Migne Reading Room

PG 26 · cols. 220–228 · Read from the page

Second Oration against the Arians

Second Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:220Read from the page
34. Εἰ γὰρ καὶ ἐπὶ τούτων τῶν γενητῶν καὶ σωματικῶν εὑρίσκεται τὰ γεννήματα μὴ μέρη ὄντα τῶν οὐσιῶν ἐξ ὧν εἰσι, μηδὲ παθητικῶς ὑφιστάμενα, μηδὲ μειοῦντα τὰς οὐσίας τῶν γονέων· πῶς πάλιν οὐ μαίνονται ἐπὶ τοῦ ἀσωμάτου καὶ ἀληθινοῦ Θεοῦ, ζητοῦντες καὶ ὑπονοοῦντες μέρη καὶ πάθη, διαιρέσεις δὲ προσάπτοντες τῷ ἀπαθεῖ καὶ ἀναλλοιώτῳ Θεῷ, ἵνα τὰς ἀκοὰς ἐν τούτοις ταράσσωσι τῶν ἀκεραιοτέρων, καὶ διαστρέψωσιν ἀπὸ τῆς ἀληθείας; Τίς γὰρ ἀκούων Υἱὸν, οὐκ ἐνθυμεῖται τὸ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας; Τίς δὲ, ἀκούσας, ὅτε κατηχεῖτο κατὰ τὴν ἀρχὴν, ὅτι ὁ Θεὸς Υἱὸν ἔχει, καὶ τῷ ἰδίῳ Λόγῳ τὰ πάντα πεποίηκεν, οὐχ οὕτως ἐδέξατο κατὰ τὴν διάνοιαν ὡς νῦν ἡμεῖς φρονοῦμεν; Τίς, ὅτε γέγονεν ἡ μιαρὰ τῶν Ἀρειανῶν αἵρεσις, οὐκ εὐθὺς, ἀκούσας ἃ λέγουσιν, ἐξενίσθη, ὡς ἀλλότρια λεγόντων αὐτῶν, καὶ παρὰ τὸν ἐξ ἀρχῆς σπαρέντα λόγον ἐπισπειρόντων; Τὸ μὲν γὰρ σπειρόμενόν ἐστιν ἐξ ἀρχῆς ἑκάστῃ ψυχῇ, ὅτι ὁ Θεὸς Υἱὸν τὸν Λόγον, τὴν σοφίαν, τὴν δύναμιν ἔχει, καὶ ταῦτά ἐστιν αὐτοῦ εἰκὼν καὶ ἀπαύγασμα· φύεται δὲ εὐθὺς ἐκ τῶν ῥηθέντων τὸ ἀεὶ, τὸ ἐκ τοῦ Πατρὸς, τὸ ὅμοιον, τὸ ἀΐδιον τοῦ γεννήματος τῆς οὐσίας· καὶ οὐδεμία περὶ κτίσματος ἢ ποιήματος ἐν τούτοις ἔννοια. Ὅτε δὲ ἐχθρὸς ἄνθρωπος κοιμωμένων τῶν ἀνθρώπων ἐπέσπειρε τὸ, κτίσμα, καὶ τὸ, ἦν ποτε ὅτε οὐκ ἦν, καὶ τὸ, πῶς οὖν δύναται· τότε λοιπὸν ὡς ζιζάνιον γέγονεν ἡ κακοῦργος αἵρεσις τῶν χριστομάχων· καὶ εὐθὺς, ὡς ἐρημωθέντες πάσης ὀρθῆς φρονήσεως, δίκην λῃστῶν περιεργάζονται καὶ λέγειν τολμῶσι· « Πῶς οὖν δύναται ὁ Υἱὸς ἀϊδίως συνυπάρχειν τῷ Πατρί; Καὶ γὰρ οἱ ἄνθρωποι μετὰ χρόνον ἐξ ἀνθρώπων υἱοὶ γίνονται· καὶ ὁ μὲν πατὴρ τριάκοντα ἐτῶν ἐστιν· ὁ δὲ υἱὸς ἀρχὴν ἔχει τότε γεννηθείς· καὶ ὅλως πᾶς υἱὸς ἀνθρώπου οὐκ ἦν, πρὶν γεννηθῇ. » Πάλιν τε ψιθυρίζουσι· « Πῶς δύναται ὁ Υἱὸς Λόγος εἶναι, ἢ ὁ Λόγος εἰκὼν τοῦ Θεοῦ; Ὁ γὰρ ἀνθρώπων Λόγος ἐκ συλλαβῶν συγκείμενος, μόνον ἐσήμανε τὸ βούλημα τοῦ λαλήσαντος, καὶ εὐθὺς πέπαυται καὶ ἠφάνισται. »
34. For if even among these things that are created and corporeal, offspring are found which are not parts of the essences from which they are, nor subsist passibly, nor diminish the essences of their parents; how again are they not raving in the case of the incorporeal and true God, when they seek and suspect parts and passions, and attribute divisions to the impassible and unchangeable God, so that by these means they may trouble the ears of the more simple, and turn them aside from the truth? For who, hearing of a Son, does not call to mind that which is proper to the Father's essence? And who, having heard, when he was first instructed in the beginning, that God has a Son, and has made all things by His own Word, did not so receive it in his mind as we now think? Who, when the foul heresy of the Arians arose, was not straightway, upon