Migne Reading Room

PG 26 · cols. 196–205 · Read from the page

Second Oration against the Arians

Second Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:196Read from the page
παρὰ τῆς Γραφῆς καὶ δείκνυσθαι αὐτὸν, οἷον ἔδει λέγεσθαι αὐτὸν μείζονα ἀρχαγγέλων· ἔδει ἐντιμότερον τῶν θρόνων, καὶ λαμπρότερον μὲν ἡλίου καὶ σελήνης, μείζονα δὲ τῶν οὐρανῶν. Νῦν δὲ οὕτω μὲν αὐτὸς οὐ σημαίνεται· Υἱὸν δὲ αὐτὸν ἴδιον καὶ μόνον δείκνυσιν ἑαυτοῦ ὁ Πατὴρ, λέγων· Υἱός μου εἶ σύ· καὶ, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· διὸ καὶ διηκόνουν αὐτῷ οἱ ἄγγελοι, ὡς ἄλλῳ παρ' αὐτοὺς ὄντι· καὶ προσκυνεῖται παρ' αὐτῶν, οὐχ ὡς τῇ δόξῃ μείζων, ἀλλ' ὡς ἄλλος παρὰ πάντα τὰ κτίσματα καὶ παρ' ἐκείνους ὢν, μόνος δὲ τοῦ Πατρὸς ἴδιος ὢν κατ' οὐσίαν Υἱός. Εἰ γὰρ ὡς ὑπερέχων τῇ δόξῃ προσεκυνεῖτο, ἔδει καὶ ἕκαστον τῶν ὑποβεβηκότων τὸν ὑπερέχοντα προσκυνεῖν. Ἀλλ' οὐκ ἔστιν οὕτω· κτίσμα γὰρ κτίσματι οὐ προσκυνεῖ, ἀλλὰ δοῦλος δεσπότην, καὶ κτίσμα Θεόν. Πέτρος μὲν οὖν ὁ ἀπόστολος προσκυνῆσαι θέλοντα τὸν Κορνήλιον κωλύει, λέγων, ὅτι Κἀγὼ ἄνθρωπός εἰμι· ἄγγελος δὲ θέλοντα προσκυνῆσαι τὸν Ἰωάννην ἐν τῇ Ἀποκαλύψει κωλύει, λέγων· Ὅρα μή. Σύνδουλός σου εἰμὶ, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου. Τῷ Θεῷ προσκύνησον. Οὐκοῦν Θεοῦ ἐστι μόνου τὸ προσκυνεῖσθαι· καὶ τοῦτο ἴσασι καὶ αὐτοὶ οἱ ἄγγελοι, ὅτι κἂν ἄλλων ταῖς δόξαις ὑπερέχωσιν, ἀλλὰ κτίσματα πάντες εἰσὶ, καὶ οὐκ εἰσὶ των προσκυνουμένων, ἀλλὰ τῶν προσκυνούντων τὸν Δεσπότην. Τὸν γοῦν πατέρα τοῦ Σαμψὼν τὸν Μανωὲ, θέλοντα θυσίαν προσενεγκεῖν τῷ ἀγγέλῳ, ἐκώλυσεν ὁ ἄγγελος λέγων ὅτι, Μὴ ἐμοὶ, ἀλλὰ τῷ Θεῷ προσένεγκε. Ὁ δὲ Κύριος καὶ παρ' ἀγγέλων προσκυνεῖται· γέγραπται γάρ· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ παρὰ πάντων δὲ τῶν ἐθνῶν, ὡς ὁ Ἠσαΐας φησίν· Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοι ἔσονται δοῦλοι· εἶτα ἑξῆς· Καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Τούς τε μαθητὰς προσ-
by the Scripture and that He should be shown, as He ought to have been called, greater than archangels; He ought to have been more honourable than the thrones, and brighter indeed than sun and moon, and greater than the heavens. Yet now He is not signified in this way; rather, the Father shows Him to be His own and only Son, saying: Thou art My Son (Ps. 2:7); and, This is My beloved Son, in Whom I am well pleased (Matt. 3:17). Wherefore the angels also ministered unto Him (Matt. 4:11), as being other than themselves; and He is worshipped by them, not as being greater in glory, but as being other beyond all the creatures and beyond themselves, and alone being by essence the Father's own Son. For if He were worshipped as excelling in glory, each of the subordinate beings ought also to worship that which excels it. But it is not so; for creature does not worship creature, but a servant his Master, and a creature God. Thus Peter the apostle restrains Cornelius when he wishes to worship him, saying, I myself also am a man (Acts 10:26); and an angel in the Apocalypse restrains John when he wishes to worship him, saying: See thou do it not: I am thy fellow-servant, and of thy brethren the prophets, and of them that keep the words of this book: worship God (Rev. 22:9). Therefore to be worshipped belongs to God alone; and the angels themselves also know this, that even though they excel others in glories, yet they are all creatures, and are not of those who are worshipped, but of those who worship the Master. Accordingly, when Manoah the father of Samson wished to offer a sacrifice to the angel, the angel restrained him, saying, Offer not to me, but to God (Judg. 13:16). But the Lord is worshipped even by angels; for it is written: And let all the angels of God worship Him (Ps. 96:7; Heb. 1:6); and by all the nations as well, as Isaiah says: Egypt hath laboured, and the merchandise of the Ethiopians, and the Sabaeans, men of high stature, shall pass over unto Thee, and shall be Thy servants; then next: And they shall worship Thee, and in Thee shall they pray; because God is in Thee, and there is no God beside Thee (Isa. 45:14). And the disciples who wor-
Notes, col. 196

