Migne Reading Room

PG 26 · cols. 208–217 · Read from the page

Second Oration against the Arians

Second Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:208Read from the page
Θεὸν εἴπωσι μὴ φύσει, ἀλλ' ἐπιστήμῃ δημιουργὸν εἶναι, ὥστε καὶ δυνατὸν μεταπίπτειν ἀπ' αὐτοῦ. Ἔπειτα εἰ ἡ Σοφία τοῦ Θεοῦ ἐκ διδασκαλίας ἐκτήσατο τὸ δημιουργεῖν, πῶς ἔτι σοφία ἐστὶ, δεομένη μαθημάτων; Τί δὲ ἦν καὶ πρὸ τοῦ μαθεῖν; Σοφία γὰρ οὐκ ἦν λειπομένη διδασκαλίας. Κενὸν ἄρα τι πρᾶγμα ἦν, καὶ οὐκ ἔστιν οὐσιώδης σοφία· ἀλλ' ἐκ προκοπῆς ἔσχε τὸ ὄνομα τῆς σοφίας, καὶ ἐπὶ τοσοῦτον ἔσται σοφία, ἕως ἂν ὃ μεμάθηκε φυλάττῃ. Ὃ γὰρ μὴ φύσει τινὶ, ἀλλ' ἐκ μαθήσεως προσγέγονε, δυνατόν ἐστι καὶ ἀπομαθεῖν ποτε. Τοιαῦτα δὲ λέγειν περὶ τοῦ Λόγου τοῦ Θεοῦ, οὐ Χριστιανῶν, ἀλλὰ Ἑλλήνων ἐστί.
God Himself they say to be Framer not by nature, but by skill, so that it is even possible for it to fall away from Him. Next, if the Wisdom of God acquired the power of framing from teaching, how is He still wisdom, standing in need of lessons? And what was He even before learning? For He was not wisdom while lacking teaching. He was therefore some empty thing, and is not essential wisdom, but from advancement obtained the name of wisdom, and will be wisdom only so long as He keeps what He has learned. For what has accrued to someone not by nature, but from learning, it is possible also at some time to unlearn. To speak such things concerning the Word of God belongs not to Christians, but to Greeks.
29. Καὶ γὰρ εἰ ἐκ διδασκαλίας τὸ δημιουργεῖν τινι προσγίνεται, φθόνον καὶ ἀσθένειαν περὶ τὸν Θεὸν εἰσάγουσιν οἱ ἄφρονες· φθόνον μὲν, ὅτι μὴ πολλοὺς δημιουργεῖν ἐδίδαξεν, ἵν' ὥσπερ πολλοὶ ἀρχάγγελοι καὶ ἄγγελοι, οὕτω καὶ πολλοὶ δημιουργοὶ περὶ αὐτὸν ὦσιν· ἀσθένειαν δὲ, ὅτι μὴ μόνος ἠδυνήθη ποιῆσαι, συνεργοῦ δὲ ἢ ὑπουργοῦ χρείαν ἔσχε· καίτοι δειχθείσης καὶ τῆς γενητῆς φύσεως δυνατῆς οὔσης γίνεσθαι παρὰ μόνου τοῦ Θεοῦ, εἴ γε κατ' αὐτοὺς ὁ Υἱὸς γενητὸς ὢν ἠδυνήθη παρὰ μόνου τοῦ Θεοῦ γενέσθαι. Ἀλλ' οὐδενός ἐστιν ἐνδεὴς ὁ Θεός· μὴ γένοιτο! αὐτὸς γὰρ εἶπε· Πλήρης εἰμί. Οὐδὲ ἐκ διδασκαλίας γέγονε δημιουργὸς ὁ Λόγος· ἀλλ' εἰκὼν καὶ σοφία ὢν τοῦ Πατρὸς, τὰ τοῦ Πατρὸς ἐργάζεται. Οὐδὲ τῆς τῶν γενητῶν ἕνεκεν ἐργασίας τὸν Υἱὸν πεποίηκεν· ἰδοὺ γὰρ καὶ τοῦ Υἱοῦ ὄντος, φαίνεται πάλιν ἐργαζόμενος ὁ Πατὴρ, ὡς αὐτὸς ὁ Κύριός φησιν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Εἰ δὲ καθ' ὑμᾶς διὰ τοῦτο γέγονεν ὁ Υἱὸς, ἵνα τὰ μετ' αὐτὸν ἐργάσηται· φαίνεται δὲ ὁ Πατὴρ καὶ μετὰ τὸν Υἱὸν ἐργαζόμενος· περιττὴ καθ' ὑμᾶς καὶ κατὰ τοῦτο ἡ τοῦ τοιούτου Υἱοῦ ποίησις. Ἄλλως τε διὰ τί ὅλως, θέλων ἡμᾶς κτίσαι, ζητεῖ τὸν μεσίτην, ὡς οὐκ ἀρκουμένου τοῦ βουλήματος αὐτοῦ συστῆσαι περὶ ὧν ἂν αὐτῷ δοκῇ; Καὶ μὴν αἱ Γραφαὶ λέγουσι· Πάντα ὅσα ἠθέλησεν ἐποίησε· καί· Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; Εἰ δὲ καὶ τὸ βούλημα μόνον ἱκανόν ἐστιν αὐτοῦ πρὸς τὴν τῶν πάντων δημιουργίαν· περιττὴ πάλιν καθ' ὑμᾶς ἡ τοῦ μεσίτου χρεία. Καὶ γὰρ καὶ τὸ παράδειγμα τὸ περὶ τοῦ Μωϋσέως καὶ τοῦ ἡλίου καὶ
