Migne Reading Room

PG 26 · cols. 37–48 · Read from the page

First Oration against the Arians

First Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:37Read from the page
Ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αιωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου. Ἐπειδὴ δὲ καὶ πρὸς Ἑβραίους γράφων ὁ Ἀπόστολός φησιν, Ὅς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· ψάλλει δὲ καὶ ὁ Δαβὶδ ἐν τῷ ὀγδοηκοστῷ ἐνάτῳ ψαλμῷ, Καὶ ἡ λαμπρότης Κυρίου ἔστω ἐφ' ἡμᾶς, καὶ, Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· τίς οὕτως ἐστὶν ἀνόητος, ὡς ἀμφιβάλλειν περὶ τοῦ ἀεὶ εἶναι τὸν Υἱόν; Πότε γάρ τις εἶδε φῶς χωρὶς τῆς τοῦ ἀπαυγάσματος λαμπρότητος, ἵνα καὶ περὶ τοῦ Υἱοῦ εἴπῃ, ἦν ποτε, ὅτε οὐκ ἦν, ἢ, ὅτι Πρὶν γεννηθῆναι οὐκ ἦν; Καὶ τὸ λεγόμενον δὲ ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ πρὸς τὸν Υἱὸν, Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, οὐκ ἐπιτρέπει τινὰ κἂν τὸ τυχὸν διάστημα λογίσασθαι, ἐν ᾧ μὴ ὑπῆρχεν ὁ Λόγος. Εἰ γὰρ πᾶν διάστημα ἐν τοῖς αἰῶσι μετρεῖται, πάντων δὲ τῶν αἰώνων βασιλεύς ἐστι καὶ ποιητὴς ὁ Λόγος· ἀνάγκη, μὴ ὄντος κἂν τοῦ τυχόντος διαστήματος πρὸ αὐτοῦ, μανία τὸ λέγειν, Ἦν ποτε ὅτε οὐκ ἦν ὁ αἰώνιος, καὶ, Ἐξ οὐκ ὄντων ἐστὶν ὁ Υἱός. Λέγοντος δὲ καὶ αὐτοῦ τοῦ Κυρίου, Ἐγώ εἰμι ἡ ἀλήθεια, καὶ οὐ λέγοντος, Ἐγενόμην ἀλήθεια, ἀλλ' ἀεὶ τὸ, Εἰμὶ, λέγοντος, Ἐγώ εἰμι ὁ ποιμήν· Ἐγώ εἰμι τὸ φῶς· καὶ πάλιν, Οὐκ ὑμεῖς λέγετέ με, ὁ Κύριος, καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε, Ειμὶ γάρ· τίς, τὸ τοιοῦτον ἀκούων ῥῆμα παρὰ Θεοῦ καὶ Σοφίας καὶ Λόγου Πατρὸς περὶ ἑαυτοῦ λέγοντος, ἔτι διστάζειε περὶ τῆς ἀληθείας, καὶ οὐκ εὐθὺς πιστεύσει, ὅτι ἐν τῷ, Εἰμὶ, τὸ ἀΐδιον καὶ τὸ πρὸ παντὸς αἰῶνος ἄναρχον τοῦ Υἱοῦ σημαίνεται;
For I hoped in the Everlasting for your salvation, and joy came to me from the Holy One (Bar. 4:22). And since in writing to the Hebrews also the Apostle says, Who being the brightness of the glory, and the express image of His subsistence (Heb. 1:3); and David also sings in the eighty-ninth Psalm, And let the brightness of the Lord be upon us (Ps. 89:17), and, In Thy light shall we see light (Ps. 35:10); who is so senseless as to doubt concerning the Son's existing always? For when did anyone see light apart from the brightness of its radiance, that he should say concerning the Son also, There was once, when He was not, or that Before He was begotten He was not? And what is said in the hundred and forty-fourth Psalm to the Son, Thy kingdom is a kingdom of all the ages (Ps. 144:13), does not permit anyone to reckon even the slightest interval in which the Word did not exist. For if every interval is measured in the ages, and the Word is King and Maker of all the ages, of necessity, there being not even the slightest interval before Him, it is madness to say, There was once when the Everlasting was not, and, The Son is out of nothing. And when the Lord Himself also says, I am the truth (John 14:6), and does not say, I became truth, but always says the word, I am—I am the shepherd (John 10:14); I am the light (John 8:12); and again, Ye call Me not, the Lord, and the Master, and ye say well, for so I am (John 13:13)—who, hearing such a word from God and the Wisdom and Word of the Father speaking concerning Himself, would still hesitate concerning the truth, and will not straightway believe that in the word, I am, the eternity and the beginningless existence of the Son before every age is signified?
