Migne Reading Room

PG 26 · cols. 301–312 · Read from the page

Second Oration against the Arians

Second Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:301Read from the page
δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ δὲ υἱὸς μένει εἰς τὸν αἰῶνα· ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε· λευκότερον φωτὸς ἀποδείκνυται καὶ ἐκ τούτων, ὅτι οὐκ ἔστι κτίσμα ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ' Υἱὸς ἀληθινὸς καὶ φύσει γνήσιος τοῦ Πατρός. Περὶ μὲν οὖν τοῦ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν, εἰ καὶ δι' ὀλίγων, ἀλλ' ἱκανά ἐστιν, ὥς γε νομίζω, πρόφασιν παρασχεῖν ταῦτα τοῖς λογιωτέροις πλείονα κατασκευάζειν εἰς ἀναίρεσιν τῆς Ἀρειανῆς αἱρέσεως· ἐπειδὴ δὲ καὶ τὸν ἑξῆς στίχον ἀναγινώσκοντες οἱ αἱρετικοὶ, κακῶς καὶ περὶ τούτου ἐνθυμούμενοι νομίζουσιν, ἐπειδὴ γέγραπται, Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, εἰς τὴν θεότητα τοῦ Λόγου καὶ μὴ εἰς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν εἰρῆσθαι καὶ ταῦτα, ἀναγκαῖον, καὶ τοῦτον τὸν στίχον διαλύοντας, δεῖξαι τὴν πλάνην ἐκείνων.
servant abides not in the house for ever; the son abides for ever: if therefore the Son shall make you free, you shall be free indeed (John 8:35-36); clearer than light is it demonstrated from these things also that the Word of God is not a creature, but the true and by nature genuine Son of the Father. Concerning, therefore, The Lord created Me a beginning of ways (Prov. 8:22), even if in few words, yet these are sufficient, as at least I think, to afford an occasion to the more learned to prepare fuller arguments for the refutation of the Arian heresy; but since the heretics, reading the next verse also, and reasoning perversely about this too, suppose, because it is written, Before the age He founded Me (Prov. 8:23), that these words also were spoken with reference to the Godhead of the Word and not to His incarnate presence, it is necessary, in explaining this verse also, to show their error.
73. Γέγραπται· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· εἰ τοίνυν τῇ σοφίᾳ ἡ γῆ τεθεμελίωται, πῶς ὁ θεμελιῶν θεμελιοῦται; Ἀλλὰ παροιμιωδῶς ἐστιν εἰρημένον καὶ τοῦτο· καὶ δεῖ καὶ τούτου τὸν νοῦν ζητεῖν, ἵνα γινώσκωμεν, ὅτι τῇ μὲν σοφίᾳ ὁ Πατὴρ δημιουργεῖ, καὶ θεμελιοῖ τὴν γῆν εἰς τὸ εἶναι ἑδραίαν καὶ διαμένειν αὐτήν· αὐτὴ δὲ ἡ σοφία ἐθεμελιοῦτο εἰς ἡμᾶς, ἵνα ἀρχὴ καὶ θεμέλιος τῆς καινῆς ἡμῶν κτίσεως καὶ ἀνακαινίσεως γένηται. Οὐκ εἴρηκε γοῦν οὐδὲ ἐν τούτοις, Πρὸ τοῦ αἰῶνος Λόγον ἢ Υἱόν με πεποίηκεν, ἵνα μὴ ὡς ἀρχὴν ἔχῃ τοῦ ποιεῖσθαι· τοῦτο γὰρ πρὸ πάντων δεῖ ζητεῖν, εἰ Υἱός ἐστι, καὶ περὶ τούτου τὰς Γραφὰς προηγουμένως ἐρευνᾷν. Τοῦτο γὰρ καὶ τῶν ἀποστόλων ἐρωτηθέντων ὁ Πέτρος ἀπεκρίνατο λέγων· Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· τοῦτο γὰρ καὶ ὁ πατὴρ τῆς Ἀρειανῆς αἱρέσεως ἐν πρώτοις ἠρώτησεν, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ. Ἤδει γὰρ, ὅτι τοῦτό ἐστιν ἡ ἀλήθεια, καὶ τὸ κύριον τῆς πίστεως ἡμῶν· καὶ ὅτι, ἐὰν μὲν αὐτὸς ᾖ ὁ Υἱὸς, τέλος ἕξει ἡ διαβολικὴ τυραννίς· ἐὰν δὲ κτίσμα ᾖ, εἷς ἐστι καὶ αὐτὸς τῶν ἐκ τοῦ Ἀδὰμ τοῦ ἀπατηθέντος παρ' αὐτοῦ, καὶ οὐδεμία φροντὶς ἦν αὐτῷ. Διὰ τοῦτο καὶ οἱ τότε Ἰουδαῖοι ἠγανάκτουν, ὅτι ὁ Κύριος Υἱὸν Θεοῦ ἑαυτὸν καὶ Πατέρα ἴδιον ἔλεγεν ἑαυτοῦ εἶναι τὸν Θεόν. Εἰ γὰρ ἦν ἑαυτὸν ἕνα τῶν κτισμάτων εἰρηκὼς, ἢ ὅτι Ποίημά εἰμι, οὐκ ἐξενίζοντο ἀκούοντες, οὐδὲ βλασφημίαν ἐνόμιζον τὰ τοιαῦτα ῥήματα, εἰδότες καὶ ἀγγέλων ἐπιδημίαν γενομένην πρὸς τοὺς πατέρας· ἀλλ' ἐπειδὴ Υἱὸν ἑαυτὸν ἔλεγεν, ἐθεώ-
