Migne Reading Room

PG 26 · cols. 241–252 · Read from the page

Second Oration against the Arians

Second Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:241Read from the page
Τὰ γὰρ ἐν παροιμίαις λεγόμενα, οὐκ ἐκ φανεροῦ λέγεται, ἀλλὰ κεκρυμμένως ἀπαγγέλλεται, ὡς αὐτὸς ὁ Κύριος ἐδίδαξεν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ λέγων· Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν, ἀλλ' ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ. Οὐκοῦν ἀποκαλύπτειν χρὴ τὸν νοῦν τοῦ ῥητοῦ, ὡς κεκρυμμένον τε τοῦτον ζητεῖν, καὶ μὴ ὡς ἐν παῤῥησίᾳ εἰρημένον ἁπλῶς ἐκλαμβάνειν, ἵνα μὴ παρεξηγούμενοι πλανηθῶμεν ἀπὸ τῆς ἀληθείας. Εἰ μὲν οὖν περὶ ἀγγέλου ἢ ἑτέρου τινὸς τῶν γενητῶν ἐστι τὸ γεγραμμένον, ὡς περὶ ἑνὸς ἡμῶν τῶν ποιημάτων, ἔστω λεγόμενον τὸ, ἔκτισέ με· εἰ δὲ ἡ σοφία τοῦ Θεοῦ ἐστιν, ἐν ᾗ πάντα τὰ γενητὰ δεδημιούργηται, ἡ περὶ ἑαυτῆς λέγουσα· τί δεῖ νοεῖν ἢ ὅτι τὸ, ἔκτισε, φάσκουσα, οὐκ ἐναντίον τῷ, ἐγέννησε, λέγει; οὐδὲ ὡς ἐπιλαθομένη, ὅτι κτίζουσά ἐστι καὶ δημιουργὸς, ἢ ἀγνοοῦσα τὴν διαφορὰν τοῦ κτίζοντος, καὶ τῶν κτισμάτων, ἐν τοῖς κτίσμασιν ἑαυτὴν συναριθμεῖ· ἀλλά τινα νοῦν, ὡς ἐν παροιμίαις, οὐ παῤῥησίᾳ, κεκρυμμένον δὲ σημαίνει· ὃν τοῖς μὲν ἁγίοις ἐνέπνεε προφητεύειν, αὐτὴ δὲ μετ' ὀλίγα ἐκ παραλλήλου τὸ, ἔκτισεν, ἐν ἑτέραις λέξεσι σημαίνουσά φησιν· Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον. Δῆλον δέ ἐστιν οἶκον εἶναι τῆς σοφίας τὸ ἡμέτερον σῶμα, ὅπερ ἀναλαβὼν γέγονεν ἄνθρωπος· καὶ εἰκότως παρὰ μὲν Ἰωάννου λέγεται· Ὁ Λόγος σὰρξ ἐγένετο· διὰ δὲ Σολομῶνος περὶ ἑαυτῆς ἡ Σοφία μετὰ παρατηρήσεώς φησιν, οὐχ ὅτι Κτίσμα εἰμὶ, ἀλλὰ μόνον ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ἀλλ' οὐκ εἰς τὸ εἶναί με ἔκτισεν, οὐδὲ ὅτι κτίσματος ἀρχὴν καὶ γένεσιν ἔχω.
For the things spoken in proverbs are not spoken openly, but are set forth in a hidden manner, as the Lord Himself taught in the Gospel according to John, saying, 'These things I have spoken to you in proverbs; but the hour is coming when I shall no longer speak to you in proverbs, but openly' (John 16:25). Therefore one must uncover the sense of the text, and seek it as hidden, and not take it simply as spoken openly, lest by misinterpreting it we wander from the truth. If, then, what is written is concerning an angel or any other of the things that have come into being, as concerning one of us who are works, let 'He created me' be said; but if it is the Wisdom of God, in Whom all things that have come into being have been framed, Who speaks concerning Herself: what must we understand except that in saying 'created,' She says nothing contrary to 'begat'? Nor, as though forgetting that She is Creator and Framer, or being ignorant of the difference between the Creator and the creatures, does She number Herself among the creatures; but She signifies a certain hidden sense, as in proverbs, not openly: which sense She inspired the saints to prophesy, while She Herself a little further on, signifying 'created' in parallel by other words, says, 'Wisdom built Herself a house' (Prov. 9:1). Now it is clear that our body is the house of Wisdom, which taking up He became man; and fittingly it is said by John, 'The Word became flesh' (John 1:14); and through Solomon Wisdom says concerning Herself with care, not 'I am a creature,' but only, 'The Lord created me a beginning of His ways for His works' (Prov. 8:22), yet not into being did He create me, nor that I have the beginning and origin of a creature.
