Migne Reading Room

PG 26 · cols. 49–60 · Read from the page

First Oration against the Arians

First Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:49Read from the page
μένου τῷ Πατρὶ, ἐνθυμεῖσθε τοῦτον μακρύνειν ἀπ' αὐτοῦ. Κτίζουσά ἐστι καὶ δημιουργὸς ἡ Τριάς· καὶ οὐ φοβεῖσθε καταφέροντες αὐτὴν εἰς τὰ ἐξ οὐκ ὄντων· οὐκ αἰδεῖσθε τὰ δοῦλα συνεξισάζοντες τῇ εὐγενείᾳ τῆς Τριάδος, καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ τοῖς ὑπηκόοις συντάττοντες. Παύσασθε συμφύροντες τὰ ἄμικτα, μᾶλλον δὲ τὰ μὴ ὄντα τῷ ὄντι. Οὐκ ἔστι ταῦτα λέγοντας ἐνεγκεῖν δόξαν καὶ τιμὴν τῷ Κυρίῳ, ἀλλὰ ἀδοξίαν καὶ ἀτιμίαν· ὁ γὰρ ἀτιμάζων τὸν Υἱὸν ἀτιμάζει τὸν Πατέρα. Εἰ γὰρ νῦν ἐν Τριάδι ἡ θεολογία τελεία ἐστὶ, καὶ αὕτη ἡ ἀληθὴς καὶ μόνη θεοσέβειά ἐστι, καὶ τοῦτό ἐστι τὸ καλὸν καὶ ἡ ἀλήθεια· ἔδει τοῦτο οὕτως ἀεὶ εἶναι, ἵνα μὴ τὸ καλὸν καὶ ἡ ἀλήθεια ἐπιγένηται, καὶ ἐκ προσθήκης συνίσταται τὸ τῆς θεολογίας πλήρωμα. Ἔδει οὖν τοῦτο ἀϊδίως εἶναι· εἰ δὲ μὴ ἀϊδίως ἦν, ἔδει μηδὲ νῦν οὕτως αὐτὴν εἶναι, ἀλλ' οὕτως εἶναι, ὥσπερ ἐξ ἀρχῆς ὑμεῖς αὐτὴν ὑποτίθεσθε, ἵνα μηδὲ νῦν Τριὰς ᾖ. Ἀλλ' οὐκ ἂν ἀνάσχοιτό τις Χριστιανῶν τῶν τοιούτων αἱρετικῶν· Ἑλλήνων γὰρ ἴδια ταῦτα, ὥστε γενητὴν εἰσάγειν Τριάδα, καὶ τοῖς γενητοῖς αὐτὴν συνεξισάζειν. Τῶν γὰρ γενητῶν ἐστιν ἐλλείψεις καὶ προσθήκας δέχεσθαι· Χριστιανῶν δὲ ἡ πίστις ἄτρεπτον καὶ τελείαν καὶ ἀεὶ ὡσαύτως ἔχουσαν τὴν μακαρίαν οἶδε Τριάδα, καὶ οὔτε πλέον τι τῇ Τριάδι προστίθησιν, οὔτε ἐνδεῆ ποτε ταύτην γεγενῆσθαι λογίζεται· ἑκάτερον γὰρ τούτων δυσσεβές· διὸ καὶ ἀμιγῆ μὲν αὐτὴν γινώσκει τῶν γενητῶν, ἀδιαίρετον δὲ τὴν ἑνότητα τῆς θεότητος αὐτῆς φυλάττουσα προσκυνεῖ· καὶ φεύγει μὲν τὰς τῶν Ἀρειανῶν βλασφημίας, ὁμολογεῖ δὲ καὶ οἶδεν ἀεὶ εἶναι τὸν Υἱόν· ἔστι γὰρ ἀΐδιος ὡς ὁ Πατὴρ, οὗ καὶ ἔστι Λόγος ἀΐδιος· καὶ γὰρ καὶ τοῦτο πάλιν ἴδωμεν.
gether with the Father, you devise how to remove Him far from Him. The Trinity is Creator and Framer; and you are not afraid of bringing It down among things that are out of nothing; you are not ashamed of making slavish things coequal with the nobility of the Trinity, and of ranking the King, the Lord of Sabaoth, with His subjects. Cease confounding things that cannot be mixed, or rather the things that are not with Him Who is. Those who say these things cannot bring glory and honour to the Lord, but dishonour and indignity; for he who dishonours the Son dishonours the Father. For if now theology is perfect in Trinity, and this is the true and only religion, and this is the good and the truth, this ought always to have been so, lest the good and the truth should be an aftergrowth, and the fulness of theology be constituted by addition. This, therefore, ought to have been eternally; and if it was not eternally, neither now ought it to be so, but it ought to be just as you suppose it from the beginning, so that not even now should there be a Trinity. Yet no Christian would endure such heretics; for these things belong to the Greeks, to introduce an originated Trinity and to make It coequal with originated things. For it belongs to originated things to admit of deficiencies and additions; whereas the faith of Christians knows the blessed Trinity as unchangeable and perfect and ever in the same state, and neither adds anything more to the Trinity, nor reckons It ever to have been deficient; for either of these is impious; wherefore also it knows It to be unmixed with originated things, and guarding undivided the unity of Its Godhead, worships It; and it shuns the blasphemies of the Arians, and confesses and knows that the Son always is; for He is eternal as the Father, Whose eternal Word He also is; for let us examine this again as well.
19. Εἰ πηγὴ σοφίας καὶ ζωῆς ἐστι καὶ λέγεται ὁ Θεὸς, ὡς διὰ μὲν Ἱερεμίου, Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος· καὶ πάλιν, Θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσραὴλ, Κύριε, πάντες οἱ ἐγκαταλιπόντες σε αἰσχυνθήτωσαν· ἀφεστηκότες, ἐπὶ τῆς γῆς γραφήτωσαν· ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν Κύριον· ἐν δὲ τῷ Βαροὺχ γέγραπται· Ἐγκατελίπετε τὴν πηγὴν τῆς σο-
19. If God is and is called the fountain of wisdom and of life, as through Jeremiah, They have forsaken Me, the fountain of living water (Jer. 2:13); and again, A throne of glory on high is our sanctuary, O Lord, the patience of Israel; let all who forsake Thee be put to shame; let those who depart be written on the earth, because they have forsaken the fountain of life, the Lord (Jer. 17:12-13); and in Baruch it is written, You have forsaken the fountain of wis-
PG 26:52Read from the page
φίας· ἀκόλουθον ἂν εἴη τὴν ζωὴν καὶ τὴν σοφίαν μήτε ξένα τῆς οὐσίας τῆς πηγῆς εἶναι, ἀλλ' ἴδια, μήτε ἀνύπαρκτά ποτε εἶναι, ἀλλ' ἀεὶ εἶναι. Ἔστι δὲ ταῦτα ὁ Υἱὸς ὁ λέγων, Ἐγώ εἰμι ἡ ζωὴ, καὶ, Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν. Πῶς τοίνυν οὐκ ἀσεβεῖ ὁ λέγων, Ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός; Ἴσον γάρ ἐστιν εἰπεῖν, Ἦν ποτε ὅτε ἡ πηγὴ ξηρὰ ἦν χωρὶς τῆς ζωῆς καὶ τῆς σοφίας. Ἡ δὲ τοιαύτη οὐκ ἂν εἴη πηγή· τὸ γὰρ μὴ ἐξ ἑαυτοῦ γεννῶν οὐκ ἔστι πηγή. Ὅσης δὲ ἀτοπίας γέμον ἐστὶ τοῦτο! Ὁ μὲν γὰρ Θεὸς τοὺς ποιοῦντας αὐτοῦ τὸ θέλημα ἐπαγγέλλεται ὡς πηγὴν ἔσεσθαι, ἣν μὴ ἐξέλιπεν ὕδωρ, λέγων διὰ Ἠσαΐου τοῦ προφήτου· Καὶ ἐμπλησθήσῃ, καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται, καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ· οὗτοι δὲ τὸν Θεὸν λεγόμενον καὶ ὄντα πηγὴν τῆς σοφίας, ἄγονον αὐτὸν καὶ λείψαντά ποτε τῆς ἰδίας σοφίας δυσφημεῖν τολμῶσιν. Ἀλλὰ τὰ μὲν παρὰ τούτων ἐστὶ ψεύδη· ἡ δὲ Ἀλήθεια μαρτυρεῖ πηγὴν ἀΐδιον εἶναι τὸν Θεὸν τῆς ἰδίας σοφίας. Ἀϊδίου δὲ τῆς πηγῆς οὔσης, ἐξ ἀνάγκης καὶ τὴν Σοφίαν ἀΐδιον εἶναι δεῖ. Ἐν ταύτῃ γὰρ καὶ τὰ πάντα γέγονεν, ὡς ψάλλει Δαβίδ· Πάντα ἐν Σοφίᾳ ἐποίησας· καὶ Σολομών φησιν· Ὁ Θεὸς τῇ Σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Αὐτή τε ἡ Σοφία ἐστὶν ὁ Λόγος, καὶ δι' αὐτοῦ, ὡς Ἰωάννης φησὶν, ἐγένετο τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ αὐτός ἐστιν ὁ Χριστός. Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτὸν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Εἰ δὲ τὰ πάντα δι' αὐτοῦ, αὐτὸς οὐκ ἂν εἴη συναριθμούμενος τοῖς πᾶσιν. Ὁ γὰρ τολμῶν τὸν δι' οὗ τὰ πάντα λέγειν ἕνα εἶναι τῶν πάντων, πάντως δή που καὶ περὶ Θεοῦ, ἐξ οὗ τὰ πάντα, τὸ αὐτὸ λογίσεται. Εἰ δὲ τοῦτο ὡς ἄτοπον φεύγει τις, καὶ διίστησιν ὡς ἄλλον ἀπὸ τῶν πάντων τὸν Θεὸν, ἀκόλουθον ἂν εἴη καὶ τὸν μονογενῆ Υἱὸν ἴδιον ὄντα τῆς τοῦ Πατρὸς οὐσίας ἄλλον λέγειν εἶναι τῶν πάντων· μὴ ὄντος δὲ αὐτοῦ τῶν πάντων, οὐ θέμις ἐπ' αὐτοῦ λέγειν τὸ, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ, Οὐκ ἦν, πρὶν γεννηθῇ. Αἱ τοιαῦται γὰρ φωναὶ κατὰ τῶν ποιημάτων ἁρμόζουσι λέγεσθαι· αὐτὸς δὲ ὁ Υἱὸς τοιοῦτός ἐστιν, οἷός ἐστιν ὁ Πατὴρ, οὗ καὶ ἔστι τῆς οὐσίας ἴδιον γέννημα, Λόγος, καὶ Σοφία. Τοῦτο γὰρ ἴδιον τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ τοῦτο τὸν Πατέρα τοῦ Υἱοῦ δείκνυσιν ἴδιον, ὥστε μήτε τὸν Θεὸν λέγειν ποτὲ ἄλογον, μήτε τὸν Υἱὸν ἀνύπ-
