Migne Reading Room

PG 26 · cols. 172–181 · Read from the page

Second Oration against the Arians

Second Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:172Read from the page
νέτωσαν πρῶτον, ὅτι Υἱός ἐστιν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, καὶ οὐ ποίημα ὁ Λόγος, καὶ οὐ δεῖ τὰς τοιαύτας λέξεις εἰς τὴν θεότητα αὐτοῦ λαμβάνειν, ἀλλ' ἐρευνᾷν διὰ τί καὶ πῶς ταῦτα γέγραπται, καὶ πάντως ἀπαντήσει τοῖς ζητοῦσιν ἡ ἀνθρωπίνη οἰκονομία, ἣν δι' ἡμᾶς ἀνεδέξατο. Καὶ γὰρ καὶ ὁ Πέτρος εἰρηκὼς, Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν, εὐθὺς ἐπήγαγε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς εσταυρώσατε· καὶ πᾶσι γέγονε φανερόν· γένοιτο δ' ἂν καὶ τούτοις, ἐὰν την ἀκολουθίαν τηρήσωσιν, ὅτι οὐ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ, κατὰ τὸ ἀνθρώπινον, αὐτὸν πεποιῆσθαι ἔλεγε. Τί γάρ ἐστι τὸ σταυρούμενον ἢ τὸ σῶμα; τὸ δὲ σωματικὸν τοῦ Λόγου πῶς εἶχε σημᾶναι ἢ διὰ τοῦ εἰπεῖν, ἐποίησεν; ἄλλως τε καὶ τὸ λεγόμενον ἐνταῦθα, ἐποίησεν, ὀρθὴν ἔχει τὴν διάνοιαν. Οὐ γὰρ εἴρηκε, καθὰ προεῖπον, Ἐποίησεν αὐτὸν Λόγον, ἀλλὰ, Κύριον αὐτόν· καὶ οὐχ ἁπλῶς, ἀλλ' εἰς ὑμᾶς, καὶ, ἐν μέσῳ ὑμῶν ἐποίησεν, ἴσον τῷ εἰπεῖν, ἀπέδειξε. Καὶ τοῦτο αὐτὸ ὁ Πέτρος, ἀρχόμενος τῆς τοιαύτης ἀρχιδιδασκαλίας, μετὰ παρατηρήσεως ἐσήμανεν, ἡνίκα πρὸς αὐτοὺς ἔλεγεν· Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι, καὶ τέρασι, καὶ σημείοις, οἷς ἐποίησε δι' αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε. Τὸ ἄρα πρὸς τῷ τέλει λεγόμενον, ἐποίησε, τοῦτο ἐν τῇ ἀρχῇ εἴρηκεν, ἀπέδειξεν· ἀπὸ γὰρ τῶν σημείων καὶ ὧν ἐποίει θαυμασίων ὁ Κύριος, ἀπεδείχθη οὐχ ἁπλῶς ἄνθρωπος, ἀλλὰ Θεὸς ὢν ἐν σώματι, καὶ Κύριος αὐτὸς ὢν ὁ Χριστός. Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τοῖς Εὐαγγελίοις λεγόμενον παρὰ τοῦ Ἰωάννου· Διὰ τοῦτο οὖν μᾶλλον ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, ὅτι οὐ μόνον ἔλυε τὸ Σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Οὐ γὰρ ἔπλαττεν ἑαυτὸν ὁ Κύριος τότε Θεόν· οὐδὲ γὰρ ὅλως ἔνι ποιούμενος Θεός· ἀλλὰ ἀπεδείκνυε διὰ τῶν ἔργων, λέγων· Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε, ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὕτως τοίνυν Κύριον καὶ Βασιλέα αὐτὸν πεποίηκεν ὁ Πατὴρ ἐν μέσῳ ἡμῶν, καὶ εἰς ἡμᾶς τοὺς πρότερον ἀπειθοῦντας. Καὶ δῆλόν ἐστιν, ὡς ὁ νῦν Κύριος καὶ Βασιλεὺς ἀναδεικνύμενος, οὐκ
first that the Word is a Son, as has also been said in what precedes, and not a thing made, and that one must not take such expressions as applying to His Godhead, but inquire why and how these things have been written; and the human economy which He undertook on our account will altogether meet those who seek. For indeed Peter also, having said, He has made Him both Lord and Christ, straightway added, this Jesus, Whom you crucified (Acts 2:36); and it has become manifest to all—and would become so to these men also, if they kept to the sequence—that he did not say that the essence of the Word was made, but that He was made according to His humanity. For what is that which is crucified except the body? And how could he signify the bodily part of the Word except by saying, He made? Especially since the expression used here, He made, has a right meaning. For he has not said, as I said before, He made Him Word, but, He made Him Lord; and not simply so, but towards you, and in the midst of you He made, which is equivalent to saying, He manifested. And this very thing Peter, when beginning such foundational teaching, pointed out with care, when he said to them: Men of Israel, hear these words: Jesus of Nazareth, a man manifested from God towards you by powers, and wonders, and signs, which God did through Him in the midst of you, just as you yourselves know (Acts 2:22). That, therefore, which is said towards the end, He made, is what he said at the beginning, He manifested; for from the signs and wonders which the Lord wrought, He was manifested to be not simply a man, but God in a body, and the Lord Himself being the Christ. Of such a kind also is what is said in the Gospels by John: For this cause therefore the Jews persecuted Him the more, because He not only broke the Sabbath, but also called God His own Father, making Himself equal to God (John 5:18). For the Lord was not then fashioning Himself into God—for a made God is altogether impossible—but He was manifesting it through His works, saying: Even if you do not believe Me, believe My works, that you may know that I am in the Father, and the Father is in Me (John 10:38). Thus, therefore, the Father has made Him Lord and King in the midst of us, and towards us who formerly were disobedient. And it is plain that He Who is now manifested as Lord and King does not
Notes, col. 172