On the reading

Printed των, for τῶν.

PG 26:197Read from the page
κυνοῦντας δέχεται, καὶ πληροφορεῖ τούτους, ὅστις ἐστὶ λέγων· Οὐχ ὑμεῖς λέγετέ με, ὁ Κύριος καὶ ὁ διδάσκαλος; καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Καὶ τὸν Θωμᾶν δὲ λέγοντα αὐτῷ, Ὁ Κύριός μου καὶ ὁ Θεός μου, συγχωρεῖ λέγειν, καὶ μᾶλλον ἀποδέχεται, μὴ κωλύων αὐτόν. Ἔστι γὰρ αὐτὸς, ὡς οἵ τε
ship Him He receives, and assures them Who He is, saying: Ye call Me Lord and Master; and ye say well, for so I am (John 13:13). And when Thomas also says to Him, My Lord and my God (John 20:28), He permits him to say it, and rather accepts it, not restraining him. For He Himself is, as both the
24. Οὐκ ἂν δὲ οὐδὲ αὐτὸς προσεκυνήθη, οὐδὲ ταῦτ' ἐλέγετο περὶ αὐτοῦ, εἰ ὅλως τῶν κτισμάτων ἦν. Νῦν δὲ ἐπειδὴ οὐκ ἔστι κτίσμα, ἀλλ' ἴδιον τῆς οὐσίας τοῦ προσκυνουμένου Θεοῦ γέννημα, καὶ φύσει Υἱός ἐστι· διὰ τοῦτο προσκυνεῖται, καὶ Θεὸς πιστεύεται, καὶ Κύριος στρατιῶν καὶ ἐξουσιαστὴς καὶ παντοκράτωρ ἐστὶν, ὡς ὁ Πατήρ· αὐτὸς γὰρ εἴρηκε· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν· Υἱοῦ γὰρ ἴδιον τὰ τοῦ Πατρὸς ἔχειν, καὶ τοιοῦτον αὐτὸν εἶναι, ὡς ἐν αὐτῷ θεωρεῖσθαι τὸν Πατέρα· καὶ δι' αὐτοῦ τὰ πάντα πεποιῆσθαι, καὶ ἐν αὐτῷ τὴν σωτηρίαν τῶν πάντων γίνεσθαί τε καὶ συνίστασθαι· ἐπεὶ καλὸν αὐτοὺς ἔρεσθαι καὶ τοῦτο, ἵν' ἔτι μᾶλλον ὁ ἔλεγχος τῆς αἱρέσεως αὐτῶν φαίνηται· Διὰ τί πάντων ὄντων κτισμάτων, καὶ πάντων ἐκ τοῦ μὴ ὄντος ἐχόντων τὴν σύστασιν, τοῦ τε Υἱοῦ καὶ αὐτοῦ ὄντος καθ' ὑμᾶς κτίσματος καὶ ποιήματος, καὶ ἑνὸς τῶν οὐκ ὄντων ποτὲ, δι' αὐτοῦ μόνου τὰ πάντα πεποίηκε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; Ἢ διὰ τί, ὅταν μὲν τὰ πάντα λέγηται, οὐ τὸν Υἱόν τις ἐν τοῖς πᾶσι σημαίνεσθαι νοεῖ, ἀλλὰ τὰ γενητά; ὅταν δὲ περὶ τοῦ Λόγου λέγωσιν αἱ Γραφαὶ, οὐκ ἐκ τῶν πάντων πάλιν αὐτὸν ὄντα νοοῦσιν, ἀλλὰ τῷ Πατρὶ συντάττουσιν αὐτὸν, ἐν ω τὴν πάντων πρόνοιαν καὶ σωτηρίαν ἐργάζεται καὶ ποιεῖ ὁ Πατήρ· καὶ μάλιστα δυναμένων τῶν πάντων τῷ αὐτῷ προστάγματι, ᾧ κἀκεῖνος παρὰ μόνου τοῦ Θεοῦ γέγονε, γενέσθαι; Οὐ γὰρ κάμνει ὁ Θεὸς προστάττων· οὐδὲ ἀσθενεῖ πρὸς τὴν τῶν πάντων ἐργασίαν, ἵνα τὸν μὲν Υἱὸν μόνος μόνον κτίσῃ, εἰς δὲ τὴν τῶν ἄλλων δημιουργίαν ὑπουργοῦ καὶ βοηθοῦ χρείαν ἔχῃ τοῦ Υἱοῦ. Οὐδὲ γὰρ οὐδὲ ὑπέρθεσιν ἔχει, ὅπερ ἂν ἐθελήσῃ γενέσθαι· ἀλλὰ
