Migne Reading Room

PG 26 · cols. 160–169 · Read from the page

Second Oration against the Arians

Second Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:160Read from the page
χεται τῆς πίστεως τὸν μισθόν· ὥρα καὶ διὰ τοῦτο πάλιν αὐτοὺς ἐγκαλεῖν Μωσεῖ μὲν λέγοντι· Ὁ Θεὸς πιστὸς καὶ ἀληθινός· τῷ δὲ Παύλῳ γράφοντι· Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπερ ὃ δύνασθε. Ἀλλὰ ταῦτα λέγοντες οἱ ἅγιοι, οὐκ ἀνθρώπινα περὶ τοῦ Θεοῦ διενοοῦντο· ἀλλ' ἐγίνωσκον διπλοῦν εἶναι τὸν νοῦν ἐν τῇ Γραφῇ περὶ τοῦ πιστοῦ· τὸ μὲν ὡς πιστεύον, τὸ δὲ, ὡς ἀξιόπιστον· καὶ τὸ μὲν ἐπ' ἀνθρώπων, τὸ δὲ ἐπὶ Θεοῦ ἁρμόζειν. Πιστὸς γοῦν ὁ Ἀβραὰμ, ὅτι τῷ λαλοῦντι πεπίστευκε Θεῷ, πιστὸς δὲ ὁ Θεὸς, ὅτι, καθὼς ψάλλει Δαβὶδ, Πιστός ἐστιν ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ ὁ Κύριος, καὶ ἀξιόπιστός ἐστι, καὶ ἀδύνατόν ἐστιν, αὐτὸν ψεύσασθαι. Καὶ, Εἴ τίς ἐστι πιστὴ χήρας ἔχουσα, διὰ τὸ καλῶς πιστεύειν, πιστὴ καλεῖται. Πιστὸς δὲ ὁ Λόγος, ὅτι ὃ εἴρηκεν, ὀφείλει πιστεύεσθαι· ἀληθὲς γάρ ἐστι, καὶ οὐκ ἔστιν ἄλλως. Καὶ τὸ γεγράφθαι τοίνυν, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, οὐ πρὸς ἄλλους ἔχει τὴν ὁμοιότητα· οὐδ' ὅτι πιστεύων, ευάρεστος γέγονεν, ἀλλ' ὅτι Υἱὸς ὢν τοῦ ἀληθινοῦ Θεοῦ, πιστός ἐστι καὶ αὐτὸς ὀφείλων πιστεύεσθαι, ἐν οἷς ἂν λέγῃ καὶ ποιῇ, αὐτὸς ἄτρεπτος μένων, καὶ μὴ ἀλλοιούμενος ἐν τῇ ἀνθρωπίνῃ οἰκονομίᾳ καὶ τῇ ἐνσάρκῳ παρουσίᾳ.
ceives the reward of faith; it is time on this account as well for them to accuse again Moses when he says: God is faithful and true; and Paul when he writes: Faithful is God, Who will not suffer you to be tempted above that which you are able. But in saying these things the saints were not thinking human thoughts concerning God; rather, they knew that the sense concerning faithful in Scripture is twofold: the one as believing, and the other as trustworthy; and that the one fits in the case of men, and the other in the case of God. Abraham, at any rate, is faithful, because he has believed God Who spoke; whereas God is faithful, because, according as David sings, The Lord is faithful in all His words, and is trustworthy, and it is impossible for Him to lie. And, If any believing woman has widows, because of believing rightly, she is called believing. And the Word is faithful, because what He has spoken ought to be believed; for it is true, and is not otherwise. And its having been written, therefore, Being faithful to Him Who made Him, does not have similarity to others; nor is it that by believing He became well-pleasing, but that being Son of the true God, He Himself also is faithful and ought to be believed in whatever things He says and does, Himself remaining unchangeable, and not being altered in the human economy and the incarnate presence.
7. Οὕτως μὲν οὖν ἄν τις, πρὸς τὴν ἀναίδειαν αὐτῶν χωρῶν, δύναται καὶ ἐκ μόνης τῆς, ἐποίησε, λέξεως, διελέγχειν αὐτοὺς πλανωμένους, καὶ νομίζοντας εἶναι ποίημα τὸν τοῦ Θεοῦ Λόγον. Ἐπειδὴ δὲ καὶ ἡ διάνοια τῶν γεγραμμένων ἐστὶν ὀρθὴ, δεικνύουσα τὴν, ἐποίησε, λέξιν, πότε καὶ πρὸς τί λεγομένη σημαίνεται· ἀναγκαῖον καὶ ἐξ αὐτῆς δεῖξαι τῶν αἱρετικῶν τὴν ἀλογίαν, ἐὰν μάλιστα, ὡς ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, καὶ τούτου τὸν καιρὸν καὶ τὴν χρείαν λάβοιμεν. Οὐ τοίνυν τὰ πρὸ τῆς κτίσεως διηγούμενος ὁ Ἀπόστολος ταῦτα εἴρηκεν, ἀλλ' ὅτε ὁ Λόγος σὰρξ ἐγένετο· οὕτω γὰρ γέγραπται· Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν. Πότε οὖν ἀπεστάλη, ἢ
7. Thus indeed, then, anyone proceeding against their shamelessness can even from the sole expression, He made, convict them of erring and supposing the Word of God to be a work. And since the meaning of the things written is also right, showing when and with reference to what the expression, He made, is signified when spoken, it is necessary from it as well to show the unreasonableness of the heretics, especially if, as we have said in what went before, we should take both the occasion and the need of this too. Not, therefore, when narrating the things before the creation has the Apostle said these things, but when the Word became flesh; for thus it is written: Wherefore, holy brethren, partakers of a heavenly calling, consider the Apostle and High Priest of our confession, Jesus, being faithful to Him Who made Him. When, therefore, was He sent, or
Notes, col. 160