73. It is written, God by wisdom founded the earth (Prov. 3:19); if then by wisdom the earth is founded, how is He Who founds founded? Nay, this also is spoken after the manner of proverbs; and we must seek the sense of this too, that we may know that by wisdom indeed the Father frames and founds the earth so that it may be firm and endure; whereas Wisdom Herself was founded for us, that She might become the beginning and foundation of our new creation and renewal. Certainly He has not said in these words either, Before the age He has made Me a Word or a Son, lest He should have as it were a beginning of being made; for this before all things one must seek, whether He is Son, and concerning this primarily search the Scriptures. For when the apostles also were asked this, Peter answered saying, Thou art the Christ, the Son of the living God (Matt. 16:16); for this the father of the Arian heresy also asked first of all, If Thou art the Son of God (Matt. 4:6). For he knew that this is the truth, and the sovereign point of our faith; and that, if indeed He Himself is the Son, the diabolical tyranny will have an end; whereas if He be a creature, He Himself also is one of those sprung from Adam who was deceived by him, and he had no anxiety. On this account the Jews of that time also were indignant, because the Lord said that He Himself was the Son of God and that God was His own proper Father (John 5:18). For had He called Himself one of the creatures, or said, I am a thing made, they would not have been startled on hearing it, nor would they have accounted such words blasphemy, knowing that even a visitation of angels had taken place to the fathers; but since He called Himself Son, they
PG 26:304Read from the page
ρουν μὴ κτίσματος εἶναι τὸ τοιοῦτον γνωρισμα, ἀλλὰ θεότητος καὶ φύσεως πατρικῆς.
perceived that such a mark belonged not to a creature, but to deity and the Father's nature.
74. Ἔδει τοίνυν τοὺς Ἀρειανοὺς, κἂν τὸν πατέρα ἑαυτῶν τὸν διάβολον μιμουμένους, περιεργάζεσθαι· καὶ εἰ μὲν εἴρηκε, Λόγον ἢ Υἱόν με ἐθεμελίωσε, φρονεῖν, ὡς φρονοῦσιν· εἰ δὲ μὴ οὕτως εἴρηκε, μὴ ἐπινοεῖν ἑαυτοῖς τὰ μὴ ὄντα. Οὐ γὰρ εἴρηκε, Πρὸ τοῦ αἰῶνος Λόγον ἢ Υἱόν με ἐθεμελίωσεν· ἀλλ' ἁπλῶς, ἐθεμελίωσέ με, ἵνα δείξῃ πάλιν, καθάπερ εἶπον, ὅτι οὐ δι' ἑαυτὸν, διὰ δὲ τοὺς ἐποικοδομουμένους ἐπ' αὐτὸν παροιμιωδῶς καὶ τοῦτο λέγει. Τοῦτο γὰρ εἰδὼς καὶ ὁ Ἀπόστολος γράφει· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ. Ἀνάγκη δὲ τὸν θεμέλιον τοιοῦτον εἶναι, οἷα καὶ τὰ ἐποικοδομούμενά ἐστιν, ἵνα καὶ συναρμολογεῖσθαι δυνηθῇ. Λόγος μὲν οὖν ὢν, ᾗ Λόγος ἐστὶν, οὐκ ἔχει τοιούτους, οἷός ἐστι καὶ αὐτὸς, τοὺς συναρμολογουμένους αὐτῷ· μονογενὴς γάρ ἐστιν· ἄνθρωπος δὲ γενόμενος ἔχει τοὺς ὁμοίους, ὧν καὶ τὴν ὁμοίαν ἐνεδύσατο σάρκα. Οὐκοῦν κατὰ τὸ ἀνθρώπινον θεμελιοῦται, ἵνα καὶ ἡμεῖς ἐπ' αὐτὸν ὡς λίθοι τίμιοι ἐποικοδομεῖσθαι δυνηθῶμεν, καὶ γενώμεθα ναὸς τοῦ ἐν ἡμῖν οἰκοῦντος ἁγίου Πνεύματος. Ὥσπερ δὲ θεμέλιος αὐτὸς, ἡμεῖς δὲ λίθοι ἐποικοδομούμενοι ἐπ' αὐτόν· οὕτως αὐτὸς πάλιν ἄμπελός ἐστιν, ἡμεῖς δὲ ὡς κλήματα συνημμένα, οὐ κατὰ τὴν οὐσίαν τῆς θεότητος· ἀδύνατον γὰρ τοῦτό γε· ἀλλὰ πάλιν κατὰ τὸ ἀνθρώπινον· ὅμοια γὰρ εἶναι δεῖ τὰ κλήματα τῇ ἀμπέλῳ· ἐπεὶ καὶ ἡμεῖς ὅμοιοι κατὰ τὴν σάρκα τυγχάνομεν ὄντες αὐτοῦ. Ἄλλως τε ἀνθρώπινα φρονοῦντας τοὺς αἱρετικοὺς, ἀνθρωπίνοις παραδείγμασι διελέγχειν προσήκει διὰ τῶν αὐτῶν λόγων. Οὐκ εἴρηκε γοῦν, ὅτι Θεμέλιόν με πεποίηκεν, ἵνα μὴ, ὡς ποιήματος καὶ ἀρχὴν ἔχοντος αὐτοῦ τοῦ γίνεσθαι, κἂν ἐν τούτῳ πρόφασιν εὕρωσιν ἀναίσχυντον πρὸς ἀσέβειαν· ἀλλ' ὅτι Ἐθεμελίωσέ με. Τὸ δὲ θεμελιούμενον θεμελιοῦται μὲν διὰ τοὺς ἐπιβαλλομένους ἐπ' αὐτὸ λίθους· γίνεται δὲ οὐχ ἁπλῶς,