24. Yet neither would He Himself have been worshipped, nor would these things have been spoken concerning Him, if He belonged at all to the creatures. But now, since He is not a creature, but the proper offspring of the essence of the God Who is worshipped, and is by nature Son, on this account He is worshipped, and is believed to be God, and is Lord of hosts and Ruler and Almighty, as the Father is; for He Himself has said: All things whatsoever the Father hath are Mine (John 16:15). For it is proper to a Son to have the things of the Father, and to be such that the Father is beheld in Him, and that through Him all things have been made, and that in Him the salvation of all comes to pass and consists. Since it is well to ask them this also, that the refutation of their heresy may become still more evident: Why, when all things are creatures, and all have their subsistence out of nothing, and the Son Himself also is according to you a creature and a work, and one of the things that once were not, has He made all things through Him alone, and without Him was not even one thing made (John 1:3)? Or why, when all things are spoken of, does no one understand the Son to be signified among them all, but rather the things that have come into being; whereas when the Scriptures speak concerning the Word, they do not again understand Him as being one of all things, but rank Him with the Father, in Whom the Father works and effects the providence and salvation of all; and especially when all things could have come into being by the very same command by which He also came into being from God alone? For God does not grow weary in commanding, nor is He weak with respect to the making of all things, that He should alone create the Son alone, and have need of the Son as an underworker and helper for the framing of the rest. For neither does anything that He may will to come to pass admit of delay; but
Notes, col. 197

