Migne Reading Room

PG 26 · cols. 229–240 · Read from the page

Second Oration against the Arians

Second Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:229Read from the page
Πάντα γὰρ βιάζονται λέγειν, ἵνα μὴ περὶ τοῦ Κυρίου φρονήσωσιν ἐν ἀληθείᾳ.
For they force themselves to say everything, so that they may not think truly concerning the Lord.
39. Ποῦ γὰρ ὅλως εὗρον παρὰ τῇ θείᾳ Γραφῇ λεγόμενον, ἢ παρὰ τίνος ἤκουσαν, ὡς ὄντος ἄλλου Λόγου καὶ ἄλλης Σοφίας παρὰ τοῦτον τὸν Υἱὸν, ἵνα καὶ τοιαῦτα ἑαυτοῖς ἀναπλάσσωνται; Γέγραπται μὲν γάρ· Οὐχ οἱ λόγοι μου, ὥσπερ πῦρ, ἢ πέλυξ κόπτων πέτραν; καὶ ἐν ταῖς Παροιμίαις· Διδάξω δὲ ὑμᾶς ἐμοὺς λόγους. Ἀλλὰ ταῦτα ἐντολαὶ καὶ προστάγματά εἰσιν, ἃ διὰ τοῦ ἰδίου καὶ μόνου ἀληθινοῦ Λόγου τοῖς ἁγίοις λελάληκεν ὁ Θεὸς, περὶ ὧν ἔλεγεν ὁ ψάλλων· Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. Τὰ γοῦν τοιαῦτα σημαίνων ἄλλα παρ' ἑαυτὸν εἶναι ὁ Σωτὴρ, καὶ δι' ἑαυτοῦ εἴρηκε· Τὰ ῥήματα, ἃ ἐγὼ λελάληκα ὑμῖν. Οὐ γὰρ δὴ οἱ τοιοῦτοι λόγοι γεννήματα ἢ υἱοί εἰσιν, οὐδὲ τοσοῦτοι δημιουργοὶ λόγοι, οὐδὲ τοσαῦται εἰκόνες τοῦ ἑνὸς Θεοῦ, οὐδὲ τοσοῦτοί εἰσιν οἱ γενόμενοι ἄνθρωποι ὑπὲρ ἡμῶν, οὐδὲ ὡς ἐκ πολλῶν τοιούτων εἷς ἐστιν ὁ γενόμενος κατὰ τὸν Ἰωάννην σάρξ· ἀλλ' ὡς μόνος ὢν τοῦ Θεοῦ Λόγος, εὐηγγελίσθη παρὰ τοῦ Ἰωάννου· Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ, Πάντα δι' αὐτοῦ ἐγένετο. Διὸ καὶ περὶ αὐτοῦ μόνου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ περὶ τῆς πρὸς τὸν Πατέρα ἑνότητος αὐτοῦ γέγραπται καὶ δείκνυται τὰ μαρτύρια, τοῦ μὲν Πατρὸς σημαίνοντος ἕνα εἶναι τὸν Υἱὸν, τῶν δὲ ἁγίων μαθόντων τοῦτο, καὶ λεγόντων ἕνα τὸν Λόγον εἶναι καὶ τοῦτον εἶναι Μονογενῆ· τά τε ἔργα τὰ δι' αὐτοῦ δείκνυται· πάντα γὰρ τά τε ὁρατὰ καὶ τὰ ἀόρατα δι' αὐτοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Περὶ δὲ ἑτέρου ἢ ἄλλου τινὸς οὐ φαντάζονται, καὶ ἀναπλάσσονται ἑαυτοῖς λόγους ἢ σοφίας, ὧν οὔτε ὄνομα, οὔτε ἔργον σημαίνεται ἀπὸ τῆς Γραφῆς, ἢ παρὰ μόνων τούτων ὀνομάζεται. Τούτων γάρ ἐστιν ἐξεύρεμα καὶ χριστομάχος ὑπόνοια, καὶ τῷ μὲν ὀνόματι τοῦ Λόγου καὶ τῆς Σοφίας καταχρῶνται, ἕτερα δὲ ἑαυτοῖς ἀναπλάττοντες, ἀρνοῦνται τὸν ἀληθινὸν τοῦ Θεοῦ Λόγον, καὶ τὴν ὄντως καὶ μόνην Σοφίαν τοῦ Πατρὸς, καὶ Μανιχαίους λοιπὸν ζηλοῦσιν οἱ ἄθλιοι. Κἀκεῖνοι γὰρ, τὰ μὲν ἔργα τοῦ Θεοῦ βλέποντες, ἀρνοῦνται αὐτὸν τὸν μόνον ὄντα καὶ ἀληθινὸν Θεὸν, ἕτερον δὲ ἑαυτοῖς ἀναπλάσσουσιν,
39. For where at all did they find it said in the divine Scripture, or from whom did they hear, that there is another Word and another Wisdom besides this Son, that they should even fashion such things for themselves? For it is written indeed, 'Are not my words like fire, or an axe cleaving a rock?' (Jer. 23:29); and in the Proverbs, 'And I will teach you my words' (Prov. 1:23). Yet these are commandments and ordinances which God has spoken to the saints through His own and only true Word, concerning which the Psalmist said, 'I have held back my feet from every evil way, so that I may keep Thy words' (Ps. 118:101). Signifying, therefore, that such things are other than Himself, the Saviour also has said through Himself, 'The words which I have spoken to you' (John 6:64). For surely such words are not offspring or sons, nor are there so many creative words, nor so many images of