29. For indeed, if framing accrues to someone from teaching, the fools introduce envy and weakness in regard to God: envy, because He did not teach many to frame, so that just as there are many archangels and angels, so there might also be many framers around Him; and weakness, because He was not able to make alone, but had need of a fellow-worker or underworker—even though it has been shown that the originate nature also is capable of coming into being from God alone, if indeed according to them the Son, being originate, was able to come into being from God alone. But God is in need of nothing; God forbid! For He Himself has said: I am full (Isa. 1:11). Nor has the Word become Framer from teaching; but being the image and wisdom of the Father, He works the things of the Father. Nor did He make the Son for the sake of the making of the originate things; for behold, even when the Son exists, the Father is seen working again, as the Lord Himself says: My Father worketh hitherto, and I work (John 5:17). But if according to you the Son came into being on this account, that He might work the things after Him, and yet the Father is seen working even after the Son, superfluous according to you in this respect also is the making of such a Son. Besides, why at all, when wishing to create us, does He seek the mediator, as though His counsel were not sufficient to establish whatsoever may seem good to Him? Yet surely the Scriptures say: Whatsoever things He willed, He did (Ps. 113:11); and: For who hath resisted His counsel (Rom. 9:19)? And if His counsel alone is sufficient for the framing of all things, superfluous again according to you is the need of the mediator. For indeed the example of yours concerning Moses and the sun and
PG 26:209Read from the page
σελήνης ὑμῶν δέδεικται σαθρόν. Κἀκεῖνο δὲ πάλιν ὑμᾶς ἐντρέψει. Εἰ θέλων ὁ Θεὸς τὴν γενητὴν κτίσαι φύσιν, περὶ δὲ ταύτης βουλευσάμενος, ἐπινοεῖ καὶ κτίζει τὸν Υἱὸν καθ' ὑμᾶς, ἵνα δι' αὐτοῦ ἡμᾶς δημιουργήσῃ· σκοπεῖτε πόσην ἀσέβειαν φθέγγεσθαι τετολμήκατε.
the moon has been shown to be unsound. And that point again will put you to shame. If God, wishing to create the originate nature, and deliberating concerning this, devises and creates the Son according to you, in order that through Him He may frame us, consider how great an impiety you have dared to utter.
30. Πρῶτον μὲν, ὅτι φαίνεται μᾶλλον αὐτὸς ὁ Υἱὸς δι' ἡμᾶς γεγονὼς, καὶ οὐχ ἡμεῖς δι' αὐτόν· οὐ γὰρ δι' αὐτὸν ἐκτίσθημεν, ἀλλ' αὐτὸς δι' ἡμᾶς πεποίηται· ὥστε χάριν αὐτὸν ἡμῖν μᾶλλον ἔχειν, καὶ μὴ ἡμᾶς αὐτῷ, καθάπερ καὶ ἡ γυνὴ τῷ ἀνδρί. Οὐ γὰρ ἐκτίσθη, φησὶν ἡ Γραφὴ, ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Ἄρ' οὖν ὥσπερ ὁ μὲν ἀνὴρ εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχει, ἡ δὲ γυνὴ δόξα ἀνδρός ἐστιν· οὕτως ἡμεῖς μὲν τοῦ Θεοῦ εἰκὼν, καὶ εἰς δόξαν αὐτοῦ γεγόναμεν· ὁ δὲ Υἱὸς ἡμῶν ἐστιν εἰκὼν καὶ εἰς ἡμῶν δόξαν ὑπέστη. Καὶ ἡμεῖς μὲν εἰς τὸ εἶναι γεγόναμεν· ὁ δὲ τοῦ Θεοῦ Λόγος καθ' ὑμᾶς, οὐκ εἰς τὸ εἶναι, ἀλλ' εἰς τὴν ἡμῶν χρείαν, ὡς ὄργανον πεποίηται· ὥστε μὴ ἡμᾶς ἐξ αὐτοῦ, ἀλλ' αὐτὸν ἐκ τῆς ἡμῶν χρείας συνίστασθαι. Καὶ πῶς οὐ πᾶσαν ἄνοιαν ὑπερβάλλουσιν οἱ ταῦτα καὶ μόνον ἐνθυμούμενοι; Καὶ γὰρ εἰ δι' ἡμᾶς γέγονεν ὁ Λόγος, οὐκ ἔστιν οὐδὲ πρῶτος ἡμῶν παρὰ τῷ Θεῷ. Οὐδὲ γὰρ ἐκεῖνον ἔχων ἐν ἑαυτῷ περὶ ἡμῶν βουλεύεται· ἀλλ' ἡμᾶς ἔχων ἐν ἑαυτῷ, βουλεύεται, ὡς ἐκεῖνοί φασι, περὶ τοῦ ἑαυτοῦ Λόγου. Εἰ δὲ τοῦτό ἐστι, τάχα οὐδὲ ὅλως ἤθελε τὸν Υἱὸν ὁ Πατήρ· οὐ γὰρ θέλων