Migne Reading Room

PG 26 · cols. 61–72 · Read from the page

First Oration against the Arians

First Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:61Read from the page
Ἀρειανοὶ; Ἢ τίς ὁ ὢν, καὶ τίς ὁ μὴ ὢν, καὶ τίνα λέγεται ὄντα, ἢ μὴ ὄντα; Δυνατὸν γὰρ καὶ τὸν ὄντα ποιεῖν καὶ τὰ μὴ ὄντα καὶ τὰ ὄντα καὶ τὰ προόντα. Τέκτων γοῦν καὶ χρυσοχόος καὶ κεραμεὺς τὴν οὖσαν καὶ πρὸ αὐτῶν τυγχάνουσαν ὕλην ἕκαστος κατὰ τὴν ἰδίαν τέχνην ἐργάζεται, ποιῶν ἃ βούλεται σκεύη· αὐτὸς δὲ ὁ τῶν ὅλων Θεὸς, τὸν ὄντα καὶ γενόμενον ἤδη παρ' αὐτοῦ χοῦν ἐκ γῆς λαβὼν πλάττει τὸν ἄνθρωπον· καὶ αὐτὴν μέντοι τὴν γῆν, οὐκ οὖσαν πρότερον, ὕστερον εἰς τὸ εἶναι πεποίηκε διὰ τοῦ ἰδίου Λόγου. Εἰ μὲν οὖν οὕτω πυνθάνονται, δῆλόν ἐστιν, ὡς ἡ μὲν κτίσις οὐκ ἦν, πρὶν γένηται, οἱ δὲ ἄνθρωποι τὴν οὖσαν ὕλην ἐπεργάζονται, καὶ ἀσύστατος αὐτῶν ὁ λόγος φανήσεται, γινομένων καὶ ὄντων, γινομένων καὶ μὴ ὄντων, ὥσπερ εἴπαμεν. Εἰ δὲ περὶ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ λαλοῦσι, προστιθέτωσαν τὰ λειπόμενα τῇ ἐρωτήσει, καὶ οὕτως ἐρωτάτωσαν· Ὁ ὢν Θεὸς ἦν ποτε ἄλογος; καὶ, Φῶς ὢν, ἀφεγγὴς ἦν; ἢ, Ἀεὶ ἦν τοῦ Λόγου Πατήρ; ἢ καὶ πάλιν οὕτως· Ὁ ὢν Πατὴρ τὸν Λόγον μὴ ὄντα πεποίηκεν, ἢ τὸν Λόγον ἴδιον ὄντα τῆς οὐσίας αὐτοῦ γέννημα ἔχει ἀεὶ σὺν αὐτῷ, ἵνα γνωσθῶσιν, ὅτι ὅλως περὶ Θεοῦ καὶ τοῦ ἐξ αὐτοῦ περιεργάζονται καὶ σοφίζεσθαι τολμῶσι. Τίς γὰρ ἀνέξεται λεγόντων αὐτῶν ἄλογόν ποτε τὸν Θεόν; Πάλιν γὰρ εἰς ταὐτὸν τοῖς προτέροις περιπεπτώκασι, καίτοι φεύγειν αὐτὸ καὶ σκέπειν σπουδάσαντες τοῖς ἑαυτῶν σοφίσμασιν· ἀλλ' οὐ δεδύνηνται. Οὐδεὶς γὰρ ὅλως κἂν ἀκοῦσαι θελήσειεν ἀμφιβαλλόντων αὐτῶν, ὅτι ὁ Θεὸς οὐκ ἦν ἀεὶ Πατὴρ, ἀλλ' ὕστερον γέγονεν, ἵνα καὶ φαντασθῶσιν, ὅτι καὶ ὁ Λόγος αὐτοῦ ποτε οὐκ ἦν πολλῶν ὄντων τῶν προειρημένων κατ' αὐτῶν ἐλέγχων, καὶ τοῦ μὲν Ἰωάννου λέγοντος, Ἦν ὁ Λόγος, τοῦ δὲ Παύλου γράφοντος πάλιν, Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ, Ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
Arians? Or Who is He that is, and who is he that is not, and what things are said to be things that are, or things that are not? For He that is is able to make both the things that are not and the things that are and the things that were before. A carpenter, for instance, and a goldsmith and a potter each works the matter that already exists and is at hand before them according to his own craft, making whatever vessels he wishes; whereas the God of all Himself, taking from the earth the dust that already existed and had come into being from Him, fashions man; and yet that very earth, which was not before, He afterwards made to be through His own Word. If, then, they inquire in this way, it is plain that the creation indeed was not before it came into being, whereas men work upon matter that already exists, and their argument will appear incoherent, as things both come into being that are, and come into being that are not, just as we said. But if they speak concerning God and His Word, let them add what is lacking to the question, and ask thus: Was the God Who is ever wordless? and, being Light, was He without radiance? or, Was He always Father of the Word? or again thus: Has the Father Who is made the Word Who was not, or does He always have with Him the Word, Who is the proper offspring of His essence, so that they may be known to be altogether prying and daring to quibble concerning God and Him Who is from Him? For who will endure them when they say that God was ever wordless? For they have fallen back again into the same position as their former ones, even though they were eager to flee it and cover it over with their own sophistries; yet they have not been able. For no one at all would even wish to hear them doubting that God was not always Father, but became so afterwards, so that they might also imagine that His Word too once was not, when there are many refutations already stated against them, and when John says, The Word was (John 1:1), and Paul again writes, Who being the radiance of His glory (Heb. 1:3), and, Who is God over all, blessed for ever. Amen (Rom. 9:5).