On the reading

Printed ὑπερ, for ὑπὲρ.

Printed ευάρεστος, for εὐάρεστος.

PG 26:161Read from the page
ὁπηνίκα τὴν ἡμετέραν ἐνεδύσατο σάρκα; Πότε δὲ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν γέγονεν, ἢ ὅτε, προσενέγκας ἑαυτὸν ὑπὲρ ἡμῶν, ἤγειρεν ἐκ νεκρῶν τὸ σῶμα, καὶ νῦν αὐτὸς τοὺς προσερχομένους αὐτοῦ τῇ πίστει προσάγει καὶ προσφέρει τῷ Πατρὶ, λυτρούμενος πάντας, καὶ ὑπὲρ πάντων ἱλασκόμενος τὰ πρὸς τὸν Θεόν; Οὐ τὴν οὐσίαν ἄρα τοῦ Λόγου, οὐδὲ τὴν ἐκ τοῦ Πατρὸς φυσικὴν γέννησιν σημᾶναι θέλων ὁ Ἀπόστολος εἴρηκε, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· μὴ γένοιτο! ποιῶν γάρ ἐστιν ὁ Λόγος, οὐ ποιούμενος αὐτός· ἀλλὰ τὴν εἰς ἀνθρώπους αὐτοῦ κάθοδον καὶ ἀρχιερωσύνην γενομένην, ἣν καλῶς ἄν τις ἴδοι ἐκ τῆς κατὰ τὸν νόμον καὶ τὸν Ἀαρὼν ἱστορίας. Οὕτως Ἀαρὼν οὐ γεγέννηται ἀρχιερεὺς, ἀλλὰ ἄνθρωπος, καὶ μετὰ χρόνον, ὅτε ὁ Θεὸς ἠθέλησε, γέγονεν ἀρχιερεύς· καὶ γέγονεν οὐχ ἁπλῶς, οὐδὲ ἐκ τῶν συνήθων ἱματίων γνωριζόμενος, ἀλλ' ἐπενδιδυσκόμενος τὴν ἐπωμίδα, τὸ λογεῖον, τὸν ποδήρη, ἃ αἱ γυναῖκες μὲν εἰργάσαντο προστάξει τοῦ Θεοῦ, ἐν τούτοις δὲ εἰσερχόμενος εἰς τὰ ἅγια, τὴν ὑπὲρ τοῦ λαοῦ θυσίαν προσέφερε· καὶ ἐν τούτοις ὥσπερ ἐμεσίτευε τῇ ὀπτασίᾳ τοῦ Θεοῦ, καὶ ταῖς τῶν ἀνθρώπων θυσίαις. Οὕτω τοίνυν καὶ ὁ Κύριος ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ὅτε δὲ ἠθέλησεν ὁ Πατὴρ ὑπὲρ πάντων λύτρα δοθῆναι, καὶ πᾶσι χαρίσασθαι, τότε δὴ ὁ Λόγος, ὡς Ἀαρὼν τὴν ποδήρη, οὕτως αὐτὸς ἔλαβε τὴν ἀπὸ γῆς σάρκα, Μαρίαν ἀντὶ τῆς ἀνεργάστου γῆς ἐσχηκὼς μητέρα τοῦ σώματος, ἵνα ἔχων τὸ προσφερόμενον αὐτὸς, ὡς ἀρχιερεὺς, ἑαυτὸν προσενέγκῃ τῷ Πατρὶ, καὶ τῷ ἰδίῳ αἵματι πάντας ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν καθαρίσῃ, καὶ ἀπὸ τῶν νεκρῶν ἀναστήσῃ.
when He put on our flesh? And when did He become High Priest of our confession, save when, having offered Himself on our behalf, He raised the body from the dead, and now He Himself brings near and offers to the Father those who draw near in faith in Him, redeeming all, and making propitiation on behalf of all in the things pertaining to God? Not, then, wishing to signify the essence of the Word, nor His natural generation from the Father, has the Apostle said, Being faithful to Him Who made Him—far be it! For the Word is Maker, not Himself being made—but His descent unto men and the high-priesthood that came to be, which one may well see from the history according to the law and Aaron. Thus Aaron was not born high priest, but a man, and after a time, when God willed, he became high priest; and he became so not simply, nor being known by the customary garments, but putting on over them the ephod, the oracle, the full-length robe, which the women indeed wrought at the command of God, and entering in these into the holy of holies, he offered the sacrifice on behalf of the people; and in these he mediated, as it were, between the vision of God and the sacrifices of men. Thus, therefore, the Lord also in the beginning was the Word, and the Word was with God, and the Word was God; and when the Father willed that ransom should be given on behalf of all, and grace be bestowed on all, then indeed the Word, as Aaron took the full-length robe, so He Himself took the flesh from the earth, having had Mary instead of the untilled earth as mother of the body, in order that having what was offered, He Himself, as High Priest, might offer Himself to the Father, and by His own blood cleanse us all from sins, and raise us up from the dead.