hearing what they say, struck with astonishment, as though they were speaking strange things, and sowing over and above the word sown from the beginning? For that which is sown from the beginning in every soul is that God has a Son, the Word, the Wisdom, the Power, and that these are His image and radiance; and there springs up straightway from what has been said the existing always, the being from the Father, the likeness, the eternity of the offspring of the essence; and there is no notion at all of creature or work in these things. But when an enemy man, while men were sleeping, sowed over it the word, creature, and, there was once when He was not, and, how then can it be (Matt. 13:25); then henceforth, like tares, arose the wicked heresy of the Christ-fighters; and straightway, as men bereft of all right understanding, like robbers they pry curiously and dare to say: "How then can the Son coexist eternally with the Father? For men also come to be sons from men after a time; and the father is thirty years old, while the son has a beginning when he is then begotten; and in short every son of man was not, before he was begotten." And again they whisper: "How can the Son be Word, or the Word the image of God? For the word of men, being composed of syllables, only signified the will of the speaker, and straightway has ceased and vanished."
PG 26:221Read from the page
35. Ἐκεῖνοι μὲν οὖν, ὥσπερ ἐπιλαθόμενοι τῶν προλεχθέντων κατ' αὐτῶν ἐλέγχων, τοιούτοις πάλιν ἑαυτοὺς δεσμοῖς ἀσεβείας περιπείροντες διαλογίζονται τοιαῦτα· ὁ δὲ τῆς ἀληθείας λόγος ἐλέγχει τούτους οὕτως. Εἰ μὲν περὶ ἀνθρώπου τινὸς διαλογίζονται, ἀνθρωπίνως καὶ περὶ τοῦ λόγου αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ λογιζέσθωσαν· εἰ δὲ περὶ τοῦ Θεοῦ τοῦ κτίσαντος τοὺς ἀνθρώπους, μηκέτι ἀνθρωπίνως, ἀλλὰ ἄλλως ὑπὲρ τὴν τῶν ἀνθρώπων φύσιν διανοείσθωσαν. Ὁποῖος γὰρ ἂν ᾖ ὁ γεννῶν, τοιοῦτον ἀνάγκη καὶ τὸ γέννημα εἶναι· καὶ ὁποῖος ἂν ᾖ ὁ τοῦ Λόγου Πατὴρ, τοιοῦτος ἂν εἴη καὶ ὁ Λόγος αὐτοῦ. Ὁ μὲν οὖν ἄνθρωπος ἐν χρόνῳ γεννώμενος, ἐν χρόνῳ καὶ αὐτὸς γεννᾷ τὸ τέκνον· καὶ ἐπειδὴ ἐκ τοῦ μὴ ὄντος γέγονε, διὰ τοῦτο καὶ ὁ λόγος αὐτοῦ παύεται, καὶ οὐ μένει· ὁ δὲ Θεὸς οὐχ ὡς ἄνθρωπός ἐστι· τοῦτο γὰρ εἶπεν ἡ Γραφή· ἀλλ' ὤν ἐστι καὶ ἀεί ἐστι· διὰ τοῦτο καὶ ὁ Λόγος αὐτοῦ ὤν ἐστι καὶ ἀϊδίως ἐστὶ μετὰ τοῦ Πατρὸς, ὡς ἀπαύγασμα φωτός. Καὶ ὁ μὲν τῶν ἀνθρώπων λόγος ἐκ συλλαβῶν ἐστι συγκείμενος, καὶ οὔτε ζῇ, οὔτε τι ἐνεργεῖ, ἀλλὰ μόνον ἐστὶ σημαντικὸς τῆς τοῦ λαλοῦντος διανοίας, καὶ μόνον ἐξῆλθε καὶ παρῆλθε μηκέτι φαινόμενος, ἐπειδὴ οὐδὲ ἦν ὅλως, πρὶν λαληθῇ· διὸ οὔτε ζῇ, οὔτε τι ἐνεργεῖ, οὔτε ὅλως ἄνθρωπός ἐστιν ὁ τῶν ἀνθρώπων λόγος· πάσχει δὲ τοῦτο, καθὰ προεῖπον, ἐπεὶ καὶ ὁ τοῦτον γεννῶν ἄνθρωπος ἐκ τοῦ μὴ ὄντος ἔχει τὴν φύσιν· ὁ δὲ τοῦ Θεοῦ Λόγος οὐχ, ὡς ἄν τις εἴποι, προφορικός ἐστιν, οὐδὲ ψόφος ῥημάτων, οὐδὲ τὸ προστάξαι Θεὸν, τοῦτό ἐστιν ὁ Υἱός· ἀλλ' ὡς φωτὸς ἀπαύγασμα, οὕτως ἐστὶ γέννημα τέλειον ἐκ τελείου. Διὸ καὶ Θεός ἐστιν εἰκὼν τοῦ Θεοῦ· καὶ Θεὸς γὰρ ἦν, φησὶν, ὁ Λόγος. Καὶ οἱ μὲν λόγοι τῶν ἀνθρώπων οὐδέν εἰσιν εἰς ἐνέργειαν· διὸ οὐδὲ διὰ λόγων, ἀλλὰ διὰ χειρῶν ἄνθρωπος ἐργάζεται, ὅτι αὗται μὲν ὑπάρχουσιν, ὁ δὲ Λόγος αὐτῶν οὐχ ὑφίσταται. Ὁ δὲ τοῦ Θεοῦ Λόγος, ὡς εἶπεν ὁ Ἀπόστολος, ζῶν ἐστιν ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις
35. Those men, therefore, as though having forgotten the refutations previously spoken against them, piercing themselves through again with such bonds of impiety, reason in this manner; but the word of truth refutes them thus. If indeed they are reasoning about some man, let them reckon in a human way both about his word and about his son; but if about the God Who created men, let them no longer think of Him in a human way, but otherwise, above the nature of men. For of whatever sort the begetter may be, of such a sort must the offspring also be; and of whatever sort the Father of the Word may be, of such a sort must His Word also be. Now man, being begotten in time, himself also begets his child in time; and since he came into being out of nothing, for this reason his word also ceases, and does not remain; whereas God is not as man (Judith 8:15)—for Scripture has said this—but He is Who He is (Exod. 3:14) and exists always; for this reason His Word also is existing and is eternally with the Father, as the radiance of light. And the word of men is composed of syllables, and neither lives nor works anything, but is only significative of the mind of the speaker, and merely went forth and passed away, appearing no longer, since it did not exist at all before it was spoken; wherefore the word of men neither lives, nor works anything, nor is a man at all; and it suffers this, as I said before, since the man who begets it also has his nature out of nothing. But the Word of God is not, as one might say, an uttered word, nor a sound of spoken words, nor is the Son God's commanding; but as a radiance of light, so is He a perfect offspring from One Who is perfect. Wherefore He is also God, the image of God; for the Word was God (John 1:1), it says. And the words of men are nothing for operation; wherefore a man works not through words, but through hands, because these exist, whereas their word does not subsist. But as for the Word of God, as the Apostle said, the Word of God is living and active, and sharper than any two-edged sword, and piercing even to the dividing of soul and spirit, of both joints and marrow, and quick to discern the thoughts and intents of the heart; and there is no creature
PG 26:223Read from the page
καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν
and laid bare to the eyes of Him with Whom we have
PG 26:224Read from the page
πρὸς ὃν ἡμῖν ὁ λόγος. Δημιουργὸς οὖν ἐστι, καὶ χω- γίνεσθαι χωρὶς αὐτοῦ.
with Whom we have to do (Heb. 4:12-13). He is Creator, therefore, and without [Him] anything come to be without Him.