the one God, nor are there so many who became men for our sake, nor was He Who according to John became flesh one out of many such; but as being the only Word of God, He was preached by John as good tidings: 'The Word became flesh' (John 1:14), and, 'All things came into being through Him' (John 1:3). Wherefore also concerning Him alone, our Lord Jesus Christ, and concerning His unity with the Father, the testimonies are written and set forth, the Father signifying that the Son is one, and the saints having learned this, and saying that the Word is one and that He is Only-begotten; and the works are shown to be through Him; for all things, both visible and invisible, have come into being through Him, and without Him not even one thing came into being. And concerning any other they do not imagine anything, nor do they fashion for themselves words or wisdoms, of which neither name nor work is signified by the Scripture, or is named save by these men alone. For it is an invention of theirs and a Christ-fighting surmise; and they abuse the name of the Word and of Wisdom, while fashioning other things for themselves, they deny the true Word of God and the real and only Wisdom of the Father, and henceforth the wretched men emulate the Manichaeans. For those men also, while beholding the works of God, deny Him Who alone is and is the true God, and fashion another for themselves,
PG 26:232Read from the page
40. Οὐκοῦν εἰ μήτε ἐν τοῖς θείοις λογίοις εὑρίσκεται ἄλλη σοφία παρὰ τοῦτον τὸν Υἱὸν, μήτε παρὰ τῶν πατέρων ἠκούσαμέν τι τοιοῦτον· ὡμολόγηται δὲ καὶ γέγραπται παρὰ τούτων ἀγενήτως ἡ Σοφία συνυπάρχουσα τῷ Πατρὶ, ἰδία αὐτοῦ οὖσα, καὶ κόσμου δημιουργός· αὐτὸς ἂν εἴη ὁ Υἱὸς ὁ καὶ κατ' αὐτοὺς ἀϊδίως συνυπάρχων τῷ Πατρί. Αὐτὸς γάρ ἐστι καὶ δημιουργὸς, ὡς γέγραπται· Πάντα ἐν σοφίᾳ ἐποίησας. Καὶ γὰρ καὶ αὐτὸς Ἀστέριος, ὥσπερ ἐπιλαθόμενος ὧν πρότερον ἔγραψεν, ὕστερον κατὰ τὸν Καϊάφαν ἄκων καὶ αὐτὸς πρὸς Ἕλληνας ἐνιστάμενος, οὐκέτι μὲν πολλὰς σοφίας, οὐδὲ τὴν κάμπην ὀνομάζει, μίαν δὲ λοιπὸν ὁμολογεῖ, γράφων οὕτως· « Εἷς μὲν ὁ Θεὸς Λόγος, πολλὰ δὲ τὰ λογικά· καὶ μία μὲν τῆς Σοφίας οὐσία τε καὶ φύσις, πολλὰ δὲ τὰ σοφὰ καὶ καλά. » Καὶ μετ' ὀλίγα πάλιν λέγει· « Τίνες ἂν εἶεν οὓς παῖδας Θεοῦ προσαγορεύειν ἀξιοῦσιν; Οὐ γὰρ δὴ λόγους τε καὶ τούτους ὑπάρχειν φήσουσιν, οὐδὲ σοφίας εἶναι πλείονας ἐροῦσιν. Οὐ γὰρ δυνατὸν, ἑνὸς ὄντος τοῦ Λόγου, καὶ μιᾶς ἀποδειχθείσης τῆς Σοφίας, τῷ πλήθει τῶν παίδων τοῦ Λόγου τὴν οὐσίαν ἐπινέμειν, καὶ τῆς Σοφίας χαρίζεσθαι τὴν ἐπωνυμίαν. » Θαυμαστὸν τοίνυν οὐδὲν, εἰ πρὸς τὴν ἀλήθειαν οἱ Ἀρειανοὶ μάχονται, ὅπου γε καὶ τοῖς ἑαυτῶν προσκόπτοντες ἀλλήλοις συμπίπτουσι, ποτὲ μὲν λέγοντες πολλὰς εἶναι σοφίας, ποτὲ δὲ μίαν ἀποφαινόμενοι· καί ποτε μὲν τῇ κάμπῃ συνάπτουσι τὴν σοφίαν, ποτὲ δὲ συνυπάρχειν τῷ Πατρὶ καὶ ἰδίαν αὐτοῦ λέγουσι· καὶ ἄλλοτε μὲν ἀγένητον μόνον τὸν Πατέρα· ἄλλοτε δὲ καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν δύναμιν ἀγένητον. Καὶ μάχονται μὲν ἡμῖν λέγουσιν ἀεὶ εἶναι τὸν τοῦ Θεοῦ Λόγον, αὐτοὶ δὲ λέγοντες ἀγενήτως συνυπάρχειν τῷ Θεῷ τὴν Σοφίαν, ἐπιλανθάνονται τῶν ἰδίων. Οὕτω πρὸς πάντα σκοτοδινιῶσι, τὴν μὲν ἀληθινὴν Σοφίαν ἀρνούμενοι, καὶ τὴν μὴ οὖσαν ἐξευρίσκοντες, ὡς οἱ Μανιχαῖοι πλάττοντες ἑαυτοῖς ἕτερον, καὶ τὸν ὄντα Θεὸν ἀρνούμενοι.