74. The Arians ought therefore, even if imitating their own father the devil, to take pains to inquire; and if indeed He has said, He founded Me as Word or Son, to think as they think; but if He has not spoken thus, not to invent for themselves things that do not exist. For He has not said, Before the age He founded Me as Word or Son, but simply, He founded Me, in order to show again, just as I said, that not on His own account, but on account of those who are built upon Him, He speaks this also after the manner of proverbs. For knowing this, the Apostle also writes: For other foundation can no man lay than that which is laid, which is Jesus Christ. But let each man take heed how he builds thereupon (1 Cor. 3:10-11). Now it is necessary that the foundation should be such as are also the things built upon it, so that they can be fitted together. Being then the Word, in so far as He is Word, He does not have any such as He Himself is to be fitted together with Him; for He is Only-begotten; but having become man He has those who are like Him, the like flesh to whose He also put on. Therefore according to His manhood He is founded, in order that we too may be able to be built upon Him as precious stones, and become a temple of the Holy Spirit Who dwells in us. And just as He Himself is a foundation, and we are stones built upon Him, so again He Himself is a vine, and we are united to Him as branches (John 15:5), not according to the essence of the Godhead—for that at least is impossible—but again according to the manhood; for the branches must be like the vine, since we too are by the flesh like Him. Moreover, since the heretics entertain human notions, it is fitting to refute them with human examples by means of the same words. Certainly He has not said, He has made Me a foundation, lest, as though He were a thing made and had a beginning of coming into being, in this at least they might find a shameless pretext for impiety; but, He founded Me. Now that which is founded is indeed founded on account of the stones that are laid upon it; and it comes to pass not casually,
Notes, col. 304

On the reading

Printed γνωρισμα, for γνώρισμα.

PG 26:305Read from the page
ἀλλ' ὅταν ἐξ ὄρους μετενεχθῇ λίθος, καὶ εἰς τὸ βάθος τῆς γῆς κατατεθῇ. Καὶ ἕως μὲν ἐν τῷ ὄρει λίθος ἐστὶν, οὔπω τεθεμελίωται· ἐπειδὰν δὲ ἡ χρεία ἀπαιτῇ, καὶ μετενεχθῇ, καὶ περιβάληται τὸ βάθος τῆς γῆς· τότε λοιπὸν, εἰ λάβοι φωνὴν ὁ λίθος, εἴποι ἄν· Νῦν ἐθεμελίωσέ με, ὁ ἐξ ὄρους ὧδε μεταθείς. Οὐκοῦν οὐχ ὁ Κύριος καὶ ὅτε τεθεμελίωται, ἀρχὴν ἔχει τοῦ εἶναι (ἦν γὰρ καὶ πρὸ τούτου Λόγος)· ἀλλ' ὅτε τὸ ἡμέτερον ἐνεδύσατο σῶμα, ὅπερ ἐκ Μαρίας τμηθὲν ἔλαβε, τότε φησὶν, Ἐθεμελίωσέ με· ἴσον τῷ εἰπεῖν· Λόγον ὄντα με περιέβαλε γηΐνῳ σώματι. Οὕτω γὰρ δι' ἡμᾶς θεμελιοῦται, τὰ ἡμῶν ἀναδεχόμενος, ἵνα ἡμεῖς, ὡς σύσσωμοι συναρμολογούμενοι καὶ συνδεθέντες ἐν αὐτῷ διὰ τῆς ὁμοιώσεως τῆς σαρκὸς, εἰς ἄνδρα τέλειον καταντήσαντες, ἀθάνατοι καὶ ἄφθαρτοι διαμείνωμεν.