dom (Bar. 3:12); it would follow that life and wisdom are neither foreign to the essence of the fountain, but proper to it, nor ever non-existent, but always existing. And the Son is these things, Who says, I am the life (John 14:6), and, I, wisdom, have dwelt with counsel (Prov. 8:12). How then is he not impious who says, There was once when the Son was not? For it is equivalent to saying, There was once when the fountain was dry, without life and wisdom. Yet such a thing would not be a fountain; for that which does not beget from itself is not a fountain. And of how great absurdity is this full! For God promises that those who do His will shall be as a fountain which water has not failed, saying through Isaiah the prophet: And you shall be filled, even as your soul desires, and your bones shall grow fat, and shall be as a well-watered garden, and as a fountain which water has not failed (Isa. 58:11); yet these men dare to blaspheme God, Who is called and is the fountain of wisdom, as being barren and having once been bereft of His own wisdom. But the things said by them are falsehoods; whereas the Truth bears witness that God is the eternal fountain of His own wisdom. And since the fountain is eternal, of necessity the Wisdom also must be eternal. For in Her also all things were made, as David sings: In Wisdom hast Thou made all things (Ps. 103:24); and Solomon says: God by Wisdom founded the earth, and by understanding prepared the heavens (Prov. 3:19). And this Wisdom is the Word, and through Him, as John says, all things were made, and without Him was made not even one thing (John 1:3); and He Himself is the Christ. For there is one God, the Father, from Whom are all things, and we unto Him, and one Lord Jesus Christ, through Whom are all things, and we through Him (1 Cor. 8:6). And if all things are through Him, He Himself could not be numbered together with all things. For he who dares to say that He through Whom are all things is one of all things, will altogether surely reckon the same concerning God also, from Whom are all things. But if anyone shuns this as absurd, and separates God as other from all things, it would follow also to say that the only-begotten Son, being proper to the Father's essence, is other than all things; and since He is not of all things, it is unlawful to say of Him, There was once when He was not, and, He was not before He was begotten. For such expressions are fitting to be spoken of things that are made; whereas the Son Himself is such as the Father is, of Whose essence He is also the proper offspring, Word, and Wisdom. For this is proper to the Son towards the Father, and this shows the Father to be proper to the Son, so that one may neither say that God was ever wordless, nor say that the Son was ever non-ex-
Notes, col. 52