40. Therefore, if neither in the divine oracles is any other wisdom found besides this Son, nor have we heard anything of the sort from the fathers, and it has been confessed and written by these men that Wisdom coexists unoriginately with the Father, being His own, and Framer of the world: this Son Himself must be He Who even according to them eternally coexists with the Father. For He Himself is also Framer, as it is written, 'In wisdom hast Thou made all things' (Ps. 103:24). For indeed Asterius himself also, as though forgetting what he had written before, afterwards like Caiaphas unwillingly himself too arguing against the Greeks, no longer names many wisdoms, nor the caterpillar, but henceforth confesses one, writing thus: 'God the Word is one, while rational things are many; and the essence and nature of Wisdom is one, while wise and noble things are many.' And a little further on he says again: 'Who might they be whom they think worthy to call children of God? For surely they will not say that these also are words, nor will they affirm that there are many wisdoms. For it is not possible, when the Word is one, and Wisdom has been demonstrated to be one, to parcel out the essence of the Word to the multitude of the children, and to bestow on them the title of Wisdom.' It is no wonder, then, if the Arians fight against the truth, since even stumbling over their own statements they collide with one another, sometimes saying that there are many wisdoms, and sometimes declaring that there is one; and sometimes they join wisdom to the caterpillar, and sometimes they say that it coexists with the Father and is His own; and at one time that the Father alone is unoriginate, and at another that His wisdom also and His power are unoriginate. And they fight against us when we say that the Word of God always is, while they themselves, saying that Wisdom coexists unoriginately with God, forget their own words. Thus in relation to all things they suffer vertigo, denying the true Wisdom, and inventing one that does not exist, like the Manichaeans fashioning another for themselves, and denying the God Who is.
PG 26:233Read from the page
41. Ἀλλ ἀκουέτωσαν μὲν αἱ ἄλλαι αἱρέσεις καὶ Μανιχαῖοι, ὅτι εἷς ἐστιν ὁ τοῦ μὲν Χριστοῦ Πατὴρ, τῆς δὲ κτίσεως δεσπότης καὶ ποιητὴς διὰ τοῦ ἰδίου Λόγου· ἀκουέτωσαν δὲ ἰδίᾳ καὶ Ἀρειομανῖται, ὅτι εἷς ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, ὁ μόνος ἴδιος καὶ γνήσιος ἐκ τῆς οὐσίας αὐτοῦ ὢν Υἱὸς, καὶ ἀχώριστον ἔχων πρὸς τὸν Πατέρα ἑαυτοῦ τὴν ἑνότητα τῆς θεότητος, ὡς πολλάκις εἴπομεν, μαθόντες παρ' αὐτοῦ τοῦ Σωτῆρος. Ἐπεὶ εἰ μὴ οὕτως ἔχει, διὰ τί δι' αὐτοῦ κτίζει ὁ Πατὴρ, καὶ ἐν αὐτῷ ἀποκαλύπτεται οἷς ἐὰν θέλῃ, καὶ φωτίζει τούτους; Ἢ διὰ τί καὶ ἐν τῇ τελειώσει τοῦ βαπτίσματος συγκατονομάζεται τῷ Πατρὶ ὁ Υἱός; Εἰ μὲν γὰρ αὐτάρκης οὐκ ἔστιν ὁ Πατὴρ, ἀσεβὴς ἡ φωνή· εἰ δὲ αὐτάρκης, τοῦτο γὰρ θέμις εἰπεῖν, τίς ἡ χρεία τοῦ Υἱοῦ ἢ εἰς τὴν δημιουργίαν ἢ εἰς τὸ ἅγιον λουτρόν; Ποία γὰρ κοινωνία τῷ κτίσματι πρὸς τὸν κτίστην; Ἢ διὰ τί τὸ πεποιημένον συναριθμεῖται τῷ ποιήσαντι εἰς τὴν τῶν πάντων τελείωσιν; Ἢ διὰ τί καθ' ἡμᾶς ἡ πίστις εἰς ἕνα κτίστην καὶ εἰς ἓν κτίσμα παραδίδοται; Εἰ μὲν γὰρ ἵνα συναφθῶμεν τῇ θεότητι, τίς χρεία τοῦ κτίσματος; εἰ δὲ ἵνα ἑνωθῶμεν τῷ Υἱῷ κτίσματι ὄντι, περιττὴ καθ' ὑμᾶς ἡ ἐν τῷ βαπτίσματι τοῦ Υἱοῦ ὀνομασία. Ὁ γὰρ αὐτὸν υἱοποιήσας Θεὸς ἱκανός ἐστι καὶ ἡμᾶς υἱοποιῆσαι. Ἄλλως τε εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, μιᾶς οὔσης