκ ἔστιν ἔργον οὐδὲ τῶν ὑμνούντων, ἀλλὰ σὺν τῷ Πατρὶ ὑμνούμενος, καὶ προσκυνούμενός ἐστι καὶ θεολογούμενος, Λόγος μὲν αὐτοῦ καὶ σοφία ὢν, τῶν δὲ ἔργων δημιουργός. Τοῦτο καὶ τὸ Πνεῦμα ἐν Ψαλμοῖς μετὰ καλλίστης διαστολῆς εἴρηκεν, ὅτι Εὐθὺς ὁ Λόγος τοῦ Κυρίου, καὶ
ye, all the works of the Lord, the Lord (Dan. 3:57), they enumerated the things in heaven and the things on earth, and the whole creation, as works; but the Son they did not name; for they did not say, Bless, O Word, and hymn, O Wisdom; in order to show that all other things are both hymning and works, whereas the Word is not a work nor one of those that hymn, but is hymned together with the Father, and is worshipped and confessed as God, being His Word and Wisdom, and the Framer of the works. This the Spirit also in the Psalms has declared with the finest distinction, that Right is the Word of the Lord, and
72. Εἰ δὲ ἔργον ἦν ὁ Λόγος, πάντως ἂν καὶ αὐτὸς ἐν σοφίᾳ ἐγεγόνει, καὶ οὔτ' ἂν διέστελλεν αὐτὸν ἀπὸ τῶν ἔργων ἡ Γραφὴ, οὔτε τὰ μὲν ἔργα ὠνόμαζε, τὸν δὲ Λόγον καὶ σοφίαν ἰδίαν τοῦ Θεοῦ εὐηγγελίζετο. Νῦν δὲ, διαστέλλουσα τῶν ἔργων αὐτὸν ἡ Γραφὴ, δείκνυσιν, ὅτι τῶν ἔργων δημιουργός ἐστιν ἡ σοφία, καὶ οὐκ ἔργον. Ταύτῃ τῇ διαστολῇ καὶ ὁ Παῦλος κέχρηται γράφων Ἑβραίοις· Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. Ἰδοὺ γὰρ τὰ μὲν γενητὰ κτίσιν ὠνόμασε· τὸν δὲ Υἱὸν Λόγον οἶδεν ὄντα τοῦ Θεοῦ, ὡς ἄλλου ὄντος αὐτοῦ παρὰ τὰ κτίσματα. Πάλιν δὲ λέγων· Πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος· ἄλλον αὐτὸν εἶναι σημαίνει τῶν πάντων. Διὰ τοῦτο γὰρ καὶ ὁ μὲν κρίνει, τῶν δὲ γενητῶν πάντων ἕκαστος ὑπεύθυνός ἐστιν αὐτῷ διδόναι λόγον. Οὕτως ἄρα καὶ τῆς κτίσεως πάσης συστεναζούσης ἡμῖν εἰς τὸ ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, ἄλλος τῶν κτισμάτων δείκνυται εἶναι ὁ Υἱός. Ει γὰρ ἦν κτίσμα, εἷς ἦν καὶ αὐτὸς τῶν στεναζόντων, καὶ δεόμενος τοῦ υἱοποιοῦντος καὶ ἐλευθεροῦντος καὶ αὐτὸν μετὰ πάντων. Εἰ δὲ πᾶσα μὲν ἡ κτίσις συστενάζει ἐλευθερίας χάριν τῆς ἀπὸ τῆς φθορᾶς τῆς δουλείας, ὁ δὲ Υἱὸς οὐκ ἔστι τῶν στεναζόντων, οὐδὲ τῶν δεομένων ἐλευθερίας, ἀλλ' αὐτός ἐστιν ὁ υἱοποιῶν καὶ ἐλευθερῶν τὰ πάντα, λέγων τοῖς τότε Ἰουδαίοις· Ὁ δὲ
72. Yet if the Word were a work, He Himself also would assuredly have come into being in wisdom, and Scripture would neither have distinguished Him from the works, nor named the one works while proclaiming Him the Word and proper Wisdom of God. But as it is, distinguishing Him from the works, Scripture shows that Wisdom is the Framer of the works, and not a work. This distinction Paul also has used in writing to the Hebrews: For the Word of God is living, and active, and sharper than any two-edged sword, and piercing even to the dividing of soul and spirit, of both joints and marrow, and a discerner of the reflections and thoughts of the heart; and there is no creature that is not manifest in His sight, but all things are naked and laid bare to the eyes of Him to Whom is our account (Heb. 4:12-13). For behold, the things that have come into being he has named creation; whereas the Son he knows as being the Word of God, as being other than the creatures. And again, saying, All things are naked and laid bare to the eyes of Him to Whom is our account, he signifies that He is other than all of them. For on this account He indeed judges, whereas each of all the things that have come into being is liable to render an account to Him. Thus, then, also when the whole creation groans together with us in order to be freed from the bondage of corruption (Rom. 8:21-22), the Son is shown to be other than the creatures. For if He were a creature, He Himself also would be one of those that groan, and in need of one to adopt Him as son and to free Him also together with all. But if the whole creation groans for the sake of freedom from the bondage of corruption, whereas the Son is not one of those that groan, nor of those that need freedom, but He Himself is the One Who adopts as sons and frees all things, saying to the Jews of that time, Now the
Notes, col. 300

On the reading

Printed Ει, for Εἰ.