13. Ὅτι μὲν οὖν τὸ ἀΐδιον περὶ τοῦ Υἱοῦ αἱ Γραφαὶ δείκνυνται λέγουσαι, φανερὸν ἐκ τῶν εἰρημένων· ὅτι δὲ ἅπερ φθέγγονται οἱ Ἀρειανοὶ λέγοντες τὸ οὐκ ἦν, καὶ τὸ πρὶν, καὶ τὸ ὅτε, αι αὐταὶ Γραφαὶ περὶ τῶν κτισμάτων λέγουσι, δηλώσει πάλιν τὰ μέλλοντα λέγεσθαι. Ὁ μὲν γὰρ Μωϋσῆς περὶ τῆς καθ' ἡμᾶς γενέσεως διηγούμενός φησι· Καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γης· καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν· καὶ ἐν μὲν τῷ Δευτερονομίῳ· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη. Ὁ δὲ Κύριος διὰ μὲν ἑαυτοῦ ἔλεγεν· Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι εἶπον· Πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μοῦ ἐστι· καὶ νῦν προείρηκα ὑμῖν,
13. That the Scriptures, therefore, are shown speaking of the eternity of the Son, is manifest from what has been said; and that the things which the Arians utter when they say the Was not, and the Before, and the When, the same Scriptures say concerning the creatures, what is about to be said will again make clear. For Moses, recounting the generation of our world, says: And every green thing of the field before it came to be upon the earth, and every herb of the field before it sprang up; for God had not rained upon the earth, and there was not a man to till the earth (Gen. 2:5); and in Deuteronomy: When the Most High divided the nations (Deut. 32:8). And the Lord through Himself said: If ye loved Me, ye would have rejoiced, because I said: I go unto the Father, for the Father is greater than I; and now I have told you
Notes, col. 37

On the reading

Printed αιωνίῳ, for αἰωνίῳ.

Printed Ειμὶ, for Εἰμὶ.

Printed αι, for αἱ.

Printed γης, for γῆς.

PG 26:40Read from the page
πρὶν γενέσθαι, ἵνα, ὅταν γένηται, πιστεύσητε· περὶ δὲ τῆς κτίσεως διὰ Σολομῶνός φησι· Πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με· καὶ, Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Περὶ δὲ Ἱερεμίου λέγει· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε. Καὶ ὁ μὲν Δαβὶδ ψάλλει· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· ἐν δὲ τῷ Δανιήλ· Ἀνεβόησε φωνῇ μεγάλῃ Σουσάννα, καὶ εἶπεν· Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Τὸ ἄρα, Οὐκ ἦν ποτε, καὶ τὸ, πρὶν γενέσθαι, καὶ τὸ, ὅτε, καὶ ὅσα τοιαῦτά ἐστι λεξείδια ἐπὶ μὲν τῶν γενητῶν καὶ κτισμάτων, τῶν ἐξ οὐκ ὄντων γενομένων, ἁρμόζει λέγεσθαι, ἀλλότρια δὲ τοῦ Λόγου ἐστίν. Εἰ δὲ ταῦτα μὲν ἐπὶ τῶν γενητῶν, τὸ δὲ, ἀεὶ, ἐπὶ τοῦ Υἱοῦ λέγουσιν αἱ Γραφαὶ, οὐκ ἄρα, ὦ θεομάχοι, ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱὸς, οὐδὲ ὅλως τῶν γενητῶν ἐστιν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πατρὸς εἰκὼν καὶ Λόγος ἀΐδιός ἐστιν, οὐδὲ πώποτε οὐκ ὢν, ἀλλὰ ἀεὶ ὢν, ὡς ἀϊδίου ὄντος φωτὸς ἀΐδιον ἀπαύγασμα. Τί τοίνυν χρόνους πρὸ τοῦ Υἱοῦ φαντάζεσθε; ἢ διὰ τί μετὰ χρόνους βλασφημεῖτε τὸν Λόγον, δι' οὗ καὶ οἱ αἰῶνες γεγόνασι; Πῶς γὰρ ὅλως χρόνος ἢ αἰὼν ὑπέστη μήπω φανέντος καθ' ὑμᾶς τοῦ Λόγου, δι' οὗ τὰ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; Ἢ διὰ τί, χρόνον σημαίνοντες, οὐ λέγετε φανερῶς· Ἦν χρόνος ὅτε οὐκ ἦν ὁ Λόγος; Ἀλλὰ τὸ μὲν ὄνομα τοῦ χρόνου σκέπετε πρὸς ἀπάτην τῶν ἀκεραίων, τὸ φρόνημα δὲ ὅλως ἑαυτῶν οὐ κρύπτετε, ἀλλ' οὐδὲ κρύπτοντες λαθεῖν δύνασθε· πάλιν γὰρ χρόνους σημαίνετε λέγοντες, « Ἦν ποτε ὅτε οὐκ ἦν, » καὶ « Οὐκ ἦν πρὶν γεννηθῇ. »