τῆς φύσεως τῶν λογικῶν κτισμάτων, οὐδεμία παρὰ κτίσματος κτίσμασι βοήθεια γενήσεται, διὰ τὸ πάντας δεῖσθαι τῆς παρὰ τοῦ Θεοῦ χάριτος. Ὀλίγα μὲν οὖν προλαβόντες εἴπομεν ὡς ἀκολούθως δι' αὐτοῦ γέγονε τὰ πάντα· ἐπειδὴ δὲ καὶ τοῦ ἁγίου βαπτίσματος ἡ ἀκολουθία πεποίηκεν ἡμᾶς μνημονεῦσαι, ἀναγκαῖον, ὥς γε νοῶ καὶ πεπίστευκα, λέγειν, οὐχ ὡς μὴ αὐτάρκους ὄντος τοῦ Πατρὸς, συνονομάζεται καὶ ὁ Υἱὸς, οὐδὲ ἁπλῶς καὶ ὡς ἔτυχεν· ἀλλ' ἐπειδὴ Λόγος ἐστὶ τοῦ Θεοῦ καὶ ἰδία σοφία, ἀπαύγασμά τε ὢν αὐτοῦ, ἀεί ἐστι μετὰ τοῦ Πατρὸς, διὰ τοῦτο ἀδύνατον, παρέχοντος τοῦ Πατρὸς, μὴ ἐν τῷ Υἱῷ δίδοσθαι τὴν χάριν· ἐν τῷ Πατρὶ γάρ ἐστιν ὁ Υἱὸς, ὡς τὸ ἀπαύγασμα ἐν τῷ φωτί. Οὐ γὰρ ὡς ἐνδεὴς ὁ Θεὸς, ἀλλ' ὡς Πατὴρ τῇ ἑαυτοῦ σοφίᾳ τεθεμελίωκε τὴν γῆν, καὶ τῷ ἐξ αὐτοῦ Λόγῳ τὰ πάντα πεποίηκε, τό τε ἅγιον λουτρὸν ἐν τῷ Υἱῷ βεβαιοῖ. Ἔνθα γὰρ ὁ Πατὴρ, ἐκεῖ καὶ ὁ Υἱός ἐστιν· ὡς ἔνθα τὸ φῶς, ἐκεῖ καὶ τὸ ἀπαύγασμα. Καὶ
41. Yet let the other heresies and the Manichaeans hear that the Father of Christ is one, and Lord and Maker of the creation through His own Word; and let the Ariomaniacs also hear in particular that the Word of God is one, being the only own and genuine Son from His essence, and having with His Father the inseparable unity of deity, as we have often said, having learned it from the Saviour Himself. Since, if it is not so, why does the Father create through Him, and in Him reveal Himself to whomsoever He wills, and illuminate them? Or why also in the perfection of baptism is the Son named together with the Father? For if the Father is not self-sufficient, the utterance is impious; but if He is self-sufficient, for this is lawful to say, what is the need of the Son either for the framing of the world or for the holy laver? For what fellowship is there for the creature with the Creator? Or why is the thing made numbered together with Him Who made it for the perfection of all things? Or why among us is the faith delivered into one Creator and into one creature? For if it is that we may be joined to the deity, what need is there of the creature? And if it is that we may be united to the Son Who is a creature, superfluous according to you is the naming of the Son in baptism. For the God Who adopted Him as Son is sufficient to adopt us also as sons. Besides, if the Son is a creature, since the nature of rational creatures is one, no help will come to creatures from a creature, because all stand in need of the grace that is from God. A few things, therefore, we have said beforehand as to how fittingly all things have come into being through Him; and since the sequence of the discourse has caused us to make mention also of holy baptism, it is necessary, as at least I understand and have believed, to say that not as though the Father were not self-sufficient is the Son also named with Him, nor simply and at random; but since He is the Word of God and His own Wisdom, and being His radiance, He is always with the Father, wherefore it is impossible, when the Father bestows it, that the grace should not be given in the Son; for the Son is in the Father, as the radiance is in the light. For not as standing in need did God, but as Father, found the earth by His own Wisdom (Prov. 3:19), and make all things by the Word that is from Him, and He confirms the holy laver in the Son. For where the Father is, there also is the Son: as where the light is, there also is the radiance. And
Notes, col. 233

On the reading

Printed Ἀλλ, for Ἀλλ'.

