Migne Reading Room

PG 26 · cols. 184–193 · Read from the page

Second Oration against the Arians

Second Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:184Read from the page
οὐδ' οὕτω μὲν ἐχρῆν αὐτοὺς τοιαῦτα περὶ τοῦ Λόγου τοῦ Θεοῦ κἂν ἐνθυμεῖσθαι· οὐ γάρ ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ποίημα, ὡς ὁ Ἰακώβ· πλὴν ἐδύναντό πως πυθόμενοι, μηκέτι παραφρονεῖν· εἰ δὲ ταῦτα οὐκ ἐπὶ τῆς οὐσίας, οὐδὲ ἐπὶ τῆς ἀρχῆς τῆς γενέσεως λαμβάνουσι, καίτοι κατὰ φύσιν ὄντος τοῦ Ἰακὼβ κτίσματος καὶ ποιήματος· πῶς οὐ πλέον τοῦ διαβόλου μαίνονται, ει ἄρα ἃ μηδὲ τοῖς φύσει γεννητοῖς τολμῶσιν ἐκ τῶν ὁμοίων λέξεων συνάπτειν, ταῦτα τῷ Υἱῷ τοῦ Θεοῦ προσπλέκουσι, λέγοντες αὐτὸν ποίημα εἶναι; Ἔλεγε γὰρ ὁ Ἰσαὰκ, γίνου, καὶ, ἐποίησα, οὔτε τὴν ἀρχὴν τῆς γενέσεως τοῦ Ἰακὼβ, οὔτε τὴν οὐσίαν αὐτοῦ σημαίνων· μετὰ γὰρ τριάκοντα καὶ πλεῖον ἔτη τῆς γενέσεως αὐτοῦ ταῦτα ἔλεγεν· ἀλλὰ τὴν εἰς τὸν ἀδελφὸν ἐξουσίαν αὐτοῦ, τὴν μετὰ ταῦτα γενομένην.
not even so ought they to have entertained such thoughts concerning the Word of God; for the Son of God is not a thing made, like Jacob; nevertheless, upon inquiring, they might somehow have ceased to be beside themselves; but if they do not take these words as referring to the essence, nor to the beginning of generation, even though Jacob is by nature a creature and a thing made, how are they not raving more than the devil, if indeed the things which from similar expressions they do not dare to attach even to those who are generated by nature, these they fasten upon the Son of God, saying that He is a thing made? For Isaac said, Become, and, I have made, signifying neither the beginning of the generation of Jacob, nor his essence—for he said these things thirty and more years after his birth—but his authority over his brother, which came to pass afterwards.
18. Οὐκοῦν πολλῷ μᾶλλον ὁ Πέτρος οὐ ποίημα τὴν οὐσίαν τοῦ Λόγου σημαίνων ταῦτ' ἔλεγεν· ᾔδει γὰρ αὐτὸν Υἱὸν τοῦ Θεοῦ ὁμολογήσας· Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος· ἀλλὰ τὴν κατὰ χάριν ποιηθεῖσαν καὶ γενομένην καὶ εἰς ἡμᾶς αὐτοῦ βασιλείαν καὶ κυριότητα. Καὶ γὰρ ταῦτα λέγων, οὐκ ἐσιώπησε περὶ τῆς ἀϊδίου καὶ πατρικῆς θεότητος τοῦ Υἱοῦ τοῦ Θεοῦ· ἀλλὰ καὶ προειρηκὼς ἦν, ὅτι καὶ τὸ Πνεῦμα ἐξέχεεν ἐφ' ἡμᾶς. Τὸ δὲ μετ' ἐξουσίας διδόναι τὸ Πνεῦμα οὐ κτίσματος οὐδὲ ποιήματός ἐστιν, ἀλλὰ Θεοῦ δῶρον. Τὰ μὲν γὰρ κτίσματα ἁγιάζεται παρὰ τοῦ ἁγίου Πνεύματος· ὁ δὲ Υἱὸς οὐχ ἁγιαζόμενος παρὰ τοῦ Πνεύματος, ἀλλὰ μᾶλλον