αὐτὸν ἔκτισεν· ἀλλ' ἡμᾶς θέλων, δι' ἡμᾶς αὐτὸν ἐδημιούργησε· μεθ' ἡμᾶς γὰρ αὐτὸν ἐπενόησεν· ὥστε κατὰ τοὺς ἀσεβοῦντας περιττὸν εἶναι λοιπὸν τὸν Υἱὸν τὸν γενόμενον ὡς ὄργανον, γενομένων ὧν ἕνεκα καὶ ἐκτίσθη. Εἰ δὲ ὡς δυνατὸς ὁ Υἱὸς μόνος παρὰ μόνου τοῦ Θεοῦ γέγονεν, ἡμεῖς δὲ ὡς ἀδύνατοι παρὰ τοῦ Λόγου γεγόναμεν· διὰ τί μὴ καὶ πρῶτον, ὡς δυνατοῦ ὄντος αὐτοῦ, περὶ αὐτοῦ βουλεύεται, ἀλλὰ περὶ ἡμῶν; Ἢ διὰ τί τὸν δυνατὸν οὐ προκρίνει τῶν ἀσθενῶν; Ἢ διὰ τί πρῶτον αὐτὸν ποιῶν, οὐχὶ καὶ περὶ τοῦ πρώτου αὐτοῦ βουλεύεται; Ἢ διὰ τί περὶ ἡμῶν πρῶτον βουλευόμενος, οὐ πρώτους ἡμᾶς ἐργάζεται, ἱκανοῦ ὄντος τοῦ βουλήματος αὐτοῦ πρὸς τὴν τῶν πάντων
30. First, because the Son Himself appears rather to have come into being for our sake, and not we for His; for we were not created for His sake, but He Himself has been made for our sake, so that He rather owes thanks to us, and not we to Him, just as the woman also to the man. For the man, says the Scripture, was not created for the woman, but the woman for the man (1 Cor. 11:9). Therefore, just as the man is the image and glory of God, and the woman is the glory of the man (1 Cor. 11:7), so we indeed are the image of God and have come into being for His glory, while the Son is our image and has subsisted for our glory. And we indeed have come into being in order to exist; whereas the Word of God, according to you, has been made not in order to exist, but for our need, as an instrument, so that we do not subsist from Him, but He subsists from our need. And how do they not surpass all folly who even so much as ponder these things? For indeed, if the Word has come into being for our sake, He is not even first before us with God. For neither is it while having Him in Himself that He deliberates concerning us; rather, having us in Himself, He deliberates, as those men say, concerning His own Word. And if this is so, perhaps the Father did not even will the Son at all; for not willing Him did He create Him, but willing us, He framed Him for our sake, since He devised Him after us; so that according to the impious the Son, who came into being as an instrument, is henceforth superfluous, now that those things have come into being for the sake of which He was even created. And if the Son as capable came into being alone from God alone, while we as incapable have come into being from the Word, why does He not also deliberate first concerning Him, since He is capable, rather than concerning us? Or why does He not prefer the capable before the weak? Or why, making Him first, does He not also deliberate concerning Him first? Or why, deliberating concerning us first, does He not work us first, since His counsel is sufficient for the framing of all
PG 26:212Read from the page
σύστασιν; Ἀλλ' ἐκεῖνον μὲν πρῶτον κτίζει, περὶ δὲ ἡμῶν πρῶτον βουλεύεται, καὶ πρώτους ἡμᾶς θέλει τοῦ μεσίτου· καὶ ἡμᾶς μὲν θέλων κτίσαι, καὶ περὶ ἡμῶν βουλευόμενος, κτίσματα καλεῖ· ἐκεῖνον δὲ, ὃν δι' ἡμᾶς δημιουργεῖ, Υἱὸν καλεῖ καὶ ἴδιον κληρονόμον. Ἔδει δὲ ἡμᾶς, ὧν ἕνεκα καὶ τοῦτον ποιεῖ, υἱοὺς μᾶλλον καλεῖσθαι· ἢ δηλονότι τοῦτον Υἱὸν ὄντα, τοῦτον καὶ προενθυμεῖσθαι καὶ θέλειν, δι' ὃν καὶ πάντας ἡμᾶς ποιεῖ. Ταῦτα μὲν οὖν τῶν αἱρετικῶν ἔμετοι καὶ ναυτίαι.