On the reading

Printed εσταυρώσατε, for ἐσταυρώσατε.

Printed την, for τὴν.

PG 26:173Read from the page
ἀρχὴν ἔχει τοῦ γενέσθαι τότε Βασιλεὺς καὶ Κύριος, ἀλλ' ἀρχὴν ἔχει τοῦ τὴν κυριότητα ἑαυτοῦ δεικνύειν, καὶ ἐκτείνειν καὶ πρὸς τοὺς ἀπειθήσαντας.
then have a beginning of becoming King and Lord, but has a beginning of showing His lordship, and of extending it even to those who had been disobedient.
13. Εἰ μὲν οὖν νομίζουσιν, ὅτι, καὶ πρὶν γένηται ἄνθρωπος καὶ σταυρὸν ὑπομείνῃ, οὐκ ἦν Κύριος καὶ Βασιλεὺς ὁ Σωτὴρ, ἀλλὰ τότε ἀρχὴν ἔσχε τοῦ εἶναι Κύριος· γνώτωσαν, ὅτι τὰ τοῦ Σαμοσατέως ἐκ φανεροῦ πάλιν φθέγγοντα ῥήματα· ει δὲ, ὥσπερ ἀνέγνωμεν καὶ προείπομεν ἐν τοῖς προτέροις, Κύριος καὶ Βασιλεύς ἐστιν ἀΐδιος, τοῦ μὲν Ἀβραὰμ Κύριον αὐτὸν προσκυνοῦντος, τοῦ δὲ Μωσέως λέγοντος· Καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ· καὶ τοῦ Δαβὶδ ψάλλοντος· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου· καὶ, Ὁ θρόνος σου ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· καὶ, Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων· δῆλόν ἐστιν, ὡς, καὶ πρὸ τοῦ γενέσθαι ἄνθρωπος, Βασιλεὺς καὶ Κύριος ἦν ἀΐδιος, εἰκὼν καὶ Λόγος τοῦ Πατρὸς ὑπάρχων. Ἀϊδίου δὲ ὄντος τοῦ Λόγου Κυρίου καὶ Βασιλέως, πρόδηλον πάλιν, ὅτι οὐ τὴν οὐσίαν τοῦ Υἱοῦ πεποιῆσθαι ἔλεγεν ὁ Πέτρος, ἀλλὰ τὴν εἰς ἡμᾶς αὐτοῦ κυριότητα γενομένην, ὅτε γέγονεν ἄνθρωπος, καὶ τῷ σταυρῷ πάντας λυτρωσάμενος, πάντων γέγονε Κύριος καὶ Βασιλεύς. Ἐὰν δὲ διὰ τὸ γεγράφθαι, ἐποίησε, φιλονεικῶσι, μὴ θέλοντες ἴσον εἰρῆσθαι τὸ, ἐποίησε, τῷ, ἀπέδειξεν, ἢ μὴ νοοῦντες, ἢ διὰ τὴν χριστομάχον αὐτῶν προαίρεσιν· ἀκουέτωσαν, ὅτι καὶ οὕτως ὀρθὴν ἔχει διάνοιαν τὰ τοῦ Πέτρου ῥήματα. Ὁ γὰρ γινόμενός τινων κύριος τοὺς ἤδη ὄντας κτᾶται ὑφ' ἑαυτόν· εἰ δὲ ὁ Κύριος δημιουργός ἐστι πάντων καὶ βασιλεὺς ἀΐδιος, ὅτε δὲ γέγονεν ἄνθρωπος, τότε καὶ ἡμᾶς ἐκτήσατο· δῆλον ἂν εἴη καὶ κατὰ τοῦτο, ὡς τὸ παρὰ τοῦ Πέτρου λεγόμενον οὐδ' οὕτω ποίημα σημαίνει τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ τὴν μετὰ ταῦτα τῶν πάντων ὑποταγὴν, καὶ τὴν εἰς πάντας γενομένην τοῦ Σωτῆρος κυριότητα· καὶ ἔστιν ὅμοιον τοῦτο τοῖς ἔμπροσθεν. Ὥσπερ γὰρ ἐκεῖ παρετιθέμεθα τὰ ῥητὰ τὸ, Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ τὸ, Ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι· καὶ ἐδείκνυεν ὁ
13. If then they suppose that, even before He became man and endured the cross, the Saviour was not Lord and King, but then had a beginning of being Lord, let them know that they are again openly uttering the words of the Samosatene; but if, just as we have read and said before in what precedes, He is everlasting Lord and King, Abraham on the one hand worshipping Him as Lord, and Moses on the other saying: And the Lord rained upon Sodom and Gomorrah brimstone and fire from the Lord out of heaven (Gen. 19:24); and David chanting: The Lord said unto my Lord, Sit at My right hand (Ps. 109:1); and, Thy throne, O God, is for ever and ever; a sceptre of uprightness is the sceptre of Thy kingdom (Ps. 44:7); and, Thy kingdom is a kingdom of all ages (Ps. 144:13)—it is plain that, even before He became man, He was everlasting King and Lord, being the Image and Word of the Father. And since the Word is everlasting Lord and King, it is evident again that Peter was not saying that the essence of the Son had been made, but His lordship which came to be towards us when He became man and, having redeemed all by the cross, became Lord and King of all. And if, because it has been written, He made, they contend, not willing that He made should be said as equivalent to He manifested, either because they do not understand or because of their Christ-fighting purpose, let them hear that even so the words of Peter have a right meaning. For he who becomes lord of certain persons acquires under himself those who already exist; and if the Lord is Framer of all things and everlasting King, and when He became man, then acquired us also, it would be plain according to this too that what is said by Peter does not even thus signify that the essence of the Word is a thing made, but the subsequent subjection of all things, and the Saviour's lordship which came to be towards all; and this is like what precedes. For just as there we adduced the sayings, Be Thou unto me for a protecting God (Ps. 30:3), and, The Lord became a refuge for the poor (Ps. 9:10), and our
Notes, col. 173