8. Τούτου γὰρ ἦν τὰ παλαιὰ σκιά· καὶ ὅπερ πεποίηκεν ἐλθὼν ὁ Σωτὴρ, τοῦτο κατὰ τὸν νόμον ἐσκιαγράφει ὁ Ἀαρών. Ὥσπερ οὖν ὁ Ἀαρὼν ὁ αὐτὸς ὢν οὐκ ἠλλάσσετο περιτιθέμενος τὴν ἀρχιερατικὴν ἐσθῆτα, ἀλλὰ μένων ὁ αὐτὸς, ἐκαλύπτετο μόνον· καὶ εἰ ἔλεγέ τις ἑωρακὼς αὐτὸν προσφέροντα, Ἰδοὺ γέγονε σήμερον ὁ Ἀαρὼν ἀρχιερεὺς, οὐκ ἐσήμαινεν αὐτὸν ἄνθρωπον τότε γεγενῆσθαι· ἦν γὰρ, καὶ πρὸ τοῦ αὐτὸν ἀρχιερέα γενέσθαι, ἄνθρωπος· ἀλλ' ὅτι τῇ λειτουργείᾳ πεποίηται ἀρχιερεὺς, περιθέμενος τὰ πεποιημένα καὶ κατασκευασθέντα ἱμάτια τῇ ἀρχιερατείᾳ· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Κυρίου δυνατόν ἐστι καλῶς νοεῖν, ὡς οὐκ ἄλλος γέγονε τὴν
8. For the ancient things were a shadow of this; and what the Saviour did when He came, this Aaron sketched out in shadow according to the law. Just as, therefore, Aaron being the same was not changed when putting around himself the high-priestly robe, but remaining the same, was only covered; and if someone having seen him offering said, Behold, today Aaron has become high priest, he did not signify that he had then become a man—for he was, even before his becoming high priest, a man—but that in the ministry he has been made high priest, putting around himself the garments made and prepared for the high-priesthood; in the same way in the case of the Lord also it is possible to understand rightly that He did not become another when
PG 26:164Read from the page
σάρκα λαβὼν, ἀλλ' ὁ αὐτὸς ὢν, ἐκαλύπτετο ταύτῃ· καὶ τὸ, γέγονε, καὶ τὸ, πεποίηται, οὐχ ὅτι ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, πεποίηται νοεῖν θέμις· ἀλλ' ὅτι Λόγος ὢν δημιουργὸς, ὕστερον πεποίηται ἀρχιερεὺς, ἐνδυσάμενος σῶμα τὸ γενητὸν καὶ ποιητὸν, ὅπερ καὶ προσενεγκεῖν ὑπὲρ ἡμῶν δύναται, διὸ καὶ λέγεται πεποιῆσθαι. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος ὁ Κύριος, μαχέσθωσαν οἱ Ἀρειανοί· εἰ δὲ ὁ Λόγος σὰρξ ἐγένετο, τί ἔδει περὶ γεγονότος ἀνθρώπου λέγειν ἢ, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν; Ὡς γὰρ ἴδιον περὶ τοῦ Λόγου εἰπεῖν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὕτως ἀνθρώπων ἴδιόν ἐστι τὸ γίνεσθαι καὶ ποιεῖσθαι. Τίς γοῦν ἰδὼν τὸν Κύριον, ὡς ἄνθρωπον περιπατοῦντα, καὶ Θεὸν ἐκ τῶν ἔργων δεικνύμενον, οὐκ ἂν ἠρώτησε, τίς τοῦτον ἐποίησεν ἄνθρωπον; Τίς δὲ πάλιν οὕτως ἐρωτηθεὶς οὐκ ἂν ἀπεκρίνετο, ὅτι ὁ Πατὴρ τοῦτον ἐποίησεν ἄνθρωπον, καὶ ἀπέστειλεν αὐτὸν ἡμῖν ἀρχιερέα; τὴν δὲ τοιαύτην διάνοιαν καὶ τὸν καιρὸν, καὶ τὸ πρόσωπον, αὐτὸς ὁ Ἀπόστολος ὁ καὶ γράψας, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, δηλῶσαι μᾶλλον ἱκανός ἐστιν, ἐὰν τὰ ἔμπροσθεν λάβωμεν· μία γὰρ ἀκολουθία ἐστὶ, καὶ περὶ τοῦ αὐτοῦ τὸ ἀνάγνωσμα τυγχάνει. Γράφει τοίνυν ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Ἑβραίους ταῦτα· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διαπαντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.
having taken flesh, He was not made another, but remaining the same, He was veiled in this; and the expressions He became and He was made must not lawfully be understood as though the Word, in so far as He is Word, was made, but that the Word, being Framer, was afterwards made High Priest by clothing Himself with the originated and made body, which He is also able to offer on our behalf, wherefore He is also said to have been made. If then the Lord did not become man, let the Arians contend; but if the Word became flesh, what else ought one to say concerning a man who