before it comes to pass, so that, when it comes to pass, ye may believe (John 14:28-29); and concerning the creation He says through Solomon: Before He made the earth, and before He made the deeps, and before the springs of the waters came forth, and before the mountains were settled, and before all the hills, He begetteth Me (Prov. 8:23-25); and, Before Abraham came to be, I am (John 8:58). And concerning Jeremiah He says: Before I formed thee in the womb, I know thee (Jer. 1:5). And David sings: Lord, Thou hast been a refuge for us in generation and generation. Before the mountains came to be and the earth and the world were formed, from age even unto age Thou art (Ps. 89:1-2); and in Daniel: Susanna cried out with a loud voice, and said: O everlasting God, the Knower of hidden things, Who knowest all things before their coming to be (Dan. 13:42). Therefore the phrase, He was not once, and the phrase, before it came to be, and the word, when, and all such little phrases, are fitting to be spoken of originated things and creatures that have come to be out of nothing, but are foreign to the Word. And if the Scriptures speak these things of originated things, but the word, always, of the Son, then, O fighters against God, the Son did not come to be out of nothing, nor is the Son among originated things at all, but He is the image and eternal Word of the Father, never at any time non-existent, but always existing, as the eternal radiance of a Light that is eternal. Why then do you imagine times before the Son? Or why do you blaspheme the Word as after times, through Whom the ages also came to be? For how did time or age subsist at all when, according to you, the Word had not yet appeared, through Whom all things came to be, and without Him came to be not even one thing (John 1:3)? Or why, when you signify time, do you not say openly: There was a time when the Word was not? Instead, the name of time you cover up for the deception of the simple, yet your own mindset you do not hide at all, nor even in hiding it are you able to escape notice; for again you signify times when you say, « There was once when He was not, » and « He was not before He was begotten. »
14. Τούτων οὕτω δεικνυμένων, ἔτι πλέον ἀναιδεύονται λέγοντες· Εἰ μὴ ἦν ποτε ὅτε οὐκ ἦν, ἀλλ' ἀΐδιός ἐστιν ὁ Υἱὸς, καὶ συνυπάρχει τῷ Πατρὶ, οὐκέτι Υἱὸν, ἀλλ' ἀδελφὸν εἶναι τοῦ Πατρὸς λέγετε αὐτόν.
14. While these things are thus shown, they behave yet more shamelessly, saying: If there was not once when He was not, but the Son is eternal, and coexists with the Father, tell us that He is no longer Son, but brother of the Father.