On the reading

Printed ω, for ᾧ.

PG 26:200Read from the page
μόνον ἠθέληκε, καὶ ὑπέστη τὰ πάντα, καὶ τῷ βουλήματι αὐτοῦ οὐδεὶς ἀνθέστηκε. Τίνος οὖν ἕνεκα οὐ γέγονε τὰ πάντα παρὰ μόνου τοῦ Θεοῦ τῷ προστάγματι, ᾧ γέγονε καὶ ὁ Υἱός; Ἢ διὰ τί τούτου πάντα γέγονε, καίτοι καὶ αὐτοῦ γεννητοῦ τυγχάνοντος, λεγέτωσαν. Ἀλογία μὲν οὖν πᾶσα παρ' αὐτοῖς· φασὶ δὲ ὅμως περὶ τούτου, ὡς ἄρα « Θέλων ὁ Θεὸς τὴν γενητὴν κτίσαι φύσιν, ἐπειδὴ ἑώρα μὴ δυναμένην αὐτὴν μετασχεῖν τῆς τοῦ Πατρὸς ἀκράτου χειρὸς, καὶ τῆς παρ' αὐτοῦ δημιουργίας, ποιεῖ καὶ κτίζει πρώτως μόνος μόνον ἕνα, καὶ καλεῖ τοῦτον Υἱὸν καὶ Λόγον,
He has only willed, and all things have subsisted, and no one has resisted His counsel (Rom. 9:19). For what reason, then, did not all things come into being from God alone by the command by which the Son also came into being? Or why did all things come into being through Him, even though He Himself also happens to be originate? Let them say. Complete irrationality, then, is among them; yet they say concerning this that « God, wishing to create the originate nature, when He saw that it could not partake of the untempered hand of the Father and of the creation from Him, makes and creates first, alone, one alone, and calls this one Son and Word,
25. Πῶς οὖν οὐκ ἄν τις αὐτῶν ἐκ τούτων τέλεον καταγνοίη τῆς ἀσεβείας, ἣν, μετὰ πολλῆς τῆς ἀφροσύνης ἑαυτοῖς κεράσαντες, οὐκ ἐρυθριῶσιν οὕτω καταμεθύοντες τῆς ἀληθείας. Εἰ μὲν γὰρ, διὰ τὸ κάμνειν τὸν Θεὸν πρὸς τὴν τῶν ἄλλων ἐργασίαν, φήσουσι μόνον αὐτὸν πεποιηκέναι τὸν Υἱόν· καταβοήσει μὲν τούτων πᾶσα ἡ κτίσις, οὐκ ἄξια φθεγγομένων περὶ τοῦ Θεοῦ· ἐγγράφως δὲ ὁ Ἠσαΐας λέγων· Θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Εἰ δὲ, ὡς ἀπαξιῶν ὁ Θεὸς τὰ ἄλλα ἐργάσασθαι, τὸν μὲν Υἱὸν μόνον εἰργάσατο, τὰ δὲ ἄλλα τῷ Υἱῷ ἐνεχείρισεν ὡς βοηθῷ· καὶ τοῦτο μὲν ἀνάξιον Θεοῦ· οὐκ ἔστι γὰρ ἐν Θεῷ τῦφος· ἐντρέψει δὲ αὐτοὺς ὅμως ὁ Κύριος λέγων· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς; καὶ πάλιν· Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς τὰς ἀποθήκας· καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν, μεριμνῶν, δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Καὶ πέρὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν, οὐδὲ νήθουσι. Λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολο-
25. How then would one not utterly condemn them from these things for the impiety which, having mingled it for themselves with much folly, they do not blush thus to spew out in drunkenness against the truth? For if, because God grows weary toward the making of the rest, they shall say that He made the Son alone, the whole creation will cry out against them as uttering things unworthy of God, and in writing Isaiah says: The everlasting God, Who hath framed the ends of the earth, shall not hunger, neither shall He be weary, and there is no searching of His understanding (Isa. 40:28). And if, as disdaining to work the rest, God wrought the Son alone, and entrusted the rest to the Son as to an assistant, this too is unworthy of God; for in God there is no pride. Nevertheless the Lord will put them to shame, saying: Are not two sparrows sold for a farthing? and one of them shall not fall upon the ground without your Father Who is in heaven (Matt. 10:29); and again: Be not anxious for your soul, what ye shall eat, nor for your body, what ye shall put on. Is not the soul more than the food, and the body than the raiment? Look upon the birds of the heaven, that they sow not, neither do they reap, nor gather into barns; and your heavenly Father feedeth them. Are not ye of much more value than they? And which of you, by being anxious, can add one cubit unto his stature? And concerning raiment why are ye anxious? Consider the lilies of the field, how they grow; they toil not, neither do they spin. Yet I say unto you, that not even Solo-
Notes, col. 200

On the reading

Printed πέρὶ, for περὶ.