36. Οὐ δεῖ δὲ ζητεῖν, διὰ τί μὴ τοιοῦτος ὁ τοῦ Θεοῦ Λόγος οἷος καὶ ὁ ἡμέτερος· ἐπεὶ μὴ τοιοῦτος ὁ Θεὸς οἷοι καὶ ἡμεῖς, ὡς προείρηται· ἀλλ' οὐδὲ πρέπει ζητεῖν πῶς ἐκ τοῦ Θεοῦ ἐστιν ὁ Λόγος, ἢ πῶς ἀπαύγασμά ἐστι τοῦ Θεοῦ, ἢ πῶς γεννᾷ ὁ Θεὸς, καὶ τίς ὁ τρόπος τῆς τοῦ Θεοῦ γεννήσεως· μαίνοιτο γὰρ ἄν τις τοιαῦτα τολμῶν, ὅτι πρᾶγμα ἄῤῥητον καὶ φύσεως ἴδιον Θεοῦ, μόνῳ τε αὐτῷ καὶ τῷ Υἱῷ γινωσκόμενον, ἀξιοῖ λόγοις αὐτὸ ἑρμηνευθῆναι· ἴσον γάρ ἐστι τοὺς τοιούτους ζητεῖν, ποῦ ὁ Θεὸς, καὶ πῶς ἐστιν ὁ Θεὸς, καὶ ποταπός ἐστιν ὁ Πατήρ. Ἀλλ' ὥσπερ τὸ τοιοῦτο ἐρωτᾷν ἀσεβές ἐστι, καὶ ἀγνοούντων τὸν Θεὸν, οὕτω καὶ οὐ θέμις οὐδὲ περὶ τῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ γεννήσεως τοιαῦτα τολμᾷν, οὐδὲ τῇ ἑαυτῶν φύσει καὶ ἀσθενείᾳ συμμετρεῖν τὸν Θεὸν καὶ τὴν τούτου σοφίαν· ἀλλ' οὐδὲ διὰ τοῦτο καὶ παρὰ τὴν ἀλήθειαν νοεῖν προσήκει· οὐδὲ εἰ ἀπορεῖ τις ζητῶν περὶ τούτων, ὀφείλει καὶ ἀπιστεῖν τοῖς γεγραμμένοις. Βέλτιον γὰρ ἀποροῦντας σιωπᾷν καὶ πιστεύειν, ἢ ἀπιστεῖν διὰ τὸ ἀπορεῖν· διότι ὁ μὲν ἀπορῶν δύναταί πως καὶ συγγνώμην ἔχειν, ὅτι ὅλως κἂν ζητήσας ἠρέμησεν· ὁ δὲ διὰ τὸ ἀπορεῖν ἐπινοῶν ἑαυτῷ τὰ μὴ δέοντα, καὶ τὰ μὴ ἄξια περὶ Θεοῦ φθεγγόμενος, ἀσύγγνωστον ἔχει τῆς τόλμης τὴν δίκην. Δύναται γὰρ καὶ τῶν τοιούτων ἀποριῶν ἔχειν τινὰ παραμυθίαν ἐκ τῶν θείων Γραφῶν, ὥστε λαμβάνειν μὲν καλῶς τὰ γεγραμμένα, νοεῖν δὲ ὡς ἐν παραδείγματι τὸν ἡμέτερον λόγον· ὅτι ὥσπερ οὗτος ἴδιος ἐξ ἡμῶν ἐστι, καὶ οὐκ ἔξωθεν ἡμῶν ἔργον, οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος ἴδιός ἐστιν ἐξ αὐτοῦ, καὶ οὐκ ἔστι ποίημα, οὐδὲ ὡς ὁ τῶν ἀνθρώπων λόγος· ἐπεὶ καὶ τὸν Θεὸν ἀνάγκη νοεῖν ἄνθρωπον. Ἰδοὺ γὰρ πάλιν τῶν μὲν ἀνθρώπων πολλοὶ καὶ διάφοροι λόγοι καθ' ἡμέραν παρέρχονται, διὰ τὸ τοὺς πρώτους μὴ μένειν, ἀλλ' ἀφανίζεσθαι. Γίνεται δὲ πάλιν τοῦτο, ἐπεὶ καὶ οἱ τούτων πατέρες, ἄνθρωποι ὄντες, παρερχομένας μὲν ἔχουσι τὰς ἡλικίας, τὰ δὲ νοήματα ἐπερχόμενα· καὶ πρὸς ἃ λογίζονται καὶ ἐπιλογίζονται, τοιαῦτα καὶ φθέγγονται· ὥστε καὶ πολλοὺς λόγους ἔχειν, καὶ μετὰ τοὺς πολλοὺς μηδένα τούτων ὅλως· πέπαυται γὰρ ὁ λαλῶν, καὶ ὁ λόγος εὐθὺς ἀνήλωται. Ὁ δὲ τοῦ Θεοῦ Λόγος εἷς ἐστι καὶ ὁ αὐτὸς, καὶ, ὡς γέγραπται, ὁ Λόγος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα διαμένει, μὴ ἀλλοιούμενος,