PG 26:41Read from the page
Ἀνόητοι καὶ φιλόνεικοι! ει μὲν γὰρ ἀϊδίως συνεῖναι μόνον αὐτὸν ἐλέγομεν, καὶ μὴ Υἱὸν, πιθανή τις ἦν αὐτῶν ἡ προσποίητος εὐλάβεια· εἰ δὲ ἀΐδιον λέγοντες ὁμολογοῦμεν αὐτὸν Υἱὸν ἐκ Πατρὸς, πῶς ὁ γεννηθεὶς ἀδελφὸς τοῦ γεννήσαντος δύναται νομίζεσθαι; Καὶ εἰ εἰς Πατέρα καὶ Υἱὸν ἡμῶν ἐστιν ἡ πίστις, ποία ἀδελφότης ἐν τούτοις ἐστίν; ἢ πῶς δύναται ὁ Λόγος ἀδελφὸς λέγεσθαι τούτου, οὗ καὶ ἔστι Λόγος; Οὐκ ἔστιν ἀντίῤῥησις αὕτη ὡς παρὰ ἀγνοούντων γινομένη· συνορῶσι γὰρ καὶ αὐτοὶ τὴν ἀλήθειαν· ἀλλὰ πρόφασίς ἐστιν Ἰουδαϊκὴ, καὶ θελόντων, ὡς εἶπεν ὁ Σολομὼν, ἀπὸ τῆς ἀληθείας χωρίζεσθαι. Οὐ γὰρ ἔκ τινος ἀρχῆς προϋπαρχούσης ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐγεννήθησαν, ἵνα καὶ ἀδελφοὶ νομισθῶσιν· ἀλλ' ὁ Πατὴρ ἀρχὴ τοῦ Υἱοῦ καὶ γεννήτωρ ἐστὶ, καὶ ὁ Πατὴρ πατήρ ἐστι, καὶ οὐχ υἱός τινος γέγονε· καὶ ὁ Υἱὸς δὲ υἱός ἐστι, καὶ οὐκ ἀδελφός. Εἰ δὲ ἀΐδιον γέννημα τοῦ Πατρὸς λέγεται, καλῶς λέγεται. Οὐ γὰρ ἀτελὴς οὐσία τοῦ Πατρὸς ἦν ποτε, ἵνα καὶ τὸ ἴδιον αὐτῆς ἐπισυμβαίνῃ ταύτῃ· οὐδὲ ὡς ἄνθρωπος ἐξ ἀνθρώπου γεγέννηται ὁ Υἱὸς, ἵνα καὶ ὑστερίζῃ τῆς πατρῴας ὑπάρξεως· ἀλλὰ Θεοῦ γέννημά ἐστι, καὶ ὡς Θεοῦ τοῦ ἀεὶ ὄντος ἴδιος ὢν Υἱὸς, ἀϊδίως ὑπάρχει. Ἀνθρώπων μὲν γὰρ ἴδιον τὸ ἐν χρόνῳ γεννᾷν διὰ τὸ ἀτελὲς τῆς φύσεως· Θεοῦ δὲ ἀΐδιον τὸ γέννημα, διὰ τὸ ἀεὶ τέλειον τῆς φύσεως. Εἰ μὲν οὖν οὐκ ἔστιν Υἱὸς, ἀλλ' ἐξ οὐκ ὄντων ποίημα γέγονε, δεικνύτωσαν πρότερον, καὶ ὡς περὶ ποιήματος φανταζόμενοι κραζέτωσαν, ὅτι, Ἦν ποτε ὅτε οὐκ ἦν· οὐκ ὄντα γὰρ γέγονε τὰ γενητά. Εἰ δὲ Υἱός ἐστι· τοῦτο γὰρ καὶ ὁ Πατὴρ λέγει, καὶ αἱ Γραφαὶ βοῶσι· τὸ δὲ Υἱὸς οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκ τοῦ Πατρὸς γεννώμενον· τὸ δὲ γεννώμενον ἐκ τοῦ Πατρὸς Λόγος ἐστὶν αὐτοῦ καὶ Σοφία καὶ ἀπαύγασμα· τί δεῖ λέγειν ἢ ὅτι λέγοντες, Ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς, ὡς λῃσταί τινες ἀποσυλῶσι τὸν Λόγον ἀπὸ τοῦ Θεοῦ, καὶ ἄντικρυς κατ' αὐτοῦ φθέγγονται, ὅτι ἦν ποτε τοῦ ἰδίου Λόγου καὶ Σοφίας χωρὶς, καὶ τὸ φῶς ἦν ποτε χωρὶς αὐγῆς, καὶ ἄγονος ἦν ἡ πηγὴ καὶ ξηρά; Κἂν γὰρ τὸ ὄνομα τοῦ χρόνου προσποιούμενοι φοβεῖσθαι διὰ τοὺς ὀνειδίζοντας αὐτοὺς, λέγωσι πρὸ χρόνων αὐτὸν εἶναι· ἀλλ' ὅμως ὅτι διαστήματά τινα διδόασιν, ἐν οἷς μὴ εἶναι αὐτὸν φαντάζονται, οὐδὲν ἧττον χρόνους σημαίνοντες, καὶ ἀλογίαν περὶ τὸν Θεὸν εἰσάγοντες, μεγάλως ἀσεβοῦσιν.
Senseless and contentious men! For if we said only that He coexists eternally, and not that He is Son, their feigned reverence would have had some plausibility; but if in calling Him eternal we confess Him Son from the Father, how can He Who was begotten be considered brother of Him Who begot? And if our faith is in Father and Son, what brotherhood is there in these? Or how can the Word be called brother of Him Whose Word He is? This objection does not arise as from men who are ignorant—for they themselves also perceive the truth—but it is a Jewish pretext, and that of men wishing, as Solomon said, to separate themselves from the truth (Prov. 18:1). For the Father and the Son were not begotten from some pre-existing principle, that they should be considered brothers; but the Father is principle and Begetter of the Son, and the Father is father, and has not become anyone's son; and the Son too is son, and not brother. And if He is called the eternal offspring of the Father, He is rightly so called. For the essence of the Father was never imperfect, that what is proper to it should supervene upon it; nor has the Son been begotten as man from man, that He should be later than the paternal existence; but He is the offspring of God, and being the proper Son of God Who always exists, He exists eternally. For to men it is proper to beget in time because of the imperfection of their nature; whereas God's offspring is eternal, because of the unceasing perfection of His nature. If then He is not Son, but has become a work out of nothing, let them prove this first, and imagining Him as a work let them cry out, There was once when He was not; for originated things came to be when they were not. But if He is Son—for this both the Father says, and the Scriptures cry aloud, and the name Son is nothing else than that which is begotten from the Father, and that which is begotten from the Father is His Word and Wisdom and radiance—what must we say except that in saying, There was once when the Son was not, like robbers of some sort they strip the Word from God, and openly utter against Him that He was once without His proper Word and Wisdom, and the light was once without radiance, and the fountain was barren and dry? For even though, pretending to fear the name of time because of those who reproach them, they say that He is before times, yet because they assign certain intervals in which they imagine that He was not, signifying times none the less, and introducing unreason concerning God, they are grievously impious.
Notes, col. 41

On the reading

Printed ει, for εἰ.