PG 26:201Read from the page
μὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο, ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν· οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Εἰ γὰρ οὐκ ἀνάξιον Θεοῦ προνοεῖσθαι καὶ μέχρι τῶν οὕτω μικρῶν, τριχὸς κεφαλῆς, καὶ στρουθίου, καὶ τοῦ χόρτου τοῦ ἀγροῦ, οὐκ ἀνάξιον ἦν αὐτοῦ καὶ ταῦτα ἐργάσασθαι. Ὧν γὰρ τὴν πρόνοιαν ποιεῖται, τούτων καὶ ποιητής ἐστι διὰ τοῦ ἰδίου Λόγου. Ἄλλως τε καὶ μεῖζον ἄτοπον τοῖς τοῦτο λέγουσιν ἀπαντᾷ· διαιροῦσι γὰρ τὰ κτίσματα καὶ τὴν δημιουργίαν· καὶ τὸ μὲν τοῦ Πατρὸς ἔργον, τὰ δὲ τοῦ Υἱοῦ διδόασιν ἔργα· δέον ἢ καὶ τὰ πάντα μετὰ τοῦ Υἱοῦ παρὰ τοῦ Πατρὸς γίνεσθαι, ἢ εἰ διὰ τοῦ Υἱοῦ πάντα τὰ γενητὰ γίνεται, μὴ λέγειν αὐτὸν ἕνα τῶν γενητῶν εἶναι.
mon in all his glory was arrayed like one of these. But if God doth so clothe the grass of the field, which today is, and tomorrow is cast into the oven, shall He not much more clothe you, O ye of little faith (Matt. 6:25-30)? For if it is not unworthy of God to exercise providence even down to things so small—a hair of the head, and a sparrow, and the grass of the field—it was not unworthy of Him to make these things also. For of whatsoever things He exercises the providence, of these He is also the Maker through His own Word. Moreover, an even greater absurdity meets those who say this: for they divide the creatures and the creation, and assign the one work as the Father's, and the other works as the Son's; whereas either all things ought to come into being from the Father with the Son, or, if all originate things come into being through the Son, they ought not to say that He is one of the originate things.
26. Ἔπειτα δὲ κἀκείνως ἐλέγξειεν ἄν τις αὐτῶν τὴν ἄνοιαν. Εἰ καὶ ὁ Λόγος τῆς γενητῆς φύσεώς ἐστι, πῶς, ταύτης ἀδυνάτου τυγχανούσης χωρεῖν τὴν τοῦ Θεοῦ αὐτουργίαν, μόνος αὐτὸς ἐκ πάντων ἠδυνήθη παρὰ τῆς ἀγενήτου καὶ ἀκραιφνεστάτης οὐσίας τοῦ Θεοῦ γενέσθαι, ὡς ὑμεῖς λέγετε; Ἀνάγκη γὰρ ἢ τούτου δυναμένου καὶ πᾶσαν δύνασθαι· ἢ πάσης ἀδυνάτου τυγχανούσης, μὴ δύνασθαι μηδὲ τὸν Λόγον· εἷς γάρ ἐστι τῶν γενητῶν καὶ οὗτος καθ' ὑμᾶς. Πάλιν δὲ, εἰ, διὰ τὸ ἀδύνατον εἶναι τὴν γενητὴν φύσιν μετασχεῖν τῆς τοῦ Θεοῦ αὐτουργίας, μεσίτου χρεία γέγονεν· ἀνάγκη πᾶσα, γενητοῦ καὶ κτίσματος ὄντος τοῦ Λόγου, μέσου χρείαν εἶναι καὶ ἐπὶ τῆς τούτου δημιουργίας, διὰ τὸ εἶναι ἕνα καὶ αὐτὸν τῆς γενητῆς φύσεως, τῆς μὴ δυναμένης μετασχεῖν τῆς παρὰ τοῦ Θεοῦ ἐργασίας, ἀλλὰ μέσου δεομένης· κἂν ἐκείνου δέ τις εὑρεθῇ μέσος, πάλιν ἑτέρου χρεία μεσίτου δι' ἐκεῖνον, καὶ οὕτω τις ἐπαναβαίνων καὶ διερευνῶν τῷ λογισμῷ, εὑρήσει πολὺν ὄχλον ἐπιῤῥεόντων μεσιτῶν, καὶ οὕτως ἀδύνατον ὑποστῆναι τὴν κτίσιν ἀεὶ τοῦ μεσίτου δεομένην, καὶ τοῦ μέσου μὴ δυναμένου γενέσθαι χωρὶς ἑτέρου μεσίτου, διὰ τὸ πάντας εἶναι τῆς γενητῆς φύσεως, τῆς μὴ δυναμένης μετασχεῖν τῆς παρὰ μόνου τοῦ Θεοῦ ἐργασίας, ὡς ὑμεῖς λέγετε. Πόσης τοίνυν ἀφροσύνης εἰσὶ πλήρεις, δι' ἣν καὶ τὰ ἤδη γενόμενα νομίζουσιν ἀδύνατον εἶναι γενέσθαι; Ἢ τάχα οὐδὲ γεγενῆσθαι αὐτὰ φαντάζονται, ζητοῦντες ἔτι τὸν μεσίτην. Κατὰ γὰρ τὴν