αὐτὸς διδοὺς αὐτὸ τοῖς πᾶσι, δείκνυται μὴ κτίσμα, ἀλλὰ Υἱὸς ἀληθινὸς τοῦ Πατρὸς ὤν. Πλὴν ὅτι ὁ διδοὺς τὸ Πνεῦμα, ὁ αὐτὸς λέγεται καὶ πεποιῆσθαι· πεποιῆσθαι μὲν ἐν ἡμῖν Κύριος διὰ τὸ ἀνθρώπινον, διδοὺς δὲ, ὅτι τοῦ Θεοῦ Λόγος ἐστίν. Ἦν γὰρ ἀεὶ καὶ ἔστιν, ὥσπερ Υἱὸς, οὕτω καὶ Κύριος καὶ παμβασιλεὺς τῶν πάντων, ὅμοιος ὢν κατὰ πάντα τοῦ Πατρὸς, καὶ πάντα τὰ τοῦ Πατρὸς ἔχων, ὡς εἴρηκεν αὐτός. Φέρε λοιπὸν καὶ αὐτὸ τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ, θεωρήσωμεν· ει καὶ μάλιστα, δειχθέντος τοῦ Λόγου, ὅτι μὴ ποίημά ἐστι, δέδεικται, ὅτι μηδὲ κτίσμα ἐστί. Ταύτὸν γάρ ἐστιν εἰπεῖν ποίημα καὶ κτίσμα· ὥστε καὶ τὴν ἀπόδειξιν τὴν περὶ τοῦ μὴ εἶναι ποίημα τὴν αὐτὴν εἶναι καὶ περὶ τοῦ μὴ εἶναι κτίσμα. Διὸ καὶ θαυμάσειεν ἄν τις αὐτοὺς ἐπινοοῦντας ἑαυτοῖς
18. Much more, therefore, did Peter say these things not as signifying that the essence of the Word is a thing made—for he knew Him to be the Son of God, having confessed: Thou art the Christ, the Son of the living God—but His kingdom and lordship which was made and came to pass according to grace even toward us. For indeed in saying these things, he was not silent concerning the eternal and paternal divinity of the Son of God; Rather, he had also said beforehand that He poured out the Spirit upon us as well. And to give the Spirit with authority belongs not to a creature nor to a thing made, but is the gift of God. For creatures are sanctified by the Holy Spirit; whereas the Son, not being sanctified by the Spirit, but rather Himself giving It to all, is shown to be not a creature, but the true Son of the Father. Save that He who gives the Spirit is the same who is also said to have been made: having been made Lord among us on account of His humanity, yet giving because He is the Word of God. For He always was and is, just as Son, so also Lord and Sovereign King of all, being like the Father in all things, and having all the things of the Father, as He Himself has said. Come then, let us also examine the very saying in Proverbs: The Lord created Me the beginning of His ways, for His works; even though especially, now that the Word has been shown not to be a thing made, it has been shown that He is not a creature either. For it is the same thing to say thing made and creature; so that the demonstration that He is not a thing made is the same also as that He is not a creature. Wherefore one might marvel at them for devising for themselves
Notes, col. 184