On the reading

Printed φθέγγοντα, for φθέγγονται.

Printed ει, for εἰ.

PG 26:176Read from the page
λόγος, ὅτι μὴ ταῦτα γενητὸν δείκνυσι τὸν Θεὸν, ἀλλὰ τὴν εἰς ἕκαστον γινομένην εὐεργεσίαν παρ' αὐτοῦ· οὕτω καὶ τὸ τοῦ Πέτρου ῥητὸν τὴν αὐτὴν ἔχει διάνοιαν.
argument showed that these expressions do not show God to be originated, but the beneficence coming to be towards each person from Him, so also the saying of Peter has the same meaning.
14. Λόγος μὲν γὰρ ὢν αὐτὸς ὁ τοῦ Θεοῦ Υἱὸς, Κύριός ἐστι τοῦ παντός· ἡμεῖς δὲ τὸ πρὶν ἦμεν ὑπεύθυνοι ἐξ ἀρχῆς μὲν τῇ δουλείᾳ τῆς φθορᾶς καὶ τῇ κατάρᾳ τοῦ νόμου, ἔπειτα δὲ καὶ κατ' ὀλίγον ἑαυτοῖς ἀναπλάσαντες τὰ μὴ ὄντα, ἐδουλεύομεν, ὡς εἶπεν ὁ μακάριος Ἀπόστολος, τοῖς φύσει μὴ οὖσι θεοῖς· καὶ τὸν μὲν ἀληθινὸν Θεὸν ἠγνοοῦμεν, τὰ δὲ μὴ ὄντα προετιμῶμεν τῆς ἀληθείας. Ἀλλ' ὕστερον ὥσπερ ὁ πάλαι λαὸς ἐν Αἰγύπτῳ βαρούμενος ἐστέναξεν, οὕτω καὶ ἡμῶν ἐχόντων τὸν ἔμφυτον νόμον καὶ κατὰ τοὺς ἀλαλήτους στεναγμοὺς τοῦ Πνεύματος ἐντυγχανόντων καὶ λεγόντων· Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· γέγονεν ὥσπερ εἰς οἶκον καταφυγῆς καὶ εἰς Θεὸν ὑπερασπιστὴν, οὕτω καὶ Κύριος ἡμῶν γέγονε. Καὶ οὐκ ἀρχὴν τοῦ εἶναι αὐτὸς ἔσχε τότε· ἀλλ' ἡμεῖς ἀρχὴν ἔσχομεν τοῦ εἶναι αὐτὸν Κύριον ἡμῶν. Λοιπὸν γὰρ ἀγαθὸς ὢν ὁ Θεὸς, καὶ Πατὴρ ὢν τοῦ Κυρίου, ἐλεήσας καὶ θέλων πᾶσι γνωσθῆναι, ποιεῖ τὸν ἑαυτοῦ Υἱὸν ἐνδύσασθαι σῶμα ἀνθρώπινον, καὶ γενέσθαι ἄνθρωπον, κληθῆναί τε αὐτὸν Ἰησοῦν, ἵν', ἐν τούτῳ ἑαυτὸν προσενέγκας ὑπὲρ πάντων, τοὺς πάντας ἐλευθερώσῃ ἀπὸ τῆς θεοπλανησίας καὶ τῆς φθορᾶς, καὶ πάντων γένηται Κύριος καὶ Βασιλεὺς αὐτός. Τὸ δὴ οὖν γενέσθαι αὐτὸν οὕτω Κύριον καὶ Βασιλέα, τοῦτ' ἔστιν ὃ ἔλεγεν ὁ Πέτρος· Ἐποίησεν αὐτὸν Κύριον, καὶ Χριστὸν ἀπέστειλεν· ἴσον τῷ εἰπεῖν, ὅτι καὶ ἄνθρωπον αὐτὸν ποιησας ὁ Πατήρ· ἴδιον γὰρ ἀνθρώπων τὸ ποιεῖσθαι. Οὐχ ἁπλῶς δὲ ἐποίησεν ἄνθρωπον, ἀλλ' εἰς τὸ κυριεῦσαι πάντων αὐτὸν, καὶ ἁγιάζειν πάντας διὰ τοῦ χρίσματος πεποίηκεν. Ει γὰρ καὶ δούλου μορφὴν ἔλαβεν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων Λόγος, ἀλλ' ἡ πρόσληψις τῆς σαρκὸς οὐκ ἐδούλου τὸν Λόγον φύσει Κύριον ὄντα· ἀλλὰ μᾶλλον ἐλευθέρωσις μὲν ἦν ἡ γινομένη παρὰ τοῦ Λόγου πάσης τῆς ἀνθρωπότητος· αὐτὸς δὲ ὁ φύσει Κύριος Λόγος, καὶ ἄνθρωπος ποιηθεὶς, διὰ τῆς τοῦ δούλου μορφῆς Κύριος πάντων καὶ Χριστὸς, τουτέστιν, εἰς τὸ ἁγιάζειν τῷ Πνεύματι πάντας, πεποίηται. Καὶ ὥσπερ ὁ Θεὸς γινόμενος εἰς Θεὸν ὑπερασπιστὴν, καὶ λέγων· Ἔσομαι αὐτοῖς Θεός· οὐ μᾶλλον τότε γίνεται Θεὸς, οὐ-