36. Nor must one inquire why the Word of God is not such as ours also is, since God is not such as we also are, as has been said before; nor yet is it fitting to inquire how the Word is from God, or how He is the radiance of God, or how God begets, and what is the manner of God's begetting; for a man would be mad to venture upon such things, since he demands that a matter ineffable and proper to the nature of God, and known to Him alone and to the Son, be explained in words; for it is the same thing for such men to inquire where God is, and how God exists, and of what sort the Father is. But just as to ask such a question is impious, and the part of men ignorant of God, so also it is unlawful even to venture upon such things concerning the begetting of the Son of God, or to measure God and His wisdom by our own nature and weakness; nor yet on this account is it fitting to think contrary to the truth; nor, if someone is at a loss in inquiring about these things, ought he also to disbelieve what is written. For it is better, when at a loss, to keep silence and believe, than to disbelieve on account of being at a loss; because he who is at a loss may somehow even obtain pardon, in that having inquired at all he kept quiet; whereas he who on account of being at a loss devises for himself things that ought not to be, and utters things unworthy concerning God, incurs an unpardonable punishment for his audacity. For even in such perplexities a man can have some comfort from the divine Scriptures, so as to take rightly the things that are written, and to understand our own word as by way of example: that just as this is proper to us and from us, and is not a work external to us, so also the Word of God is proper to Him and from Him, and is not a work, nor like the word of men; otherwise one must necessarily conceive of God also as a man. For behold again, many and various words of men pass away daily, because the first ones do not remain, but vanish. And this again happens because their fathers also, being men, have ages that pass away, and thoughts that come one after another; and according to the things which they reckon and reflect upon, such things do they also utter; so that they both have many words, and after the many have none of them at all; for the speaker has ceased, and his word is straightway spent. But the Word of God is one and the same, and, as it is written, the Word of God abides for ever (Ps. 118:89), not changing,
PG 26:225Read from the page
μηδὲ πρῶτος ἢ δεύτερος ἑτέρου, ἀλλ' ὁ αὐτὸς ὑπάρχων ἀεί. Ἔπρεπε γὰρ, ἑνὸς ὄντος τοῦ Θεοῦ, μίαν εἶναι καὶ τὴν εἰκόνα, καὶ ἕνα τὸν τούτου Λόγον, καὶ μίαν τὴν τούτου σοφίαν.
nor being first or second to another, but existing always the same. For it was fitting, since God is one, that His image also should be one, and His Word one, and His wisdom one.