On the reading

Printed ει, for εἰ.

Printed Ταύτὸν, for Ταὐτὸν.

PG 26:185Read from the page
προφάσεις εἰς ἀσέβειαν, καὶ μὴ αισχυνομένους ἐπὶ τοῖς γενομένοις καθ' ἕκαστον ἐλέγχοις. Πρότερον μὲν γὰρ ἐπενόουν ἀπατᾷν πυνθανόμενοι τῶν ἀκεραίων· « Ὁ ὢν τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος ἐποίησεν, ἢ τὸν ὄντα; » καὶ, « Εἰ εἶχες υἱὸν, πρὶν γεννήσῃς; » ὡς δὲ δέδεικται τοῦτο σαθρὸν, ἐφεῦρον λέγειν· « Ἕν τὸ ἀγένητον, ἢ δύο; » εἶτ' ἐν τούτῳ διελεγχθέντες συνῆψαν εὐθύς· « Αὐτεξούσιός ἐστι, καὶ τρεπτῆς ἐστι φύσεως; » Ἀλλὰ ἐκβληθέντος καὶ τούτου, πάλιν ἐφεῦρον λέγειν· Τοσούτω κρείττων γενόμενος τῶν ἀγγέλων. Ὡς δὲ καὶ τοῦτο ἡ ἀλήθεια διήλεγξε, νῦν λοιπὸν ἐκεῖνα πάντα συνάγοντες, διὰ τοῦ ποιήματος καὶ κτίσματος, τὴν αἵρεσιν αὐτῶν συνιστᾷν νομίζουσι. Πάλιν γὰρ ἐκεῖνα σημαίνουσι, καὶ οὐκ ἀφίστανται τῶν ἰδίων κακονοιῶν, τὰ αὐτὰ ποικίλως ἀντιμεταβάλλοντες καὶ μεταστρέφοντες, ὅπως ἴσως τῇ ποικιλίᾳ τινὰς ἀπατῆσαι δυνηθῶσιν. Εἰ καὶ τὰ μάλιστα τοίνυν καὶ τὰ προειρημένα δείκνυσιν αὐτῶν καὶ ταύτην τὴν ἐπίνοιαν ματαίαν· ὅμως, ἐπειδὴ τῷ ἐκ τῶν Παροιμιῶν ῥητῷ τεθρυλλήκασι τὰ πανταχοῦ, καὶ παρὰ πολλοῖς τοῖς ἀγνοοῦσι τὴν Χριστιανῶν πίστιν δοκοῦσί τι λέγειν, ἀναγκαῖον καὶ αὐτὸ τὸ ῥητὸν, ὥσπερ τὸ, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, οὕτω καὶ τὸ, ἔκτισε, καθ' ἑαυτὸ ἐξετάσαι· ἵν', ὡς ἐν πᾶσι, καὶ ἐν τούτῳ δειχθῶσι μηδὲν πλέον ἔχοντες ἢ φαντασίαν.
pretexts unto impiety, and not being ashamed at the refutations brought against each point. For previously they devised to deceive by asking the simple: "Did He who is make him who was not from that which was not, or him who was?" and, "Didst thou have a son before thou didst beget?" And when this was shown to be rotten, they invented the saying: "Is the Unoriginate one, or two?" Then, having been refuted in this, they straightway subjoined: "Possesses He free will, and is He of a mutable nature?" But when this too was cast out, they again invented the saying: Having become so much better than the angels. And when the truth refuted this also, now at last gathering all those things together, through the terms thing made and creature, they suppose that they establish their heresy. For again they signify those same things, and do not depart from their own evil-mindedness, variously shifting and turning the same things about, so that perhaps by the variety they may be able to deceive some. Although, therefore, what has been said before shows most of all that this invention of theirs is vain as well; nevertheless, since they have noised every place abroad with the saying from Proverbs, and among many who are ignorant of the faith of Christians they seem to say something, it is necessary to examine the saying itself by itself—just as the saying, Being faithful to Him that made Him, so also the word, He created—in order that, as in all things, in this too they may be shown to have nothing more than a vain imagination.
19. Καὶ πρῶτά γε ἴδωμεν ἅπερ ἐπιδεδώκασι κατὰ τὴν ἀρχὴν, ἡνίκα ἡ αἵρεσις ἐπλάττετο παρ' αὐτῶν, τῷ μακαρίτῃ Ἀλεξάνδρῳ. Ἔγραψαν τοίνυν λέγοντες· Κτίσμα ἐστὶν, ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων· ποίημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν γεννημάτων. Θεασάσθω δὴ ἕκαστος τὸ πανοῦργον καὶ δόλιον τῆς αἱρέσεως ταύτης· εἰδυῖα γὰρ τὸ πικρὸν τῆς ἰδίας κακοφροσύνης, καλλωπίζειν ἑαυτὴν βιάζεται πιθανότητι ῥημάτων· καὶ λέγει μὲν, ὅπερ φρονεῖ, ὅτι κτίσμα ἐστὶ, νομίζει δὲ δύνασθαι κρύπτειν ἑαυτὴν ἐν τῷ λέγειν· Ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων. Μᾶλλον δὲ οὕτω γράψαντες, διὰ τούτων πλέον ἤλεγξαν ἑαυτῶν τὴν ἀσέβειαν. Εἰ γὰρ ὅλως καθ' ὑμᾶς κτίσμα ἐστὶ, πῶς ὑποκρίνεσθε λέγοντες, Ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων; καὶ εἰ ὅλως ποίημά ἐστι, πῶς οὐχ ὡς
19. And first let us see the things which they presented at the beginning, when the heresy was being fashioned by them, to Alexander of blessed memory. They wrote, then, saying: He is a creature, but not as one of the creatures; He is a thing made, but not as one of the things made; He is an offspring, but not as one of the offsprings. Let each one behold the craftiness and deceitfulness of this heresy; for knowing the bitterness of its own evil-mindedness, it strives to deck itself out with a plausibility of words; and it says indeed what it thinks, that He is a creature, yet supposes that it can conceal itself in saying: But not as one of the creatures. Rather, having written thus, through these very words they have all the more convicted their own impiety. For if He is a creature at all according to you, how do you play the hypocrite in saying, But not as one of the creatures? And if He is a thing made at all, how is He not as
Notes, col. 185

On the reading

Printed αισχυνομένους, for αἰσχυνομένους.

Printed Τοσούτω, for Τοσούτῳ.