constitution? Yet He creates Him first, while He takes counsel concerning us first, and wills us before the mediator; and willing to create us, and taking counsel concerning us, He calls us creatures; whereas Him, Whom He fashions for our sake, He calls Son and proper heir. Yet we, for whose sake He makes even Him, ought rather to be called sons; or manifestly He ought both to have forethought of and to will first Him Who is the Son, on Whose account He also makes us all. Such, then, are the vomitings and nauseas of the heretics.
31. Οὐ μὲν τό γε τῆς ἀληθείας φρόνημα δεῖ σιωπᾷν, ἀλλὰ μάλιστα τοῦτο καὶ μεγαληγορεῖν πρέπει. Ὁ τοῦ Θεοῦ γὰρ Λόγος οὐ δι' ἡμᾶς γέγονεν, ἀλλὰ μᾶλλον ἡμεῖς δι' αὐτὸν γεγόναμεν, καὶ ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα· οὐδὲ διὰ τὴν ἡμῶν ἀσθένειαν οὗτος, ὢν δυνατὸς, ὑπὸ μόνου τοῦ Πατρὸς γέγονεν, ἵν' ἡμᾶς δι' αὐτοῦ ὡς δι' ὀργάνου δημιουργήσῃ· μὴ γένοιτο! οὐκ ἔστιν οὕτως. Καὶ γὰρ καὶ εἰ δόξαν ἦν τῷ Θεῷ μὴ ποιῆσαι τὰ γενητὰ, ἀλλ' ἦν οὐδὲν ἧττον ὁ Λόγος πρὸς τὸν Θεὸν, καὶ ἐν αὐτῷ ἦν ὁ Πατήρ. Τὰ μέντοι γενητὰ ἀδύνατον ἦν χωρὶς τοῦ Λόγου γενέσθαι· οὕτω γὰρ καὶ γέγονε δι' αὐτοῦ, καὶ εἰκότως. Ἐπειδὴ γὰρ Λόγος ἐστὶν ἴδιος φύσει τῆς οὐσίας τοῦ Θεοῦ ὁ Υἱὸς, ἐξ αὐτοῦ τέ ἐστι, καὶ ἐν αὐτῷ ἐστιν, ὡς εἶπεν αὐτός· οὐκ ἠδύνατο μὴ δι' αὐτοῦ γενέσθαι τὰ δημιουργήματα. Καθάπερ γὰρ τὸ φῶς τῷ ἀπαυγάσματι τὰ πάντα φωτίζει, καὶ ἄνευ τοῦ ἀπαυγάσματος οὐκ ἄν τι φωτισθείη· οὕτω καὶ ὁ Πατὴρ, ὡς διὰ χειρὸς, ἐν τῷ Λόγῳ εἰργάσατο τὰ πάντα, καὶ χωρὶς αὐτοῦ οὐδὲν ποιεῖ. Εἶπε γοῦν ὁ Θεὸς, ὡς καὶ Μωϋσῆς ἐμνημόνευσε· Γενηθήτω φῶς, καὶ, Συναχθήτω τὸ ὕδωρ, καὶ, Ἐξαγαγέτω ἡ γῆ, καί· Ποιήσωμεν ἄνθρωπον· ὡς καὶ ὁ ἅγιος ψάλλει Δαυΐδ· Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Εἶπε δὲ οὐχ ἵνα ὡς ἐπὶ τῶν ἀνθρώπων ὑπουργός τις ἀκούσῃ, καὶ μαθὼν τὸ βούλημα τοῦ λέγοντος ἀπελθὼν ἐργάσηται. Τοῦτο γὰρ τῶν μὲν κτισμάτων ἴδιον, ἐπὶ δὲ τοῦ Λόγου
31. Nevertheless, one must not keep silent concerning the mind of the truth, but it is most fitting to proclaim this aloud. For the Word of God did not come to be for our sake, but rather we came to be through Him, and in Him all things were created (Col. 1:16); nor on account of our weakness did He, being powerful, come to be from the Father alone, so that He might fashion us through Him as through an instrument; God forbid! It is not so. For even if it had seemed good to God not to make things that come into being, nevertheless the Word would have been no less with God, and the Father would have been in Him. Things that come into being, however, could not possibly come to be without the Word; for thus indeed they came to be through Him, and reasonably so. For since the Son is the Word proper by nature to the essence of God, and is from Him, and is in Him, as He Himself said, the things fashioned could not fail to come into being through Him. For just as the light illuminates all things by its radiance, and without the radiance nothing could be illuminated, so also the Father, as though by a hand, wrought all things in the Word, and without Him He does nothing. God spoke, therefore, as Moses also recorded: Let there be light, and, Let the water be gathered together, and, Let the earth bring forth, and, Let Us make man (Gen. 1:3, 9, 11, 26); as also the holy David sings: He Himself spoke, and they came to be; He Himself commanded, and they were created (Ps. 32:9). Yet He spoke not so that, as among men, some subordinate might hear, and having learned the will of Him Who spoke might go away and perform it. For this belongs to creatures, whereas in the case of the Word