25. Καὶ βέλτιον ἦν μὲν αὐτοὺς ἠρεμεῖν· ἐπειδὴ δὲ οὐ παύονται, λοιπὸν πρὸς τὴν τοιαύτην ἀναίσχυντον ἐρώτησιν αὐτῶν τοῦτο ἄν τις ἐπίσης αὐτοῖς τολμήσας ἀντερωτήσειεν· ἴσως ἐκ τῶν ὁμοίων ἀτοπημάτων βλέποντες ἑαυτοὺς συγκλειομένους, ἀναχωρήσουσι
25. And it would indeed have been better for them to keep quiet; but since they do not cease, someone making bold might equally ask them this in return against such a shameless question of theirs; perhaps, seeing themselves hemmed in by the like absurdities, they will withdraw
PG 26:64Read from the page
τῆς πρὸς τὴν ἀλήθειαν μάχης. Πολλὰ τοίνυν πρότερον ἵλεων τὸν Θεὸν ἐπικαλεσάμενος, οὕτως αὐτοῖς τις ἀπαντήσειεν· Ὁ ὢν Θεὸς, οὐκ ὢν γέγονεν, ἢ καὶ πρὶν γένηται, ἔστιν; Ὢν οὖν ἑαυτὸν ἐποίησεν, ἢ ἐξ οὐδενός ἐστι, καὶ μηδὲν ὢν πρότερον ἐξαίφνης αὐτὸς ἐφάνη; Ἄτοπος ἡ τοιαύτη ἐρώτησις, ναὶ ἄτοπος καὶ πλέα δυσφημίας· ἀλλ' ὁμοία γε τῆς ἐκείνων· ὁπότερον γὰρ ἂν εἴπωσι, τοῦτο μεστόν ἐστι πάσης ἀσεβείας. Εἰ δὲ τὸ οὕτως ἐρωτᾷν περὶ Θεοῦ βλάσφημον καὶ πλέον ἀσεβείας ἐστὶ, βλάσφημον ἂν εἴη καὶ περὶ τοῦ Λόγου αὐτοῦ τοιαῦτα ἐρωτᾷν. Ἀποκρίνασθαι δὲ ὅμως πρὸς ἀναίρεσιν τῆς τοιαύτης αὐτῶν ἀλόγου καὶ μωρᾶς ἐρωτήσεως ἀναγκαῖον οὕτως· Ὅτι ὢν ἐστιν ἀϊδίως ὁ Θεός· ὄντος οὖν ἀεὶ τοῦ Πατρὸς, ἔστι καὶ ἀϊδίως καὶ τὸ τούτου ἀπαύγασμα, ὅπερ ἐστὶν ὁ Λόγος αὐτοῦ· καὶ πάλιν ὁ ὢν Θεὸς, ἐξ αὐτοῦ καὶ ὄντα τὸν Λόγον ἔχει· καὶ οὔτε ὁ Λόγος ἐπιγέγονεν οὐκ ὢν πρότερον, οὔτε ὁ Πατὴρ ἄλογος ἦν ποτε. Ἡ γὰρ κατὰ τοῦ Υἱοῦ τόλμα εἰς τὸν Πατέρα τὴν βλασφημίαν ἀνάγει, εἴγε ἔξωθεν ἐπενόησεν ἑαυτῷ σοφίαν, καὶ Λόγον, καὶ Υἱόν. Ὃ γὰρ ἐὰν τούτων εἴπῃς, τοῦτο τὸ ἐκ τοῦ Πατρὸς γέννημα σημαίνει, ὥσπερ εἴρηται. Ὥστε ἀσύστατος αὐτῶν ἡ τοιαύτη ἐρώτησις, καὶ εἰκότως· ἀρνούμενοι γὰρ τὸν Λόγον, ἄλογον ἔχουσι καὶ τὴν ἐρώτησιν. Ὡς γὰρ εἴ τις τὸν ἥλιον ὁρῶν πυνθάνοιτο περὶ τοῦ ἀπαυγάσματος, καὶ λέγοι, Ὁ ὢν τὸ μὴ ὂν πεποίηκεν, ἢ ὂν αὐτὸ πεποίηκεν; οὐ σώφρονα ἔχειν ὁ τοιοῦτος λογισμὸν νομισθήσεται, ἀλλ' ἐμβρόντητος ἂν εἴη, ὅτι ὅλως ὃ ἐστιν ἐκ τοῦ φωτὸς, τοῦτο ἔξωθεν ἐπινοεῖ καὶ περὶ τοῦτο ἐρωτᾷ, πότε, καὶ ποῦ καὶ ὅτε, καὶ εἰ πεποίηται· οὕτως καὶ ὁ περὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς τοιαῦτα λογιζόμενος, καὶ οὕτω πυνθανόμενος, πολλῷ μᾶλλον τὴν μανίαν μείζονα ἂν ἔχοι, ὅτι τὸν ἐκ τοῦ Πατρὸς Λόγον ἔξωθεν αὐτῷ ἐπεισάγει, καὶ τὸ φύσει γέννημα ὡς ποίημα σκιαλογῶν λέγει, Οὐκ ἦν πρὶν γεννηθῇ. Ἀκουέτωσαν δὲ ὅμως καὶ πρὸς τὴν ἐρώτησιν αὐτῶν, ὅτι Ὁ ὢν Πατὴρ τὸν ὄντα Υἱὸν ἐποίησεν. Ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, καὶ ὄντα αὐτὸν Υἱὸν Θεοῦ ἐποίησεν ἐπὶ συντελείᾳ τῶν αἰώνων καὶ Υἱὸν ἀνθρώπου, ει μὴ ἄρα κατὰ τὸν Σαμοσατέα μηδὲ εἶναι αὐτὸν πρὶν ἄνθρωπον γενέσθαι εἴποιεν. Καὶ πρὸς μὲν τὴν πρώτην αὐτῶν ἐρώτησιν ἱκανὰ ταῦτα παρ' ἡμῶν.