has come to be than: Being faithful to Him Who made Him? For just as it is proper to say concerning the Word, In the beginning was the Word (John 1:1), so it is proper to men to come to be and to be made. Who then, upon seeing the Lord walking about as a man, and showing Himself to be God from His works, would not have asked, Who made this man? And who again, when asked thus, would not have answered that the Father made this man and sent Him to us as High Priest? And this very meaning, and the time, and the person, the Apostle himself who also wrote, Being faithful to Him Who made Him (Heb. 3:2), is better able to make plain, if we take what precedes; for there is one sequence, and the passage is about the same subject. He writes, therefore, in the Epistle to the Hebrews as follows: Since then the children have shared in blood and flesh, He Himself also likewise partook of the same, that through death He might annul him who holds the power of death, that is, the devil, and might deliver those who through fear of death were throughout all their life subject to bondage. For surely He does not take hold of angels, but He takes hold of the seed of Abraham. Wherefore He was bound in all things to be made like unto His brethren, that He might become a merciful and faithful High Priest in things pertaining to God, to make propitiation for the sins of the people; for in that wherein He Himself has suffered, being tempted, He is able to help those who are tempted. Wherefore, holy brethren, partakers of a heavenly calling, consider the Apostle and High Priest of our confession, Jesus, being faithful to Him Who made Him (Heb. 2:14-3:2).
9. Τίς τὴν περικοπὴν ταύτην ὅλην ἀναγινώσκων, οὐ τῶν μὲν Ἀρειανῶν καταγινώσκει, τὸν δὲ μακάριον Ἀπόστολον θαυμάζει, καλῶς εἰρηκότα;
9. Who, upon reading this whole passage, does not condemn the Arians on the one hand, and on the other admire the blessed Apostle, who has spoken well?
PG 26:165Read from the page
Πότε γὰρ πεποίηται, καὶ πότε ἀπόστολος γέγονεν, ει μὴ ὅτε παραπλησίως ἡμῖν μετέσχε καὶ αὐτὸς αἵματος καὶ σαρκός; Καὶ πότε γέγονεν ἐλεήμων καὶ πιστὸς ἀρχιερεὺς, ἢ ὅτε κατὰ πάντα τοῖς ἀδελφοῖς ὡμοιώθη; ὡμοιώθη δὲ τότε, ὅτε γέγονεν ἄνθρωπος, ἐνδυσάμενος την ἡμετέραν σάρκα. Οὐκοῦν περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας τοῦ Λόγου γράφων ὁ Παῦλος ἔλεγε, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, καὶ οὐ περὶ τῆς οὐσίας τοῦ Λόγου. Μηκέτι τοίνυν μαίνεσθε λέγοντες ποίημα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἔστι γὰρ αὐτὸς Υἱὸς φύσει μονογενής. Τότε δὲ ἔσχεν ἀδελφοὺς, ὅτε τὴν ὁμοίαν ἡμῖν ἐνεδύσατο σάρκα, ἣν καὶ προσφέρων αὐτὸς δι' αὑτοῦ, ἀρχιερεὺς ὠνομάσθη, καὶ γέγονεν ἐλεήμων καὶ πιστός· ἐλεήμων μὲν, ὅτι ὑπὲρ ἡμῶν προσενέγκας ἑαυτὸν ἠλέησεν ἡμᾶς· πιστὸς δὲ, οὐ πίστεως μετέχων, οὐδὲ εἴς τινα πιστεύων ὥσπερ ἡμεῖς· ἀλλὰ πιστεύεσθαι ὀφείλων περὶ ὧν ἐὰν λέγῃ καὶ ποιῇ, καὶ ὅτι πιστὴν θυσίαν προσφέρει την μένουσαν καὶ μὴ διαπίπτουσαν. Αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμεναι οὐκ εἶχον τὸ πιστὸν, καθ' ἡμέραν παρερχόμεναι, καὶ δεόμεναι πάλιν καθαρσίου· ἡ δὲ τοῦ Σωτῆρος θυσία ἅπαξ γενομένη τετελείωκε τὸ πᾶν, καὶ πιστὴ γέγονε μένουσα διὰ παντός. Καὶ Ἀαρὼν μὲν ἔσχε τοὺς διαδεχομένους, καὶ ὅλως ἡ κατὰ νόμον ἱερατεία χρόνῳ καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους· ὁ δὲ Κύριος ἀπαράβατον καὶ ἀδιάδεκτον ἔχων τὴν ἀρχιερωσύνην πιστὸς γέγονεν ἀρχιερεὺς, παραμένων ἀεὶ, καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γενόμενος, εἰς τὸ ἐπακούειν καὶ μὴ πλανᾷν τοὺς προσερχομένους. Τοῦτο δὲ πάλιν καὶ ἀπὸ τῆς Ἐπιστολῆς τοῦ μεγάλου Πέτρου μαθεῖν ἔξεστι, λέγοντος· Ὥστε καὶ οι πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς· πιστὸς γάρ ἐστιν, οὐκ ἀλλασσόμενος, ἀλλ' ἀεὶ διαμένων, καὶ ἀποδιδοὺς ἃ ἐπηγγείλατο.