PG 26:213Read from the page
τοῦτο νοεῖν ἢ λέγειν ἀπρεπές. Ἔστι γὰρ ὁ Λόγος του Θεοῦ δημιουργὸς, καὶ ποιητικὸς, καὶ αὐτός ἐστιν ἡ τοῦ Πατρὸς βουλή. Διὰ τοῦτο γοῦν οὐκ εἶπεν ἡ θεία Γραφὴ, ὅτι ἤκουσε καὶ ἀπεκρίνατο ὁ ἀκούων, πῶς ἢ ποῖα βούλεται τὰ γινόμενα γενέσθαι· ἀλλὰ μόνον εἶπεν ὁ Θεὸς, Γενηθήτω· καὶ ἐπήγαγε· Καὶ ἐγένετο οὕτω. Τὸ γὰρ δόξαν καὶ βουληθὲν εὐθὺς ἐγίνετο τῷ Λόγῳ καὶ ἀπηρτίζετο. Ὅταν μὲν γὰρ ὁ Θεὸς ἄλλοις ἢ ἀγγέλοις ἐντέλληται, ἢ τῷ Μωϋσεῖ ὁμιλῇ, ἢ τῷ Ἀβραὰμ ἐπαγγέλληται· τότε ὁ ἀκούων ἀποκρίνεται· καὶ ὁ μὲν λέγει· Κατὰ τί γνώσομαι; ὁ δέ· Προχείρισαι ἄλλον· καὶ πάλιν· Ἐὰν ἐρωτήσωσί με, Τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς; Καὶ ὁ ἄγγελος τῷ μὲν Ζαχαρίᾳ ἔλεγε· Τάδε λέγει Κύριος· τὸν δὲ Κύριον ἠρώτα· Κύριε παντόκρατορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλήμ; καὶ ἐκδέχεται ἀκοῦσαι λόγους καλοὺς καὶ παρακλητικούς. Ἔχει γὰρ τούτων ἕκαστος τὸν μεσίτην Λόγον, καὶ τὴν Σοφίαν τοῦ Θεοῦ τὴν γνωρίζουσαν τὸ βούλημα τοῦ Πατρός. Ὅταν δὲ ἐργάζηται αὐτὸς, καὶ κτίζῃ ὁ Λόγος, οὐκ ἔστιν ἐκεῖ ἐρώτησις καὶ ἀπόκρισις· ἐν αὐτῷ γάρ ἐστιν ὁ Πατὴρ, καὶ ὁ Λόγος ἐν τῷ Πατρί· ἀλλ' ἀρκεῖ τὸ βούλεσθαι, καὶ τὸ ἔργον γίνεται· ἵνα τοῦ μὲν βουλήματος ᾖ γνώρισμα δι' ἡμᾶς τὸ, Εἶπε, τὸ δὲ, Καὶ ἐγένετο οὕτω, τό τε ἔργον σημαίνηται τὸ διὰ τοῦ Λόγου καὶ τῆς Σοφίας, ἐν ᾗ καὶ ἡ βούλησίς ἐστι τοῦ Πατρός. Καὶ αὐτὸ δὲ τὸ, Εἶπεν ὁ Θεὸς, ἐν τῷ Λόγῳ γνωρίζεται· Πάντα γὰρ, φησὶν, ἐν Σοφίᾳ ἐποίησας· καὶ, Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ, Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ.
to think or say this is unseemly. For the Word of God is Creator and Maker, and He Himself is the Father's counsel (Isa. 9:6). For this reason, therefore, the divine Scripture did not say that one heard and the hearer answered, how or of what sort He wills the things coming into being to become; but God only said, Let it be; and it added, And it was so (Gen. 1:3, 7, 9, 11, 15). For what was decreed and willed was straightway coming to be and being completed by the Word. For when God gives commands to others or to angels, or converses with Moses, or makes promises to Abraham, then he who hears answers; and the one says: Whereby shall I know (Gen. 15:8)? and the other: Appoint another (Exod. 4:13); and again: If they ask me, What is His name? what shall I say to them (Exod. 3:13)? And the angel said to Zechariah: Thus says the Lord (Zech. 1:17); and he asked the Lord: O Lord Almighty, how long wilt Thou not have mercy on Jerusalem (Zech. 1:12)? and he waits to hear good and comforting words. For each of these has the Mediator Word, and the Wisdom of God which makes known the will of the Father. But when the Word Himself works and creates, there is no questioning and answering there; for the Father is in Him, and the Word is in the Father; but it suffices to will, and the work comes to pass; so that the word, He spoke, may be for our sake a token of the will, while the words, And it was so, may signify the work done through the Word and the Wisdom, in which also is the Father's will. And this very expression, God spoke, is known in the Word; for, All things, it says, in Wisdom hast Thou made (Ps. 103:24); and, By the Word of the Lord the heavens were established (Ps. 32:6); and, One Lord Jesus Christ, through Whom are all things, and we through Him (1 Cor. 8:6).