from their battle against the truth. Calling first, therefore, with many prayers upon God to be gracious, one might meet them thus: Did the God Who is come to be when He was not, or even before He came to be, is He? Being, then, did He make Himself, or is He from nothing, and being nothing before did He Himself suddenly appear? Absurd is such a question, yea absurd and full of blasphemy; yet it is like theirs; for whichever of the two they say, this is full of all impiety. And if to ask thus concerning God is blasphemous and more than impiety, it would be blasphemous also to ask such things concerning His Word. Yet to answer for the overthrowing of such a senseless and foolish question of theirs is necessary in this way: That God is eternally existent; since the Father, then, always is, there is eternally also His radiance, which is His Word; and again, the God Who is has from Himself the Word also existent; and neither has the Word accrued afterwards when He was not before, nor was the Father ever wordless. For the audacity against the Son carries its blasphemy up to the Father, if indeed He devised for Himself from without wisdom, and Word, and Son. For whichever of these you name, this signifies the offspring from the Father, just as has been said. Wherefore such a question of theirs is incoherent, and reasonably so; for since they deny the Word, they have their question also devoid of reason. For just as if someone looking at the sun should inquire concerning its radiance, and say, Did that which is make that which was not, or did it make it when it already was? such a man will not be thought to have a sound mind, but would be thunderstruck with folly, because what is altogether from the light, this he conceives as from without and asks concerning this, when, and where and at what time, and whether it has been made; so too he who reasons such things concerning the Son and the Father, and inquires thus, would much more have the greater madness, because he introduces the Word Who is from the Father into Him from without, and talking of shadows speaks of the offspring by nature as a creature, saying, He was not before He was begotten. Nevertheless let them hear also in reply to their question, that the Father Who is made the Son Who was. For the Word became flesh (John 1:14), and Him Who was Son of God He made at the consummation of the ages also Son of man, unless indeed according to him of Samosata they should say that He did not even exist before He became man. And in reply to their first question let these things from us suffice.
Notes, col. 64

On the reading

Printed ὢν ἐστιν, for ὤν ἐστιν.

Printed ει, for εἰ.

PG 26:65Read from the page
26. Ὑμεῖς δὲ, ὦ Ἀρειανοὶ, τῶν ἰδίων ἑαυτῶν ῥημάτων μνημονεύοντες, εἴπατε· Ὁ ὢν τοῦ μὴ ὄντος ἔχρηζεν εἰς τὴν τῶν πάντων δημιουργίαν, ἢ ὄντος αὐτοῦ ἔχρηζεν; Εἰρήκατε γὰρ, Ὄργανον ἑαυτῷ τὸν Υἱὸν ἐκ τοῦ μὴ ὄντος κατεσκεύασεν, ἵνα δι' αὐτοῦ ποιήσῃ τὰ πάντα. Τί οὖν ἐστι βέλτιον, τὸ χρῆζον, ἢ τὸ τὴν χρείαν ἀναπληροῦν; ἢ ἀμφότερα τὰ ἐνδέοντα ἀλλήλων ἀναπληροῦσι; Τοιαῦτα γὰρ λέγοντες, τοῦ κατασκευάσαντος μᾶλλον ἀσθένειαν δεικνύετε, εἰ μὴ καὶ μόνος ἴσχυσε δημιουργῆσαι τὰ πάντα, ἀλλ' ἔξωθεν ἑαυτῷ ὄργανον ἐπινοεῖ, ὥσπερ τέκτων ἢ ναυπηγός τις, μὴ δυνάμενος ὁτιοῦν ἐργάσασθαι χωρὶς σκεπάρνου καὶ πρίονος. Τί οὖν τούτου ἀσεβέστερον; Ἢ τί δεῖ διατρίβειν ὅλως ἐν τούτοις ὡς δεινοῖς, αὐταρκῶν ὄντων τῶν προειρημένων δεῖξαι, φαντασίαν μόνον εἶναι τὰ παρ' αὐτῶν; Πρὸς δὲ τὴν ἑτέραν αὐτῶν εὐήθη πάνυ καὶ μωρὰν ἐξέτασιν, ἣν πρὸς τὰ γυναικάρια ποιοῦνται, οὐδὲν μὲν πάλιν οὐδὲ περὶ ταύτης ἐχρῆν ἀποκρίνασθαι, ἢ τοῦτο μόνον ὃ καὶ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ὅτι μὴ δέον τὴν ἐκ τοῦ Θεοῦ γέννησιν συμμετρεῖν τῇ τῶν ἀνθρώπων φύσει. Ἵνα δὲ ὅμως καὶ ἐν τούτῳ καταγνῶσιν ἑαυτῶν, καλὸν ἐκ τῶν αὐτῶν πάλιν οὕτως αὐτοῖς ἀπαντῆσαι. Ὅλως εἰ περὶ Υἱοῦ πυνθάνονται γονέων, ἐνθυμείσθωσαν πόθεν ἐστὶ τὸ γεννώμενον τέκνον. Εἰ γὰρ καὶ οὐκ εἶχεν ὁ γονεὺς υἱὸν πρὶν γεννήσῃ· ἀλλ' ἐσχηκὼς, οὐκ ἔξωθεν οὐδὲ ἀλλότριον, ἀλλ' ἐξ ἑαυτοῦ καὶ ἴδιον τῆς οὐσίας καὶ ἀπαράλλακτον ἔσχεν εἰκόνα, ὥστε τοῦτον ἐν ἐκείνῳ βλέπεσθαι, κἀκεῖνον ἐν τούτῳ θεωρεῖσθαι. Εἰ τοίνυν ἐκ τῶν ἀνθρωπίνων παραδειγμάτων τὸν χρόνον τῶν γεννώντων λαμβάνουσι, διὰ τί μὴ ἐκ τῶν αὐτῶν καὶ τὸ κατὰ φύσιν καὶ τὸ ἴδιον ἐνθυμοῦνται τῶν τέκνων πρὸς τοὺς γονέας, ἀλλὰ κατὰ τοὺς ὄφεις μόνον τὸ πρὸς τὸν ἰὸν ἐπιτήδειον ἐκ τῆς γῆς ἐκλέγονται; Ἔδει δὲ πυνθανομένους αὐτοὺς γονέων καὶ λέγοντας, Οὐκ εἶχες υἱὸν πρὶν γεννήσῃς; προσθεῖναι καὶ εἰπεῖν, Ἐὰν δὲ σχῇς υἱὸν, ἆρά γε ἔξωθεν ὥσπερ οἰκίαν, ἤ τι ἕτερον κτῆμα ἀγοράζεις; ἵνα σοι ἀποκρίνηται· Οὐκ ἔξωθεν, ἀλλ' ἐξ ἐμοῦ ἐστι. Τὰ μὲν γὰρ ἔξωθεν κτήματά ἐστι, καὶ ἀφ' ἑτέρου εἰς ἕτερον μετέρχεται· ὁ δὲ υἱὸς ἐξ ἐμοῦ ἐστι, καὶ τῆς ἐμῆς οὐσίας ἴδιος καὶ ὅμοιος, οὐκ ἀφ' ἑτέρου εἰς ἐμὲ γεγονὼς, ἀλλ' ἐξ ἐμοῦ γεγεννημένος· διὸ καὶ ἐν ἐκείνῳ ὅλος εἰμὶ, μένων αὐτὸς ὅ εἰμι. Οὕτω γὰρ ἔχει·
26. But do you, O Arians, calling to mind your own words, say: Did He Who is have need of him who was not for the framing of all things, or did He have need of him when he already was? For you have said, He prepared for Himself the Son as an instrument out of nothing, that through Him He might make all things. Which, then, is better, that which has need, or that which supplies the need? Or do both supply what is lacking to each other? For in saying such things, you rather show weakness in Him Who prepared him, if He was not able even alone to frame all things, but devises for Himself an instrument from without, just like some carpenter or shipwright, unable to work anything whatever without adze and saw. What, then, is more impious than this? Or why must one dwell at all on these things as though they were clever, when what has already been said is sufficient to show that the things they put forward are mere fancy? And as to their other very silly and foolish inquiry, which they make to silly women, there was no need again to answer anything concerning this either, save this alone which we also said before, that one ought not to measure the generation from God by the nature of men. Yet in order that in this also they may condemn themselves, it is well from the same examples again to meet them thus. If they inquire at all of parents concerning a Son, let them consider whence the child that is begotten comes. For even though the parent did not have a son before he begot him, yet once he has had him, he had him not from without nor as someone foreign, but from himself, both proper to his essence and an exact image, so that this one is seen in that one, and that one is beheld in this one. If, therefore, from human examples they take the time of those who beget, why do they not from the same examples consider also what is according to nature and what is proper in children towards their parents, but like serpents select from the earth only what is suitable for venom? When they inquired of parents and said, Did you not have no son before you begot him? they ought to have added and said, And if you have a son, do you buy him from without like a house, or some other possession? so that he might answer you: Not from without, but he is from me. For things from without are possessions, and pass from one to another; whereas my son is from me, and proper and like to my essence, not having come to be in me from another, but begotten from me; wherefore I am also wholly in him, while remaining myself what I am. For so it is:
PG 26:68Read from the page
κἂν ὁ γονεὺς τῷ χρόνῳ διαφέρῃ, ὡς ἄνθρωπος ἐν χρόνῳ καὶ αὐτὸς γεγονώς· ἀλλ' ἔσχεν ἂν καὶ αὐτὸς ἀεὶ συνυπάρχον τὸ τέκνον, εἰ μὴ ἡ φύσις ἐνεπόδιζε καὶ ἐκώλυε τὸ δύνασθαι. Καὶ γὰρ καὶ ὁ Λευῒ ἔτι ἦν ἐν τῇ ὀσφύϊ τοῦ προπάππου, πρὶν αὐτὸς γεννηθῇ, καὶ ὁ πάππος γεννήσῃ. Ὅταν οὖν εἰς τοῦθ' ἡλικίας ἔλθοι ὁ ἄνθρωπος, ἐν ᾗ καὶ τὸ δυνατὸν ἡ φύσις παρέχει, εὐθὺς ἀνεμποδίστῳ τῇ φύσει πατὴρ ὁ ἄνθρωπος γίνεται τοῦ ἐξ ἑαυτοῦ υἱοῦ.