On the reading

Printed Ἠσαΐου, for Ἡσαΐου.

PG 26:53Read from the page
αρκτόν ποτε λέγειν. Ἐπεὶ διὰ τί Υἱὸς εἰ μὴ ἐξ αὐτοῦ; ἢ διὰ τί Λόγος καὶ Σοφία εἰ μὴ ἀεὶ καὶ ἴδιον αὐτοῦ;
istent. For why is He Son if He is not from Him? Or why is He Word and Wisdom if He is not always and proper to Him?
20. Πότε γοῦν τοῦ ἰδίου χωρὶς ἦν ὁ Θεός; ἢ πῶς τις περὶ τοῦ ἰδίου, ὡς περὶ ξένου καὶ ἀλλοτριοουσίου δύναται λογίσασθαι; Τὰ μὲν γὰρ ἄλλα οἷά ἐστι τὰ γενητὰ, οὐδὲν ὅμοιον κατ' οὐσίαν ἔχει πρὸς τὸν πεποιηκότα· ἀλλ' ἔξωθεν αὐτοῦ ἐστι, χάριτι καὶ βουλήσει αὐτοῦ τῷ Λόγῳ γενόμενα, ὥστε πάλιν δύνασθαι καὶ παύεσθαί ποτε, εἰ θελήσειεν ὁ ποιήσας· ταύτης γάρ ἐστι φύσεως τὰ γενητά. Τὸ δὲ ἴδιον τῆς οὐσίας τοῦ Πατρὸς (ὡμολόγηται γὰρ ἤδη τοῦτο εἶναι ὁ Υἱός)· πῶς οὐ τολμηρὸν καὶ δυσσεβὲς εἰπεῖν ἐξ οὐκ ὄντων, καὶ ὅτι οὐκ ἦν πρὶν γεννηθῇ, ἀλλ' ἐπισυμβέβηκε, καὶ δύναται πάλιν μὴ εἶναί ποτε; Τοῦτο δὲ καὶ μόνον ὁ ἐνθυμούμενος κατανοείτω, πῶς τὸ τέλειον καὶ τὸ πλῆρες τῆς τοῦ Πατρὸς οὐσίας ἀφαιρεῖται· καὶ γὰρ φανερώτερον ἄν τις ἴδοι πάλιν τὸ ἄτοπον τῆς αἱρέσεως, ἐὰν ἐνθυμηθῇ, ὅτι ὁ Υἱὸς εἰκών ἐστι καὶ ἀπαύγασμα τοῦ Πατρὸς, καὶ χαρακτὴρ, καὶ ἀλήθεια. Εἰ γὰρ ὑπάρχοντος φωτὸς, ἔστιν εἰκὼν αὐτοῦ τὸ ἀπαύγασμα· καὶ οὔσης ὑποστάσεως, ἔστι ταύτης ὁ χαρακτὴρ ὁλόκληρος· καὶ ὄντος Πατρὸς, ἔστιν ἡ ἀλήθεια· σκοπείτωσαν οἱ τὴν εἰκόνα καὶ τὸ εἶδος τῆς θεότητος χρόνῳ μετροῦντες, εἰς πόσον ἀσεβείας βάραθρον πίπτουσιν. Εἰ γὰρ οὐκ ἦν ὁ Υἱὸς, πρὶν γεννηθῇ, οὐκ ἦν ἀεὶ ἐν τῷ Θεῷ ἡ ἀλήθεια. Ἀλλὰ τοῦτο λέγειν οὐ θέμις· τοῦ γὰρ Πατρὸς ὄντος, ἦν ἀεὶ ἐν αὐτῷ ἡ ἀλήθεια, ἥτις ἐστὶν ὁ Υἱὸς ὁ λέγων· Ἐγώ εἰμι ἡ Ἀλήθεια· καὶ τῆς ὑποστάσεως ὑπαρχούσης, πάντως εὐθὺς εἶναι δεῖ τὸν χαρακτῆρα καὶ τὴν εἰκόνα ταύτης· οὐ γὰρ ἔξωθέν ἐστι γραφομένη ἡ τοῦ Θεοῦ εἰκών· ἀλλ' αὐτὸς ὁ Θεὸς γεννητής ἐστι ταύτης, ἐν ᾗ ἑαυτὸν ὁρῶν προσχαίρει ταύτῃ, ὡς αὐτὸς ὁ Υἱὸς λέγει· Ἐγὼ ἡμην ᾗ προσέχαιρε. Πότε γοῦν οὐχ ἑώρα ἑαυτὸν ὁ Πατὴρ ἐν τῇ ἑαυτοῦ εἰκόνι; ἢ πότε οὐ προσέχαιρεν, ἵνα τολμήσῃ τις εἰπεῖν, Ἐξ οὐκ ὄντων ἐστὶν ἡ εἰκὼν, καὶ, Οὐκ ἦν χαίρων ὁ Πατὴρ, πρὶν γένηται ἡ εἰκών; Πῶς δὲ καὶ ἑαυτὸν ἂν ἴδοι ὁ ποιητὴς καὶ κτίστης ἐν κτιστῇ καὶ γενητῇ οὐσίᾳ; Τοιαύτην γὰρ εἶναι δεῖ τὴν εἰκόνα, οἷός ἐστιν ὁ ταύτης Πατήρ.
20. When, then, was God without that which is proper to Him? Or how can anyone reckon concerning what is proper, as concerning something foreign and alien in essence? For other things, such as are things originated, have nothing like in essence to Him Who made them; but they are outside of Him, having come into being by the Word through His grace and will, so that they can again even cease to be at some time, if He Who made them should so will; for of such a nature are things originated. But as for what is proper to the Father's essence (for this has already been admitted to be the Son), how is it not presumptuous and impious to say that He is out of things that are not, and that He was not before He was begotten, but accrued adventitiously, and can again at some time not be? Let him who even merely ponders this consider how the perfection and the fulness of the Father's essence are taken away; for one might see yet more clearly again the absurdity of the heresy, if he should consider that the Son is the image and radiance of the Father, and express character, and truth. For if, when light exists, the radiance is its image; and when subsistence exists, its entire express character exists; and when the Father exists, His truth exists; let those who measure the image and the form of the Godhead by time look into how great a pit of impiety they fall. For if the Son was not before He was begotten, the truth was not always in God. Yet to say this is unlawful; for since the Father was, there was always in Him the truth, which is the Son, Who says: I am the Truth (John 14:6); and when the subsistence exists, altogether at once its express character and image must exist; for the image of God is not delineated from without, but God Himself is the begetter of it, in which seeing Himself He rejoices in it, as the Son Himself says: I was she in whom He rejoiced (Prov. 8:30). When, therefore, did the Father not see Himself in His own image? Or when did He not rejoice, that anyone should dare to say, The image is out of things that are not, and, The Father was not rejoicing before the image came into being? And how too could the Maker and Creator see Himself in a created and originated essence? For such must the image be as is its Father.
Notes, col. 53

On the reading

Printed ἡμην, for ἤμην.