For when was He made, and when did He become an Apostle, except when He Himself also likewise partook with us of blood and flesh? And when did He become a merciful and faithful High Priest, except when in all things He was made like unto His brethren? And He was made like them then, when He became man, having clothed Himself with our flesh. Therefore it was when writing concerning the economy of the Word according to manhood that Paul said, Being faithful to Him Who made Him, and not concerning the essence of the Word. Cease then from your madness in saying that the Word of God is a thing made. For He Himself is by nature the Only-begotten Son. And He had brethren then, when He clothed Himself with flesh like ours, offering which Himself through Himself, He was named High Priest, and became merciful and faithful: merciful indeed, because in offering Himself on our behalf He had mercy on us; and faithful, not as partaking of faith, nor as believing in anyone as we do, but as being owed belief regarding whatsoever He says and does, and because He offers a faithful sacrifice that abides and does not fail. For the sacrifices offered according to the law did not have trustworthiness, passing away day by day and needing purification again; whereas the sacrifice of the Saviour, having taken place once for all, has perfected the whole, and has become trustworthy, abiding continually. And Aaron indeed had successors, and altogether the priesthood according to the law by time and death replaced the former priests; whereas the Lord, holding His high-priesthood untransferable and without successor (Heb. 7:24), has become a faithful High Priest, abiding continually, and having proved faithful to His promise, so as to hearken unto and not mislead those who draw near. And this again one may learn also from the Epistle of the great Peter, when he says: Wherefore let those also who suffer according to the will of God commit their souls unto a faithful Creator (1 Pet. 4:19); for He is faithful, not changing, but ever abiding, and rendering what He has promised.
10. Ἑλλήνων μὲν οὖν οἱ λεγόμενοι παρ' αὐτοῖς ψευδώνυμοι θεοὶ οὔτε τῷ εἶναι, οὔτε τῷ ἐπαγγέλλεσθαί εισι πιστοί· οὔτε γὰρ οἱ αὐτοί εἰσι πανταχοῦ, ἀλλὰ καὶ οι κατὰ τόπους, τῷ χρόνῳ διαφθείρονται, καὶ περὶ ἑαυτοὺς καταῤῥέουσι· διὸ καὶ κατ' αὐτῶν ὁ Λόγος βοᾷ, ὅτι πίστις οὐκ ἴσχυσεν ἐν αὐτοῖς, καὶ ὕδωρ ψευδές εἰσι, καὶ οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Ὁ δὲ τῶν ὅλων καὶ μόνος τῷ ὄντι ὄντως καὶ ἀληθινὸς ὢν Θεὸς πιστός ἐστιν, ὁ αὐτὸς ὢν, καὶ
10. Now the falsely so-called gods of the Greeks, who are spoken of among them, are faithful neither in their being nor in their promising; for neither are the same ones everywhere, nay, even the local ones perish with time and crumble away into themselves; wherefore also the Word cries out against them, that faith has not prevailed in them (Jer. 9:3), and they are deceitful water, and there is no faithfulness in them. But the God of all, Who alone in truth really is and is true, is faithful, being the same, and
Notes, col. 165