45. Καὶ ἐνταῦθα γὰρ οὐ τὴν οὐσίαν τῆς θεότητος αὐτοῦ, οὐδὲ τὴν ἐκ Πατρὸς ἀΐδιον ἑαυτοῦ καὶ γνησίαν γέννησιν ὁ Λόγος σημαίνων, διὰ Σολομῶνος εἴρηκεν, ἀλλὰ πάλιν τὸ ἀνθρώπινον καὶ τὴν εἰς ἡμᾶς οἰκονομίαν αὐτοῦ. Διὸ καὶ, καθὼς προεῖπον, οὐκ εἶπε, Κτίσμα εἰμὶ, ἢ, Κτίσμα ἐγενόμην, ἀλλὰ μόνον, ἔκτισε. Τὰ μὲν γὰρ κτίσματα, κτιστὴν ἔχοντα τὴν οὐσίαν, τῶν γενητῶν ἐστι, καὶ λέγεται κτίζεσθαι, καὶ πάντως τὸ κτίσμα κτίζεται· ἡ δὲ τοῦ, ἔκτισε, μόνη λέξις λεγομένη οὐ πάντως τὴν οὐσίαν ἢ τὴν γέννησιν σημαίνει, ἀλλά τι ἕτερον δῆλοι γίνεσθαι περὶ ἐκεῖνον περὶ οὗ λέγει· καὶ οὐ πάντως τὸ
45. For here also the Word has spoken through Solomon not signifying the essence of His deity, nor His own eternal and genuine generation from the Father, but again His humanity and His economy towards us. Wherefore also, as I said before, He did not say, 'I am a creature,' or, 'I became a creature,' but only, 'created.' For creatures, having a created essence, belong to things that have come into being, and are said to be created, and assuredly the creature is created; whereas the bare word 'created' being spoken does not necessarily signify the essence or the generation, but indicates that something else takes place concerning him of whom it speaks; and not necessarily is that
Notes, col. 241

On the reading

Printed δῆλοι, for δηλοῖ.

PG 26:244Read from the page
λεγόμενον κτίζεσθαι ἤδη καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα ἐστί. Καὶ ταύτην τὴν διαφορὰν οἶδεν ἡ θεία Γραφὴ περὶ μὲν τῶν κτισμάτων λέγουσα· Ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου· καί· Αὐτὴ ἡ κτίσις συστενάζει καὶ συνωδίνει· ἐν δὲ τῇ Ἀποκαλύψει φησί· Καὶ ἀπέθανε τὸ τρίτον μέρος τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς· καθὼς καὶ ὁ Παῦλος λέγει· Πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἐν δὲ τῇ Σοφίᾳ γέγραπται· Καὶ τῇ σοφίᾳ σου κατεσκεύασας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων. Καὶ ὅτι ταῦτα κτίσματα ὄντα λέγει κτίζεσθαι, οὕτω πάλιν ἔστιν ἀκοῦσαι τοῦ μὲν Κυρίου λέγοντος· Ἀπ' ἀρχῆς δὲ ὁ κτίσας, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Μωϋσέως δὲ ἐν τῇ ᾨδῇ γράφοντος· Ἐπερωτήσατε ἡμέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας, ἧς ἔκτισεν ὁ Θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ· ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Κολασσαεῖς φησιν· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοις οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων.
said to be created is immediately both by nature and in substance a creature. And Divine Scripture knows this difference, saying concerning creatures: The earth was filled with Thy creation; and: Creation itself groans together and travails together; and in the Apocalypse it says: And a third part of the creatures in the sea died, those having souls; just as Paul also says: Every creature of God is good, and nothing is to be rejected when received with thanksgiving; and in Wisdom it is written: And by Thy wisdom Thou didst form man, that he might have dominion over the creatures made by Thee. And that it speaks of these things, being creatures, as being created, so again one may hear the Lord saying: But from the beginning He Who created made them male and female. And Moses writing in the Ode: Inquire of the former days that were before you, from the day on which God created man upon the earth, and unto the extremity of heaven; and Paul in the Epistle to the Colossians says: Who is the image of the invisible God, the firstborn of all creation; because in Him were created all things in the heavens and upon the earth, things visible and things invisible, whether thrones, or dominions, or principalities, or authorities; all things have been created through Him and unto Him, and He Himself is before all things.