but when a stone is transferred from a mountain and laid down in the depth of the earth. And so long indeed as the stone is in the mountain, it has not yet been founded; but when need demands, and it is transferred, and is encompassed by the depth of the earth, then accordingly, if the stone should receive a voice, it would say, Now he has founded me, who transferred me hither from the mountain. Therefore the Lord also does not have a beginning of being when He has been founded (for He was Word even before this); but when He put on our body, which He took cut from Mary, then He says, He founded Me; which is equivalent to saying, When I was the Word He encompassed Me with an earthly body. For thus on our account He is founded, taking our things upon Himself, in order that we, as fellow-members of the same body fitted together and bound together in Him through the likeness of the flesh, having attained unto a perfect man (Eph. 4:13), may abide immortal and incorruptible.
75. Τὸ δὲ, Πρὸ τοῦ αἰῶνος, καὶ, Πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, μηδένα ταραττέτω· πάνυ γὰρ καὶ τοῦτο καλῶς συνῆψε τῷ, ἐθεμελίωσε, καὶ τῷ, ἔκτισε· τοῦτο γὰρ πάλιν τῆς κατὰ σάρκα οἰκονομίας ἅπτεται. Ἡ γὰρ παρὰ τοῦ Σωτῆρος εἰς ἡμᾶς γενομένη χάρις, ἄρτι μὲν ἐπεφάνη, ὡς εἶπεν ὁ Ἀπόστολος, καὶ γέγονεν ἐπιδημήσαντος αὐτοῦ· προητοίμαστο δὲ αὕτη καὶ πρὶν γενέσθαι ἡμᾶς, μᾶλλον δὲ καὶ πρὸ τῆς καταβολῆς τοῦ κόσμου· καὶ ἡ αἰτία χρηστὴ καὶ θαυμαστή πώς ἐστιν. Οὐκ ἔπρεπε τὸν Θεὸν ὕστερον περὶ ἡμῶν βουλεύεσθαι, ἵνα μὴ ὡς ἀγνοῶν τὰ καθ' ἡμᾶς φαίνηται. Κτίζων τοίνυν ἡμᾶς διὰ τοῦ ἰδίου Λόγου ὁ τῶν ὅλων Θεὸς, καὶ εἰδὼς τὰ ἡμῶν ὑπὲρ ἡμᾶς, προγινώσκων τε, ὅτι, καλοὶ γενόμενοι, ὕστερον παραβάται τῆς ἐντολῆς ἐσόμεθα, καὶ ἐκ τοῦ παραδείσου ἐκβληθησόμεθα διὰ τὴν παρακοὴν, φιλάνθρωπος καὶ ἀγαθὸς ὢν, προετοιμάζει ἐν τῷ ἰδίῳ Λόγῳ, δι' οὗ καὶ ἔκτισεν ἡμᾶς, τὴν περὶ τῆς σωτηρίας ἡμῶν οἰκονομίαν, ἵνα, κἂν ἀπατηθέντες παρὰ τοῦ ὄφεως ἐκπέσωμεν, μὴ τέλεον ἀπομείνωμεν νεκροὶ, ἀλλ' ἔχοντες ἐν τῷ Λόγῳ τὴν προητοιμασμένην ἡμῖν λύτρωσίν τε καὶ σωτηρίαν, πάλιν ἀναστάντες, ἀθάνατοι διαμείνωμεν, ὅταν αὐτὸς ὑπὲρ ἡμῶν ἀρχὴ τῶν ὁδῶν κτισθῇ, καὶ ὁ πρωτότοκος τῆς κτίσεως γένηται πρωτότοκος ἀδελφῶν, καὶ αὐτὸς ἀπαρχὴ τῶν νεκρῶν ἀναστῇ. Τοῦτο Παῦλος ὁ μακάριος ἀπόστολος γράφων διδάσκει· τὸ
75. Nor let Before the age, and Before He made the earth, and Before the mountains were settled (Prov. 8:23-25), trouble anyone; for very rightly did He join this also to He founded and He created; for this again touches the dispensation according to the flesh. For the grace which has come to us from the Saviour has indeed appeared just now, as the Apostle said (Tit. 2:11), and has come to pass at His sojourn; yet it had been prepared beforehand even before we came into being, or rather even before the foundation of the world; and the reason is somehow kind and wonderful. It was not fitting that God should take counsel concerning us afterwards, lest He should appear as though ignorant of our affairs. Creating us therefore through His own Word, the God of all, and knowing our affairs better than we do, and foreknowing that, having been made good, we would afterwards be transgressors of the commandment and be cast out of paradise through disobedience, being a lover of mankind and good, He prepares beforehand in His own Word, through Whom He also created us, the dispensation concerning our salvation, in order that, even if having been deceived by the serpent we should fall away, we might not remain utterly dead, but having in the Word the redemption and salvation prepared beforehand for us, rising again, we might abide immortal, when He Himself has been created on our behalf a beginning of ways, and the Firstborn of creation has become the Firstborn of brethren, and He Himself has risen as the firstfruits of the dead. This Paul the blessed apostle teaches in writing; for
PG 26:308Read from the page
γὰρ ἐν ταῖς Παροιμίαις, Πρὸ τοῦ αἰῶνος, καὶ, Πρὸ τοῦ τὴν γῆν γενέσθαι, διερμήνεύων, οὕτω φησὶ πρὸς μὲν Τιμόθεον· Συγκακοπάθησον τῷ Εὐαγγελίῳ, κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ· οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ τὴν ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ τὴν ζωήν. Πρὸς δὲ τοὺς Ἐφεσίους· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ· καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ' ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν.