14. For the Son of God Himself, being the Word, is Lord of the universe; whereas we formerly were subject from the beginning to the bondage of corruption and to the curse of the law, and then little by little having fashioned for ourselves things that do not exist, we served, as the blessed Apostle said, those that by nature are not gods (Gal. 4:8); and we were ignorant of the true God, and preferred things that do not exist above the truth (Rom. 1:25). But afterwards, just as the ancient people groaned when burdened in Egypt, so also when we, having the implanted law and interceding according to the unutterable groanings of the Spirit (Rom. 8:26), said: O Lord our God, take possession of us (Isa. 26:13), He became so, just as for a house of refuge and for a protecting God, thus also He became our Lord. And He Himself did not then have a beginning of being, but we had a beginning of His being our Lord. For thenceforth God, being good, and being Father of the Lord, having had mercy and willing to be made known to all, causes His own Son to clothe Himself with a human body, and to become man, and to be called Jesus, so that, having in this offered Himself on behalf of all, He might set all free from error concerning God and from corruption, and might Himself become Lord and King of all. His becoming thus Lord and King, therefore, is what Peter meant: He has made Him Lord, and has sent Him as Christ (Acts 2:36); which is equivalent to saying that the Father also made Him man; for to be made is proper to men. Yet He did not simply make Him man, but has made Him so in order that He might be Lord of all, and might sanctify all through the anointing. For even though the Word, existing in the form of God, took the form of a servant (Phil. 2:6-7), yet the assumption of the flesh did not enslave the Word Who by nature is Lord; rather, there was a liberation of all humanity taking place from the Word; and the Word Himself, Who by nature is Lord, having also been made man, has been made through the form of the servant Lord of all and Christ, that is, in order to sanctify all by the Spirit. And just as God, becoming a protecting God, and saying, I will be to them a God (2 Cor. 6:16), does not the more become God then, nor
Notes, col. 176

On the reading

Printed ποιησας, for ποιήσας.

Printed Ει, for Εἰ.