37. Διὸ καὶ θαυμάζω, πῶς, ἑνὸς ὄντος τοῦ Θεοῦ, οὗτοι κατὰ τὰς ἰδίας ἐπινοίας πολλὰς εἰκόνας καὶ σοφίας καὶ λόγους εἰσάγουσι, καὶ ἄλλον μὲν εἶναι τὸν ἴδιον καὶ φύσει Λόγον τοῦ Πατρὸς λέγουσιν, ἐν ᾧ καὶ τὸν Υἱὸν πεποίηκε, τὸν δὲ ἀληθῶς Υἱὸν κατ' ἐπίνοιαν μόνον λέγεσθαι Λόγον, ὡς ἄμπελον, καὶ ὁδὸν, καὶ θύραν, καὶ ξύλον ζωῆς. Σοφίαν τε ὀνόματι λέγεσθαι αὐτόν φασιν, ἄλλην μέντοι εἶναι τὴν ἰδίαν καὶ ἀληθινὴν σοφίαν τοῦ Πατρὸς, τὴν ἀγεννήτως συνυπάρχουσαν αὐτῷ, ἐν ᾗ καὶ τὸν Υἱὸν ποιήσας, ὠνόμασε κατὰ μετουσίαν ἐκείνης σοφίαν αὐτόν. Ταῦτα δὲ οὐχ ἕως λόγων μόνον αὐτοῖς ἔφθασεν, ἀλλ' Ἄρειος μὲν ἐν τῇ ἑαυτοῦ Θαλείᾳ συνέθηκεν, ὁ δὲ σοφιστὴς Ἀστέριος ἔγραψεν, ἅπερ καὶ ἐν τοῖς προτέροις εἴπομεν, οὕτως· « Οὐκ εἶπεν ὁ μακάριος Παῦλος Χριστὸν κηρύσσειν τὴν τοῦ Θεοῦ δύναμιν ἢ τὴν τοῦ Θεοῦ σοφίαν, ἀλλὰ δίχα τῆς τοῦ ἄρθρου προσθήκης, δύναμιν Θεοῦ καὶ Θεοῦ σοφίαν· ἄλλην μὲν εἶναι τὴν ἰδίαν αὐτοῦ τοῦ Θεοῦ δύναμιν τὴν ἔμφυτον αὐτῷ καὶ συνυπάρχουσαν αὐτῷ ἀγεννήτως κηρύσσων, γεννητικὴν μὲν οὖσαν δηλονότι τοῦ Χριστοῦ, δημιουργικὴν δὲ τοῦ παντὸς κόσμου, περὶ ἧς ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ διδάσκων λέγει· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Ὥσπερ γὰρ τὴν εἰρημένην ἐνταῦθα θειότητα οὐκ ἄν τις φαίη Χριστὸν εἶναι, ἀλλ' αὐτὸν ὑπάρχειν τὸν Πατέρα· οὕτως οἶμαι καὶ ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, οὐχ ὁ Μονογενὴς Υἱὸς, ἀλλ' ὁ γεννήσας ὑπάρχει Πατήρ. Ἄλλην δὲ δύναμιν καὶ σοφίαν διδάσκει Θεοῦ εἶναι διὰ Χριστοῦ δεικνυμένην. » Καὶ μετ' ὀλίγα ὁ αὐτὸς Ἀστέριός φησι· « Καίτοι γε ἡ μὲν ἀΐδιος αὐτοῦ δύναμις καὶ σοφία, ἣν ἄναρχόν τε καὶ ἀγέννητον οἱ τῆς ἀληθείας ἀποφαίνονται λογισμοὶ, μία ἂν εἴη δήπουθεν καὶ ἡ αὐτή· πολλαὶ δὲ αἱ καθ' ἕκαστον ὑπ' αὐτοῦ κτισθεῖσαι, ὧν πρωτότοκος καὶ Μονογενὴς ὁ Χριστός· πᾶσαί γε μὴν ὁμοίως εἰς τὸν κεκτημένον ἀνήρτηνται· καὶ πᾶσαι δυνάμεις αὐτοῦ τοῦ κτίσαντος καὶ χρωμένου καλοῦν-
37. Wherefore I also marvel how, when God is one, these men according to their own inventions introduce many images and wisdoms and words, and say that the proper and natural Word of the Father is another, in which He also made the Son, but that the true Son is called Word only by conception, as vine, and way, and door, and tree of life. And they say that He is called Wisdom in name, yet that the proper and true wisdom of the Father is another, coexisting with Him unbegottenly, in which also having made the Son, He named Him wisdom by participation in that one. And these things have not reached merely as far as words with them, but Arius composed them in his Thalia, and the sophist Asterius wrote what we also mentioned in what went before, thus: "The blessed Paul did not say that he preached Christ as the power of God or the wisdom of God, but without the addition of the article, a power of God and a wisdom of God (1 Cor. 1:24); preaching