46. Ὅτι μὲν οὖν τὰ φύσει τὴν οὐσίαν ἔχοντα κτιστὴν κτίσματα λέγεται καὶ κτίζεται, ἀρκεῖ ταῦτα πρὸς ὑπόμνησιν εἰρῆσθαι, πλήρους οὔσης τῆς Γραφῆς· ὅτι δὲ ἡ τοῦ, ἔκτισε, μόνη λέξις λεγομένη οὐ πάντως τὴν οὐσίαν καὶ τὴν γένεσιν σημαίνει, ὁ μὲν Δαυῒδ ψάλλει· Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· καὶ πάλιν· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Ἐφεσίους φησί· Τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον· καὶ πάλιν· Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Οὔτε γὰρ ὁ Δαυῒδ λαόν τινα κατ' οὐσίαν κτιζόμενον ἔλεγεν,
46. That the things which by nature have a created substance are called creatures and are created, it suffices for these things to have been spoken as a reminder, since Scripture is full of them; but that the bare word "He created", when uttered, does not altogether signify substance and origin, David sings: Let this be written for another generation, and the people that is being created shall praise the Lord; and again: Create in me a clean heart, O God; and Paul in the Epistle to the Ephesians says: Having abolished the law of commandments in decrees, that He might create in Himself the two into one new man; and again: Put on the new man, who according to God has been created in righteousness and holiness of truth. For neither was David speaking of some people being created in substance,
Notes, col. 244

On the reading

Printed τοις, for τοῖς.

PG 26:245Read from the page
οὔτε καρδίαν ἑτέραν ηὔχετο λαβεῖν, παρ' ἣν εἶχεν· ἀλλὰ τὴν κατὰ Θεὸν ἀνανέωσιν καὶ ἀνακαίνισιν ἐσήμαινεν. Οὔτε δὲ ὁ Παῦλος κατ' οὐσίαν κτιζομένους ἐν τῷ Κυρίῳ δύο τινὰς ἐδήλου, ἀλλ' οὐδὲ ἄλλον τινὰ ἐνδύσασθαι ἡμᾶς ἄνθρωπον συνεβούλευεν· ἀλλὰ τὸν μὲν κατὰ Θεὸν ἄνθρωπον, τὸν κατ' ἀρετὴν βίον ἔλεγε, τοὺς δὲ κτιζομένους ἐν Χριστῷ τοὺς ἀνακαινιζομένους ἐν αὐτῷ δύο λαοὺς ἐσήμαινε. Τοιοῦτόν ἐστι καὶ τὸ λεγόμενον παρὰ τῷ Ἱερεμίᾳ· Ἔκτισε Κύριος σωτηρίαν καινὴν εἰς καταφύτευσιν, ἐν ᾗ σωτηρίᾳ περιελεύσονται ἄνθρωποι· τοῦτο δὲ λέγων οὐκ οὐσίαν τινὰ κτίσματος σημαίνει, ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀνακαινιζομένην σωτηρίαν προφητεύει, τὴν γενομένην ἐν Χριστῷ πρὸς ἡμᾶς. Τοιαύτης δὴ οὔσης καὶ τῆς διαφορᾶς, περί τε τῶν κτισμάτων καὶ τοῦ λεγομένου μόνον ἔκτισεν, εἰ μὲν εὕρητέ που τὸν Κύριον λεγόμενον ἐν τῇ θείᾳ Γραφῇ κτίσμα, δείξατε καὶ μάχεσθε· εἰ δὲ μὴ γέγραπταί που κτίσμα εἶναι αὐτὸν, λέγει δὲ αὐτὸς περὶ ἑαυτοῦ ἐν Παροιμίαις· Κύριος ἔκτισέ με, ἐντράπητε ὑπὸ τῆς προειρημένης διαφορᾶς, καὶ τῶν παροιμιωδῶς εἰρημένων· καὶ λοιπὸν τὸ, ἔκτισε, μὴ κτίσμα ἀκούετε, ἀλλὰ τὸ περὶ αὐτὸν γενόμενον ἀνθρώπινον· τούτου γὰρ ἴδιόν ἐστι καὶ τὸ κτίζεσθαι. Ἐπεὶ πῶς οὐκ ἀδικεῖτε, ὅτι παρὰ μὲν τοῦ Δαυῒδ καὶ τοῦ Παύλου ἀκούοντες τὸ, ἔκτισεν, οὐ τὴν οὐσίαν καὶ τὴν γένεσιν νοεῖτε, ἀλλὰ τὴν ἀνανέωσιν· παρὰ δὲ τοῦ Κυρίου ἀκούοντες τὸ, ἔκτισε, τὴν οὐσίαν αὐτοῦ τοῖς κτίσμασι συναριθμεῖτε; πάλιν τε ἀκούοντες, Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτὰ, τὸν μὲν οἶκον ἀλληγορεῖτε, τὸ δὲ, ἔκτισεν, οὕτω λαμβάνοντες μεταποιεῖτε αὐτὸ εἰς κτίσμα· καὶ οὔτε τὸ εἶναι αὐτὸν δημιουργὸν ἐδυσώπησεν ὑμᾶς, οὔτε τὸ εἶναι αὐτὸν μόνον ἴδιον γέννημα τοῦ Πατρὸς ἐφοβήθητε· ἀλλὰ ἁπλῶς, ὡς πρὸς αὐτὸν ἀπογραψάμενοι, μάχεσθε, ἐλάττονά τε περὶ αὐτοῦ μᾶλλον ἢ περὶ ἀνθρώπων νοεῖτε.