PG 26:177Read from the page
δὲ τότε ἀρχὴν ἔχει τοῦ γίνεσθαι Θεός· ἀλλ' ὅπερ ἐστὶν ἀεὶ, τοῦτο καὶ τοῖς δεομένοις γίνεται, ὅταν αὐτῷ δοκῇ· οὕτω καὶ ὁ Χριστὸς φύσει Κύριος καὶ Βασιλεὺς ἀΐδιος ὢν, οὐχ ὅτε ἀποστέλλεται, μᾶλλον γίνεται Κύριος, οὐδὲ τότε ἀρχὴν λαμβάνει τοῦ εἶναι Κύριος καὶ Βασιλεύς· ἀλλ' ὅπερ ἐστὶν ἀεὶ, τοῦτο καὶ τότε κατὰ σάρκα πεποίηται, καὶ λυτρωσάμενος πάντας γίνεται καὶ οὕτω ζώντων καὶ νεκρῶν Κύριος· αὐτῷ γὰρ λοιπὸν τὰ πάντα δουλεύει· καὶ τοῦτό ἐστιν, ὅπερ ψάλλει καὶ ὁ Δαβίδ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὐ γὰρ ἔπρεπε δι' ἑτέρου τὴν λύτρωσιν γενέσθαι, ἀλλὰ διὰ τοῦ φύσει Κυρίου, ἵνα μὴ διὰ Υἱοῦ μὲν κτιζώμε⟨…⟩ μεν εἰς τὴν Ἀρειανὴν καὶ τὴν Ἑλληνικὴν ἀφροσύνην, κτί⟨…⟩ πάντα Θεόν.
does He then have a beginning of becoming God, but what He ever is, this He also becomes to those in need whenever it seems good to Him; so also Christ, being by nature everlasting Lord and King, does not the more become Lord when He is sent, nor does He then take a beginning of being Lord and King; but what He ever is, this He has then also been made according to the flesh, and having redeemed all He becomes thus also Lord of the living and the dead; for henceforth all things serve Him; and this is what David also chants: The Lord said unto my Lord: Sit at My right hand, until I make Thine enemies the footstool of Thy feet (Ps. 109:1). For it was not fitting that redemption should take place through another, but through Him Who is Lord by nature, lest, though created through the Son, we ⟨…⟩ into the Arian and Greek folly, ⟨…⟩ God Who ⟨…⟩ all things.
15. Αὕτη τοῦ ῥητοῦ κατά γε τὴν ἐμὴν οὐθένειαν ἡ διάνοια. Καὶ γὰρ ἀληθῆ καὶ χρηστὴν ἔχει τὴν αἰτίαν τὰ πρὸς τοὺς Ἰουδαίους τοιαῦτα ῥήματα τοῦ Πέτρου. Ἰουδαῖοι γὰρ πλανηθέντες ἀπὸ τῆς ἀληθείας, προσδοκῶσι μὲν ἐρχόμενον τὸν Χριστόν· οὐχ ἡγοῦνται δὲ αὐτὸν καὶ πάθος ἀναδέχεσθαι, λέγοντες ὅπερ οὐ νοοῦσιν· Ἡμεῖς οἴδαμεν ὅτι, ὅταν ἔλθῃ ὁ Χριστὸς, μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, ὅτι δεῖ αὐτὸν ὑψωθῆναι; ἔπειτα οὐ Λόγον γινόμενον ἐν σαρκὶ, ἀλλὰ ψιλὸν αὐτὸν ἄνθρωπον γίνεσθαι, ὡς πάντες γεγόνασιν οἱ βασιλεῖς ὑπολαμβάνουσιν. Ὁ μὲν οὖν Κύριος, τοὺς περὶ Κλεόπαν ἐντρέπων, ἐδίδασκεν, ὅτι τὸν Χριστὸν δεῖ πρῶτον παθεῖν· καὶ τοὺς ἄλλους δὲ Ἰουδαίους, ὅτι Θεὸν ἐπιδημῆσαι, λέγων· Ει ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή· ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι, Βλασφημεῖς· ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ ειμι.
15. This, at least according to my insignificance, is the meaning of the saying. For indeed such words of Peter to the Jews have a true and good reason. For the Jews, having wandered from the truth, expect indeed the Christ to come, yet they do not reckon that He also undergoes suffering, saying what they do not understand: We know that, when the Christ comes, He abides for ever; and how do You say that He must be lifted up? (John 12:34). And next, they suppose that He does not become the Word in flesh, but becomes a mere man, as all the kings have come to be. The Lord, therefore, reproving those with Cleopas, taught that the Christ must first suffer (Luke 24:26); and to the other Jews also, that it was God Who had sojourned among them, saying: If He called them gods, unto whom the Word of God came, and the Scripture cannot be broken, do you say of Him Whom the Father sanctified and sent into the world, You blaspheme, because I said, I am the Son of God? (John 10:35-36).
16. Ὁ τοίνυν Πέτρος, μαθὼν ταῦτα παρὰ τοῦ Σωτῆρος, κατ' ἀμφότερα διορθούμενος τοὺς Ἰουδαίους, φησίν· Ὦ Ἰουδαῖοι, τὸν Χριστὸν καταγγέλλουσιν ἔρχεσθαι αἱ θεῖαι Γραφαὶ, καὶ ὑμεῖς μὲν ψιλὸν ἄνθρωπον αὐτὸν, ὡς ἕνα τῶν ἐκ τοῦ Δαβὶδ, νομίζετε· τὰ δὲ γεγραμμένα περὶ αὐτοῦ οὐ τοιοῦτον αὐτὸν, οἷον ὑμεῖς λέγετε, σημαίνουσιν· ἀλλὰ μᾶλλον Κύριον καὶ Θεὸν, καὶ ἀθάνατον, καὶ χορηγὸν ζωῆς καταγγέλλουσιν. Ὁ μὲν γὰρ Μωσῆς εἴρηκεν· Ὄψεσθε τὴν ζωήν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλ-
16. Peter, therefore, having learned these things from the Saviour, correcting the Jews in both respects, says: O Jews, the divine Scriptures proclaim that the Christ is to come, and you indeed suppose Him to be a mere man, as one of those from David; whereas the things written concerning Him do not signify Him to be such as you say, but rather proclaim Him to be Lord and God, and immortal, and Giver of life. For Moses indeed has said: You shall see your Life hanging before your eyes
Notes, col. 177