PG 26:56Read from the page
21. Φέρε τοίνυν, ἴδωμεν τὰ τοῦ Πατρὸς, ἵνα καὶ τὴν εἰκόνα ἐπιγνῶμεν, εἰ αὐτοῦ ἐστιν. Ἀΐδιός ἐστιν ὁ Πατὴρ, ἀθάνατος, δυνατὸς, φῶς, βασιλεὺς, παντοκράτωρ, Θεὸς, Κύριος, κτίστης, καὶ ποιητής. Ταῦτα εἶναι δεῖ ἐν τῇ εἰκόνι, ἵνα ἀληθῶς ὁ τὸν Υἱὸν ἑωρακὼς ἴδῃ τὸν Πατέρα. Εἰ δὲ μὴ οὕτως ἐστὶν, ἀλλ' ὡς οἱ Ἀρειανοὶ φρονοῦσιν, γενητός ἐστι, καὶ οὐκ ἀΐδιος ὁ Υἱὸς, οὐκ ἔστιν αὕτη τοῦ Πατρὸς ἀληθὴς εἰκὼν, εἰ μὴ ἄρα λοιπὸν ἀπερυθριάσαντες εἴπωσιν, ὅτι καὶ τὸ εἰκόνα λέγεσθαι τὸν Υἱὸν, οὐχ ὁμοίας οὐσίας ἐστὶ γνώρισμα, ὄνομα δὲ μόνον ἐστὶν αὐτοῦ. Ἀλλὰ τοῦτο πάλιν, ὦ Χριστομάχοι, οὐκ ἔστιν εἰκὼν, οὐδὲ χαρακτήρ. Ποία γὰρ ἐμφέρεια τῶν ἐξ οὐκ ὄντων πρὸς τὸν κτίσαντα τὰ οὐκ ὄντα εἰς τὸ εἶναι; ἢ πῶς τῷ ὄντι τὸ οὐκ ὂν ὅμοιον εἶναι δύναται, λειπόμενον τῷ ποτε μὴ εἶναι, καὶ τῷ πρὸς τὰ γενόμενα τὴν σύνταξιν ἔχειν; Τοιοῦτον γὰρ αὐτὸν εἶναι θέλοντες οἱ Ἀρειανοὶ, λογισμοὺς ἑαυτοῖς ἐπενόησαν, λέγοντες· Εἰ γέννημά ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς καὶ εἰκὼν, καὶ ὅμοιός ἐστι κατὰ πάντα τοῦ Πατρὸς, ὀφείλει πάντως, ὥσπερ γεγέννηται, γεννᾷν καὶ ὁ Υἱὸς, καὶ γίνεσθαι καὶ αὐτὸς πατὴρ υἱοῦ· πάλιν τε ὁ ἐξ αὐτοῦ γεννώμενος γεννᾷν καὶ αὐτὸς, καὶ καθεξῆς ἕως εἰς ἄπειρον· τοῦτο γὰρ ὅμοιον δείκνυσι τὸν γεννηθέντα τοῦ γεννήσαντος. Ἐφευρεται δυσφημιῶν ἀληθῶς οἱ θεομάχοι, οἵτινες, ἵνα μὴ τὸν Υἱὸν εἰκόνα τοῦ Πατρὸς ὁμολογήσωσι, σωματικὰ καὶ γήϊνα περὶ αὐτοῦ τοῦ Πατρὸς φρονοῦσι, τομὰς, καὶ ἀποῤῥοίας καὶ ἐπιῤῥοίας κατηγοροῦντες κατ' αὐτοῦ. Εἰ μὲν οὖν ὡς ἄνθρωπός ἐστιν ὁ Θεὸς, γινέσθω καὶ γεννητὴς, ὡς ἄνθρωπος, ἵνα καὶ ὁ Υἱὸς ἑτέρου γίνηται πατὴρ, καὶ οὕτω καθεξῆς ἐξ ἀλλήλων γινέσθωσαν, ἵνα καὶ εἰς πλῆθος θεῶν ἡ διαδοχὴ κατ' αὐτοὺς αὐξάνῃ· εἰ δὲ οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός· οὐκ ἔστι γάρ· οὐ δεῖ τὰ ἀνθρώπων ἐπ' αὐτοῦ λογίζεσθαι. Τὰ μὲν γὰρ ἄλογα ζῶα καὶ οἱ ἄνθρωποι ἐκ δημιουργικῆς ἀρχῆς κατὰ διαδοχῆς ἀλλήλων γεννῶνται· καὶ ὁ γεννώμενος, ἐκ γεννωμένου πατρὸς γεννηθεὶς, εἰκότως καὶ αὐτὸς ἑτέρου γίνεται πατὴρ, ἔχων ἐκ πατρὸς ἐν ἑαυτῷ τοῦτο, ἐξ οὗ καὶ αὐτὸς γέγονε. Διὸ οὐδέ ἐστιν ἐν τοῖς τοιούτοις κυρίως πατὴρ καὶ κυρίως υἱὸς, οὐδὲ ἕστηκεν ἐπ' αὐτῶν τὸ πατὴρ καὶ τὸ υἱός· ὁ γὰρ αὐτὸς υἱὸς μὲν τοῦ γεννήσαντος, πατὴρ δὲ τοῦ γεννωμένου ἐξ αὐτοῦ. Ἐπὶ δὲ τῆς θεότητος οὐκ ἔστιν οὕτως· οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεός· οὔτε γὰρ ὁ πατὴρ ἐκ πατρός ἐστι· διὸ οὐδὲ γεννᾷ τὸν γεννησόμενον πατέρα·
21. Come then, let us look at the attributes of the Father, that we may also recognize the image, whether it is His. The Father is eternal, immortal, mighty, light, King, Almighty, God, Lord, Creator, and Maker. These attributes must be in the image, so that truly he who has seen the Son may see the Father. But if it is not so, and instead, as the Arians think, the Son is originated and not eternal, this is not a true image of the Father, unless indeed they should hereafter cast off all shame and say that the Son's being called an image is not a token of like essence, but is His name alone. Yet this again, O fighters against Christ, is neither an image nor an express character. For what likeness have things that are out of nothing to Him Who created the things that were not into being? Or how can that which is not be like Him Who is, falling short by having once not been, and by having its rank among things that came into being? Wishing Him to be such, the Arians devised reasonings for themselves, saying: If the Son is the offspring and image of the Father, and is in all things like the Father, the Son also altogether ought, just as He has been begotten, to beget as well, and Himself also to become father of a son; and again he who is begotten from Him to beget as well, and so on unto infinity; for this shows the begotten to be like Him Who begot. Inventors of blasphemies truly are the fighters against God, who, lest they should confess the Son to be the image of the Father, think bodily and earthly things concerning the Father Himself, imputing cuttings and effluxes and influxes against Him. If, therefore, God is as a man, let Him also become a begetter as a man, so that the Son too may become father of another, and so in succession let them be begotten from one another, until according to them the succession increases into a multitude of gods; but if God is not as a man—for He is not—one must not reckon the things of men in His case. For irrational animals and men, from a creative beginning, are begotten from one another by succession; and he who is begotten, being begotten from a father who was himself begotten, naturally becomes himself also father of another, having from his father in himself that whereby he himself also came into being. Wherefore among such beings there is neither strictly a father nor strictly a son, nor does being father and being son stand fast in their case; for the same one is son of him who begot him, and father of him who is begotten from him. But in the case of the Godhead it is not so; for God is not as a man; for neither is the Father from a father; wherefore neither does He beget one who will become a father;
Notes, col. 56