nor was he praying to receive another heart besides that which he had; but he was signifying the renewal and renovation according to God. Nor again was Paul indicating some two being created in substance in the Lord, nor either was he counselling us to put on some other man; but he called the life according to virtue the man according to God, and by those being created in Christ he signified the two peoples being renewed in Him. Such also is what is spoken in Jeremiah: The Lord created a new salvation for a planting, in which salvation men shall walk about; and in saying this he does not signify some substance of a creature, but prophesies the salvation renewed among men, which has come to pass in Christ towards us. Since, then, such is also the difference between creatures and the bare saying "He created", if indeed you have found anywhere in Divine Scripture the Lord called a creature, show it and fight; but if it is nowhere written that He is a creature, whereas He Himself says concerning Himself in Proverbs: The Lord created me, be put to shame by the aforesaid difference, and by the things spoken by way of proverb; and henceforth do not understand the word "He created" as a creature, but as the humanity that came to be around Him; for to be created is proper to this. For how do you not do wrong, when on hearing the word "He created" from David and Paul, you do not understand substance and origin, but renewal; yet on hearing the word "He created" from the Lord, you number His substance among the creatures? And again, on hearing: Wisdom built herself a house, and set up seven pillars, you allegorize the house, but taking the word "He created" just as it stands, you turn it into a creature; and neither did His being Framer put you out of countenance, nor did you fear His being the sole proper offspring of the Father; but simply, as though having enlisted against Him, you fight, and think less of Him than of men.
47. Καὶ γὰρ καὶ αὐτὸ τὸ ῥητὸν δείκνυσιν ὑμῶν μόνον εὕρημα εἶναι τὸ λέγειν κτίσμα τὸν Κύριον. Τὴν γὰρ οὐσίαν ἑαυτοῦ γινώσκων ὁ Κύριος μονογενῆ σοφίαν καὶ γέννημα τοῦ Πατρὸς, καὶ ἄλλην οὖσαν παρὰ τὰ γενητὰ καὶ τὰ φύσει κτίσματα, φιλανθρώπως νῦν λέγει· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν
47. For indeed the text itself also shows that to call the Lord a creature is your invention alone. For the Lord, knowing His own substance to be the only-begotten Wisdom and offspring of the Father, and to be other than things originated and things that are creatures by nature, in loving-kindness towards man now says: The Lord created me a beginning of ways
PG 26:248Read from the page