On the reading

Printed ει, for εἰ.

Printed την, for τὴν.

Printed οι, for οἱ.

Printed εισι, for εἰσι.

PG 26:168Read from the page
λέγων· Ἴδετέ με, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ, οὐκ ἠλλοίωμαι· διὸ καὶ ὁ τούτου Υἱὸς πιστός ἐστιν, ἀεὶ ὢν, καὶ οὐκ ἀλλοιούμενος, οὐδὲ διαψευδόμενος οὔτε ἐν τῷ εἶναι, οὔτε ἐν τῷ ἐπαγγέλλεσθαι, καθάπερ πάλιν ὁ Ἀπόστολος γράφων Θεσσαλονικεῦσι μέν φησι· Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει· ἐν γὰρ τῷ ποιεῖν ἃ ἐπαγγέλλεται, πιστός ἐστι λαλῶν· Ἑβραίοις δὲ περὶ τοῦ σημαίνειν τὴν λέξιν ταύτην καὶ τὸ ἀναλλοίωτον οὕτως γράφει· Εἰ ἀπιστήσομεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Οὐκοῦν εἰκότως ὁ Ἀπόστολος τὴν σωματικὴν τοῦ Λόγου παρουσίαν διηγούμενός φησιν· Ἀπόστολον καὶ πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, δεικνὺς, ὅτι καὶ ἄνθρωπος γενόμενος Ἰησοῦς Χριστὸς, χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας ἀναλλοίωτός ἐστι. Καὶ ὥσπερ τῆς ἐνανθρωπήσεως αὐτοῦ διὰ τῆς ἀρχιερωσύνης μνημονεύει γράφων ὁ Ἀπόστολος· οὕτω καὶ πάλιν οὐκ ἐσιώπησε μακρὰν, ἀλλ' εὐθὺς περὶ τῆς θεότητος αὐτοῦ μνημονεύει, πανταχοῦ τῆς ἀσφαλείας γινόμενος, ἔνθα μάλιστα τὸ ταπεινὸν ὀνομάζει, ἵν' εὐθὺς αὐτοῦ τὴν ὑψηλότητα καὶ τὴν πατρικὴν μεγαλειότητα γινώσκωμεν. Φησὶ γοῦν· Ὁ μὲν Μωσῆς θεράπων, ὁ δὲ Χριστὸς Υἱός· κἀκεῖνος μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον, ὡς αὐτὸς αὐτὸν κατασκευάσας, καὶ κύριος αὐτοῦ καὶ δημιουργὸς τυγχάνων, καὶ ὡς Θεὸς ἁγιάζων αὐτόν. Ὁ μὲν γὰρ Μωσῆς, ἄνθρωπος φύσει ὢν, πιστὸς ἐγένετο, πιστεύων τῷ διὰ τοῦ Λόγου λαλοῦντι αὐτῷ Θεῷ· ὁ δὲ Λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσμαστι, ἀλλὰ Θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς, καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὑπ' αὐτοῦ. Καὶ οἱ μὲν ἄνθρωποι ἕνεκα τοῦ εἶναι καὶ ὑφεστάναι σάρκα περιβέβληνται· ὁ δὲ τοῦ Θεοῦ Λόγος ἕνεκα τοῦ ἁγιάζειν τὴν σάρκα γέγονεν ἄνθρωπος· καὶ Κύριος ὢν, ἐν τῇ μορφῇ τοῦ δούλου ἦν· δούλη γὰρ τοῦ Λόγου ἡ πᾶσα κτίσις, ἡ παρ' αὐτοῦ γενομένη καὶ ποιηθεῖσα. Ἐκ δὲ τούτου συνέστηκεν, ὅτι καὶ τὸ λεγόμενον παρὰ τῷ Ἀποστόλῳ, ἐποίησεν, οὐ ποιούμενον δείκνυσι τὸν Λόγον, ἀλλ' ὅπερ ἔλαβεν ὅμοιον ἡμῖν σῶμα· διὸ καὶ ἀδελφὸς ἡμῶν ἐχρημάτισε γενόμενος ἄνθρωπος.