PG 26:236Read from the page
ὥσπερ ἃ ὁ Πατὴρ ἐργάζεται, διὰ τοῦ Υἱοῦ ἐργάζεται, καὶ λέγει αὐτὸς ὁ Κύριος· Ἃ βλέπω τὸν Πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ· οὕτω καὶ τοῦ βαπτίσματος διδομένου, ὃν βαπτίζει ὁ Πατὴρ, τοῦτον· καὶ ὃν ὁ Υἱὸς βαπτίζει, ὁ Υἱὸς βαπτίζει, οὗτος ἐν Πνεύματι ἁγίῳ τελειοῦται. Πάλιν τε ὥσπερ τοῦ ἡλίου φαίνοντος, λέγοι ἄν τις καὶ τὸ ἀπαύγασμα φωτίζειν· ἓν γάρ ἐστι τὸ φῶς, καὶ οὐκ ἔστι διελεῖν, οὐδὲ ἀποσχίσαι· οὕτως ἔνθα πάλιν ὁ Πατήρ ἐστιν ἢ ὀνομάζεται, ἐκεῖ πάντως καὶ ὁ Υἱὸς ὑπάρχει· ὀνομάζεται δὲ ἐν τῷ βαπτίσματι ὁ Πατὴρ, ἀνάγκη καὶ τὸν Υἱὸν συγκατονομάζεσθαι.
just as what things the Father works, He works through the Son, and the Lord Himself says, 'What things I see the Father doing, these I also do' (John 5:19); so also when baptism is given, whom the Father baptizes, him both whom the Son baptizes, the Son baptizes, and he is perfected in the Holy Spirit. And again, just as when the sun shines, one might say that the radiance also illuminates, for the light is one, and it is not possible to divide or to cleave it apart: so again where the Father is or is named, there assuredly the Son also is present; and since the Father is named in baptism, of necessity the Son also must be named together with Him.
42. Διὰ τοῦτο καὶ τοῖς ἁγίοις ἐπαγγελλόμενος, οὕτως ἔλεγεν· Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν· καὶ πάλιν· Ἵν' ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, κἀκεῖνοι ἓν ὦσιν ἐν ἡμῖν. Καὶ ἡ διδομένη δὲ χάρις μία ἐστὶ παρὰ τοῦ Πατρὸς ἐν Υἱῷ διδομένη, ὡς ὁ Παῦλος διὰ πάσης ἐπιστολῆς γράφει· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Δεῖ γὰρ τὸ φῶς εἶναι μετὰ τῆς αὐγῆς, καὶ τὸ ἀπαύγασμα συνορᾶσθαι μετὰ τοῦ ἰδίου φωτός. Ὅθεν Ἰουδαῖοι μετὰ τούτων ἀρνούμενοι τὸν Υἱὸν, οὐκ ἔχουσιν οὐδὲ τὸν Πατέρα· καταλείψαντες γὰρ τὴν πηγὴν τῆς σοφίας, ὡς ὀνειδίζων αὐτοὺς εἶπεν ὁ Βαροὺχ, ἀπέβαλον ἀφ' ἑαυτῶν καὶ τὴν ἐκ ταύτης σοφίαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· Χριστὸς γὰρ, φησὶν ὁ Ἀπόστολος, Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· λέγοντες· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Ἰουδαῖοι μὲν οὖν ἔχουσι τῆς ἀρνήσεως τὰ ἐπίχειρα τῆς ἐπιτιμίας· ἀπώλεσαν γὰρ σὺν τῇ πόλει καὶ τὸν λογισμόν. Οὗτοι δὲ κινδυνεύουσι λοιπὸν καὶ περὶ αὐτὸ τὸ πλήρωμα τοῦ μυστηρίου· φημὶ δὴ τὸ βάπτισμα. Εἰ γὰρ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ δίδοται ἡ τελείωσις, οὐ λέγουσι δὲ Πατέρα ἀληθινὸν, διὰ τὸ
42. Wherefore also, making promises to the saints, He spoke thus: 'I and the Father will come, and We will make Our abode with him' (John 14:23); and again, 'That as I and Thou are one, they also may be one in Us' (John 17:22). And the grace that is given is one, being given from the Father in the Son, as Paul writes throughout every epistle: 'Grace to you and peace from God our Father and the Lord Jesus Christ' (Rom. 1:7; 1 Cor. 1:3; Eph. 1:2). For the light must be with the brightness, and the