αὐτοῦ· ἴσον τῷ εἰπεῖν· Ὁ Πατὴρ σῶμά μοι κατηρτίσατο, καὶ εἰς ἀνθρώπους με ἔκτισεν, ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας. Καὶ γὰρ ὥσπερ Ἰωάννου ἀκούοντες, Ὁ Λόγος σὰρξ ἐγένετο, οὐκ αὐτὸν ὅλον σάρκα νοοῦμεν τὸν Λόγον, ἀλλὰ σάρκα ἐνδυσάμενον, καὶ γενόμενον ἄνθρωπον· ἀκούοντές τε, Χριστὸς γέγονεν ὑπὲρ ἡμῶν κατάρα, καὶ, Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, οὐκ αὐτὸ τοῦτο ὅλον κατάραν καὶ ἁμαρτίαν αὐτὸν νοοῦμεν γεγενῆσθαι, ἀλλ' ὅτι τὴν μὲν καθ' ἡμῶν κατάραν ἀνεδέξατο, ὡς εἶπεν ὁ Ἀπόστολος, Ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας· τὰς δὲ ἁμαρτίας ἡμῶν, ὡς μὲν ὁ Ἡσαΐας εἶπεν, ἐβάστασεν, ὡς δὲ ὁ Πέτρος ἔγραψεν, ἀνήνεγκεν αὐτὰς τῷ σώματι ἐπὶ τὸ ξύλον. Οὕτως ἐὰν ἀκούωμεν ἐν ταῖς Παροιμίαις τὸ, ἔκτισεν, οὐ δεῖ κτίσμα τῇ φύσει ὅλον νοεῖν τὸν Λόγον, ἀλλ' ὅτι τὸ κτιστὸν ἐνεδύσατο σῶμα, καὶ ὑπὲρ ἡμῶν ἔκτισεν αὐτὸν ὁ Θεὸς, εἰς ἡμᾶς τὸ κτιστὸν αὐτῷ καταρτίσας, ὡς γέγραπται, σῶμα, ἵν' ἐν αὐτῷ ἀνακαινισθῆναι καὶ θεοποιηθῆναι δυνηθῶμεν. Τί τοίνυν ὑμᾶς ἠπάτησεν, ὦ ἀνόητοι, εἰπεῖν τὸν κτίστην κτίσμα; Ἢ πόθεν ἠγοράσατε ἑαυτοῖς τὸ καινὸν φρόνημα τοῦτο, καὶ ἐν αὐτῷ πομπεύετε; Αἱ γὰρ Παροιμίαι λέγουσι τὸ, ἔκτισεν· ἀλλ' οὐ λέγουσι κτίσμα τὸν Υἱὸν, ἀλλὰ γέννημα, καὶ κατὰ τὴν προειρημένην δὲ ἐκ τῶν Γραφῶν διαστολὴν, λέγω τοῦ ἔκτισε καὶ τοῦ κτίσματος, τὸ μὲν ἴδιον φύσει τοῦ Υἱοῦ μονογενῆ Σοφίαν αὐτὴν καὶ δημιουργὸν τῶν κτισμάτων γινώσκουσι· τὸ δὲ, ἔκτισε, λέγουσαι, οὐκ ἐπὶ τῆς οὐσίας αὐτοῦ λέγουσιν, ἀλλὰ πολλῶν ὁδῶν ἀρχὴν αὐτὸν γίνεσθαι σημαίνουσιν, ὡς εἶναι ἐναντίον τὸ μὲν ἔκτισε τῷ γεννήματι, τὸ λεγόμενον ἀρχὴν ὁδῶν τῷ εἶναι αὐτὸν μονογενῆ Λόγον.
of His; which is equivalent to saying: The Father prepared a body for me, and created me for men, on behalf of the salvation of men. For just as when we hear from John: The Word became flesh, we do not understand the Word Himself as a whole to be flesh, but as having put on flesh and become man; and when we hear: Christ became a curse on our behalf, and: Him Who knew not sin He made sin on our behalf, we do not understand that He Himself became as a whole that very thing, a curse and sin, but that He took upon Himself the curse against us, as the Apostle said: He redeemed us from the curse; and our sins, as Isaiah said, He bore, and as Peter wrote, He carried them up in His body onto the wood. Thus if we hear in Proverbs the word "He created", one must not understand the Word as a whole to be by nature a creature, but that He put on the created body, and God created Him on our behalf, preparing for Him the created body for us, as it is written, so that in Him we might be able to be renewed and deified. What then deceived you, O senseless ones, to call the Creator a creature? Or whence did you purchase for yourselves this new mindset, and parade yourselves in it? For Proverbs speaks the word "He created"; yet it does not call the Son a creature, but an offspring, and according to the aforesaid distinction from the Scriptures, I mean between "He created" and "creature", it recognizes what is proper by nature to the Son as the only-begotten Wisdom herself and Framer of the creatures; and in saying "He created", it does not say it of His substance, but signifies that He becomes a beginning of many ways, so that "He created" is contrasted with the offspring, and His being called a beginning of ways with His being the only-begotten Word.