PG 26:44Read from the page
15. Εἰ δὲ καὶ τὸ ὄνομα τοῦ Υἱοῦ πάλιν συνομολογοῦσι, διὰ τὸ μὴ βούλεσθαι φανερῶς παρὰ πάντων καταγινώσκεσθαι, τὸ δὲ εἶναι τοῦτον τῆς οὐσίας τοῦ Πατρὸς ἴδιον γέννημα ἀρνοῦνται, ὡς μὴ δυναμένου τούτου εἶναι χωρὶς τῆς ἐκ μερῶν καὶ διαιρέσεων ὑπονοίας· οὐδὲν ἧττον πάλιν ἀρνοῦνται μὴ εἶναι μὲν ἀληθινὸν Υἱὸν, ὀνόματι δὲ μόνον λέγοντες Υἱόν. Πῶς δὲ οὐ σφάλλονται μεγάλως περὶ τοῦ ἀσωμάτου τὰ σωμάτων ἐνθυμούμενοι, καὶ διὰ τὴν ἀσθένειαν τῆς ἰδίας φύσεως ἀρνούμενοι τὸ φύσει καὶ ἴδιον τοῦ Πατρός; Ὥρα γὰρ αὐτοὺς μὴ νοοῦντας καὶ πῶς ἐστιν ὁ Θεὸς, ἢ ποταπός ἐστιν ὁ Πατὴρ, ἀρνεῖσθαι καὶ αὐτὸν, ἐπεὶ καὶ τὸ γέννημα τοῦ Πατρὸς ἐξ ἑαυτῶν μετροῦσιν οἱ ἄφρονες. Ἀλλ' οὕτως αὐτοὺς διακειμένους, καὶ νομίζοντας μὴ δύνασθαι εἶναι Υἱὸν τοῦ Θεοῦ, οἰκτείρειν μὲν ἄξιον· ἐρωτᾷν δὲ καὶ διελέγχειν αὐτοὺς ἀκόλουθόν ἐστι, τάχα κἂν οὕτως εἰς αἴσθησιν ἔλθωσιν. Εἰ καθ' ὑμᾶς ἐξ οὐκ ὄντων ἐστὶν ὁ Υἱὸς, καὶ οὐκ ἦν πρὶν γεννηθῇ, πάντως που κατὰ μετουσίαν καὶ αὐτὸς Υἱὸς, καὶ Θεὸς, καὶ Σοφία ἐκλήθη· οὕτω γὰρ καὶ τὰ ἄλλα πάντα συνέστηκέ τε καὶ ἁγιαζόμενα δοξάζεται. Τίνος τοίνυν ἐστὶ μέτοχος, εἰπεῖν ὑμᾶς ἀνάγκη. Τὰ μὲν γὰρ ἄλλα πάντα τοῦ Πνεύματος μετέχει, αὐτὸς δὲ ἄρα καθ' ὑμᾶς τίνος ἂν εἴη μέτοχος; Τοῦ Πνεύματος; Καὶ μὴν αὐτὸ τὸ Πνεῦμα μᾶλλον παρὰ τοῦ Υἱοῦ λαμβάνει, ὡς αὐτὸς εἴρηκε, καὶ ἄλογόν ἐστιν εἰπεῖν τοῦτον ἁγιάζεσθαι παρ' ἐκείνου. Οὐκοῦν τοῦ Πατρὸς μετέχει· τοῦτο γὰρ λείπεται, καὶ ἀνάγκη λέγειν. Καὶ τί τοῦτο ἄρα ἢ πόθεν ἐστίν; εἰ μὲν οὖν ἔξωθέν ἐστιν ἐπινοηθὲν παρὰ τοῦ Πατρὸς, οὐκέτι πάλιν τοῦ Πατρὸς μετέχων ἂν εἴη, ἀλλὰ τοῦ ἔξωθεν γενομένου, καὶ οὐκέτι αὐτὸς οὐδὲ δεύτερος ἔσται μετὰ τὸν Πατέρα, ἔχων πρὸ ἑαυτοῦ ἐκεῖνο· οὐδὲ τοῦ Πατρὸς Υἱὸς ἂν λεχθείη, ἀλλ' ἐκείνου, οὗ καὶ μετέχων Υἱὸς καὶ Θεὸς ἐκλήθη· εἰ δὲ τοῦτο ἄτοπον καὶ ἀσεβὲς, λέγοντος μὲν τοῦ Πατρὸς, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, λέγοντος δὲ καὶ τοῦ Υἱοῦ, Πατέρα ἴδιον εἶναι τὸν Θεόν· δῆλον, ὅτι οὐκ ἔξωθεν, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Πατρός ἐστι τὸ μετεχόμενον. Τοῦτο δὲ πάλιν ἐὰν ἕτερον ᾖ παρὰ τὴν οὐσίαν τοῦ Υἱοῦ, τὸ ἴσον ἄτοπον ἀπαντήσει, μέσου πάλιν εὑρισκομένου τούτου ἐκ τοῦ Πατρὸς καὶ τῆς οὐσίας τοῦ Υἱοῦ, ἥτις ποτέ ἐστιν.