interpreting the words in Proverbs, Before the age, and Before the earth came into being, he speaks thus to Timothy: Suffer hardship with the Gospel, according to the power of God Who saved us and called us with a holy calling, not according to our works, but according to His own purpose and grace, which was given us in Christ Jesus before times eternal, but has now been manifested through the appearing of our Saviour Jesus Christ, Who abolished death and brought life to light (2 Tim. 1:8-10). And to the Ephesians: Blessed be the God and Father of our Lord Jesus Christ, Who has blessed us with every spiritual blessing in the heavenly places in Christ Jesus, even as He chose us in Him before the foundation of the world, that we should be holy and without blemish before Him in love, having predestined us unto adoption as sons through Jesus Christ unto Himself (Eph. 1:3-5).
76. Πῶς οὖν ἐξελέξατο, πρὶν γενέσθαι ἡμᾶς, εἰ μὴ, ὡς αὐτὸς εἴρηκεν, ἐν αὐτῷ ἦμεν προτετυπωμένοι; Πῶς δὲ ὅλως, πρὶν ἀνθρώπους κτισθῆναι, ἡμᾶς προώρισεν εἰς υἱοθεσίαν, εἰ μὴ αὐτὸς ὁ Υἱὸς πρὸ τοῦ αἰῶνος τεθεμελίωτο, ἀναδεξάμενος τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν; Ἢ πῶς, ὡς ἐπιφέρει λέγων ὁ Ἀπόστολος, ἐκληρώθημεν προορισθέντες, εἰ μὴ αὐτὸς ὁ Κύριος, πρὸ τοῦ αἰῶνος ἦν θεμελιωθεὶς, ὥστε αὐτὸν πρόθεσιν ἔχειν ὑπὲρ ἡμῶν πάντα τὸν καθ' ἡμῶν κλῆρον τοῦ κρίματος ἀναδέξασθαι διὰ τῆς σαρκὸς, καὶ λοιπὸν ἡμᾶς ἐν αὐτῷ υἱοποιηθῆναι; Πῶς δὲ καὶ πρὸ χρόνων αἰωνίων ἐλαμβάνομεν, μήπω γεγονότες, ἀλλ' ἐν χρόνῳ γεγονότες, εἰ μὴ ἐν τῷ Χριστῷ ἦν ἀποκειμένη ἡ εἰς ἡμᾶς φθάνουσα χάρις; διὸ καὶ ἐν τῇ κρίσει, ὅταν ἕκαστος κατὰ τὴν πρᾶξιν ἀπολαμβάνῃ, φησί· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Πῶς οὖν ἢ ἐν τίνι, πρὶν γενέσθαι ἡμᾶς, ἡτοιμάσθη, εἰ μὴ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰῶνος εἰς τοῦτο θεμελιωθέντι, ἵν' ἡμεῖς, ὡς ἐπ' αὐτὸν ἐποικοδομούμενοι, μεταλάβωμεν, ὡς λίθοι εὐάρμοστοι, τῆς παρ' αὐτοῦ ζωῆς τε καὶ χάριτος. Τοῦτο δὲ γέγονεν, ὥς γε μετρίως ἐπέρχεταί τινι νοεῖν εὐσεβῶς, ἵνα, καθὰ προεῖπον, ἀναστάντες ἀπὸ τοῦ πρὸς ὀλίγον θανάτου, αἰωνίως ζῆσαι δυνηθῶμεν· οὐκ ἂν δυνηθέντες ἄνθρωποι τυγχάνοντες ἀπὸ
76. How then did He choose us before we came into being, unless, as He Himself has said, we were prefigured in Him? And how at all, before men were created, did He predestine us unto adoption as sons, unless the Son Himself had been founded before the age, having taken upon Himself the dispensation on our behalf? Or how, as the Apostle adds saying, were we allotted our inheritance having been predestined (Eph. 1:11), unless the Lord Himself had been founded before the age, so as to have a purpose to take upon Himself on our behalf through the flesh the whole lot of the judgement that was against us, and that we might thenceforth be adopted as sons in Him? And how did we also receive before times eternal, when we had not yet come into being, but came into being in time, unless the grace that reaches unto us was laid up in Christ? Wherefore also in the judgement, when each receives according to his deed, He says: Come, ye blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world (Matt. 25:34). How then or in whom, before we came into being, was it prepared, if not in the Lord Who before the age was founded for this purpose, in order that we, as being built upon Him, might partake, as well-fitted stones, of the life and grace that come from Him? And this has come to pass, so far at least as it moderately occurs to one to think piously, in order that, even as I said before, having risen from the brief death, we might be able to live eternally; whereas we would not have been able, being men from
Notes, col. 308

On the reading

Printed διερμήνεύων, for διερμηνεύων.