radiance must be seen together with its own light. Whence the Jews, denying the Son along with these men, do not have the Father either; for having forsaken the fountain of wisdom, as Baruch said in reproaching them (Bar. 3:12), they cast away from themselves also the Wisdom that is from it, our Lord Jesus Christ—for 'Christ,' says the Apostle, 'is the power of God and the wisdom of God' (1 Cor. 1:24)—saying, 'We have no king but Caesar' (John 19:15). The Jews, therefore, have the wages of the penalty of their denial; for along with their city they have lost their understanding also. And these men henceforth run into danger even concerning the very fullness of the mystery: I mean baptism. For if the perfection is given in the name of the Father and of the Son, yet they do not speak of a true Father, because they
PG 26:237Read from the page
ἀρνεῖσθαι τὸ ἐξ αὐτοῦ καὶ ὅμοιον τῆς οὐσίας, ἀρνοῦνται δὲ καὶ τὸν ἀληθινὸν Υἱὸν, καὶ ἄλλον ἑαυτοῖς ἐξ οὐκ ὄντων κτιστὸν ἀναπλάττοντες ὀνομάζουσι, πῶς οὐ παντελῶς κενὸν καὶ ἀλυσιτελὲς τὸ παρ' αὐτῶν διδόμενόν ἐστι, προσποίησιν μὲν ἔχον, τῇ δὲ ἀληθείᾳ μηδὲν ἔχον πρὸς εὐσέβειαν βοήθημα; Οὐ γὰρ εἰς Πατέρα καὶ Υἱὸν διδόασιν οἱ Ἀρειανοὶ, ἀλλ' εἰς κτίστην καὶ κτίσμα, καὶ εἰς ποιητὴν καὶ ποίημα. Ὥσπερ δὲ ἄλλο ἐστὶ κτίσμα παρὰ τὸν Υἱὸν, οὕτως ἄλλο ἂν εἴη τῆς ἀληθείας τὸ παρ' αὐτῶν νομιζόμενον δίδοσθαι, κἂν τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, διὰ τὸ γεγραμμένον, ὀνομάζειν προσποιῶνται. Οὐ γὰρ ὁ λέγων ἁπλῶς, Κύριε, οὗτος καὶ δίδωσιν· ἀλλ' ὁ μετὰ τοῦ ὀνόματος καὶ τὴν πίστιν ἔχων ὀρθήν. Διὰ τοῦτο γοῦν καὶ ὁ Σωτὴρ οὐχ ἁπλῶς ἐνετείλατο βαπτίζειν, ἀλλὰ πρῶτόν φησι, Μαθητεύσατε· εἶθ' οὕτω· Βαπτίζετε εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· ἵν' ἐκ τῆς μαθήσεως ἡ πίστις ὀρθὴ γένηται, καὶ μετὰ πίστεως ἡ τοῦ βαπτίσματος τελείωσις προστεθῇ.
deny Him Who is from Him and like His essence, and they deny also the true Son, and fashioning another for themselves as created out of nothing they name him, how is that which is given by them not altogether empty and unprofitable, having a pretence indeed, but in truth having no help towards piety? For the Arians do not give baptism into Father and Son, but into Creator and creature, and into Maker and work. And just as a creature is something other than the Son, so that which is supposed by them to be given would be something other than the truth, even if they pretend to name the name of the Father and of the Son because of what is written. For it is not he who simply says, 'Lord' (Matt. 7:21), who also gives it; but he who along with the name also holds the right faith. Wherefore at any rate the Saviour also did not command simply to baptize, but first He says, 'Make disciples'; and then thus: 'Baptize into the name of the Father, and of the Son, and of the Holy Spirit' (Matt. 28:19); so that from the instruction the faith may become right, and along with faith the perfection of baptism may be added.