On the reading

Printed Ει, for Εἰ.

Printed ειμι, for εἰμι.

Printed ζωήν, for ζωὴν.

PG 26:180Read from the page
μῶν ὑμῶν· ὁ δὲ Δαβὶδ ἐν μὲν τῷ ἑκατοστῷ ἐννάτῳ ψαλμῷ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐν δὲ τῷ πεντεκαιδεκάτῳ· Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ὅτι μὲν οὖν οὐκ εἰς τὸν Δαβὶδ φθάνει τὰ τοιαῦτα ῥητὰ, αὐτὸς μὲν μαρτυρεῖ, Κύριον ἑαυτοῦ φάσκων εἶναι τὸν ἐρχόμενον· συνορᾶτε δὲ καὶ ὑμεῖς, ὅτι ἀπέθανε, καὶ τὰ λείψανα αὐτοῦ παρ' ὑμῖν ἐστιν. Ὅτι δὲ τὸν Χριστὸν τοιοῦτον εἶναι δεῖ, οἷον αὐτὸν λέγουσιν εἶναι αἱ Γραφαὶ, πάντως καὶ ὑμεῖς συνομολογήσετε· παρὰ Θεοῦ γὰρ εἴρηνται οἱ λόγοι, καὶ οὐ δύναται ψεῦδος ἐν αὐτοῖς εἶναι. Ει μὲν οὖν δύνασθε εἰπεῖν, ὡς ἐλθόντος πρότερον τοιούτου, καὶ δύνασθε δεῖξαι Θεὸν αὐτὸν εἶναι, ἀφ' ὧν ἐποίησε σημείων καὶ τεράτων· εἰκότως ἡμῖν διαμάχεσθε· εἰ δὲ δεῖξαι μὲν οὐ δύνασθε ὡς ἐλθόντα, προσδοκᾶτε δὲ ἀκμήν τοιοῦτον· ἐπίγνωτε τὸν καιρὸν ἀπὸ τοῦ Δανιήλ· εἰς τὸν παρόντα γὰρ χρόνον τὰ λεχθέντα παρ' αὐτοῦ φθάνει. Εἰ δὲ ὁ παρὼν καιρὸς οὗτός ἐστιν ἐκεῖνος ὁ πάλαι προκαταγγελλόμενος, καὶ τὰ γενόμενα δὲ νῦν ἐφ' ἡμῖν ἑωράκατε, γνῶτε, ὅτι οὗτος ὁ Ἰησοῦς, ὃν ὑμεῖς ἐσταυρώσατε, οὗτός ἐστιν ὁ Χριστὸς ὁ προσδοκώμενος· ὁ μὲν γὰρ Δαβὶδ καὶ πάντες οἱ προφῆται ἀπέθανον, καὶ τὰ μνήματα πάντων παρ' ὑμῖν ἐστιν· ἡ δὲ γενομένη νῦν ἀνάστασις ἔδειξεν εἰς τοῦτον φθάνειν τὰ γεγραμμένα. Τὸ μὲν γὰρ σταυρωθῆναι, δείκνυσι τὸ, Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην· καὶ τὸ τῇ λόγχῃ δὲ τρωθῆναι τὴν πλευρὰν, πληροῖ τὸ, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· τὸ δὲ μὴ μόνον ἐξαναστῆναι, ἀλλὰ καὶ παλαιοὺς νεκροὺς ἐκ τῶν μνημείων ἐγεῖραι (τούτους γὰρ ἑωράκασιν ὑμῶν οἱ πλεῖστοι), τουτέστι τὸ, Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην· καὶ τὸ, Κατέπιεν ὁ θάνατος ἰσχύσας· καὶ πάλιν· Ἀφεῖλεν ὁ Θεός. Τὸ δὲ καὶ τοιαῦτα σημεῖα ποιῆσαι αὐτὸν, οἷα γέγονε, δείκνυσι Θεὸν εἶναι τὸν ἐν σώματι, καὶ αὐτὸν εἶναι τὴν ζωὴν καὶ Κύριον τοῦ θανάτου. Ἔπρεπε γὰρ τὸν Χριστὸν, τὸν ἄλλοις ζωὴν διδόντα, αὐτὸν μὴ κρατεῖσθαι ὑπὸ τοῦ θανάτου· τοῦτο δὲ οὐκ ἂν ἐγεγόνει εἰ, ὡς ὑμεῖς νομίζετε, ψιλὸς ἄνθρωπος ἦν ὁ Χριστός. Ἀλλὰ μὴν
[eyes] of yours; and David in the one hundred and ninth Psalm: The Lord said unto my Lord: Sit at My right hand, until I make Thine enemies the footstool of Thy feet; and in the fifteenth: Thou wilt not abandon my soul unto Hades, nor wilt Thou give Thy Holy One to see corruption. Now that such utterances do not reach unto David, he himself bears witness, declaring Him who is coming to be his own Lord; and you yourselves also perceive that he died, and his remains are among you. And that the Christ must be such as the Scriptures say He is, you yourselves will assuredly confess along with us; for the words have been spoken by God, and falsehood cannot be in them. If, therefore, you are able to say that such a one has come beforehand, and are able to show that he is God from the signs and wonders which he wrought, with good reason do you contend against us; but if you are not able to show that he has come, and are still awaiting such a one, recognize the season from Daniel; for the things spoken by him reach unto the present time. And if this present season is that which was foretold of old, and you have seen the things that have now come to pass among us, know that this Jesus, whom you crucified, this is the Christ who was awaited; for David and all the prophets died, and the tombs of all are among you, whereas the resurrection that has now come to pass has shown that the things written reach unto Him. For the being crucified shows the saying: You shall see your life hanging; and the having His side pierced with the lance fulfills the saying: Like a sheep He was led to slaughter; and the not only rising again, but also raising up ancient dead from the tombs (for most of you have seen these), that is the saying: Thou wilt not abandon my soul unto Hades; and the saying: Death, having prevailed, swallowed up; and again: God has taken away. And the fact that He also wrought such signs as have come to pass shows that He who was in the body is God, and that He Himself is the Life and Lord of death. For it was fitting that the Christ, who gives life to others, should not Himself be held fast by death; and this would not have come to pass if, as you suppose, the Christ had been a mere man. Truly,
Notes, col. 180