32. Ἀπὸ δὴ τούτων ἔστι συνορᾷν, ὡς οὐ πρὸς ἡμᾶς ἔχουσιν τὴν μάχην οἱ Ἀρειανοὶ περὶ τῆς αἱρέσεως, ἀλλὰ σχηματίζονται μὲν πρὸς ἡμᾶς, πρὸς αὐτὴν δὲ τὴν Θεότητα μάχονται. Εἰ μὲν γὰρ ἡμῶν ἦν ἡ φωνὴ ἡ λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου, μικρὰ ἦν αὐτοῖς ἡ παρ' ἡμῶν μέμψις· εἰ δὲ τοῦ Πατρός ἐστιν ἡ φωνὴ, καὶ οἱ μὲν μαθηταὶ ἤκουσαν, αὐτὸς δὲ ὁ Υἱὸς περὶ ἑαυτοῦ λέγει· Πρὸ δὲ πάν-
32. From these things, indeed, one may perceive that it is not against us that the Arians wage war on behalf of their heresy, but while they make a show of fighting against us, they are in truth fighting against the Godhead itself. For if the voice had been ours which says: This is My Son (Matt. 17:5), slight would have been their blame from us; but if the voice is the Father's, and the disciples heard it, and the Son Himself says concerning Himself: Before all
Notes, col. 213

On the reading

Printed του, for τοῦ.

Printed παντόκρατορ, for παντοκράτορ.

PG 26:216Read from the page
των βουνῶν γεννᾷ με· πῶς οὐ κατὰ τοὺς μυθευομένους γίγαντας καὶ αὐτοὶ νῦν θεομαχοῦσι, τὴν γλῶτταν ἔχοντες, ὡς εἶπεν ὁ ψάλλων, μάχαιραν ὀξεῖαν εἰς ἀσέβειαν; Οὔτε γὰρ τὴν φωνὴν τοῦ Πατρὸς ἐφοβήθησαν, οὔτε τοῦ Σωτῆρος ᾐδέσθησαν τὰ ῥήματα· ἀλλ' οὐδὲ τοῖς ἁγίοις ἐπείσθησαν, τοῦ μὲν γράφοντος· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· καί· Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία· τοῦ δὲ ψάλλοντος· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, καί· Πάντα ἐν σοφίᾳ ἐποίησας· καὶ τῶν μὲν προφητῶν λεγόντων· Καὶ ἐγένετο Λόγος Κυρίου πρὸς μέ· τοῦ δὲ Ἰωάννου, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ τοῦ Λουκᾶ, Καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου· ὡς καὶ πάλιν Δαυΐδ λέγει· Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς. Ταῦτα γὰρ πάντα τὴν μὲν Ἀρειανὴν αἵρεσιν στηλιτεύει πανταχοῦ, τὴν δὲ τοῦ Λόγου ἀϊδιότητα σημαίνει, καὶ ὅτι οὐ ξένος, ἀλλ' ἴδιος τῆς τοῦ Πατρὸς οὐσίας ἐστί. Πότε γὰρ εἶδέ τις φῶς χωρὶς τοῦ ἀπαυγάσματος; Ἢ τίς τολμᾷ λέγειν ἀλλότριον εἶναι τὸν χαρακτῆρα τῆς ὑποστάσεως; Ἢ πῶς οὐ μαίνεται πλέον ὁ κἂν ἐνθυμούμενος ἄλογον καὶ ἄσοφόν ποτε τὸν Θεόν; Τοιαῦτα γὰρ τὰ παραδείγματα καὶ τοιαύτας τὰς εἰκόνας ἔθηκεν ἡ Γραφὴ, ἵν' ἐπειδὴ ἀδύνατός ἐστιν ἡ ἀνθρωπίνη φύσις περὶ Θεοῦ καταλαβεῖν, κἂν ἐκ τούτων ὀλιγοστῶς πως καὶ ἀμυδρῶς, ὡς ἐφικτόν ἐστι, διανοεῖσθαι δυνηθῶμεν. Καὶ ὥσπερ περὶ τοῦ εἶναι Θεὸν καὶ πρόνοιαν αὐτάρκης ἡ κτίσις πρὸς τὴν γνῶσιν· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καὶ οὐ φωνὰς ἀπαιτοῦντες παρ' αὐτῶν μανθάνομεν, ἀλλ' ἀκούοντες μὲν τῶν Γραφῶν πιστεύομεν, καὶ αὐτὴν δὲ τὴν τάξιν τῶν πάντων θεωροῦντες καὶ τὴν ἁρμονίαν, ἐπιγινώσκομεν τοῦτον εἶναι πάντων ποιητὴν καὶ Δεσπότην καὶ Θεὸν, τούτου τε τὴν εἰς πάντα πρόνοιάν τε θαυμαστὴν καὶ ἡγεμονίαν καταλαμβάνομεν· τὸν αὐτὸν τρόπον περὶ τῆς τοῦ Υἱοῦ θεότητος ἱκανῶν ὄντων τῶν προειρημένων ῥητῶν, περιττὸν, μᾶλλον δὲ καὶ μανίας πλέον ἐστὶν ἀμφιβάλλειν, καὶ αἱρετικῶς πυνθάνεσθαι, πῶς οὖν δύναται ἀϊδίως εἶναι ὁ Υἱός; ἢ πῶς δύναται ἐκ τῆς οὐ-