even if the parent differs in time, as a man who has himself also come into being in time; yet he too would have had his child always coexisting with him, had not nature hindered and prevented the power. For Levi also was still in the loins of his great-grandfather (Heb. 7:9-10), before he himself was begotten, and before his grandfather begot. Whenever, therefore, a man comes to that time of life in which nature supplies the power as well, straightway, with nature unhindered, the man becomes father of the son who is from himself.
27. Οὐκοῦν εἰ γονέων περὶ τέκνων ἐπύθοντο, καὶ ἔγνωσαν ὅτι τὰ φύσει τέκνα οὐκ ἔξωθεν ἀλλ' ἐκ τῶν γονέων εἰσίν· ὁμολογείτωσαν καὶ περὶ τοῦ Λόγου τοῦ Θεοῦ, ὅτι ὅλως ἐκ τοῦ Πατρός ἐστι. Καὶ περὶ τοῦ χρόνου ζητοῦντες, τὸ ἐμποδίζον τὸν Θεὸν λεγέτωσαν. Χρὴ γὰρ ἐξ ὧν ὡς χλευάζοντες ἐπυνθάνοντο, ἐκ τούτων αὐτοὺς ἀσεβοῦντας διελέγχειν. Εἰπάτωσαν τοίνυν τί τὸ ἐμποδίζον τὸν Θεὸν, ἀεὶ τοῦ Υἱοῦ Πατέρα αὐτὸν εἶναι; Τὸ γὰρ ἐκ πατρὸς εἶναι τὸ γεννώμενον ὡμολόγηται. Ἵνα δὲ καὶ ὅλως τι τοιοῦτον λογισάμενοι περὶ τὸν Θεὸν, καταγνῶσιν ἑαυτῶν· ὥσπερ ἠρώτησαν γυναῖκας περὶ τῶν χρόνων, οὕτω πυνθανέσθωσαν καὶ τοῦ ἡλίου περὶ τοῦ ἀπαυγάσματος αὐτοῦ, καὶ τῆς πηγῆς περὶ τοῦ ἐξ αὐτῆς, ἵνα μάθωσιν, ὅτι, καίπερ ὄντα γεννήματα ταῦτα, ἐστὶ καὶ ἀεὶ σὺν ἐκείνοις, ἐξ ὧν καί εἰσιν. Εἰ δὲ καὶ τὸ φύσει καὶ τὸ ἀεὶ οἱ τοιοῦτοι γονεῖς ἔχουσι πρὸς τὰ τέκνα, διὰ τί τὸν Θεὸν ἐλάττονα τῶν γενητῶν ὑπονοοῦντες, οὐ φανερώτερον ἑαυτῶν τὴν ἀσέβειαν ἐξάγουσιν; Εἰ δὲ τοῦτο μὲν οὐ τολμῶσιν ἐκ φανεροῦ λέγειν, ὁμολογεῖται δὲ ὁ Υἱὸς μὴ ἔξωθεν, ἀλλ' ἐκ τοῦ Πατρὸς εἶναι φύσει γέννημα, οὐδὲν δὲ οὐδὲ τὸ ἐμποδίζον ἐστὶ τὸν Θεόν· (οὐ γὰρ ὡς ἄνθρωπος, ὁ Θεὸς, ἀλλὰ καὶ πλέον ἐστὶ τοῦ ἡλίου, μᾶλλον δὲ Θεός ἐστι τοῦ ἡλίου·) δῆλον, ὅτι καὶ ἐξ αὐτοῦ καὶ ἀεί ἐστι συνυπάρχων ὁ Λόγος τῷ Πατρὶ, δι' οὗ τὰ πάντα οὐκ ὄντα εἰς τὸ εἶναι πεποίηκεν ὁ Πατήρ. Ὅτι μὲν οὖν ὁ Υἱὸς οὐκ ἐξ οὐκ ὄντων, ἀλλ' ἀΐδιός τε καὶ ἐκ τοῦ Πατρός ἐστι, καὶ αὐτὸ τὸ πρᾶγμα δείκνυσι· καὶ ἡ ἐρώτησις δὲ τῶν αἱρετικῶν πρὸς τοὺς γονέας
27. Therefore, if they have inquired of parents concerning children, and have come to know that children by nature are not from without but from their parents, let them confess also concerning the Word of God, that He is altogether from the Father. And when they inquire about time, let them state what it is that hinders God. For from the very things about which they inquired in mockery, from these one must convict them of impiety. Let them say, then, what it is that hinders God from being always Father of the Son? For that what is begotten is from a father has been acknowledged. And in order that even if they have reasoned any such thing at all concerning God, they may condemn themselves: just as they asked women about times, so let them inquire also of the sun concerning its radiance, and of the fountain concerning what comes from it, so that they may learn that, even though these are offspring, they also always exist together with those from which they are. And if such parents have both what is by nature and what is always in relation to their children, why, when they suspect God to be inferior to originate things, do they not bring out their own impiety more openly? But if they do not dare to say this openly, and the Son is acknowledged to be an offspring by nature not from without, but from the Father, and there is nothing whatever that hinders God (for God is not as man, but is even more than the sun, or rather is the God of the sun), it is plain that the Word both is from Him and is always coexisting with the Father, through Whom the Father has made all things that were not to be. That the Son, therefore, is not out of nothing, but is both eternal and from the Father, the very fact itself shows; and the question too of the heretics to parents
PG 26:69Read from the page
διελέγχῃ τὴν κακόνοιαν αὐτῶν. Ἔγνωσαν γὰρ τὸ κατὰ φύσιν, καὶ λοιπὸν καὶ περὶ τῶν χρόνων ᾐσχύνθησαν.