On the reading

Printed Ει, for Εἰ.

PG 26:181Read from the page
αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· ἄνθρωποι γὰρ πάντες ὑπεύθυνοι θανάτου εἰσί. Μηκέτι τοιγαροῦν ἀμφιβαλλέτω τις, ἀλλ' ἀσφαλῶς γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι οὗτος ὁ Ἰησοῦς, ὃν ἐθεωρήσατε σχήματι ἄνθρωπον, ποιοῦντα σημεῖα καὶ τοιαῦτα ἔργα, ἃ μηδεὶς πώποτε πεποίηκεν, αὐτός ἐστιν ὁ Χριστὸς καὶ Κύριος πάντων. Καὶ γὰρ καὶ ἄνθρωπος γενόμενος, καὶ κληθεὶς Ἰησοῦς, ὥσπερ ἐν τοῖς προτέροις εἴπομεν, οὐκ ἠλαττώθη τῷ ἀνθρωπίνῳ πάθει, ἀλλὰ μᾶλλον καὶ ἐν τῷ ποιηθῆναι ἄνθρωπος, ζώντων καὶ νεκρῶν ἀποδείκνυται Κύριος. Ἐπειδὴ γὰρ, ὡς εἶπεν ὁ Ἀπόστολος, ἐν τῇ Σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας· οὕτω καὶ ἡμεῖς οἱ ἄνθρωποι, ἐπειδὴ οὐκ ἠθελήσαμεν διὰ τοῦ Λόγου αὐτοῦ ἐπιγνῶναι τὸν Θεὸν, καὶ δουλεῦσαι τῷ φύσει δεσπότῃ ἡμῶν τῷ Λόγῳ τοῦ Θεοῦ· ηὐδόκησεν ὁ Θεὸς ἐν ἀνθρώπῳ δεῖξαι τὴν ἑαυτοῦ κυριότητα, καὶ πάντας ἑλκῦσαι πρὸς ἑαυτόν. Δι' ἀνθρώπου δὲ ψιλοῦ τοῦτο ποιῆσαι ἀπρεπὲς ἦν· ἵνα μὴ, ἄνθρωπον Κύριον ἔχοντες, ἀνθρωπολάτραι γενώμεθα· διὰ τοῦτο αὐτὸς ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, καὶ οὕτως ἐποίησεν αὐτὸν Κύριον καὶ Χριστὸν ὁ Πατήρ· ἴσον τῷ εἰπεῖν, Εἰς τὸ κυ-
He Himself is the Son of God; for all men are subject to death. Let no one, therefore, doubt any longer, but let all the house of Israel know assuredly that this Jesus, whom you beheld as a man in form, working signs and such works as no one has ever wrought, He Himself is the Christ and Lord of all. For even having become man, and having been called Jesus, just as we said in what went before, He was not diminished by the human passion, but rather even in being made man He is demonstrated to be Lord of the living and the dead. For since, as the Apostle said, in the Wisdom of God the world through wisdom did not know God, it pleased God through the foolishness of the preaching to save those who believe; so also, since we men were unwilling through His Word to recognize God, and to serve our Master by nature, the Word of God, it pleased God in a man to show His own lordship, and to draw all unto Himself. Yet to do this through a mere man was unfitting, lest, having a man as Lord, we should become worshippers of man; on this account the Word Himself became flesh, and He called His name Jesus, and thus the Father made Him Lord and Christ; which is equivalent to saying, Unto the lord-