48. Εἰ γὰρ γέννημά ἐστι, πῶς κτίσμα λέγετε αὐτόν; Οὐδεὶς γὰρ, ἅπερ κτίζει, λέγει γεννᾷν, οὐδὲ τὰ ἴδια γεννήματα καλεῖ κτίσματα. Πάλιν τε εἰ μονογενής ἐστι, πῶς ἀρχὴ τῶν ὁδῶν αὐτὸς γίνεται; Ἀνάγκη γὰρ, αὐτὸν ἀρχὴν τῶν πάντων κτισθέντα, μηκέτι μόνον εἶναι, ἔχοντα τοὺς μετ' αὐτὸν γενομένους. Καὶ γὰρ καὶ Ῥουβὴμ, ἀρχὴ τῶν τέκνων
48. For if He is an offspring, how do you call Him a creature? For no one says that he begets the things that he creates, nor does he call his own offspring creatures. And again, if He is only-begotten, how does He Himself become a beginning of the ways? For of necessity, if He was created as a beginning of all things, He is no longer alone, having those who came into being after Him. For indeed Reuben also, when he became a beginning of the children,
PG 26:249Read from the page
γενόμενος, οὐκ ἦν μονογενής, ἀλλὰ τῷ μὲν χρόνῳ πρῶτος, τῇ δὲ φύσει καὶ τῇ συγγενείᾳ εἷς ὢν τῶν μετ' αὐτὸν ἐτύγχανεν. Οὐκοῦν εἰ καὶ ὁ Λόγος ἀρχὴ τῶν ὁδῶν ἐστι, καὶ αὐτὸς ἂν εἴη οἷαι καὶ αἱ ὁδοὶ, αἵ τε ὁδοὶ τοιαῦται ἂν εἶεν οἷός ἐστι καὶ ὁ Λόγος, κἂν πρῶτος αὐτῶν τῷ χρόνῳ κτίζηται. Καὶ γὰρ καὶ πόλεως ἡ ἀρχὴ τοιαύτη ἐστὶν, οἷα καὶ τὰ ἄλλα μέρη τῆς πόλεώς ἐστι, αὐτά τε τὰ μέρη, συναπτόμενα τῇ ἀρχῇ, ὁλόκληρον καὶ μίαν τὴν πόλιν ἀποτελεῖ, ὡς ἑνὸς σώματος πολλὰ μέλη· καὶ οὐ τὸ μὲν αὐτῆς τῶν ποιούντων ἐστὶ, τὸ δὲ τῶν γινομένων, καὶ ὑπόκειται τῷ ἑτέρῳ μέρει, ἀλλὰ πᾶσα παρὰ τοῦ πεποιηκότος ἐπίσης ἔχει τὴν ἐπιμέλειαν καὶ συνέστηκεν. Εἰ τοίνυν καὶ ὁ Κύριος οὕτως ἀρχὴ τῶν πάντων κτίζεται, ἀνάγκη μετὰ πάντων αὐτὸν μίαν τὴν κτίσιν ἀποτελεῖν, καὶ μήτε διαφέρειν τῶν ἄλλων, κἂν ἀρχὴ τῶν πάντων γένηται, μήτε κύριον εἶναι τῶν ἄλλων μερῶν τῆς κτίσεως, κἂν τῷ χρόνῳ πρεσβύτερος ὢν τυγχάνῃ· μετὰ πάντων γὰρ καὶ αὐτὸς ἕνα τὸν τῆς δημιουργίας ἔχει λόγον καὶ δεσπότην. Πῶς δὲ ὅλως, εἰ κτίσμα καθ' ὑμᾶς ἐστι, δύναται μόνος καὶ πρῶτος κτίζεσθαι, ὥστε καὶ ἀρχὴν εἶναι πάντων, δήλου ὄντος ἐκ τῶν προειρημένων, ὅτι ἐν τοῖς κτίσμασιν οὐδέν ἐστιν ἔμμονον καθ' ἑαυτὸ καὶ πρῶτον γενόμενον, ἀλλὰ μετὰ πάντων ἅμα τὴν γένεσιν ἔχει, κἂν τῇ δόξῃ διαφέρῃ τῶν ἄλλων; Οὐ γὰρ ἕκαστος τῶν ἀστέρων, οὐδὲ τῶν μεγάλων φωστήρων ὁ μὲν πρῶτος, ὁ δὲ δεύτερος ἐφάνη, ἀλλὰ μιᾷ ἡμέρᾳ καὶ τῷ αὐτῷ προστάγματι οἱ πάντες ἐκλήθησαν εἰς τὸ εἶναι. Οὕτω καὶ τῶν τετραπόδων καὶ πετεινῶν, καὶ νηκτῶν, καὶ κτηνῶν, καὶ τῶν φυτῶν ἡ γένεσις ἐπλάσθη· οὕτω καὶ τὸ κατ' εἰκόνα γένος γέγονε τῶν ἀνθρώπων· εἰ γὰρ καὶ ὁ Ἀδὰμ ἐκ γῆς μόνος ἐπλάσθη, ἀλλ' ἐν αὐτῷ ἦσαν οἱ λόγοι τῆς διαδοχῆς παντὸς τοῦ γένους.