that the proper power of God Himself, which is innate in Him and coexists with Him unbegottenly, is another, being manifestly generative of Christ, and creative of the whole world, concerning which he teaches in the Epistle to the Romans, saying: For the invisible things of Him from the creation of the world are clearly seen, being understood by the things that are made, even His eternal power and divinity (Rom. 1:20). For just as no one would say that the divinity mentioned here is Christ, but that it is the Father Himself; so, I think, His eternal power and divinity also is not the Only-begotten Son, but the Father Who begot Him. And he teaches that there is another power and wisdom of God, manifested through Christ." And a little further on the same Asterius says: "Although His eternal power and wisdom, which the reasonings of truth declare to be without beginning and unbegotten, is doubtless one and the same; yet many are those created by Him one by one, of which Christ is the firstborn and Only-begotten; all, however, depend alike upon their Possessor; and all are called powers of Him Who created and uses
PG 26:228Read from the page
ται δικαίως· οἷον ὁ μὲν προφήτης τὴν ἀκρίδα, δίκην τῶν ἀνθρωπίνων ἁμαρτημάτων θεήλατον γινομένην, οὐ δύναμιν μόνον, ἀλλὰ καὶ μεγάλην φησὶν ὑπ' αὐτοῦ προσαγορεύεσθαι τοῦ Θεοῦ· ὁ δέ γε μακάριος Δαυῒδ ἐν πλείοσι τῶν ψαλμῶν οὐκ ἀγγέλοις μόνον, ἀλλὰ καὶ δυνάμεσιν αἰνεῖν παρακελεύεται τὸν Θεόν.»
is justly [so called]: as, for instance, the prophet says that the locust, which becomes a God-sent punishment for human sins, is called by God Himself not only a power, but also a great one; and the blessed David in most of the Psalms exhorts not only angels, but also powers to praise God.'
38. Τοῦτο δὲ καὶ μόνον φθεγξάμενοι, πῶς οὐκ ἄξιοι παντὸς μίσους εἰσίν; Εἰ γὰρ, ὡς αὐτοὶ νομίζουσιν, οὐ διὰ τὴν ἐκ Πατρὸς γέννησιν καὶ τὸ ἴδιον τῆς οὐσίας Υἱός ἐστιν, ἀλλὰ διὰ τὰ λογικὰ Λόγος, καὶ διὰ τὰ σοφιζόμενα σοφία, καὶ διὰ τὰ δυναμούμενα δύναμις λέγεται· πάντως που καὶ διὰ τοὺς υἱοποιουμένους Υἱὸς ἐκλήθη· καὶ τάχα διὰ τὰ ὄντα ἔχει καὶ τὸ εἶναι κατ' ἐπίνοιαν. Τί οὖν ἄρα λοιπόν ἐστιν αὐτός; Οὐδὲν γὰρ ἂν εἴη τούτων αὐτὸς, εἰ ὀνόματα μόνον ἐστὶν αὐτοῦ ταῦτα, καὶ μόνην τοῦ εἶναι φαντασίαν ἔχει, δι' ἡμᾶς καὶ τοῖς ὀνόμασι τούτοις καλλωπιζόμενος. Ἀλλὰ καὶ τοῦτο διαβολικὴ μᾶλλόν ἐστιν ἀπόνοια, τάχα δὲ καὶ πλεῖον, ὅτι ἑαυτοὺς μὲν ἀληθῶς ὑφεστάναι θέλουσι, τὸν δὲ τοῦ Θεοῦ Λόγον ὀνόματι μόνον εἶναι νομίζουσιν. Πῶς δὲ οὐ τερατολογία αὐτῶν καὶ ταῦτα, λέγειν μὲν σοφίαν συνυπάρχουσαν τῷ Πατρὶ, μὴ λέγειν δὲ ταύτην εἶναι τὸν Χριστὸν, ἀλλὰ πολλὰς κτιστὰς δυνάμεις καὶ σοφίσς εἶναι, τούτων δὲ μίαν εἶναι τὸν Κύριον, τὸν καὶ τῇ κάμπῃ καὶ τῇ ἀκρίδι παραβαλλόμενον παρ' αὐτῶν; Πῶς δὲ καὶ οὐ πανοῦργοι, ὅτι, παρ' ἡμῶν μὲν ἀκούοντες συνυπάρχειν τὸν Λόγον τῷ Πατρὶ, γογγύζουσιν εὐθὺς φάσκοντες· Οὐκοῦν δύο ἀγένητα λέγετε; αὐτοὶ δὲ λέγοντες τὸ, Ἡ ἀγένητος αὐτοῦ σοφία, οὐχ ὁρῶσι κατ' αὐτῶν φθάνουσαν, ἣν αἰτιῶνται, ματαίαν μέμψιν; Καὶ γὰρ κἀκείνη πάλιν αὐτῶν ἡ διάνοια πῶς οὐ πάνυ μωρὰ, λέγειν τὴν ἀγένητον συνυπάρχουσαν τῷ Θεῷ σοφίαν αὐτὸν εἶναι τὸν Θεόν; Τὸ γὰρ συνυπάρχον οὐχ ἑαυτῷ, τινὶ δὲ συνυπάρχει, ὡς περὶ τοῦ Κυρίου λέγουσιν οἱ εὐαγγελισταὶ, ὅτι συνῆν τοῖς μαθηταῖς· οὐ γὰρ ἑαυτῷ, ἀλλὰ τοῖς μαθηταῖς συνῆν· εἰ μὴ ἄρα σύνθετον εἴποιεν τὸν Θεὸν, ἔχοντα συμπεπλεγμένην ἢ συμπληρωτικὴν τῆς οὐσίας ἑαυτοῦ σοφίαν, ἀγένητον οὖσαν καὶ αὐτὴν, ἥντινα καὶ δημιουργὸν αὐτοὶ ἀντεισάγουσι τοῦ κόσμου, ἵνα καὶ τοῦ δημιουργεῖν τὸν Υἱὸν ἀφέλωνται.
38. And merely by uttering this, how are they not worthy of all hatred? For if, as they themselves suppose, He is not Son because of His generation from the Father and the propriety of His essence, but is called Word because of rational beings, and Wisdom because of those made wise, and Power because of those empowered: then surely He was also called Son because of those who are adopted as sons; and perhaps because of existing things He even has His being in bare conception. What then, after all, is He Himself? For He Himself would be none of these things, if these are only names of His, and He has only an illusion of being, being adorned even with these names for our sake. Yet this too is rather a diabolical madness, or perhaps even worse, that they wish themselves truly to subsist, while they think the Word of God exists in name only. And how is this also not a monstrous tale of theirs, to say on the one hand that Wisdom coexists with the Father, yet not to say that this is the Christ, but that there are many created powers and wisdoms, and that the Lord is one of these, Who is even compared by them to the caterpillar and the locust? And how too are they not crafty, in that, when they hear from us that the Word coexists with the Father, they immediately murmur, saying, 'Do you not then speak of two unoriginate beings?' while they themselves, saying, 'His unoriginate wisdom,' do not see that the vain censure which they allege overtakes themselves? For how is that notion of theirs again not altogether foolish, to say that the unoriginate wisdom coexisting with God is God Himself? For that which coexists does not coexist with itself, but with someone, as the Evangelists say concerning the Lord, that He was with the disciples; for He was not with Himself, but with the disciples: unless indeed they should call God compound, having wisdom interwoven with or supplementary to His own essence, being itself also unoriginate, which they themselves also introduce in His stead as Framer of the world, so that they may strip the Son even of framing it.
Notes, col. 228

On the reading

Printed σοφίσς, for σοφίας.