26. Next, in that way also one might refute their folly. If the Word also belongs to the originate nature, how, when this nature happens to be incapable of receiving God's own direct handiwork, was He alone of all able to come into being from the unoriginate and most pure essence of God, as you say? For of necessity, either if He is able, the whole nature is able as well; or if the whole nature happens to be incapable, neither is the Word able, for He too is one of the originate things according to you. And again, if, because the originate nature is unable to partake of God's own direct handiwork, there arose need of a mediator, there is every necessity that, since the Word is originate and a creature, there be need of an intermediate in His creation also, because He Himself too is one of the originate nature, which is unable to partake of the working from God, but needs an intermediate; and even if some intermediate be found for Him, again there is need of another mediator on account of that one, and thus anyone ascending and investigating by reason will find a great crowd of mediators streaming in, and thus it is impossible for the creation to subsist, since it always needs the mediator, and that intermediate cannot come into being without another mediator, because all belong to the originate nature, which is unable to partake of the working from God alone, as you say. Of how great folly, then, are they full, on account of which they suppose that even the things that have already come into being are impossible to have come into being! Or perhaps they imagine that they have not even come into being, while still seeking the mediator. For according to
PG 26:204Read from the page
οὕτως ἀσεβῆ καὶ μωρὰν διάνοιαν αὐτῶν, οὐδ' ἂν ὑπέστη τὰ ὄντα, μὴ εὑρισκομένου τοῦ μέσου.
this impious and foolish mind of theirs, the things that exist would not even have subsisted, since the intermediate is not found.
27. Ἀλλ' ἐκεῖνο φάσκουσιν· Ἰδοὺ δὴ καὶ διὰ Μωϋσέως ἐξήγαγε τὸν λαὸν ἐξ Αἰγύπτου καὶ δι' αὐτοῦ τὸν νόμον δέδωκε, καίτοι καὶ αὐτοῦ τυγχάνοντος ἀνθρώπου· ὥστε δυνατὸν διὰ τοῦ ὁμοίου τὰ ὅμοια γίνεσθαι. Τοῦτο δὲ λέγειν αὐτοὺς ἐγκαλυπτομένους ἔπρεπεν, ἵνα μὴ πολλὴν αἰσχύνην ἀπενέγκωνται. Μωϋσῆς γὰρ οὐ δημιουργεῖν ἐπέμπετο, οὐδὲ τὰ μὴ ὄντα εἰς τὸ εἶναι καλέσαι, καὶ πλάσαι τοὺς ὁμοίους ἀνθρώπους, ἀλλὰ διακονῆσαι μόνον ῥήματα πρὸς τὸν λαὸν καὶ πρὸς τὸν βασιλέα Φαραώ. Ἔχει δὲ τοῦτο πολλὴν τὴν διαφορὰν, ὅτι τὸ μὲν διακονεῖν τῶν γενητῶν ὡς δούλων ἐστί· τὸ δημιουργεῖν δὲ καὶ κτίζειν μόνου τοῦ Θεοῦ ἐστι, καὶ τοῦ ἰδίου αὐτοῦ Λόγου καὶ τῆς σοφίας. Διὰ τοῦτο γοῦν ἐπὶ μὲν τοῦ δημιουργεῖν οὐκ ἄν τις ἄλλον εὕροι, ἢ μόνον τὸν τοῦ Θεοῦ Λόγον· πάντα γὰρ ἐν σοφίᾳ γέγονε, καὶ χωρὶς τοῦ Λόγου ἐγένετο οὐδὲ ἕν. Πρὸς δὲ τὰς διακονίας οὐχ εἷς, ἀλλ' ἐκ πάντων πολλοί εἰσιν, οὓς ἐὰν θέλῃ πέμπειν ὁ Κύριος. Πολλοὶ μὲν γὰρ ἀρχάγγελοι, πολλοὶ δὲ θρόνοι καὶ ἐξουσίαι, καὶ κυριότητες, χίλιαί τε χιλιάδες, καὶ μύριαι μυριάδες παρεστήκασι λειτουργούντων καὶ ἑτοίμων εἰς τὸ ἀποστέλλεσθαι. Καὶ προφῆται μὲν πολλοὶ, καὶ ἀπόστολοι δὲ δέκα καὶ δύο, καὶ ὁ Παῦλος· καὶ Μωϋσῆς δὲ αὐτὸς οὐ μόνος, ἀλλὰ καὶ Ἀαρὼν σὺν αὐτῷ, καὶ μετὰ ταῦτα ἄλλοι ἑβδομήκοντα Πνεύματος ἐπληρώθησαν ἁγίου· καὶ Μωϋσῆν διεδέξατο Ἰησοῦς ὁ τοῦ Ναυῆ, κἀκεῖνον οἱ κριταὶ, κἀκείνους οὐχ εἷς, ἀλλὰ πλεῖστοι βασιλεῖς. Εἴπερ οὖν καὶ κτίσμα ἦν καὶ τῶν γενητῶν ὁ Υἱὸς, ἔδει καὶ πολλοὺς εἶναι τοιούτους υἱοὺς, ἵνα καὶ πολλοὺς τοιούτους διακόνους ἔχῃ ὁ Θεὸς, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων πλῆθός ἐστιν. Εἰ δὲ τοῦτο οὐκ ἔστιν ἰδεῖν, ἀλλὰ τὰ μὲν κτίσματα πολλὰ, ὁ δὲ Λόγος εἷς ἐστι· τίς οὐ συνορᾷ καὶ ἐκ τούτων, ὅτι ὁ Υἱὸς διέστηκε τῶν πάντων, καὶ οὐ πρὸς τὰ κτίσματα τὴν ἐξίσωσιν ἔχει, ἀλλὰ πρὸς τὸν Πατέρα τὴν ἰδιότητα; Ὅθεν οὐδὲ πολλοὶ Λόγοι, ἀλλὰ μόνος εἷς τοῦ ἑνὸς Πατρὸς Λόγος, καὶ μία τοῦ ἑνὸς Θεοῦ εἰκὼν ἐστιν. Ἀλλ' ἰδοὺ, φασὶ, καὶ ἥλιος μόνος εἷς καὶ ἡ γῆ μία. Ἄφρονες εἰπάτωσαν ὅτι καὶ ὕδωρ ἓν, καὶ πῦρ ἓν, ἵνα ἀκούσωσιν, ὅτι τῶν γενομένων ἕκαστον
27. But they allege this: Behold, through Moses also He brought the people out of Egypt and through him gave the law, even though he too happened to be a man; so that it is possible for like things to come into being through the like. Yet it befitted them to say this with their faces veiled, lest they carry away great shame. For Moses was not sent to create, nor to call the things that are not into being, and to fashion men like himself, but only to minister words to the people and to King Pharaoh. And this has a great difference, because to minister belongs to the originate things as servants, whereas to frame and to create belongs to God alone, and to His own Word and Wisdom. On this account, therefore, in the matter of creating one would find none other than the Word of God alone; for in wisdom have all things been made (Ps. 103:24), and without the Word was not even one thing made (John 1:3). But for ministries there is not one, but out of all there are many, whomsoever the Lord may will to send. For there are many archangels, and many thrones and authorities and lordships, and thousand thousands and ten thousand times ten thousand stand beside Him (Dan. 7:10), ministering and ready to be sent forth. And there are many prophets, and twelve apostles, and Paul; and Moses himself also was not alone, but Aaron too was with him, and after these seventy others were filled with the Holy Spirit (Num. 11:25); and Joshua the son of Nun succeeded Moses, and the judges succeeded him, and not one, but very many kings succeeded them. If therefore the Son also were a creature and one of the originate things, there ought to have been many such sons as well, that God might have many such ministers, just as there is a multitude in the case of the rest. But if this is not to be seen, while the creatures are many, and the Word is one, who does not perceive from these things also that the Son is distinct from all things, and has not equality with the creatures, but proper relationship to the Father? Whence there are not many Words, but one Word alone of the one Father, and one image of the one God. But behold, they say, the sun also is one alone and the earth is one. Let the fools say that water also is one, and fire one, that they may hear that of the things that have come into being, each
Notes, col. 204