was not only-begotten, but in time indeed was first, yet in nature and kinship happened to be one of those who came after him. Therefore if the Word also is a beginning of the ways, He Himself too would be such as the ways also are, and the ways would be such as the Word also is, even though He be created first of them in time. For indeed the beginning of a city also is such as the other parts of the city also are, and those parts themselves, when joined to the beginning, complete the city whole and one, as many members of one body; and one part of it is not among the things that make, and another among the things that come into being, and subject to the other part, but the whole equally has its care from him who made it and holds together. If therefore the Lord also is thus created as a beginning of all things, it is necessary that together with all things He complete the one creation, and neither differ from the rest, even though He become a beginning of all things, nor be Lord of the other parts of creation, even though He happen to be older in time; for together with all things He Himself also has one principle and master of His framing. And how at all, if according to you He is a creature, can He be created alone and first, so as also to be a beginning of all things, when it is clear from what has been said before that among the creatures nothing is abiding by itself and come into being first, but has its origin all together with all things, even though it differ in glory from the rest? For not each of the stars, nor of the great luminaries did the one appear first and the other second, but on one day and by the same command they were all called into being. Thus also the origin of quadrupeds and birds, and swimming creatures, and cattle, and plants was formed; thus also the race of men according to the image came into being; for even though Adam alone was formed from earth, yet in him were the principles of the succession of the whole race.
49. Ἀπὸ δὲ τῆς φαινομένης κτίσεως τοῦ κόσμου τὰ ἀόρατα αὐτοῦ τοῖς ποιήμασι νοούμενα καθορῶμεν, ὅτι κἀκεῖ οὐ καθ' ἕνα ἕκαστον ὁρῶμεν· οὐδὲ τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, ἀλλὰ ὁμοῦ πάντα κατὰ γένος συνέστη. Οὐ γὰρ ἕκαστον ἠρίθμησεν ὁ Ἀπόστολος, ὥστε εἰπεῖν, εἴτε ἄγγελος, εἴτε θρόνος, εἴτε κυριότης, καὶ ἐξουσία· ἀλλ' ὁμοῦ πάντα κατὰ τὴν τάξιν λέγει· Εἴτε ἄγγελοι, εἴτε ἀρχάγγελοι, εἴτε ἀρχαί· τῶν γὰρ κτισμάτων τοιαύτη ἡ γένεσις. Εἴπερ οὖν, καθὰ προεῖπον,
49. And from the visible creation of the world we clearly perceive His invisible things, understood by the things that are made, that there too we do not see each one individually; nor did the one come together first and the other second, but all together according to kind. For the Apostle did not recount each one singly, so as to say, whether angel, or throne, or dominion, and authority; but he speaks of all together according to rank: Whether angels, or archangels, or principalities; for such is the origin of the creatures. If then, just as I said before,
PG 26:252Read from the page
κτίσμα ἦν ὁ Λόγος, ἔδει μὴ πρῶτον αὐτῶν, ἀλλὰ μετὰ τῶν ἄλλων δυνάμεων ἅμα γίνεσθαι, κἂν τῇ δόξῃ πλέον τῶν ἄλλων ὑπερέχῃ· οὕτω γὰρ καὶ ἐπὶ τῶν ἄλλων εὑρεῖν ἔστιν, ὅτι ἅμα μὲν γεγόνασι, καὶ οὐκ ἔστι πρῶτος ἢ δεύτερος, διαφέρουσι δὲ ἀλλήλων ἐν δόξῃ, καὶ οἱ μὲν ἐκ δεξιῶν, οἱ δὲ κύκλῳ, καὶ ἄλλοι ἐξ ἀριστερῶν, καὶ πάντες ὑμνοῦσιν ἅμα, καὶ παρεστήκασι λειτουργοῦντες τῷ Κυρίῳ. Οὐκοῦν εἰ κτίσμα ἐστὶν ὁ Λόγος, οὐ πρῶτος ἂν εἴη, οὐδὲ ἀρχὴ τῶν ἄλλων· εἰ δὲ πρὸ πάντων ἐστὶν, ὥσπερ οὖν καὶ ἔστι, καὶ μόνος αὐτὸς πρῶτος καὶ Υἱός ἐστιν, οὐκ ἄρα οὐδὲ ἀρχὴ τῶν πάντων τῇ οὐσίᾳ ἐστίν· ἐν γὰρ τοῖς πᾶσι καὶ ἡ ἀρχὴ τῶν πάντων συναριθμεῖται. Εἰ δὲ μὴ ἀρχή ἐστιν, οὐδὲ κτίσμα ἐστὶν, ἀλλ' εὔδηλον ἂν εἴη, ὡς τῇ οὐσίᾳ καὶ τῇ φύσει τῶν μὲν κτισμάτων διέστηκε, καὶ ἄλλος ἐστὶν αὐτῶν· τοῦ δὲ μόνου καὶ ἀληθινοῦ Θεοῦ ὁμοίωσις καὶ εἰκών ἐστι, μόνος καὶ αὐτὸς ὑπάρχων. Διὰ τοῦτο γοῦν οὐδὲ τοῖς κτίσμασιν αὐτὸν συντάττουσιν αἱ Γραφαί· ἀλλ' ὁ μὲν Δαυῒδ ἐπιπλήττει τοῖς τοιοῦτον αὐτὸν κἂν ἐνθυμεῖσθαι τολμῶσι, λέγων· Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; καί· Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Ὁ δὲ Βαρούχ· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ὁ μὲν γὰρ κτίζει, τὰ δὲ κτίζεται· καὶ ὁ μὲν τῆς τοῦ Πατρὸς οὐσίας ἴδιός ἐστι Λόγος καὶ Σοφία· τὰ δὲ γενόμενα, οὐκ ὄντα πρότερον, δι' αὐτοῦ τοῦ Λόγου πεποίηται.