the hills He begets Me (Prov. 8:25); how are they too not now fighting against God like the giants of fable, having their tongue, as the Psalmist said, a sharp sword (Ps. 56:5) for impiety? For they neither feared the voice of the Father, nor reverenced the words of the Saviour; nay, they were not even persuaded by the saints, when one writes: Who being the radiance of His glory and the express image of His subsistence (Heb. 1:3); and: Christ the power of God, and the wisdom of God (1 Cor. 1:24); and another sings: For with Thee is the fountain of life, in Thy light shall we see light (Ps. 35:10); and: All things in wisdom hast Thou made (Ps. 103:24); and the prophets say: And the Word of the Lord came to me (Jer. 2:1); and John: In the beginning was the Word (John 1:1); and Luke: Even as they delivered them to us, who from the beginning were eyewitnesses and ministers of the Word (Luke 1:2); as David also says again: He sent His Word, and healed them (Ps. 106:20). For all these things everywhere brand the Arian heresy, and signify the eternity of the Word, and that He is not foreign to, but proper to the Father's essence. For when did anyone ever see light without its radiance? Or who dares to say that the express image of the subsistence is foreign to it? Or how is he not raving all the more who even so much as conceives of God as ever being without Word and without Wisdom? For the Scripture has set forth such examples and such images, so that, since human nature is unable to comprehend concerning God, we might be able from these at least in some slight and dim way, so far as is attainable, to form a conception. And just as creation is sufficient in itself for the knowledge that God and providence exist—for from the greatness and beauty of created things their Author is correspondingly seen (Wisd. 13:5)—and we do not learn by demanding voices from them, but hearing the Scriptures we believe, and beholding the very order and harmony of all things, we recognize that He is Maker and Lord and God of all, and apprehend His wondrous providence and governance over all things; in the same way, since the aforesaid passages are sufficient concerning the deity of the Son, it is superfluous, or rather more than madness, to doubt and to inquire heretically, How then can the Son exist eternally? or how can He be from the
PG 26:217Read from the page
σίας εἶναι τοῦ Πατρὸς, καὶ μὴ μέρος εἶναι; τὸ γὰρ ἔκ τινος εἶναι λεγόμενον μέρος ἐστὶν αὐτοῦ· τὸ δὲ μεριζόμενον οὐκ ἔστιν ὁλόκληρον;
essence of the Father, and not be a part? for that which is said to be from something is a part of it, and that which is divided is not whole?