PG 26:309Read from the page
γῆς, εἰ μὴ πρὸ τοῦ αἰῶνος ἦν προετοιμασθεῖσα ἡμῖν ἐν Χριστῷ ἡ τῆς ζωῆς καὶ σωτηρίας ἐλπίς. Οὐκοῦν εἰκότως ἐπιβαίνων ὁ Λόγος εἰς τὴν ἡμετέραν σάρκα, καὶ ἐν αὐτῇ κτιζόμενος ἀρχὴ ὁδῶν εἰς ἔργα αὐτοῦ, θεμελιοῦται οὕτως, ὥσπερ ἦν ἐν αὐτῷ τὸ βούλημα τοῦ Πατρὸς, καθάπερ εἴρηται, πρὸ τοῦ αἰῶνος, καὶ πρὸ τοῦ τὴν γῆν γενέσθαι, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, καὶ πρὸ τοῦ τὰς πηγὰς προελθεῖν· ἵνα κἂν ἡ γῆ, καὶ τὰ ὄρη, καὶ τὰ σχήματα τῶν φαινομένων παρέλθῃ ἐν τῇ συντελείᾳ τοῦ ἐνεστῶτος αἰῶνος, μὴ κατ' αὐτὰ παλαιωθῶμεν καὶ ἡμεῖς· ἀλλὰ δυνηθῶμεν καὶ μετὰ ταῦτα ζῆν, ἔχοντες τὴν πρὸ τούτων ἑτοιμασθεῖσαν ἡμῖν ἐν αὐτῷ τῷ Λόγῳ, κατ' ἐκλογὴν, ζωήν τε καὶ εὐλογίαν πνευματικήν. Οὕτω γὰρ δυνησόμεθα μὴ πρόσκαιρον ἔχειν ζωὴν, ἀλλὰ μετὰ ταῦτα διαμεῖναι ζῶντες ἐν Χριστῷ· ἐπειδὴ καὶ πρὸ τούτων, ἡ ζωὴ ἡμῶν ἐτεθεμελίωτο καὶ ἡτοίμαστο ἐν Χριστῷ Ἰησοῦ.
earth, unless before the age the hope of life and salvation had been prepared beforehand for us in Christ. Reasonably, therefore, entering into our flesh, and being created in it a beginning of ways for His works, the Word is founded thus, just as the counsel of the Father was in Him, as has been said, before the age, and before the earth came into being, and before the mountains were settled, and before the springs came forth (Prov. 8:23-25); in order that even if the earth, and the mountains, and the forms of visible things pass away at the consummation of the present age, we too may not grow old after their manner, but may be able to live even after these things, having the life and spiritual blessing prepared beforehand for us before these things in the Word Himself, according to election. For thus we shall be able to have no merely temporal life, but afterwards to abide living in Christ; since even before these things our life had been founded and prepared in Christ Jesus.
77. Οὐδὲ γὰρ οὐδὲ ἐν ἄλλῳ θεμελιωθῆναι τὴν ζωὴν ἡμῶν ἔπρεπεν ἢ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰώνων ὄντι, δι' οὗ καὶ οἱ αἰῶνες γεγόνασιν, ἵν' ὡς ἐν αὐτῷ αὐτῆς οὔσης, δυνηθῶμεν καὶ ἡμεῖς αἰώνιον κληρονομῆσαι ζωήν. Ἀγαθὸς γὰρ ὁ Θεός· ἀγαθὸς δὲ ὢν ἀεὶ, τοῦτο βεβούληται, γινώσκων τὴν ἡμετέραν ἀσθενῆ φύσιν χρήζουσαν τῆς παρ' αὐτοῦ βοηθείας τε καὶ σωτηρίας. Καὶ ὥσπερ ἂν εἴ τις ἀρχιτέκτων σοφὸς, προθέμενος οἰκίαν οἰκοδομεῖν, βουλεύεται ἅμα, ἵνα, ἐάν ποτε καὶ φθαρῇ μετὰ τὸ γενέσθαι ταύτην, πάλιν ἀνανεώσηται, τοῦτο δὲ βουλευόμενος προετοιμάζει, καὶ δίδωσι τῷ ἐργασαμένῳ τὴν εἰς ἀνανέωσιν παρασκευὴν, καὶ γίνεται πρὸ τῆς οἰκίας ἡ τῆς ἀνανεώσεως προπαρασκευή· τὸν αὐτὸν τρόπον πρὸ ἡμῶν ἡ τῆς ἡμετέρας σωτηρίας ἀνανέωσις θεμελιοῦται ἐν τῷ Χριστῷ, ἵν' ἐν αὐτῷ καὶ ἀνακτισθῆναι δυνηθῶμεν. Καὶ ἡ μὲν βουλὴ καὶ ἡ πρόθεσις πρὸ τοῦ αἰῶνος ἡτοιμάσθη· τὸ δὲ ἔργον γέγονεν, ὅτε ἡ χρεία ἀπήτησε, καὶ ἐπεδήμησεν ὁ Σωτήρ· αὐτὸς γὰρ ὁ Κύριος ἀντὶ πάντων ἡμῖν ἐν τοῖς οὐρανοῖς γενήσεται, προσλαμβάνων ἡμᾶς εἰς τὴν αἰώνιον ζωήν. Ἤρκει μὲν οὖν ταῦτα πρὸς ἀπόδειξιν τοῦ μὴ εἶναι κτίσμα τὸν τοῦ Θεοῦ Λόγον, ἀλλὰ καὶ ὀρθὴν εἶναι τὴν τοῦ ῥητοῦ διάνοιαν. Ἐπειδὴ δὲ διερευνώμενον τὸ ῥητὸν, ὀρθὸν ἔχει πανταχόθεν
77. For neither was it fitting that our life should be founded in any other than in the Lord Who exists before the ages, through Whom also the ages have come into being (Heb. 1:2), in order that, since it is in Him, we too might be able to inherit eternal life. For God is good; and being ever good, He has willed this, knowing that our weak nature needs the help and salvation that come from Him. And just as if some wise architect, purposing to build a house, takes counsel at the same time so that, if ever after it has come into being it should be ruined, he may renew it again, and taking counsel as to this makes preparation beforehand, and gives to the workman the provision for renewal, and the advance preparation for the renewal takes place before the house; in the same way before us the renewal of our salvation is founded in Christ, in order that in Him we may also be able to be created anew. And the counsel indeed and the purpose were prepared before the age; whereas the work came to pass when need demanded, and the Saviour sojourned among us; for the Lord Himself will be in place of all things to us in the heavens, receiving us into eternal life. These things, therefore, would have sufficed for a demonstration that the Word of God is not a creature, and also that the sense of the saying is right. But since, when the saying is searched into, it has on every side a right
PG 26:312Read from the page
τὸν νοῦν, ἀκόλουθον καὶ τοῦτον τὸν νοῦν εἰπεῖν· ἴσως ἐκ πολλῶν ἐντραπῶσιν οἱ ἀνόητοι. Χρεία δὲ πάλιν τῶν προειρημένων· περὶ γὰρ τῆς αὐτῆς παροιμίας καὶ τῆς αὐτῆς σοφίας ἐστὶ τὸ προκείμενον. Οὐκ εἴρηκεν ἑαυτὸν εἶναι τῇ φύσει κτίσμα ὁ Λόγος, ἀλλ' ἐν Παροιμίαις εἴρηκε τὸ, Κύριος ἔκτισέ με· καὶ δῆλόν ἐστιν ὅτι νοῦν τινα οὐ παῤῥησίᾳ, ἀλλὰ τοῦτον κεκρυμμένον σημαίνει, ὅντινα καὶ ἡμᾶς δυνατὸν εὑρεῖν, εἰ Περιέλοιμεν τὸ κάλυμμα τῆς παροιμίας. Τίς γὰρ ἀκούων τῆς δημιουργοῦ σοφίας, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, φασκούσης, οὐκ εὐθὺς ζητεῖ τὴν διάνοιαν, λογιζόμενος πῶς δύναται ἡ κτίζουσα κτίζεσθαι; Τίς, ἀκούσας τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ λέγοντος, ἀρχὴν ὁδῶν ἑαυτὸν κτίζεσθαι, οὐκ ἐρευνᾷ τὸν νοῦν, θαυμάζων, πῶς δύναται ὁ μονογενὴς Υἱὸς ἄλλων πολλῶν ἀρχὴ γίνεσθαι; Αἴνιγμα μὲν ἔστιν· Ὁ δὲ νοήμων, φησὶ, νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.
sense, it is fitting to state this sense also; perhaps from many considerations the senseless will be put to shame. And there is need again of the things said before; for the matter at hand is concerning the same proverb and the same wisdom. The Word has not said that He Himself is by nature a creature, but in Proverbs He has said, The Lord created me (Prov. 8:22); and it is clear that He signifies a certain sense not openly, but hidden, which it is possible for us also to find, if we take away the veil of the proverb. For who, hearing the framer Wisdom saying, The Lord created me a beginning of His ways (Prov. 8:22), does not straightway seek the meaning, reckoning how she who creates is able to be created? Who, hearing the only-begotten Son of God saying that He Himself is created a beginning of ways, does not search out the sense, marvelling how the only-begotten Son is able to become a beginning of many others? It is indeed a riddle; But the man of understanding, it says, shall understand a parable and a dark speech, the sayings of the wise and riddles (Prov. 1:5-6).