15. And even if they again confess the name of the Son, because they do not wish to be openly condemned by all, yet they deny that He is the proper offspring of the essence of the Father, as though this could not be without the suspicion of parts and divisions; nonetheless they again deny that He is true Son, calling Him Son in name alone. And how do they not err greatly concerning the incorporeal when they ponder the things of bodies, and on account of the weakness of their own nature deny what is by nature and proper to the Father? For it is time for them, since they do not understand even how God is, or of what sort the Father is, to deny Him as well, since the fools measure even the offspring of the Father by themselves. Yet when they are thus disposed, and suppose that there cannot be a Son of God, it is worthy indeed to pity them; and it is fitting also to question and refute them, if perhaps even so they may come to their senses. If according to you the Son is from things that are not, and was not before He was begotten, then altogether by participation He too was called Son, and God, and Wisdom; for thus also all other things both subsist and, being sanctified, are glorified. Of what, therefore, is He partaker, you must say. For all other things partake of the Spirit, but of what then, according to you, would He Himself be partaker? Of the Spirit? And yet the Spirit Himself rather receives from the Son, as He Himself has said, and it is unreasonable to say that the latter is sanctified by the former. Therefore He partakes of the Father; for this remains, and one must say it. And what then is this, or whence is it? If, on the one hand, it is something devised from without beside the Father, He would no longer again be partaking of the Father, but of that which came to be from without, and He Himself will no longer be even second after the Father, having that thing before Himself; nor would He be called Son of the Father, but of that thing, by partaking of which He was called Son and God; but if this is absurd and impious, when the Father says, This is My beloved Son, and when the Son also says that God is His own Father, it is plain that what is partaken of is not from without, but from the essence of the Father. And again, if this be something other beside the essence of the Son, an equal absurdity will meet us, this again being found as an intermediate between the Father and the essence of the Son, whatever that may be.
16. Τοιούτων δὴ οὖν ἀτόπων καὶ παρὰ τὴν ἀλήθειαν ἀναφαινομένων λογισμῶν, ἀνάγκη λέγειν τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ἴδιον αὐτοῦ σύμπαν εἶναι τὸν
16. Since such absurd reasonings, contrary to the truth, thus come to light, it is necessary to say that what is from the essence of the Father and proper to Him is entirely the