PG 26:188Read from the page
ἓν τῶν ποιημάτων; ἐν οἷς καὶ τὸν ἰὸν τῆς αἱρέσεως θεωρεῖν ἔξεστι. Λέγοντες γὰρ γέννημα, ἀλλ' οὐχ ὡς ἓν τῶν γεννημάτων, πολλοὺς υἱοὺς συντάττουσι, καὶ τούτων ἕνα εἶναι τὸν Κύριον δογματίζουσιν· ὡς μηκέτι κατ' αὐτοὺς Μονογενῆ εἶναι, ἀλλ' ἐκ πολλῶν ἀδελφῶν ἕνα καὶ αὐτὸν γέννημα καὶ Υἱὸν χρηματίζειν. Τίς οὖν χρεία τῆς ὑποκρίσεως, ὥστε λέγειν μὲν αὐτὸν κτίσμα, λέγειν δὲ αὐτὸν μὴ κτίσμα; Καὶ γὰρ καὶ ἐὰν λέγητε, οὐχ ὡς ἓν τῶν κτισμάτων, ἀνόητον ὑμῶν τὸ τοιοῦτον σόφισμα δειχθήσεται· ἓν γὰρ πάλιν τῶν κτισμάτων αὐτὸν εἶναι λέγετε· καὶ οἷα ἄν τις εἴποι καὶ περὶ τῶν ἄλλων κτισμάτων, τοιαῦτα καὶ περὶ τοῦ Υἱοῦ φρονεῖτε, ὡς ἀληθῶς μωροὶ καὶ τυφλοί. Ποῖον γὰρ καὶ ἕτερον τῶν κτισμάτων τοιοῦτόν ἐστιν, οἷον γέγονε καὶ τὸ ἕτερον, ἵνα τοῦτο περὶ Υἱοῦ ὡς ἐξαίρετόν τι λέγητε; Καὶ πᾶσα ἡ φαινομένη κτίσις ἐν ἓξ ἡμέραις γέγονε· καὶ τῇ μὲν πρώτῃ τὸ φῶς, ὅπερ ἐκάλεσεν ἡμέραν· τῇ δὲ δευτέρᾳ τὸ στερέωμα· καὶ τῇ τρίτῃ, συναγαγών τὰ ὕδατα, ἔδειξε τὴν ξηρὰν, καὶ τοὺς ἐν αὐτῇ ποικίλους προήγαγε καρπούς· καὶ τῇ μὲν τετάρτῃ πεποίηκε τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ πάντα τὸν τῶν ἀστέρων χορόν· τῇ δὲ πέμπτῃ τῶν ἐν τῇ θαλάσσῃ ζώων, καὶ τῶν ἐν τῷ ἀέρι πετεινῶν τὴν γένεσιν ἔκτισε· τῇ δὲ ἕκτῃ τὰ τετράποδα τὰ ἐπὶ τῆς γῆς πεποίηκε, καὶ λοιπὸν τὸν ἄνθρωπον· Τά τε ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα, καθορᾶται· καὶ οὔτε τὸ φῶς ὡς ἡ νὺξ, οὔτε ὁ ἥλιος ὡς ἡ σελήνη, οὔτε τὰ ἄλογα ὡς ὁ λογικὸς ἄνθρωπός ἐστιν· οὔτε οἱ ἄγγελοι ὡς οἱ θρόνοι, οὔτε οἱ θρόνοι ὡς αἱ ἐξουσίαι· ἀλλὰ
one of the things made? Wherein also one may behold the venom of the heresy. For in saying offspring, but not as one of the offsprings, they array many sons, and dogmatize that the Lord is one of these; so that according to them He is no longer Only-begotten, but out of many brethren He too is styled one offspring and Son. What need, then, is there of hypocrisy, so as to call Him a creature and yet call Him not a creature? For even if you say, Not as one of the creatures, such a sophism of yours will be shown to be senseless; for again you say that He is one of the creatures; and such things as one might say concerning the other creatures as well, such things you think also concerning the Son, being truly foolish and blind. For what single creature is such as another creature has come to be, that you should say this concerning the Son as something exceptional? Indeed, all the visible creation came into being in six days: and on the first, the light, which He called day; on the second, the firmament; on the third, having gathered together the waters, He showed the dry land, and brought forth the varied fruits therein; and on the fourth He made the sun and the moon, and all the choir of the stars; on the fifth He created the race of living creatures in the sea, and