78. Ἡ μὲν οὖν μονογενὴς καὶ αὐτοσοφία τοῦ Θεοῦ κτίζουσα καὶ δημιουργός ἐστι τῶν πάντων· Πάντα γὰρ, φησὶν, ἐν σοφίᾳ ἐποίησας, καὶ, Ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Ἵνα δὲ μὴ μόνον ὑπάρχῃ τὰ γενόμενα, ἀλλὰ καὶ καλῶς ὑπάρχῃ, ηὐδόκησεν ὁ Θεὸς συγκαταβῆναι τὴν ἑαυτοῦ Σοφίαν τοῖς κτίσμασιν· ὥστε τύπον τινὰ καὶ φαντασίαν εἰκόνος αὐτῆς ἐν πᾶσί τε κοινῇ καὶ ἑκάστῳ ἐνθεῖναι, ἵνα καὶ σοφὰ τὰ γενόμενα, καὶ ἄξια τοῦ Θεοῦ ἔργα δείκνυται. Ὡς γὰρ Λόγου ὄντος τοῦ Υἱοῦ τοῦ Θεοῦ εἰκών ἐστιν ὁ ἡμέτερος λόγος, οὕτως ὄντος αὐτοῦ Σοφίας εἰκὼν πάλιν ἐστὶν ἡ ἐν ἡμῖν γενομένη σοφία· ἐν ᾗ τὸ εἰδέναι καὶ τὸ φρονεῖν ἔχοντες, δεκτικοὶ γινόμεθα τῆς δημιουργοῦ Σοφίας, καὶ δι' αὐτῆς γινώσκειν δυνάμεθα τὸν αὐτῆς Πατέρα. Ὁ γὰρ ἔχων, φησὶ, τὸν Υἱὸν, ἔχει καὶ τὸν Πατέρα· καὶ, Ὁ δεχόμενός με, δέχεται τὸν ἀποστείλαντά με. Τοιούτου τοίνυν τύπου τῆς Σοφίας κτισθέντος ἐν ἡμῖν τε καὶ ἐν πᾶσι τοῖς ἔργοις ὄντος, εἰκότως ἡ ἀληθινὴ καὶ δημιουργὸς Σοφία, τὰ τοῦ τύπου ἑαυτῆς εἰς ἑαυτὴν ἀναλαμβάνουσα, φησὶ τὸ, Κύριος ἔκτισέ με εἰς ἔργα αὐτοῦ. Ἃ γὰρ ἡ ἐν ἡμῖν σοφία εἶπε, ταῦτα αὐτὸς ὁ Κύριος ὡς ἴδια λέγει· καὶ οὐκ ἔστι μὲν αὐτὸς κτιζόμενος κτίστης ὢν, διὰ δὲ τὴν ἐν τοῖς ἔργοις εἰκόνα κτισθεῖσαν αὐτοῦ, ταῦτα αὐτὸς ὡς περὶ ἑαυτοῦ λέγει. Καὶ ὥσπερ αὐτὸς ὁ Κύριος εἴρηκεν· Ὁ δεχό-
78. Now the only-begotten and very Wisdom of God is creator and framer of all things; For all things, it says, in wisdom hast Thou made, and, The earth was filled with Thy creation (Ps. 103:24). And in order that the things that have come to be might not only exist, but might also exist well, God was pleased that His own Wisdom should condescend to the creatures, so as to implant a certain stamp and semblance of her image both in all in common and in each individually, in order that the things that have come to be might be shown to be both wise and works worthy of God. For just as, since the Son of God is Word, our word is an image, so, since He is Wisdom, the wisdom that has come to be in us is again an image; in which, having knowing and thinking, we become receptive of the framer Wisdom, and through her we are able to know her Father. For he who has the Son, it says, has the Father also (1 John 2:23); and, He who receives Me receives Him Who sent Me (Matt. 10:40). Such a stamp of Wisdom, therefore, having been created in us and being in all the works, fittingly the true and framer Wisdom, taking up to herself the things belonging to her own stamp, says, The Lord created me for His works (Prov. 8:22). For the things which the wisdom in us spoke, these the Lord Himself says as His own; and He Himself, being Creator, is not being created, but on account of His image created in the works, He Himself says these things as concerning Himself. And just as the Lord Himself has said, He who receives-
Notes, col. 312

On the reading

Printed Περιέλοιμεν, for περιέλοιμεν.