65: Τῆς ἀληθείας τοίνυν δειξάσης μὴ εἶναι κατὰ φύσιν κτίσμα τὸν Λόγον, ἀκόλουθον λοιπὸν εἰπεῖν, πῶς καὶ ἀρχὴ τῶν ὁδῶν εἴρηται. Ἐπειδὴ γὰρ ἡ πρώτη ἡ διὰ τοῦ Ἀδὰμ ὁδὸς ἀπώλετο, καὶ ἀντὶ τοῦ παραδείσου ἐξεκλίναμεν εἰς τὸν θάνατον, ἠκούσαμέν τε, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, διὰ τοῦτο ὁ φιλάνθρωπος τοῦ Θεοῦ Λόγος βουλήσει τοῦ Πατρὸς ἐνδιδύσκεται τὴν κτισθεῖσαν σάρκα, ἵνα ἣν ἐνέκρωσεν ὁ πρῶτος ἄνθρωπος διὰ τῆς παραβάσεως, ταύτην αὐτὸς ἐν τῷ αἵματι τοῦ ἰδίου σώματος ζωοποιήσῃ, καὶ ἐγκαινίσῃ ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, ὡς εἴρηκεν ὁ Ἀπόστολος, διὰ τοῦ καταπετάσματος, τουτέστι διὰ τῆς σαρκὸς αὐτοῦ. Ὅπερ καὶ ἐν ἑτέρῳ σημαίνων, φησίν· Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Εἰ δὲ καινὴ κτίσις γέγονεν, ἔδει ταύτης τῆς κτίσεως πρῶτόν τινα εἶναι· ἄνθρωπος μὲν οὖν ψιλὸς καὶ μόνον χοϊκὸς, οἷοι γεγόναμεν ἡμεῖς ἐκ τῆς παραβάσεως, οὐκ ἠδύνατο εἶναι. Καὶ γὰρ καὶ ἐν τῇ πρώτῃ κτίσει ἄπιστοι γεγόνασιν οἱ ἄνθρωποι, καὶ δι' αὐτῶν ἀπώλετο ἡ πρώτη· χρεία δὲ ἦν ἄλλου τοῦ ἀνανεοῦντος καὶ τὴν πρώτην, καὶ τὴν καινὴν γενομένην διατηροῦντος. Οὐκοῦν φιλανθρώπως οὐχ ἕτερός τις, ἀλλ' ὁ Κύριος, ἀρχὴ τῆς καινῆς κτίσεως κτίζεται ὁδὸς, καὶ εἰκότως λέγει· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ἵνα μηκέτι κατὰ τὴν πρώτην ἐκείνην ὁ ἄνθρωπος πολιτεύηται, ἀλλ' ὡς ἀρχῆς οὔσης καινῆς κτίσεως, καὶ τὸν Χριστὸν ἔχοντες ταύτης ἀρχὴν ὁδῶν, τούτῳ λοιπὸν ἀκολουθῶμεν λέγοντι· Ἐγώ εἰμι ἡ ὁδός. Τοῦτο γὰρ δι⟨…⟩σκων καὶ ὁ μακάριος Ἀπόστολος ἐν τῇ πρὸς Κολοσσαεῖς, ἔλεγεν· Αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχὴ πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων.
65. Since then the truth has shown that the Word is not by nature a creature, it remains next to say how He is also called the beginning of ways. For since the first way, that through Adam, was lost, and instead of paradise we turned aside unto death, and heard, Earth thou art, and unto earth thou shalt depart, on this account the loving Word of God by the will of the Father puts on the created flesh, so that the flesh which the first man deadened through the transgression, He Himself might quicken in the blood of His own body, and might inaugurate for us a new and living way, as the Apostle has said, through the veil, that is to say, through His flesh. Which thing also signifying in another place, he says: Wherefore if anyone is in Christ, there is a new creation; the old things have passed away, behold, all things have become new. Now if a new creation has come to be, there needed to be someone first of this creation; a mere man, then, and one only of earth, such as we have become from the transgression, could not be such. For even in the first creation men became unfaithful, and through them the first creation was lost; and there was need of another to renew the first also, and to preserve the new that had come to be. Therefore in loving-kindness none other, but the Lord, is created as the way, the beginning of the new creation, and reasonably says: The Lord created Me a beginning of His ways unto His works, so that man might no longer walk according to that first creation, but as there is a beginning of a new creation, and having Christ as the beginning of its ways, we might henceforth follow Him Who says: I am the way. For teaching this the blessed Apostle also in the Epistle to the Colossians said: He is the head of the body, the Church, Who is the beginning, the first-born from the dead, that in all things He Himself may have the pre-eminence.
66. Εἰ γὰρ, καθάπερ εἴρηται, διὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν λέγεται καὶ διὰ ταύτην αὐτὸς ἀρχὴ, τότε δὲ γέγονεν ἀνάστασις, ὅτε τὴν ἡμετέραν σάρκα ⟨…⟩ρῶν δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ θανάτῳ· φανερὸν ἂν εἴη, ὅτι καὶ τὸ λεγόμενον ὑπ' αὐτοῦ, Ἔκτισέ με ἀρχὴν ὁδῶν, οὐ τῆς οὐσίας αὐτοῦ, ἀλλὰ τῆς ἐνσωμάτου παρουσίας αὐτοῦ σημαντικόν ἐστι. Τοῦ γὰρ σώματος ἴδιον ἦν ὁ θάνατος· καὶ ὥσπερ
66. For if, just as has been said, He is called the beginning because of the resurrection from the dead and on account of this, and the resurrection came to be at that time when, bearing our flesh, He gave Himself to death on our behalf, it should be plain that what is said by Him, He created Me a beginning of ways, is indicative not of His essence, but of His bodily presence. For death was proper to the body; and just as