of winged birds in the air; and on the sixth He made the four-footed beasts upon the earth, and finally man. And the invisible things of Him from the creation of the world, being understood by the things that are made, are clearly seen; and neither is the light as the night, nor the sun as the moon, nor are the irrational animals as rational man; nor are the angels as the thrones, nor the thrones as the authorities; but
20. Ἢ τοίνυν ὁ Λόγος ἐξαιρείσθω τῶν ποιημάτων, καὶ ὡς κτίστης ἀποδιδόσθω τῷ Πατρὶ, καὶ ὁμολογείσθω φύσει Υἱός· ἢ εἰ ὅλως κτίσμα ἐστὶ, τὴν αὐτὴν ὁμολογείσθω τάξιν ἔχειν, οἵαν ἔχει καὶ τὰ ἕτερα
20. Either, therefore, let the Word be excepted from the things made, and as Creator be restored to the Father, and be confessed to be Son by nature; or if He is a creature at all, let Him be confessed to hold the same rank as the others hold
PG 26:189Read from the page
πρὸς ἄλληλα· λεγέσθω δὲ κἀκείνων ἕκαστον κτίσμα, ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων, γέννημα ἢ ποίημα, οὐδ' ὡς ἓν τῶν ποιημάτων ἢ γεννημάτων. Ταύτὸν γὰρ εἰρήκατε τὸ γέννημα καὶ τὸ ποίημα, γράψαντες, γεννηθέντα ἢ ποιηθέντα· κἂν γὰρ ὑπερέχῃ τῶν ἄλλων τῇ συγκρίσει ὁ Υἱὸς, ἀλλ' οὐδὲν ἧττόν ἐστι κτίσμα, ὥσπερ κἀκεῖνα· καὶ γὰρ καὶ ἐν αὐτοῖς τοῖς φύσει κτίσμασιν εὑρεῖν ἔστιν ἕτερα ἑτέρων ὑπερέχοντα. Ἀστὴρ γοῦν ἀστέρος διαφέρει ἐν δόξῃ· τά τε ἄλλα ἕκαστα πρὸς ἄλληλα κατὰ σύγκρισιν ἔχει τὴν διαφοράν· καὶ οὐ διὰ τοῦτο τὰ μὲν κύρια, τὰ δὲ τοῖς βελτίοσι δουλεύει· οὐδὲ τὰ μὲν ποιητικὰ αἴτιά ἐστι, τὰ δὲ παρ' αὐτῶν γίνεται· ἀλλὰ πάντα τοῦ γίνεσθαι καὶ κτίζεσθαι τὴν φύσιν ἔχει, ὁμολογοῦντα δι' ἑαυτῶν τὸν δημιουργὸν ἑαυτῶν, ὡς ψάλλει Δαβίδ· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· καθάπερ καὶ Ζοροβάβελ ὁ σοφὸς λέγει· Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ· καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ· καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει. Εἰ δὲ πᾶσα ἡ γῆ τὸν δημιουργὸν καὶ τὴν ἀλήθειαν ὑμνεῖ, καὶ εὐλογεῖ, καὶ τρέμει· δημιουργὸς δὲ ταύτης ὁ Λόγος ἐστὶ, καὶ αὐτὸς λέγει· Ἐγώ εἰμι ἡ ἀλήθεια· οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Λόγος, ἀλλὰ μόνος ἴδιος τοῦ Πατρὸς, ἐν ᾧ τὰ πάντα ἥρμοσται, καὶ αὐτὸς ὑμνεῖται παρὰ πάντων, ὡς δημιουργός· Ἤμην γὰρ, ὡς αὐτός φησι, παρ' αὐτῷ ἁρμόζουσα· καὶ, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Τὸ δὲ, ἕως ἄρτι, δείκνυσι τὸ ἀϊδίως, ὡς Λόγον, ὑπάρχειν αὐτὸν ἐν τῷ Πατρί· Λόγου γὰρ ἴδιον ἐργάζεσθαι τὰ τοῦ Πατρὸς ἔργα, καὶ μὴ εἶναι ἐκτὸς αὐτοῦ.