43. Πολλαὶ γοῦν καὶ ἄλλαι αἱρέσεις, λέγουσαι τὰ ὀνόματα μόνον, μὴ φρονοῦσαι δὲ ὀρθῶς, ὡς εἴρηται, μηδὲ τὴν πίστιν ὑγιαίνουσαν ἔχουσαι, ἀλυσιτελὲς ἔχουσι καὶ τὸ παρ' αὐτῶν διδόμενον ὕδωρ, λειπόμενον εὐσεβείᾳ· ὥστε καὶ τὸν ῥαντιζόμενον παρ' αὐτῶν ῥυπαίνεσθαι μᾶλλον ἐν ἀσεβείᾳ ἢ λυτροῦσθαι. Οὕτω καὶ Ἕλληνες, καίτοι Θεὸν διὰ χειλέων λέγοντες, ἀθεότητος ἔχουσιν ἔγκλημα, ὅτι τὸν ὄντως ὄντα καὶ ἀληθινὸν Θεὸν οὐ γινώσκουσι, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὕτω Μανιχαῖοι καὶ Φρύγες, καὶ οἱ τοῦ Σαμωσατέως μαθηταὶ, τὰ ὀνόματα λέγοντες, οὐδὲν ἧττόν εἰσιν αἱρετικοί· οὕτω καθεξῆς λοιπὸν καὶ οἱ τὰ Ἀρείου φρονοῦντες, κἂν ἀναγινώσκωσι τὰ γεγραμμένα, καὶ λέγωσι τὰ ὀνόματα, καὶ αὐτοὶ παίζουσι τοὺς λαμβάνοντας παρ' αὐτῶν, πλέον τῶν ἄλλων αἱρέσεων ἀσεβέστεροι τυγχάνοντες, καὶ κατ' ὀλίγον ὑπερκείμενοι ταύτας, καὶ δικαιοῦντες αὐτὰς ἐκ τῆς ἑαυτῶν ἀθυρογλωττίας. Ἐκεῖναι μὲν γὰρ πλέον τι τῆς ἀληθείας καταψεύδονται, καὶ ἢ περὶ τὸ σῶμα σφάλμα ἔχουσι, λέγοντες μὴ ἐκ Μαρίας ἐσχηκέναι σάρκα τὸν Κύριον, ἢ ὅτι ὅλως οὐ γέγονε θάνατος, οὐδὲ ὅλως ἄνθρωπος γέγονεν, ἀλλὰ μόνον ἐφάνη, καὶ οὐκ ἦν ἀληθῶς, καὶ ἐδόκει σῶμα ἔχειν, μὴ ἔχων, καὶ ἐδόκει ἄνθρωπος
43. Many other heresies, therefore, speaking the names only, while not thinking rightly, as has been said, nor having sound faith, have the water also that is given by them unprofitable, being destitute of piety: so that he who is sprinkled by them is defiled in impiety rather than redeemed. Thus the Greeks also, although speaking of God with their lips, incur the charge of atheism, because they do not know Him Who truly is and is the true God, the Father of our Lord Jesus Christ; thus the Manichaeans and the Phrygians, and the disciples of him of Samosata, while speaking the names, are nonetheless heretics; thus in order henceforth those also who hold the views of Arius, even if they read the things that are written and speak the names, they too mock those who receive from them, being more impious than the other heresies, and by not a little surpassing them, and justifying them by their own unbridled tongue. For those heresies utter some falsehood beyond the truth, and either have an error concerning the body, saying that the Lord did not take flesh from Mary, or that death did not take place at all, nor did He become man at all, but only appeared, and was not truly so, and seemed to have a body when He did not have one, and seemed a man
PG 26:240Read from the page
φαίνεσθαι, ὡς ἐν ὀνείρῳ φαντασίας· οὗτοι δὲ εἰς αὐτὸν τὸν Πατέρα φανερως ἀσεβοῦσι. Τὴν γὰρ θεότητα αὐτοῦ εἰς τὸν Υἱὸν ὡς ἐν εἰκόνι μαρτυρουμένην ἀκούοντες ἀπὸ τῶν Γραφῶν, βλασφημοῦσι, λέγοντες αὐτὴν εἶναι κτίσμα καὶ πανταχοῦ περὶ αὐτῆς τὸ, οὐκ ἦν, ὡς ἐν πήρᾳ βόρβορον, τὸ λεξείδιον τοῦτο περιφέρουσι, καὶ ὡς ὄφις τὸν ἰὸν, τοῦτο προβάλλονται. Εἶτα, ἐπειδὴ ναυσηρὸν παρὰ πᾶσι τὸ παρ' αὐτοῖς ἐστι δόγμα, εὐθὺς ὥσπερ ἔρεισμα τῷ πτώματι τῆς αἱρέσεως, τὴν ἀνθρωπίνην προστασίαν ὑποτιθέασι, ἵνα ταύτην βλέπων ὁ ἁπλούστερος, ἢ καὶ δεδιὼς, μὴ κατανοῇ τὸ βλαβερὸν τῆς κακοφροσύνης αὐτῶν. Πῶς οὖν οὐκ ἄξιον οἰκτείρειν τοὺς παρ' αὐτῶν ἀπατωμένους; Ἢ πῶς οὐκ ἐπὶ τούτοις δακρῦσαι καλὸν, ὅτι τῇ παραυτίκα διὰ τὰς ἡδονὰς φαντασίᾳ προδιδόασι τὸ ἑαυτοῖς συμφέρον, καὶ ἐκπίπτουσι τῆς μελλούσης ἐλπίδος; Εἰς γὰρ τὸν οὐκ ὄντα δοκοῦντες λαμβάνειν, οὐδὲν εἰληφότες ἔσονται· κτίσματί τε συντασσόμενοι, οὐδεμίαν παρὰ τῆς κτίσεως ἕξουσι βοήθειαν. Καὶ εἰς ἀνόμοιον δὲ καὶ ἀλλότριον κατ' οὐσίαν τοῦ Πατρὸς πιστεύοντες, οὐ συναφθήσονται τῷ Πατρὶ, μὴ ἔχοντες τὸν ἴδιον καὶ ἐξ αὐτοῦ φύσει Υἱὸν, τὸν ὄντα ἐν τῷ Πατρὶ, ἐν ᾧ καὶ ὁ Πατήρ ἐστιν, ὡς αὐτὸς εἴρηκεν· ἀλλὰ πλανηθέντες παρὰ τούτων, ἔρημοι καὶ γυμνοὶ λοιπὸν ἀπομένουσι τῆς θεότητος οἱ ἄθλιοι. Οὐδὲ γὰρ ἀκολουθήσει τούτοις ἀποθνήσκουσιν ἡ τῶν ἐπὶ γῆς φαντασία· οὐδ' ὅταν ἴδωσιν, ὃν ἠρνήσαντο, Κύριον καθήμενον ἐπὶ τὸν θρόνον τοῦ Πατρὸς αὐτοῦ, καὶ κρίνοντα ζῶντας καὶ νεκροὺς, δυνήσεταί τις εἰς βοήθειαν επικαλέσασθαί τινα τῶν νῦν ἀπατησάντων. Κρινομένους γὰρ καὶ αὐτοὺς ὄψονται καὶ μεταμελομένους ἐφ' οἷς ἠδίκησαν καὶ ἠσέβησαν.