convicts their malice. For they came to know what is according to nature, and consequently were put to shame concerning the times as well.
28. Ὅτι δὲ οὐ δεῖ τὴν τοῦ Θεοῦ γέννησιν παραβάλλειν τῇ τῶν ἀνθρώπων φύσει, καὶ νομίζειν μέρος εἶναι τοῦ Θεοῦ τὸν Υἱὸν αὐτοῦ, ἢ ὅλως τι πάθος σημαίνειν τὴν γέννησιν, φθάσαντες μὲν εἴπομεν ἐν τοῖς ἔμπροσθεν, καὶ νῦν δὲ τὰ αὐτά φαμεν· Οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός. Ἄνθρωποι μὲν γὰρ παθητικῶς γεννῶσι, ῥευστὴν ἔχοντες τὴν φύσιν, καὶ χρόνους ἀναμένοντες διὰ τὴν ἀσθένειαν τῆς ἰδίας φύσεως· ἐπὶ δὲ Θεοῦ τοῦτο λέγειν οὐκ ἔστιν. Οὐ γὰρ ἐκ μερῶν συγκείμενός ἐστιν, ἀλλὰ καὶ ἀπαθὴς ὢν καὶ ἁπλοῦς, ἀπαθῶς καὶ ἀμερίστως τοῦ Υἱοῦ Πατήρ ἐστι· καὶ τούτου πάλιν μέγα τεκμήριον καὶ ἀπόδειξις ἐκ τῶν θείων Γραφῶν. Ὁ Λόγος γὰρ ὁ τοῦ Θεοῦ Υἱός ἐστιν αὐτοῦ, καὶ ὁ Υἱὸς Λόγος ἐστὶ τοῦ Πατρὸς καὶ Σοφία· Λόγος δὲ καὶ Σοφία, οὔτε κτίσμα οὔτε μέρος ἐστὶ τούτου, οὗ καὶ ἔστι Λόγος, οὔτε κατὰ πάθος ἐστὶ γέννημα. Ἀμφότερα γοῦν ἡ Γραφὴ συνάπτουσα, Υἱὸν μὲν ἔφησεν, ἵνα τὸ φύσει καὶ ἀληθινὸν τῆς οὐσίας γέννημα εὐαγγελίσηται. Ἵνα δὲ μή τις ἀνθρώπινον ὑπολάβοι τὸ γέννημα, πάλιν τὴν οὐσίαν αὐτοῦ σημαίνων, Λόγον αὐτὸν εἶναι καὶ Σοφίαν καὶ ἀπαύγασμά φησιν. Ἐκ γὰρ τούτου καὶ τὸ ἀπαθὲς τῆς γεννήσεως, καὶ τὸ ἀΐδιον, καὶ τῷ Θεῷ πρέπον λογιζόμεθα. Ποῖον οὖν πάθος, ἢ ποῖον μέρος ἐστὶ τοῦ Πατρὸς ὁ Λόγος, καὶ ἡ Σοφία, καὶ τὸ ἀπαύγασμα; Καὶ τοῦτο δυνατὸν καὶ αὐτοὺς τοὺς ἄφρονας μαθεῖν. Ὡς γὰρ γυναικῶν ἐπύθοντο περὶ υἱοῦ, οὕτως καὶ ἄνδρας ἐπερωτάτωσαν περὶ τοῦ λόγου, ἵνα μάθωσιν, ὅτι οὔτε πάθος αὐτῶν, οὔτε μέρος ἐστὶ τοῦ νοῦ τούτων ὁ Λόγος ὃν προφέρονται. Εἰ δὲ τῶν ἀνθρώπων, καίτοι παθητῶν ὄντων καὶ μεριστῶν ὄντων, τοιοῦτος ὁ λόγος, διὰ τί περὶ τοῦ ἀσωμάτου καὶ ἀμερίστου Θεοῦ πάθη καὶ μέρη λογίζονται, ἵνα, τοῦτο προσποιούμενοι δῆθεν εὐλαβεῖσθαι, ἀρνήσωνται τὴν ἀληθῆ καὶ φύσει γέννησιν τοῦ Υἱοῦ; καὶ ὅτι μὲν τὸ ἐκ τοῦ Θεοῦ γέννημα οὐκ ἔστι πάθος, ἱκανῶς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται· δέδεικται δὲ καὶ ἰδίᾳ νῦν ὁ Λόγος οὐ κατὰ πάθος γεννώμενος. Ἀκουέτωσαν δὲ καὶ περὶ τῆς σοφίας τὰ αὐτά· οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός· μὴ ἀνθρώπινον φανταζέσθωσαν καὶ ἐν τούτῳ περὶ αὐτοῦ. Καὶ γὰρ τῶν ἀνθρώπων πάλιν δεκτικῶν σοφίας γεγονότων, ὁ Θεὸς οὐδενὸς μετέχων, αὐτὸς τῆς ἑαυτοῦ σοφίας πατήρ ἐστιν, ἧς οἱ μετέχοντες εἰώθασι σοφοὶ καλεῖσθαι· καὶ