toward one another; and let each of those also be called a creature, but not as one of the creatures, an offspring or thing made, yet not as one of the things made or offsprings. For you have said that offspring and thing made are the same thing, having written, begotten or made; for even if the Son surpasses the others by comparison, yet He is nonetheless a creature, just like those as well; for even among the things that are creatures by nature one may find some surpassing others. Star, for instance, differs from star in glory; and all the other things have their difference in relation to one another by comparison; and not on this account are some lords, while others serve the better; nor are some efficient causes, while others come into being from them; rather, all have the nature of coming into being and being created, confessing through themselves their own Demiurge, as David sings: The heavens declare the glory of God, and the firmament proclaims the work of His hands; just as Zorobabel the wise also says: All the earth calls upon the truth, and the heaven blesses it, and all the works shake and tremble. And if all the earth hymns the Demiurge and the Truth, and blesses and trembles, and the Demiurge of this earth is the Word, and He Himself says: I am the Truth; the Word, then, is not a creature, but alone proper to the Father, in whom all things have been fitted together, and He Himself is hymned by all as Demiurge; For I was, as He Himself says, beside Him fitting all things together; and, My Father works until now, and I work. And the expression until now shows that He exists eternally as Word in the Father; for it is proper to the Word to work the works of the Father, and not to be outside Him.
21. Εἰ δὲ ἃ ὁ Πατὴρ ἐργάζεται, ταῦτα καὶ ὁ Υἱὸς ἐργάζεται· καὶ ἃ κτίζει ὁ Υἱὸς, ταῦτα τοῦ Πατρός ἐστι κτίσματα· ἔργον δὲ καὶ κτίσμα ἐστὶ τοῦ Πατρὸς ὁ Υἱός· ἢ καὶ αὐτὸς ἑαυτὸν ἐργάσεται, καὶ αὐτὸς ἑαυτὸν ἔσται κτίζων· (ἐπειδὴ ἃ ἐργάζεται ὁ Πατὴρ, ταῦτα καὶ τοῦ Υἱοῦ ἐστιν ἔργα·) ὅπερ ἄτοπον ἂν εἴη καὶ ἀδύνατον· ἢ τὰ τοῦ Πατρὸς κτίζων καὶ ἐργαζόμενος, αὐτὸς οὐκ ἂν εἴη ἔργον οὐδὲ κτίσμα, ἵνα μὴ, ὁ αὐτὸς ποιητικὸν αἴτιον ὢν, ἐν τοῖς ποιουμένοις εὑρίσκηται ποιῶν, ὅπερ γέγονεν αὐτός· μᾶλλον δὲ μηδὲ ποιεῖν δυνάμενος. Πῶς γὰρ, εἰ καθ' ὑμᾶς ἐξ οὐκ ὄντων γέγονεν, οἷός τέ ἐστι τὰ οὐκ ὄντα εἰς τὸ εἶναι δη-
21. And if the things which the Father works, these the Son also works, and the things which the Son creates, these are creatures of the Father, and yet the Son is a work and creature of the Father, then either He will work Himself also, and He Himself will be creating Himself (since the things which the Father works, these are works of the Son as well), which would be absurd and impossible; or, in creating and working the things of the Father, He Himself cannot be a work or a creature, lest, being Himself an efficient cause, He be found among the things made, making that which He Himself has come to be—or rather, not even able to make at all. For how, if according to you He has come into being out of nothing, is He able to fashion the things that are not into being—
Notes, col. 189