On the reading

Printed Ἐφευρεται, for Ἐφευρεταὶ.

PG 26:57Read from the page
οὔτε ο Υἱὸς ἐξ ἀποῤῥοίας ἐστὶ τοῦ Πατρὸς, οὐδὲ ἐκ γεννηθέντος Πατρὸς γεγέννηται· διὸ οὐδὲ γεγέννηται εἰς τὸ γεννᾷν. Ὅθεν ἐπὶ τῆς θεότητος μόνης ὁ Πατὴρ κυρίως πατήρ ἐστι, καὶ ὁ Υἱὸς κυρίως υἱός ἐστι, καὶ ἐπὶ τούτων καὶ μόνων ἕστηκε τὸ Πατὴρ ἀεὶ πατὴρ εἶναι, καὶ τὸ Υἱὸς ἀεὶ υἱὸς εἶναι.
nor is the Son from an efflux of the Father, nor is He begotten from a Father Who was begotten; wherefore neither has He been begotten so as to beget. Hence in the Godhead alone the Father is strictly Father, and the Son is strictly Son, and in Their case, and Theirs alone, it stands fast that the Father is always Father, and that the Son is always Son.
22. Οὐκοῦν ὁ ζητῶν διὰ τί μὴ γεννητικὸς υἱοῦ ὁ Υἱὸς, ζητείτω διὰ τί μὴ πατέρα ἔσχεν ὁ Πατήρ. Ἀλλὰ ἄτοπά γε ἀμφότερα καὶ πάσης μεστὰ ἀσεβείας. Ὡς γὰρ ὁ Πατὴρ ἀεὶ πατὴρ, καὶ οὐκ ἄν ποτε γένοιτο υἱὸς, οὕτως ὁ Υἱὸς ἀεὶ υἱός ἐστι, καὶ οὐκ ἄν ποτε γένοιτο πατήρ· καὶ ἐν τούτῳ γὰρ μᾶλλον χαρακτὴρ ὢν καὶ εἰκὼν τοῦ Πατρὸς δείκνυται, μένων ὅ ἐστι καὶ οὐκ ἀλλασσόμενος, ἀλλ' ἔχων ἐκ τοῦ Πατρὸς τὴν ταὐτότητα. Εἰ μὲν οὖν ὁ Πατὴρ μεταβάλλεται, μεταβαλλέσθω καὶ ἡ εἰκών· πρὸς γὰρ τὸν γεννήσαντα οὕτω καὶ ἡ εἰκὼν αὐτοῦ καὶ τὸ ἀπαύγασμα ἕστηκεν· εἰ δὲ ἄτρεπτός ἐστιν ὁ Πατὴρ, καὶ ὅ ἐστιν οὕτως διαμένει, ἐξ ἀνάγκης καὶ εἰκὼν ὅ ἐστι διαμένει, καὶ οὐ τραπήσεται. Ἔστι δὲ ἐκ τοῦ Πατρὸς Υἱός· οὐκ ἄρα ἕτερόν τι γενήσεται, ἢ ὅπερ ἐστὶ τῆς τοῦ Πατρὸς οὐσίας ἴδιον. Μάτην ἄρα καὶ τοῦτο ἐπενόησαν οἱ ἄφρονες, ἐξάραι θέλοντες ἀπὸ τοῦ Πατρὸς τὴν εἰκόνα, ἵνα τοῖς γενητοῖς τὸν Υἱὸν ἐξισάσωσιν. Ἐν τούτοις γοῦν αὐτὸν συντάττονσες οἱ περὶ Ἄρειον ἐκ διδασκαλίας Εὐσεβίου, καὶ τοιοῦτον εἶναι νομίζοντες οἷα τὰ δι' αὐτοῦ γενόμενά ἐστιν, ἀπεπήδησαν μὲν ἀπὸ τῆς ἀληθείας, συμφορήσαντες δὲ ἑαυτοῖς ῥημάτια πανουργίας, περιήρχοντο κατὰ τὴν ἀρχὴν, ὅτε τὴν αἵρεσιν ταύτην ἔπλασσον, καὶ μέχρι δὲ νῦν τινες συναντῶντες ἐξ αὐτῶν παιδαρίοις κατὰ τὴν ἀγορὰν, πυνθάνονται αὐτῶν, οὔτι γε ἀπὸ τῶν θείων Γραφῶν, ἀλλ' ὥσπερ τὰ περισσεύματα τῆς καρδίας αὐτῶν ἐρευγόμενοι λέγουσιν· Ὁ ὢν τὸν μὴ ὄντα ἐκ τοῦ ὄντος πεποίηκεν, ἢ τὸν ὄντα; ὄντα οὖν αὐτὸν πεποίηκεν, ἢ μὴ ὄντα; Καὶ πάλιν, Ἕν τὸ ἀγένητον, ἢ δύο; καὶ αὐτεξούσιός ἐστι καὶ ἰδίᾳ προαιρέσει οὐ τρέπεται, τρεπτῆς ὢν φύσεως; Οὐ γὰρ ὡς λίθος ἐστὶν ἀφ' ἑαυτοῦ μένων ἀκίνητος. Εἶτα καὶ εἰσερχόμενοι πρὸς γυναικάρια, πάλιν αὐταῖς ἐκτεθηλυμένα ῥημάτια φθέγγονται, Εἰ εἶχες υἱὸν πρὶν τέκῃς; ὥσπερ δὲ οὐκ εἶχες, οὕτω καὶ ὁ τοῦ Θεοῦ Υἱὸς οὐκ ἦν, πρὶν γεννηθῇ. Τοιούτοις ῥήμασιν ἐξορχούμενοι παίζουσιν οἱ ἄτιμοι, καὶ τὸν Θεὸν ἀνθρώποις ἀπεικάζουσι· φάσκοντές τε εἶναι Χριστιανοὶ, ἀλλάσ-