33. Ταῦτα γὰρ τῶν ἑτεροδόξων ἐστὶ τὰ σοφὰ κακουργήματα. Καὶ εἰ καὶ φθάσαντες ἐν τοῖς ἔμπροσθεν διηλέγξαμεν τὴν ἐν τούτοις αὐτῶν κενολογίαν· ὅμως καὶ τούτων τῶν ῥητῶν ἡ ἀκρίβεια, καὶ τῶν παραδειγμάτων ἡ διάνοια διελέγχει τὴν σκιαγραφίαν τοῦ μιαροῦ δόγματος αὐτῶν. Ὁρῶμεν γὰρ τὸν Λόγον ἀεὶ ὄντα, καὶ ἐξ αὐτοῦ ὄντα, καὶ τῆς οὐσίας ἴδιον, οὗ καί ἐστιν ὁ Λόγος, καὶ μὴ ἔχοντα τὸ πρότερον καὶ τὸ ὕστερον. Ὁρῶμεν καὶ τὸ ἀπαύγασμα ἐκ τοῦ ἡλίου ἴδιόν τε αὐτοῦ ὂν, καὶ μὴ διαιρουμένην μηδὲ μειουμένην τὴν οὐσίαν τοῦ ἡλίου· ἀλλ' αὐτήν τε ὁλόκληρον οὖσαν, καὶ τὸ ἀπαύγασμα τέλειον καὶ ὁλόκληρον, καὶ μὴ μειοῦν τὴν οὐσίαν τοῦ φωτὸς, ἀλλ' ὡς γέννημα ἀληθινὸν ἐξ αὐτοῦ. Συνορῶμεν καὶ τὸν Υἱὸν οὐκ ἔξωθεν, ἀλλ' ἐκ τοῦ Πατρὸς γεννώμενον, καὶ ὁλόκληρον μένοντα τὸν Πατέρα, τὸν δὲ χαρακτῆρα τῆς ὑποστάσεως ἀεὶ ὄντα, ἐμφέρειάν τε καὶ εἰκόνα ἀπαράλλακτον σώζοντα πρὸς τὸν Πατέρα, ὡς τὸν ἰδόντα τοῦτον, ὁρᾷν ἐν αὐτῷ καὶ τὴν ὑπόστασιν, ἧς καὶ χαρακτήρ ἐστιν. Ἔκ τε τῆς ἐνεργείας τοῦ χαρακτῆρος διανοούμεθα τὴν τῆς ὑποστάσεως ἀληθῶς θεότητα· τοῦτο γὰρ καὶ αὐτὸς ὁ Σωτὴρ διδάσκων ἔλεγεν· Ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ· καί· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καί· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐκοῦν ἡ χριστομάχος αἵρεσις πειρασάτω πρῶτον τὰ ἐν τοῖς γενητοῖς παραδείγματα διελεῖν καὶ εἰπεῖν· ἦν ποτε ὁ ἥλιος χωρὶς τοῦ ἀπαυγάσματος· ἢ, ὅτι τοῦτο οὐκ ἔστι τῆς τοῦ φωτὸς οὐσίας ἴδιον· ἢ, ἴδιον μὲν ἔστι, κατὰ διαίρεσιν δὲ μέρος ἐστὶ τοῦτο τοῦ φωτός· καὶ πάλιν διελέτω τὸν Λόγον, καὶ εἰπάτω τοῦτον ἀλλότριον εἶναι τοῦ νοῦ· ἢ, ὅτι ποτὲ οὐκ ἦν, ἢ, οὐκ ἔστιν ἴδιος τῆς οὐσίας αὐτοῦ· ἢ, ὅτι μέρος κατὰ διαίρεσίν ἐστιν οὗτος ἐκείνου. Περὶ δὲ τοῦ χαρακτῆρος καὶ τοῦ φωτὸς καὶ τῆς δυνάμεως οὕτω διελέτω ὡς ἐπὶ τοῦ Λόγου καὶ τοῦ ἀπαυγάσματος· καὶ τότε περὶ ὧν ἐὰν θελήσῃ φανταζέσθω. Εἰ δὲ ἀδύνατος αὐτοῖς ἐκείνοις ἡ τόλμα, πῶς οὐ μαίνονται μεγάλως, εἰς τὰ ὑπερέκεινα τῶν γενητῶν καὶ τῆς ἑαυτῶν φύσεως μάτην ἐπεκτείνοντες ἑαυτοὺς καὶ ἀδυνάτοις ἐπιχειροῦντες;
33. For these are the clever subtleties of the heterodox. And although we have already in what went before refuted their empty talk in these matters, nevertheless the exactness of these passages also, and the meaning of the examples, refutes the shadowy outline of their foul dogma. For we see the Word always existing, and existing from Him, and proper to the essence of Him Whose Word He is, and not having before and after. We see also the radiance from the sun, both being proper to it, and the essence of the sun neither divided nor diminished; but both the essence itself being whole, and the radiance perfect and whole, and not diminishing the essence of the light, but existing as a true offspring from it. We perceive together also the Son begotten not from without, but from the Father, and the Father remaining whole, and the express image of His subsistence (Heb. 1:3) always existing, and preserving an exact likeness and image towards the Father, so that he who has seen Him sees in Him also the subsistence, of which too He is the express image. And from the operation of the express image we apprehend the true deity of the subsistence; for the Saviour Himself also taught this when He said: He who abides in Me, the same does the works that I do (John 14:12); and: I and the Father are one (John 10:30); and: I am in the Father and the Father is in Me (John 14:10). Let the Christ-fighting heresy therefore try first to divide the examples found among created things and say: There was once the sun without its radiance; or, that this is not proper to the essence of the light; or, it is indeed proper, but by division this is a part of the light; and again let it divide the word, and say that it is foreign to the mind; or, that once it was not, or, that it is not proper to its essence; or, that this is a part of that by division. And concerning the express image and the light and the power let it divide in the same manner as in the case of the word and the radiance; and then let it imagine concerning whatever things it may wish. But if such boldness is impossible even for those men themselves, how are they not greatly raving, vainly stretching themselves out towards the things that lie beyond created things and beyond their own nature, and attempting impossibilities?