On the reading

Printed Ταύτὸν, for Ταὐτὸν.

PG 26:192Read from the page
μιουργεῖν; Εἰ δὲ κτίσμα ὢν δημιουργεῖ καὶ αὐτὸς κτίσμα· ἔσται καὶ ἐφ' ἑκάστου κτίσματος τὸ αὐτὸ νοούμενον, ὥστε δύνασθαι καὶ αὐτὰ δημιουργεῖν. Καὶ εἰ τοῦτο οὕτω βούλεσθε, τίς ἡ χρεία τοῦ Αόγου, δυναμένων τῶν ὑποβεβηκότων παρὰ τῶν ὑπερεχόντων γίνεσθαι; ἢ ὅλως δυναμένου καὶ κατὰ τὴν ἀρχὴν ἑκάστου τῶν γενομένων ἀκοῦσαι παρὰ τοῦ Θεοῦ· Γενοῦ, καὶ, Ποιήθητι· καὶ οὕτως ἂν ἕκαστον ἐδημιουργεῖτο. Ἀλλ' οὐδὲ γέγραπται τοῦτο, οὔτε δυνατὸν ἦν. Τῶν γὰρ γινομένων οὐδέν ἐστι ποιητικὸν αἴτιον· πάντα γὰρ διὰ τοῦ Λόγου γέγονεν· οὐκ ἂν ἐργασαμένου καὶ αὐτοῦ τὰ πάντα, εἰ καὶ αὐτὸς ὁ Λόγος τῶν κτισμάτων ἦν· οὐδὲ γὰρ οὐδὲ ἄγγελοι δημιουργεῖν δυνήσονται, κτίσματα ὄντες καὶ αὐτοὶ, κἂν Οὐαλεντῖνος καὶ Μαρκίων καὶ Βασιλείδης τοιαῦτα φρονῶσι, καὶ ὑμεῖς ἐκείνων ζηλωταὶ τυγχάνητε· οὐδὲ ὁ ἥλιος, κτίσμα ὢν, ποιήσει ποτὲ τὸ μὴ ὂν εἰς τὸ εἶναι· οὐδὲ ἄνθρωπος ἄνθρωπον πλάσει, οὐδὲ λίθος λίθον ἐπινοήσει, οὐδὲ ξύλον ξύλον αὐξήσει· ἀλλ' ὁ Θεὸς μέν ἐστιν ὁ πλάσσων ἐν κοιλίᾳ ἄνθρωπον, καὶ ὄρη τιθεὶς, καὶ ξύλον μηκύνων· ὁ δὲ ἄνθρωπος ἐπιστήμης ὢν δεκτικὸς, ταύτην τὴν ὕλην συντίθησι καὶ μεταῤῥυθμίζει, καὶ τὰ ὄντα ἐργάζεται, ὡς ἔμαθε·
[to fashion]? And if, being a creature, He Himself also fashions a creature, the same thing will be conceived in the case of each creature as well, so that they too are able to fashion. And if you wish this to be so, what is the need of the Word, since the inferior things are able to come into being from the superior? Or since each of the things that came into being was able at the beginning to hear from God: Come into being, and, Be made; and thus each would have been fashioned? Yet neither is this written, nor was it possible. For none of the things that come into being is an efficient cause; for all things came into being through the Word, who would not Himself have wrought all things either, if the Word Himself also had been one of the creatures; for neither will angels be able to fashion, being creatures themselves as well, even though Valentinus and Marcion and Basilides think such things, and you happen to be imitators of them; nor will the sun, being a creature, ever make that which is not to come into being; nor will man mold man, nor stone devise stone, nor wood cause wood to grow; rather, it is God who molds man in the womb, and sets the mountains, and makes wood grow; whereas man, being capable of knowledge, puts together and reshapes this matter, and works the things that exist, as he has learned.
22. Εἰ μὲν οὖν καὶ ὁ Θεὸς ἐξ ὕλης ἐστὶν ἐργαζόμενος καὶ συντιθεὶς, Ἑλληνικὸν μὲν τὸ φρόνημα, καὶ τεχνίτης, οὐ ποιητὴς ἂν κληθείη ὁ Θεός. Ἐργαζέσθω δὲ ὅμως οὕτω τὴν ὕλην ὁ Λόγος προσταττόμενος καὶ ὑπουργῶν τῷ Θεῷ. Εἰ δὲ τὰ οὐκ ὄντα καλεῖ διὰ τοῦ ἰδίου Λόγου εἰς τὸ εἶναι, οὐκ ἔστι τῶν μὴ ὄντων καὶ καλουμένων ὁ Λόγος, ἵνα μὴ καὶ ἕτερον Λόγον ζητῶμεν, δι' οὗ καὶ οὗτος ἐκλήθη· Λόγῳ γὰρ τὰ οὐκ ὄντα γέγονε. Καὶ εἰ δι' αὐτοῦ κτίζει καὶ ποιεῖ, οὐκ ἔστι τῶν κτιζομένων καὶ ποιουμένων αὐτός· ἀλλὰ μᾶλλον τοῦ κτίζοντος Θεοῦ Λόγος ἐστὶν, ὅστις καὶ ἐκ τῶν ἔργων τοῦ Πατρὸς, ὧν αὐτὸς ὁ Λόγος ἐργάζεται, γινώσκεται, ὅτι αὐτὸς ἐν τῷ Πατρί ἐστι, καὶ ὁ Πατὴρ ἐν αὐτῷ, καὶ ὁ ἑωρακὼς αὐτὸν ἑώρακε τὸν Πατέρα, διὰ τὸ ἴδιον τῆς οὐσίας καὶ τὴν κατὰ πάντα ὁμοιότητα τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα. Πῶς οὖν δι' αὐτοῦ κτίζει, ει μὴ ὁ Λόγος ἐστὶν αὐτοῦ καὶ ἡ Σοφία; Πῶς δὲ Λόγος ἂν εἴη καὶ Σοφία, εἰ μὴ ἴδιον γέννημα τῆς οὐσίας αὐτοῦ, ἀλλ' ἐξ οὐκ ὄντων καὶ αὐτὸς ἐγένετο;
22. Now if God also works and puts together out of matter, this notion is Greek, and God would be called an artificer, not a Creator. Yet let the Word even so work matter, being commanded and ministering to God. But if He calls the things that are not into being through His own Word, the Word is not among the things that are not and are called, lest we seek another Word as well, through whom He too was called; for by the Word the things that were not came into being. And if through Him He creates and makes, He Himself is not among the things created and made; rather, He is the Word of the creating God, who is also known from the works of the Father, which the Word Himself works, that He Himself is in the Father, and the Father in Him, and he who has seen Him has seen the Father, on account of the propriety of essence and the likeness in all things of the Son to the Father. How, then, does He create through Him, unless He is His Word and Wisdom? And how could He be Word and Wisdom, unless He were the proper offspring of His essence, and did not Himself also come into being out of nothing?
Notes, col. 192

On the reading

Printed Αόγου, for Λόγου.

Printed ει, for εἰ.