to appear, as in an illusion of a dream; whereas these men are openly impious against the Father Himself. For hearing from the Scriptures that His deity is witnessed in the Son as in an image, they blaspheme, saying that it is a creature, and everywhere concerning it they carry around this paltry phrase, 'He was not,' like filth in a wallet, and like a serpent they spit forth this venom. Then, since the dogma held among them is nauseating to all, immediately, as a prop for the fall of their heresy, they put under it human patronage, so that the simpler person, looking upon this or even fearing it, may not perceive the harmfulness of their evil-mindedness. How then is it not right to pity those who are deceived by them? Or how is it not fitting to weep over them, because through the momentary illusion for the sake of pleasures they betray their own advantage, and fall away from the hope to come? For thinking that they receive into one who does not exist, they will have received nothing; and being ranged with a creature, they will have no help from the creation. And believing in one who is unlike and alien in essence from the Father, they will not be joined to the Father, not having His own Son Who is from Him by nature, Who is in the Father, and in Whom the Father is, as He Himself has said (John 14:10); but having been led astray by these men, the wretched ones henceforth remain desolate and stripped of the deity. For the illusion of the things on earth will not follow them when they die; nor when they see the Lord, Whom they denied, sitting upon the throne of His Father, and judging the living and the dead, will anyone be able to call to his aid any of those who now have deceived them. For they will see them also being judged and repenting over the things wherein they did wrong and acted impiously.
44. Ταῦτα πρὸ τοῦ ῥητοῦ τῶν Παροιμιῶν τέως διελάβομεν, ἐνιστάμενοι πρὸς τὰς ἀλόγους ἐκ καρδίας αὐτῶν μυθοπλαστίας· ἵνα γνόντες, ὡς οὐχ ἁρμόζει λέγειν κτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ, μάθωσι καλῶς ἀναγινώσκειν καὶ αὐτοὶ τὸ ἐν ταῖς Παροιμίαις ῥητὸν, ὀρθὴν ἔχον καὶ αὐτὸ τὴν διάνοιαν. Γέγραπται μὲν γάρ· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ἀλλ' ἐπειδὴ παροιμίαι εἰσὶ, καὶ παροιμιωδῶς ἐλέχθη, οὐ δεῖ τὴν πρόχειρον λέξιν ἁπλῶς οὕτως ἐκλαμβάνειν, ἀλλὰ τὸ πρόσωπον ζητεῖν, καὶ οὕτω μετ' εὐσεβείας τὸν νοῦν ἐφαρμόζειν αὐτῷ.
44. These things we have thus far discussed before the text of the Proverbs, opposing the irrational fables from their heart; so that, knowing that it is not fitting to call the Son of God a creature, they themselves also may learn to read well the text in the Proverbs, which itself also has a right meaning. For it is written indeed, 'The Lord created me a beginning of His ways for His works' (Prov. 8:22); yet since they are proverbs, and it was spoken proverbially, one must not take the superficial wording simply thus, but seek the person, and so with piety apply the sense to it.
Notes, col. 240

On the reading

Printed φανερως, for φανερῶς.

Printed επικαλέσασθαί, for ἐπικαλέσασθαί.