28. And that one must not compare the generation of God to the nature of men, nor think that His Son is a part of God, or that the generation signifies any passion at all, we have already said before in what precedes, and now too we say the same things: God is not as man. For men beget passibly, having a fluxile nature, and waiting for times on account of the weakness of their own nature; whereas in the case of God it is not possible to say this. For He is not compounded of parts, but being both impassible and simple, He is impassibly and indivisibly Father of the Son; and of this again there is a great token and proof from the divine Scriptures. For the Word of God is His Son, and the Son is the Word and Wisdom of the Father; and Word and Wisdom is neither a creature nor a part of Him Whose Word He is, nor is He an offspring according to passion. Joining both together, therefore, Scripture called Him Son, in order to proclaim the natural and true offspring of His essence. And in order that no one might suppose the offspring to be human, signifying His essence again, it says that He is Word and Wisdom and radiance. For from this we reckon that the generation is impassible, and eternal, and worthy of God. What passion, then, or what part of the Father is the Word, and the Wisdom, and the radiance? Even those senseless ones themselves are able to learn this. For just as they inquired of women concerning a son, so let them also question men concerning the word, so that they may learn that the word which they utter is neither a passion of theirs nor a part of their mind. And if the word of men, even though they are passible and divisible, is such, why do they reckon passions and parts in the case of the incorporeal and indivisible God, so that, pretending forsooth to be reverent in this, they may deny the true and natural generation of the Son? And that the offspring from God is not a passion has been sufficiently proved through what went before; and the Word has now also been shown specifically not to be begotten according to passion. Let them hear the same things concerning wisdom as well: God is not as man; let them not imagine anything human concerning Him in this either. For whereas men again have come to be capable of receiving wisdom, God, partaking of nothing, is Himself the Father of His own wisdom, of which those who partake are accustomed to be called wise; and
Notes, col. 69

On the reading

Printed διελέγχῃ, for διελέγχει.

PG 26:72Read from the page
ἔστι καὶ αὐτὴ ἡ σοφία, οὐ πάθος, οὐδὲ μέρος, ἀλλὰ γέννημα ἴδιον τοῦ πατρός. Διὰ τοῦτο ἀεὶ Πατὴρ, καὶ οὐκ ἐπιγέγονε τῷ Θεῷ τὸ πατὴρ, ἵνα μὴ καὶ τρεπτὸς εἶναι νομισθῇ. Εἰ γὰρ καλὸν τὸ εἶναι αὐτὸν Πατέρα, οὐκ ἀεὶ δὲ ἦν πατήρ· οὐκ ἀεὶ ἄρα τὸ καλὸν ἦν ἐν αὐτῷ.
this wisdom itself also is neither a passion, nor a part, but the proper offspring of the Father. Wherefore He is always Father, and being Father has not accrued afterwards to God, lest He also be thought to be mutable. For if it is good for Him to be Father, and He was not always father, then what is good was not always in Him.