saying: Behold Me, behold, that I am, and I have not changed (Deut. 32:39; Mal. 3:6); wherefore also His Son is faithful, ever being, and not changing, nor deceiving either in His being or in His promising, just as again the Apostle, writing to the Thessalonians, says on the one hand: Faithful is He Who calls you, Who also will do it (1 Thess. 5:24); for in doing what He promises, He is faithful when He speaks; and to the Hebrews, on the other hand, concerning this word's signifying also unchangeableness, he writes thus: If we are faithless, He abides faithful; He cannot deny Himself (2 Tim. 2:13). Reasonably, therefore, the Apostle, in setting forth the bodily presence of the Word, says: An Apostle and faithful to Him Who made Him (Heb. 3:2), showing that even when made man, Jesus Christ is the same yesterday and today, and unchangeable unto the ages (Heb. 13:8). And just as the Apostle in writing makes mention of His incarnation through the high-priesthood, so also again he did not keep silent for long, but straightway makes mention concerning His Godhead, everywhere taking care for safety, especially where he names what is lowly, so that straightway we may know His loftiness and the paternal majesty. He says, accordingly: Moses indeed was a servant, whereas Christ is a Son; and the former was faithful in the house, whereas the Latter is over the house (Heb. 3:5-6), as having Himself built it, and being its Lord and Framer, and as God sanctifying it. For Moses indeed, being a man by nature, became faithful by believing in God Who spoke to him through the Word; whereas the Word was not in a body like one of the originated things, nor as creature in creatures, but God in flesh, and Framer and Builder in that which was built by Him. And men indeed are clothed with flesh in order to be and to subsist; whereas the Word of God became man in order to sanctify the flesh; and though He was Lord, He was in the form of the servant; for the whole creation is the servant of the Word, having come into being and been made by Him. And from this it is established that the expression used by the Apostle, He made, does not show that the Word was made, but the body like ours which He took; wherefore He was also called our brother when He became man.
11. Εἰ δὲ δέδεικται, ὅτι, κἂν ἐπ' αὐτοῦ τοῦ Λόγου τις λέγῃ τὸ, ἐποίησεν, ἀντὶ τοῦ, ἐγέννησε, λέγει· ποίαν ἄρα παρεξευρεῖν ἐπίνοιαν ἔτι μᾶλλον κακο-
11. Now if it has been shown that, even if one should say the word He made of the Word Himself, he says it instead of He begot, what further contrivance of ill-
Notes, col. 168