22. Therefore let him who asks why the Son is not productive of a son ask also why the Father did not have a father. Yet both are absurd and full of all impiety. For just as the Father is always Father, and could never become a son, so the Son is always Son, and could never become a father; for in this rather He is shown to be the express character and image of the Father, remaining what He is and not changing, but having sameness from the Father. If, therefore, the Father changes, let the image also change; for thus both His image and radiance stand in relation to Him Who begot; but if the Father is unchangeable, and remains thus what He is, of necessity the image also remains what it is, and will not be altered. Now He is Son from the Father; therefore He will not become something other than what is proper to the Father's essence. In vain, therefore, have the fools devised this also, wishing to sever the image from the Father so that they may make the Son coequal with things originated. Ranking Him, then, among these after the teaching of Eusebius, those around Arius, and supposing Him to be such as are the things that came into being through Him, leaped away from the truth, and having heaped up for themselves petty phrases of craftiness, went about at the beginning, when they were fashioning this heresy, and even until now some of them, meeting young boys in the marketplace, question them, not indeed out of the divine Scriptures, but as though belching forth the overflowings of their heart (Luke 6:45), they say: Did He Who is make him who was not out of Him Who is, or him who was? Did He, then, make him when he already was, or when he was not? And again, Is the Unoriginated one, or two? And has He free will, and by His own choice does not alter, though being of a changeable nature? For He is not like a stone, remaining immovable of Himself. Then also, going in to silly women, again they utter effeminate petty phrases to them: Did you have a son before you bore him? And just as you did not have one, so also the Son of God was not before He was begotten. Dancing out with such phrases, the dishonourable men make sport, and liken God to men; and professing to be Christians, they chan-
Notes, col. 57

On the reading

Printed ο Υἱὸς, for ὁ Υἱὸς.

Printed συντάττονσες, for συντάττοντες.