29. Ἀλλ' ἰδοὺ, φασὶ, καὶ ἀεὶ ποιητής ἐστιν ὁ Θεὸς, καὶ οὐκ ἐπιγέγονεν αὐτῷ τοῦ δημιουργεῖν ἡ δύναμις· ἆρ' οὖν, ἐπειδὴ δημιουργός ἐστιν, ἀΐδιά ἐστι καὶ τὰ ποιήματα, καὶ οὐ θέμις εἰπεῖν οὐδὲ ἐπὶ τούτων, Οὐκ ἦν πρὶν γεννηθῇ; Ἄφρονες οἱ Ἀρειανοί· τί γὰρ ὅμοιον υἱὸς καὶ ποίημα, ἵνα τὰ ἐπὶ τοῦ πατρὸς ταῦτα καὶ ἐπὶ τῶν δημιουργῶν εἴπωσι; Πῶς δὲ, τοσαύτης διαφορᾶς ἐν τοῖς ἔμπροσθεν δειχθείσης γεννήματος καὶ ποιήματος, ἐμμένουσι τῇ ἀμαθίᾳ; Πάλιν οὖν τὸ αὐτὸ λεκτέον, Τὸ ποίημα ἔξωθεν τοῦ ποιοῦντός ἐστιν, ὥσπερ εἴρηται, ὁ δὲ υἱὸς ἴδιον τῆς οὐσίας γέννημά ἐστι· διὸ καὶ τὸ μὲν ποίημα οὐκ ἀνάγκη ἀεὶ εἶναι· ὅτε γὰρ βούλεται ὁ δημιουργὸς, ἐργάζεται· τὸ δὲ γέννημα οὐ βουλήσει ὑπόκειται, ἀλλὰ τῆς οὐσίας ἐστὶν ἰδιότης. Καὶ ποιητὴς μὲν ἂν εἴη καὶ λέγοιτο, κἂν μήπω ᾖ τὰ ἔργα· πατὴρ δὲ οὐκ ἂν λεχθείη οὐδ' ἂν εἴη, μὴ ὑπάρχοντος υἱοῦ. Ἐὰν δὲ περιεργάζωνται, διὰ τί ὁ Θεὸς, ἀεὶ δυνάμενος ποιεῖν, οὐκ ἀεὶ ποιεῖ; μαινομένων μὲν καὶ αὕτη ἡ τόλμα. Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Ἢ πῶς ἐρεῖ τὸ πλάσμα τῷ κεραμεῖ, Τί με οὕτως ἐποίησας; Ἵνα δὲ, κἂν ἀμυδρόν τινα λογισμὸν εὑρόντες, μὴ σιωπήσωμεν, ἀκουέτωσαν· Ὅτι, εἰ καὶ τῷ Θεῷ δυνατὸν ἀεὶ ποιεῖν, ἀλλ' οὐκ ἠδύνατο τὰ γενητὰ ἀΐδια εἶναι· ἐξ οὐκ ὄντων γάρ ἐστι, καὶ οὐκ ἦν πρὶν γένηται. Τὰ δὲ οὐκ ὄντα πρὶν γένηται, πῶς ἠδύνατο συνυπάρχειν τῷ ἀεὶ ὄντι Θεῷ; Διὸ καὶ πρὸς τὸ λυσιτελὲς αὐτῶν ἀφορῶν ὁ Θεὸς, ὅτε εἶδεν, ὅτι δύναται γενόμενα διαμένειν, τότε καὶ πεποίηκε πάντα. Καὶ ὥσπερ δυνάμενος καὶ ἐξ ἀρχῆς ἐπὶ τοῦ Ἀδὰμ, ἢ ἐπὶ Νῶε, ἢ ἐπὶ Μωϋσέως ἀποστεῖλαι τὸν ἑαυτοῦ Λόγον, οὐκ ἀπέστειλεν εἰ μὴ ἐπὶ συντελείᾳ τῶν αἰώνων· τοῦτο γὰρ εἶδε λυσιτελεῖν πάσῃ τῇ κτίσει· οὕτω καὶ τὰ γενητὰ, ὅτε ἠθέλησε καὶ λυσιτελὲς ἦν αὐτοῖς, ἐποίησεν. Ὁ δέ γε Υἱὸς, οὐκ ὢν ποίημα ἀλλ' ἴδιος τῆς οὐσίας τοῦ Πατρὸς, ἀεὶ ἔστιν· ἀεὶ γὰρ ὄντος τοῦ Πατρὸς, ἀεὶ εἶναι δεῖ καὶ τὸ ἴδιον τῆς οὐσίας αὐτοῦ, ὅπερ ἐστὶν ὁ Λόγος αὐτοῦ καὶ ἡ σοφία. Καὶ τὰ μὲν κτίσματα
29. But behold, they say, God is also always a maker, and the power of framing has not accrued to Him afterwards; therefore, since He is a framer, are the things made also eternal, and is it unlawful to say even in the case of these, It was not before it was begotten? Senseless are the Arians! For what likeness is there between a son and a thing made, that they should say these things which belong to the father also in the case of framers? And how, when so great a difference between an offspring and a thing made has been shown in what precedes, do they abide in their ignorance? Again, therefore, the same thing must be said: The thing made is outside the maker, just as has been said, whereas the son is the proper offspring of the essence; wherefore there is no necessity for the thing made to exist always, for when the framer wills, he works; whereas the offspring is not subject to will, but is the property of the essence. And a maker he might be and be called, even if the works do not yet exist; whereas a father he could neither be called nor be, if a son does not exist. And if they pry into why God, though always able to make, does not always make, this audacity too belongs to madmen. For who hath known the mind of the Lord, or who hath been His counsellor? (Rom. 11:34). Or how shall the thing formed say to the potter, Why hast thou made me thus? (Rom. 9:20). Yet in order that, finding even some dim reasoning, we may not keep silent, let them hear: That even though it is possible for God always to make, yet the originate things could not be eternal; for they are out of nothing, and were not before they came into being. And how could things that were not before they came into being coexist with the ever-existent God? Wherefore God, looking also to their profit, then made all things when He saw that once come into being they were able to endure. And just as, though He was able even from the beginning in the time of Adam, or in the time of Noah, or in the time of Moses to send His own Word, He did not send Him save at the consummation of the ages—for this He saw to be profitable for the whole creation—so also the originate things He made when He willed and it was profitable for them. Whereas the Son, not being a thing made but proper to the essence of the Father, always is; for since the Father always is, that also which is proper to His essence must always be, which is His Word and His wisdom. And creatures indeed,