On the reading

Printed κτίσμαστι, for κτίσμασι.

PG 26:169Read from the page
νοίας εἰς τοῦτο δυνήσονται, ὅπου γε πανταχόθεν ὁ Λόγος τὸ ῥητὸν διακαθάρας, ἔδειξε μὴ εἶναι ποίημα τὸν Υἱὸν, ἀλλὰ τῇ μὲν οὐσίᾳ γέννημα τοῦ Πατρὸς, τῇ δὲ οἰκονομίᾳ κατ' εὐδοκίαν τοῦ Πατρὸς, ἐποιήθη δι' ἡμᾶς ἄνθρωπος καὶ συνίσταται; καὶ διὰ τοῦτο ἄρα λέγεται παρὰ μὲν τῷ Ἀποστόλῳ, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ἐν δὲ ταῖς Παροιμίαις καὶ τὸ κτίζεσθαι. Ἕως γὰρ ὁμολογεῖται γενόμενος ἄνθρωπος, οὐδὲν διαφέρει λέγειν, καθάπερ προείρηται, εἴτε ἐγένετο, εἴτε πεποίηται, εἴτε ἔκτισται, εἴτε πέπλασται, εἴτε δοῦλος, εἴτε υἱὸς παιδίσκης, εἴτε υἱὸς ἀνθρώπου, εἴτε κατεστάθη, εἴτε ἀπεδήμησεν, εἴτε νυμφίος, εἴτε αδελφιδοῦς, εἴτε ἀδελφός. Πάντα γὰρ ταῦτα τὰ λεξείδια τῆς ἀνθρώπων συστάσεως ἴδια τυγχάνει ὄντα· καὶ τὰ τοιαῦτα οὐ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ τὸ ἄνθρωπον αὐτὸν γεγενῆσθαι σημαίνει. Τοιαύτην ἔχει διάνοιαν καὶ τὸ ἐν ταῖς Πράξεσι παρ' αὐτῶν πάλιν προφερόμενον ῥητὸν τοῦ Πέτρου λέγοντος· Ὅτι Κύριον καὶ Χριστὸν ἐποίησε τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Οὐδὲ γὰρ οὐδὲ ἐνταῦθα γέγραπται, Ἐποίησεν ἑαυτῷ Υἱὸν, ἢ, Ἐποίησεν ἑαυτῷ Λόγον, ἵνα καὶ τοιαῦτα φαντασθῶσιν. Εἰ μὲν οὖν μὴ ἐπελάθοντο, ὅτι περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ λαλοῦσιν, ἐρευνάτωσαν εἴ που γέγραπται, Ἐποίησεν ἑαυτῷ Υἱὸν ὁ Θεὸς, ἢ Ἔκτισεν ἑαυτῷ Λόγον· ἢ πάλιν, εἴ που γέγραπται φανερῶς, ποίημά ἐστιν ἢ κτίσμα ὁ Λόγος· καὶ τότε προφασιζέσθωσαν, ἵνα καὶ οὕτως ἐλεγχθῶσιν οἱ ἀνόητοι. Εἰ δὲ μηδέν τι τοιοῦτον εὑρίσκουσι· μόνον δὲ εἴ που γέγραπται, ἐποίησε, καὶ, πεποίηται, θηρεύουσι· φοβοῦμαι μὴ κατ' ὀλίγον ἀκούοντες, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ Ἐποίησε τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ, Ἐποίησε τὴν θάλασσαν, εἴπωσιν αὐτὸν εἶναι τὸν οὐρανὸν, καὶ αὐτὸν εἶναι τὸ τῇ πρώτῃ ἡμέρᾳ γενόμενον φῶς, καὶ αὐτὸν εἶναι τὴν γῆν, καὶ ἕκαστον τῶν ποιηθέντων, ἵνα λοιπὸν ὁμοιωθῶσι καὶ τοῖς λεγομένοις Στωϊκοῖς. Ὅτι ἐκεῖνοι μὲν αὐτὸν τὸν Θεὸν ἐξαπλοῦσιν εἰς τὰ πάντα· οὗτοι δὲ τὸν τοῦ Θεοῦ Λόγον εἰς ἕκαστον τῶν ποιημάτων συντάττουσιν· εἰ καὶ φθάσαντες εἰρήκασι τὰ ὅμοια, λέγοντες ἕνα τῶν ποιημάτων αὐτὸν εἶναι.
mindedness will they be able to devise for this, seeing that from every side our discourse, having cleared up the saying, has shown that the Son is not a thing made, but in essence indeed is the Offspring of the Father, while in the economy, according to the good pleasure of the Father, He was made man on our account and is constituted such? And for this reason, then, it is said in the Apostle, Being faithful to Him Who made Him (Heb. 3:2), and in the Proverbs also the expression to be created (Prov. 8:22). For so long as He is confessed to have become man, it makes no difference to say, just as has been said before, either He became, or He has been made, or He has been created, or He has been formed, or servant, or son of a handmaid, or son of man, or He was constituted, or He went on a journey, or bridegroom, or nephew, or brother. For all these terms happen to be proper to the constitution of men; and such expressions do not signify the essence of the Word, but that He has become man. Such a meaning also has the saying of Peter in the Acts, which is again brought forward by them, when he says: That God has made this Jesus, Whom you crucified, both Lord and Christ (Acts 2:36). For neither is it written here, He made for Himself a Son, or, He made for Himself a Word, that they should imagine such things too. If then they have not forgotten that they are speaking concerning the Son of God, let them search whether anywhere it is written, God made for Himself a Son, or He created for Himself a Word; or again, whether anywhere it is plainly written, The Word is a thing made or a creature; and then let them make their excuses, so that even thus the senseless men may be refuted. But if they find nothing of the sort, and only hunt out wherever there is written He made and He has been made, I fear lest, hearing little by little, In the beginning God made the heaven and the earth (Gen. 1:1), and He made the sun and the moon (Gen. 1:16), and He made the sea, they may say that He is the heaven, and that He is the light which came to be on the first day, and that He is the earth, and each of the things that were made, so that at last they may be likened also to those who are called Stoics; because those men spread God Himself out into all things, while these men range the Word of God among each of the things made—if indeed they have not already said the like before, in saying that He is one of the things made.
12. Ἀλλὰ πάλιν ἀκουέτωσαν τὰ αὐτὰ, καὶ μανθα-
12. But let them again hear the same things, and learn
Notes, col. 169

On the reading

Printed αδελφιδοῦς, for ἀδελφιδοῦς.