17. Ἰουδαίων μὲν οὖν οἱ πλεῖστοι, ταῦτα ἀκούοντες, ἐνετράπησαν, καὶ λοιπὸν ἐπέγνωσαν τὸν Χριστὸν, ὡς ἐν ταῖς Πράξεσι γέγραπται· ἐπειδὴ δὲ οἱ Ἀρειομανῖται αἱροῦνται ἀπομένειν Ἰουδαῖοι καὶ μάχεσθαι τῷ Πέτρῳ, φέρε, τὰς ὁμοίας λέξεις αὐτοῖς παραθώμεθα· ἴσως κἂν οὕτως ἐντραπῶσι, μαθόντες την συνήθειαν τῆς θείας Γραφῆς. Ὅτι μὲν οὖν ἀΐδιος Κύριός ἐστι καὶ Βασιλεὺς ὁ Χριστὸς, δῆλον γέγονεν ἐκ τῶν προειρημένων, καὶ οὐδείς ἐστιν, ὃς ἀμφιβάλλει περὶ τούτου. Υἱὸς γὰρ ὢν τοῦ Θεοῦ, ὅμοιος αὐτοῦ ἂν εἴη· ὅμοιος δὲ ὢν, πάντως ἐστὶ καὶ Κύριος καὶ Βασιλεύς· αὐτὸς γάρ φησιν· Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα. Ὅτι δὲ καὶ αὐτὸ μόνον τὸ λεγόμενον παρὰ τοῦ Πέτρου, Κύριον αὐτὸν ἐποίησε καὶ Χριστὸν, οὐ ποίημα εἶναι τὸν Υἱὸν σημαίνει, ἔξεστιν ἰδεῖν ἀπὸ τῆς εὐλογίας τοῦ Ἰσαάκ· κἂν ἀμυδρά πως ἡ εἰκὼν αὕτη πρὸς τὸ προκείμενον ᾖ. Ἔφη τοίνυν τῷ μὲν Ἰακὼβ, Γίνου κύριος τοῦ ἀδελφοῦ σου· τῷ δὲ Ἠσαῦ, Ἰδοὺ Κύριον αὐτὸν ἐποίησά σου. Εἰ μὲν οὖν τὸ, ἐποίησε, τὴν οὐσίαν καὶ τὴν ἀρχὴν τῆς γενέσεως τοῦ Ἰακὼβ ἐσήμαινεν,
17. Most of the Jews, therefore, upon hearing these things, were put to shame, and henceforth recognized the Christ, as it is written in the Acts; but since the Arians choose to remain Jews and to fight against Peter, come, let us set before them similar expressions; perhaps even thus they may be put to shame, upon learning the custom of Divine Scripture. Now that the Christ is eternal Lord and King has become evident from what has been said before, and there is no one who doubts concerning this. For being Son of God, He must be like Him; and being like Him, He is assuredly both Lord and King; for He Himself says: He who has seen Me has seen the Father. And that even the mere expression spoken by Peter, He made Him Lord and Christ, does not signify that the Son is a thing made, one may see from the blessing of Isaac, even if this image is somewhat faint in relation to the subject at hand. He said, then, to Jacob: Become lord of thy brother; and to Esau: Behold, I have made him thy lord. Now if the word He made signified the essence and the beginning of the generation of Jacob,
Notes, col. 181

On the reading

Printed την, for τὴν.