PG 26:193Read from the page
Πῶς δὲ πάντων ἐξ οὐκ ὄντων καὶ κτισμάτων ὄντων, καὶ τοῦ Υἱοῦ κατ' ἐκείνους ἑνὸς ὄντος τῶν κτισμάτων, καὶ τῶν οὐκ ὄντων ποτὲ, μόνος οὗτος ἀποκαλύπτει τὸν Πατέρα; καὶ οὐδεὶς ἄλλος εἰ μὴ μόνος αὐτὸς γινώσκει τὸν Πατέρα; Εἰ γὰρ δυνατὸν ποίημα ὄντα τοῦτον γινώσκειν τὸν Πατέρα, γινωσκέσθω καὶ παρὰ πάντων κατ' ἀναλογίαν τῶν ἑκάστου μέτρων· ποιήματα γὰρ πάντα, ὥσπερ καὶ αὐτός. Εἰ δὲ οὐ δυνατὸν τοῖς γενητοῖς οὔτε βλέπειν οὔτε γινώσκειν, ἀλλ' ὑπερβαίνει πάντας ἥ τε ὄψις καὶ ἡ περὶ τούτου γνῶσις· καὶ γὰρ καὶ αὐτὸς μὲν ὁ Θεὸς εἶπεν· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται· ὁ δὲ Υἱὸς εἴρηκεν· Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός· ἄλλος ἂν εἴη τῶν γεννητῶν ὁ Λόγος, μόνος γινώσκων καὶ μόνος βλέπων τὸν Πατέρα, ὡς εἶπεν, Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός· καὶ, Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός· κἂν Ἀρείῳ μὴ δοκῇ. Πῶς οὖν ἔγνω μόνος, εἰ μὴ μόνος ἦν ἴδιος αὐτοῦ; Πῶς δ' ἂν ἦν ἴδιος, εἰ κτίσμα ἦν, καὶ μὴ Υἱὸς ἦν ἀληθινὸς ἐξ αὐτοῦ; Τὰ αὐτὰ γὰρ λέγειν καὶ πολλάκις περὶ εὐσεβείας οὐκ ὀκνητέον. Ἀσεβὲς ἄρα τὸ φρονεῖν ἕνα τῶν πάντων εἶναι τὸν Υἱόν· βλάσφημον δὲ καὶ ἀνόητον τὸ λέγειν κτίσμα, ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων· καὶ ποίημα, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημα, ἀλλ' οὐχ ὡς ἓν τῶν γεννημάτων. Πῶς γὰρ οὐχ ὡς ἓν τούτων, εἴ γε κατ' αὐτοὺς οὐκ ἦν, πρὶν γεννηθῇ; Ἴδιον γὰρ τῶν κτισμάτων καὶ ποιημάτων τὸ μὴ εἶναι πρὶν γενέσθαι, καὶ ἐξ οὐκ ὄντων ὑφίστασθαι, κἂν τῇ δόξῃ τῶν ἄλλων ὑπερέχῃ· τοῦτο γὰρ καὶ ἐν πᾶσι τοῖς ἄλλοις κτίσμασι πρὸς ἑαυτὰ διαφέροντα εὑρεθήσεται, ὥσπερ καὶ βλεπόμενα δείκνυται.
And how, if all things are from nothing and are creatures, and the Son according to them is one of the creatures and of the things that once were not, does He alone reveal the Father, and no one else save He Himself alone knows the Father? For if it is possible that He, being a thing made, knows the Father, then let the Father be known by all as well in proportion to the measures of each; for all things are things made, just as He Himself is. But if it is not possible for originated things either to see or to know Him, and both the sight and the knowledge concerning Him surpass all—for indeed God Himself said: No one shall see My face and live; and the Son has said: No one knows the Father save the Son—then the Word must be other than originated things, in that He alone knows and He alone sees the Father, as He said: Not that anyone has seen the Father, save He who is from the Father; and, No one knows the Father save the Son, even though it seem not so to Arius. How, then, did He alone know Him, unless He alone was proper to Him? And how could He have been proper to Him, if He were a creature, and were not true Son from Him? For one must not hesitate to say the same things even many times concerning piety. It is impious, therefore, to think that the Son is one of all things; and it is blasphemous and senseless to say that He is a creature, but not as one of the creatures; and a thing made, but not as one of the things made; an offspring, but not as one of the offsprings. For how is He not as one of these, if indeed according to them He was not before He was begotten? For it is proper to creatures and things made not to exist before coming into being, and to subsist out of nothing, even if one surpasses the others in glory; for this difference in relation to one another will be found in all the other creatures as well, just as they are seen and shown to be.
23. Ἀλλ' εἴπερ κατὰ τοὺς αἱρετικοὺς κτίσμα μὲν ἢ ποίημα ἦν, οὐχ ὡς ἓν δὲ τῶν κτισμάτων, διὰ τὸ ἐν δόξῃ διαφέρειν αὐτῶν, ἔδει πρὸς τὰ ἄλλα ποιήματα τῇ κατὰ τὸ βέλτιον συγκρίσει σημαίνεσθαί τε
23. Yet if indeed according to the heretics He were a creature or a thing made, but not as one of the creatures on account of differing from them in glory, it would have been necessary that He be signified and shown by comparison in excellence toward the other things made,