PG 26:60Read from the page
σουσι τὴν τοῦ Θεοῦ δόξαν ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου
ge the glory of God into the likeness of an image of corruptible man (Rom. 1:23)
23. Ἔδει μὲν οὖν μηδὲν ἀποκρίνασθαι πρὸς τὰ τοιαῦτα, οὕτως ἀνόητα ὄντα καὶ μωρά· ἵνα δὲ μὴ δοκῇ τι βέβαιον ἔχειν ἡ αἵρεσις αὐτῶν, προσήκει κἂν ὡς ἐκ παρέργου διελέγξαι καὶ ἐν τούτοις αὐτοὺς μάλιστα διὰ τὰ εὐχερῶς ἀπατώμενα παρ' αὐτῶν γυναικάρια. Ἔδει δὲ ταῦτα λέγοντας αὐτοὺς, καὶ ἀρχιτέκτονος πυνθάνεσθαι, Εἰ δύνασαι χωρὶς ὕλης ὑποκειμένης οἰκοδομεῖν; ὥσπερ δὲ οὐ δύνασαι, οὕτω καὶ ὁ Θεὸς οὐκ ἠδύνατο χωρὶς ὕλης ὑποκειμένης ποιῆσαι τὰ ὅλα. Ἔδει καὶ ἕκαστον αὐτοὺς τῶν ἀνθρώπων ἐρωτᾷν, Εἰ δύνασαι εἶναι χωρὶς τόπου; ὥσπερ δὲ οὐ δύνασαι, οὕτω καὶ ὁ Θεὸς ἐν τόπῳ ἐστίν· ἵν' οὕτως κἂν παρὰ τῶν ἀκουόντων ἐντρέπεσθαι δυνηθῶσιν. Ἢ διὰ τί, ἐὰν μὲν ἀκούωσιν, ὅτι Υἱὸν ἔχει ὁ Θεὸς, εἰς ἑαυτοὺς ἀποβλέποντες ἀρνοῦνται τοῦτον· ἐὰν δὲ ἀκούωσιν, ὅτι κτίζει καὶ ποιεῖ, οὐκέτι τὰ ἀνθρώπινα ἀντιτιθέασιν; ἔδει δὲ καὶ ἐν τῷ κτίζειν ἀνθρώπινα νοεῖν αὐτοὺς καὶ ὕλην ὑποβάλλειν τῷ Θεῷ, ἵνα καὶ τὸ εἶναι κτίστην τὸν Θεὸν ἀρνήσωνται, καὶ λοιπὸν μετὰ Μανιχαίων κυλίωνται. Εἰ δὲ ταῦθ' ὑπερβαίνει ἡ περὶ Θεοῦ ἔννοια, καὶ μόνον τις ἀκούσας πιστεύει καὶ οἶδεν, ὅτι ἐστὶν οὐχ ὡς ἡμεῖς ἐσμεν, ἔστι μέντοι ὡς Θεὸς, καὶ κτίζει οὐχ ὡς ἄνθρωποι κτίζουσι, κτίζει μέντοι ὡς Θεός· δῆλον, ὅτι καὶ γεννᾷ οὐχ ὡς ἄνθρωποι γεννῶσι, γεννᾷ μέντοι ὡς Θεός· οὐ γὰρ ὁ Θεὸς ἄνθρωπον μιμεῖται· ἀλλὰ μᾶλλον οἱ ἄνθρωποι διὰ τὸν Θεὸν κυρίως καὶ μόνον ἀληθῶς ὄντα Πατέρα τοῦ ἑαυτοῦ Υἱοῦ, καὶ αὐτοὶ πατέρες ὠνομάσθησαν τῶν ἰδίων τέκνων. Ἐξ αὐτοῦ γὰρ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται. Καὶ ἃ λέγουσι δὲ, ἐὰν ἀνεξέταστα μείνῃ, ὡς εἰρηκότες τι φρόνιμον νομίζονται· ἐὰν δέ τις αὐτὰ λογικῶς ἐξετάσῃ, πολὺν εὑρεθήσονται γέλωτα καὶ χλευασμὸν ὀφλισκάνοντες.
23. One ought, therefore, to make no answer at all to such things, since they are so senseless and foolish; yet lest their heresy should seem to have any solidity, it is fitting even as it were in passing to refute them in these matters also, especially on account of the silly women who are easily deceived by them. When they say these things, they ought also to inquire of a builder, Can you build without underlying matter? And just as you cannot, so neither could God make all things without underlying matter. They ought also to ask every single man, Can you exist without a place? And just as you cannot, so also God is in a place; so that thus they might be able to be put to shame at least by their hearers. Or why, when they hear that God has a Son, do they look to themselves and deny Him, whereas when they hear that He creates and makes, they no longer oppose human things? Yet they ought in His creating also to conceive human things and to supply matter for God, so as to deny that God is Creator as well, and finally wallow with the Manichaeans. But if the conception concerning God transcends these things, and upon merely hearing one believes and knows that He is, not as we are, yet He is as God, and creates, not as men create, yet He creates as God, it is plain that He also begets, not as men beget, yet He begets as God; for God does not imitate man; but rather men, on account of God, Who is strictly and alone truly Father of His own Son, have themselves also been named fathers of their own children. For from Him every fatherhood in heaven and on earth is named (Eph. 3:15). And as for the things they say, if they remain unexamined, they are supposed to have spoken something sensible; but if anyone examines them rationally, they will be found incurring much laughter and mockery.
24. Πρῶτον μὲν γὰρ ἡ πρώτη καὶ τοιαύτη αὐτῶν ἐρώτησίς ἐστι μωρὰ καὶ ἄδηλος. Οὐ γὰρ σημαίνουσι περὶ τίνος πυνθάνονται, ἵνα καὶ ὁ ἐρωτώμενος ἀποκρίνηται· ἀλλ' ἁπλῶς λέγουσιν, Ὁ ὢν τὸν μὴ ὄντα. Τίς οὖν ὁ ὢν, καὶ τίνα τὰ μὴ ὄντα, ὦ
24. For first of all, their first question of such a sort is foolish and indistinct. For they do not signify concerning what they are inquiring, so that the one questioned may also answer; but they simply say, He Who is, him who is not. Who then is He Who is, and what are the things that are not, O