the Word were a creature, He ought not to have come into being first of them, but all together with the other powers, even though He excel the rest more in glory; for so also among the rest one may find that they have come into being all together, and there is neither first nor second, yet they differ from one another in glory, and some are on the right hand, others round about, and others on the left hand, and all hymn together, and stand beside ministering to the Lord. Therefore if the Word is a creature, He would not be first, nor a beginning of the rest; but if He is before all things, just as indeed He is, and He Himself alone is first and Son, then neither is He in substance a beginning of all things; for among all things the beginning of all things is also numbered together. And if He is not a beginning, neither is He a creature, but it would be quite clear that in substance and in nature He is distinct from the creatures, and is other than they; and He is the likeness and image of the only and true God, being Himself also alone. On this account, at all events, the Scriptures do not class Him with the creatures either; but David rebukes those who dare even to ponder Him to be such, saying: Who is like unto Thee among gods, O Lord? and: Who shall be likened to the Lord among sons of God? And Baruch: This is our God, no other shall be reckoned beside Him. For the One creates, and the others are created; and the One is the proper Word and Wisdom of the Father's substance; whereas the things that came into being, not existing before, have been made through the Word Himself.
50. Τὸ ἄρα πολυθρύλλητον παρ' ὑμῶν εἰρημένον, Κτίσμα ἐστὶν ὁ Υἱὸς, οὐκ ἔστιν ἀληθὲς, ἀλλ' ὑμῶν φαντασία μόνη, καὶ κατηγορεῖσθε παρὰ τοῦ Σολομῶνος, ὅτι πολλάκις αὐτοῦ κατεψεύσασθε. Οὐ γὰρ εἴρηκεν αὐτὸν κτίσμα, ἀλλὰ γέννημα καὶ σοφίαν Θεοῦ, λέγων· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· καί· Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον. Καὶ αὐτὸ δὲ τὸ ῥητὸν ἐξεταζόμενον ἐλέγχει τὴν δυσσέβειαν ὑμῶν· γέγραπται γάρ· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Οὐκοῦν εἰ πρὸ πάντων ἐστὶν αὐτὸς, λέγει δὲ, ἔκτισέ με, οὐχ ἵνα ποιήσω τὰ ἔργα, ἀλλ' εἰς τὰ ἔργα· ἢ δεύτερόν ἐστιν αὐτοῦ τὸ ἔκτισεν, ἢ φανήσεται δεύτερος αὐτὸς τῶν ἔργων, εὑρίσκων αὐτὰ κτιζόμενος ἤδη πρὸ αὐτοῦ ὑφεστῶτα, ἐφ' ἃ καὶ γίνεται. Εἰ δὲ τοῦτο, πῶς ἔτι πρὸ πάντων ἐστὶν αὐτός; Πῶς δὲ καὶ πάντα δι' αὐτοῦ ἐγένετο, καὶ ἐν αὐτῷ συνέστηκεν; Ἰδοὺ γὰρ καθ' ὑμᾶς καὶ πρὸ αὐτοῦ συνειστήκει τὰ ἔργα, εἰς ἃ
50. Therefore the much-noised saying spoken by you, The Son is a creature, is not true, but is your fantasy alone, and you are accused by Solomon, because you have often lied against him. For he has not called Him a creature, but an offspring and Wisdom of God, saying: God by wisdom founded the earth; and: Wisdom built herself a house. And the text itself, when examined, refutes your impiety; for it is written: The Lord created me a beginning of His ways for His works. Therefore if He Himself is before all things, yet says, "He created me", not that I might make the works, but "for the works", either the word "He created" is subsequent to Him, or He Himself will appear subsequent to the works, finding them, when He is created, already subsisting before Him, for which He also comes into being. And if this is so, how is He Himself still before all things? And how also did all things come into being through Him, and in Him consist? For behold, according to you the works also had consisted before Him, for which