On the reading

Printed εἰκὼν, for εἰκών.

PG 26:205Read from the page
ἓν μέν ἐστι κατὰ τὴν ἰδίαν οὐσίαν, πρὸς δὲ τὴν ἐγχειριζομένην διακονίαν καὶ λειτουργίαν οὐκ ἔστιν ἕκαστον ἱκανὸν καὶ μόνον αὔταρκες. Εἶπε γὰρ ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν τῆς γῆς, καὶ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας, καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Εἶτά φησι· Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας, τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς
is indeed one according to its own essence, yet with respect to the ministry and service entrusted to it each is not sufficient and self-sufficing alone. For God said: Let there be lights in the firmament of the heaven to give light upon the earth, and to divide between the day and the night; and let them be for signs and for seasons, and for days, and for years (Gen. 1:14). Then He says: And God made the two great lights, the greater light for rule of the
28. Ἰδοὺ πολλοὶ φωστῆρες, καὶ οὐ μόνος ὁ ἥλιος, οὐδὲ σελήνη μόνη, ἀλλ' ἕκαστον μὲν ἕν ἐστι κατ' οὐσίαν, μία δὲ καὶ κοινὴ πάντων ἐστὶν ἡ λειτουργία· καὶ τὸ ἑκάστου λεῖπον παρὰ τοῦ ἑτέρου πληροῦται· καὶ τοῦ φωτίζειν ἡ χρεία παρὰ πάντων γίνεται. Ἥλιος γοῦν τοῦ μεθ' ἡμέραν μόνου διαστήματος φαίνειν ἔχει τὴν ἐξουσίαν, καὶ ἡ σελήνη την νύκτα· οἱ δὲ ἀστέρες μετὰ τούτων τοὺς καιροὺς καὶ ἐνιαυτοὺς ἐκτελοῦσι, καὶ ἕκαστος εἰς σημεῖα γίνεται πρὸς τὴν ἀπαιτοῦσαν χρείαν. Οὕτω καὶ ἡ γῆ οὐκ εἰς πάντα, ἀλλ' εἰς μόνους τοὺς καρποὺς, καὶ βάσιν εἶναι τῶν ἐν αὐτῇ ζώων· τό τε στερέωμα διαχωρίζειν ἀνὰ μέσον ὕδατος, καὶ ὕδατος, καὶ ἡ θέσις τῶν φωστήρων ἐν αὐτῷ ἐστιν· οὕτω καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ, μετὰ τῶν ἄλλων πάντων γέγονε, εἰς τὴν τῶν σωμάτων σύστασιν· καὶ ὅλως οὐδὲ ἓν μόνον, ἀλλ' ἕκαστον τῶν γενομένων, ὥσπερ ἀλλήλων ὄντα μέλη, ἓν καθάπερ σῶμα, τὸν κόσμον ἀποτελοῦσιν. Εἰ τοίνυν οὕτω καὶ τὸν Υἱὸν ὑπολαμβάνουσιν εἶναι, βαλλέσθωσαν παρὰ πάντων, μέρος νομίζοντες εἶναι τῶν πάντων τὸν Λόγον, καὶ μέρος οὐχ ἱκανὸν ἄνευ τῶν ἄλλων πρὸς τὴν ἐγχειρισθεῖσαν αὐτῷ λειτουργίαν. Εἰ δὲ τοῦτο ἐκ φανεροῦ δυσσεβές ἐστιν, ἐπιγνώτωσαν, ὅτι μὴ τῶν γενητῶν ἐστιν ὁ Λόγος, ἀλλὰ τοῦ μὲν Πατρὸς μόνος ἴδιος Λόγος, τῶν δὲ γενητῶν δημιουργός. Ἀλλ' εἰρήκασι· Κτίσμα μὲν ἔστι, καὶ τῶν γενητῶν· ὡς δὲ παρὰ διδασκάλου καὶ τεχνίτου μεμάθηκε τὸ δημιουργεῖν, καὶ οὕτως ὑπηρέτησε τῷ διδάξαντι Θεῷ. Ταῦτα γὰρ καὶ Ἀστεριος ὁ σοφιστὴς, ὡς μαθὼν ἀρνεῖσθαι τὸν Κύριον, γράψαι τετόλμηκεν, οὐ συνορῶν τὴν ἐκ τούτων ἀλογίαν. Εἰ γὰρ διδακτόν ἐστι τὸ δημιουργεῖν, σκοπείτωσαν μὴ καὶ αὐτὸν τὸν
28. Behold, there are many lights, and not the sun alone, nor the moon alone, but while each is one according to essence, the service of all is one and common; and what is lacking to each is supplied from the other, and the need of giving light is fulfilled by all. The sun, accordingly, has the authority to shine for the daytime interval alone, and the moon for the night; and the stars with these complete the seasons and years, and each becomes for signs according to the requisite need. Thus the earth also is not for all things, but for the fruits alone, and to be a foundation for the living creatures upon it; and the firmament is to divide between water and water, and the setting of the lights is in it; thus fire also and water, with all the rest, have come into being for the constitution of bodies; and in short, not even one thing alone, but each of the things that have come into being, as being members of one another, completes the world as one body. If therefore they suppose the Son also to be thus, let them be pelted with stones by all, since they account the Word to be a part of all things, and a part not sufficient without the rest for the service entrusted to Him. But if this is manifestly impious, let them recognize that the Word is not one of the originate things, but the sole proper Word of the Father, and the Framer of the originate things. Yet they have said: A creature indeed He is, and one of the originate things; but as from a teacher and craftsman He has learned to frame, and thus ministered to the God Who taught Him. For these things Asterius the sophist also, having learned to deny the Lord, has dared to write, not perceiving the irrationality resulting from them. For if framing is something taught, let them beware lest even
Notes, col. 205

On the reading

Printed την, for τὴν.

Printed Ἀστεριος, for Ἀστέριος.