PG 26:45Read from the page
Υἱόν· τὸ γὰρ ὅλως μετέχεσθαι τὸν Θεὸν, ἴσον ἐστὶ λέγειν, ὅτι καὶ γεννᾷ· τὸ δὲ γεννᾷν τί σημαίνει ἢ Υἱόν; Αὐτοῦ γοῦν τοῦ Υἱοῦ μετέχει τὰ πάντα κατὰ τὴν τοῦ Πνεύματος γινομένην παρ' αὐτοῦ χάριν· καὶ φανερὸν ἐκ τούτου γίνεται, ὅτι αὐτὸς μὲν ὁ Υἱὸς οὐδενὸς μετέχει, τὸ δὲ ἐκ τοῦ Πατρὸς μετεχόμενον, τοῦτό ἐστιν ὁ Υἱός. Αὐτοῦ γὰρ τοῦ Υἱοῦ μετέχοντες, τοῦ Θεοῦ μετέχειν λεγόμεθα· καὶ τοῦτό ἐστιν, ὃ ἔλεγεν ὁ Πέτρος, Ἵνα γένησθε θείας κοινωνοὶ φύσεως, ὥς φησι καὶ ὁ Ἀπόστολος, Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε; καὶ, Ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος. Καὶ αὐτὸν δὲ τὸν Υἱὸν βλέποντες, ὁρῶμεν τὸν Πατέρα. Ἡ γὰρ τοῦ Υἱοῦ ἔννοια καὶ κατάληψις γνῶσίς ἐστι περὶ τοῦ Πατρὸς, διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ ἴδιον εἶναι γέννημα. Ὥσπερ δὲ τὸ μετέχεσθαι οὐκ ἄν τις ὑμῶν ἔτι πάθος εἴποι καὶ μερισμὸν τῆς τοῦ Θεοῦ οὐσίας· (δεδήλωται γὰρ καὶ ὡμολόγηται μετέχεσθαι τὸν Θεὸν, καὶ ταὐτὸ εἶναι μετέχεσθαι καὶ γεννᾷν·) οὕτως τὸ γέννημα οὐ πάθος, οὐδὲ μερισμός ἐστι τῆς μακαρίας ἐκείνης οὐσίας. Οὐκ ἄπιστον ἄρα ἐστὶν Υἱὸν ἔχειν τὸν Θεὸν, τῆς ἰδίας οὐσίας τὸ γέννημα· οὐδ' ἄρα πάθος καὶ μερισμὸν τῆς οὐσίας τοῦ Θεοῦ σημαίνομεν, λέγοντες Υἱὸν καὶ γέννημα· ἀλλὰ μᾶλλον τὸ γνήσιον καὶ τὸ ἀληθινὸν καὶ τὸ μονογενὲς τοῦ Θεοῦ γινώσκοντες, οὕτω πιστεύομεν. Τούτου δὲ οὕτω πεφασμένου καὶ δεικνυμένου, ὅτι τὸ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας γέννημα τοῦτό ἐστιν ὁ Υἱὸς, οὐδενὶ λοιπὸν ἀμφίβολον, ἀλλὰ καὶ πρόδηλον ἂν εἴη, ὅτι τοῦτό ἐστιν ἡ Σοφία καὶ ὁ Λόγος τοῦ Πατρὸς, ἐν ᾧ καὶ δι' οὗ τὰ πάντα κτίζει καὶ ποιεῖ· καὶ τοῦτό ἐστιν αὐτοῦ τὸ ἀπαύγασμα, ἐν ᾧ τὰ πάντα φωτίζει, καὶ ἀποκαλύπτεται οἷς ἐὰν θέλῃ· τοῦτό ἐστιν αὐτοῦ χαρακτὴρ καὶ εἰκὼν, ἐν ᾧ θεωρεῖται καὶ γινώσκεται, διὸ καὶ αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσι· καὶ γὰρ ὁ τοῦτον βλέπων βλέπει καὶ τὸν Πατέρα· τοῦτό ἐστιν ὁ Χριστὸς, ἐν ᾧ τὰ πάντα λελύτρωται, καὶ πάλιν τὴν καινὴν εἰργάσατο κτίσιν. Τοῦ δὲ Υἱοῦ πάλιν οὕτως ὄντος, οὐχ ἁρμόζει, ἀλλὰ καὶ λίαν ἐπικίνδυνόν ἐστιν εἰπεῖν τοῦτον ἐξ οὐκ ὄντων ποίημα, ἢ, Οὐκ ἦν πρὶν γεννηθῇ. Ὁ γὰρ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρὸς οὕτω λέγων καὶ εἰς αὐτὸν τὸν Πατέρα φθάνει βλασφημῶν, τὰ τοιαῦτα φρονῶν περὶ αὐτοῦ, οἷα καὶ περὶ τοῦ ἐξ αὐτοῦ γεννήματος φανταζόμενος καταψεύδεται.
Son; for that God is partaken of at all is equivalent to saying that He also begets; and what does to beget signify other than a Son? Of the Son Himself, then, all things partake according to the grace of the Spirit which comes from Him; and from this it becomes manifest that the Son Himself partakes of nothing, whereas that which is partaken of from the Father, this is the Son. For by partaking of the Son Himself, we are said to partake of God; and this is what Peter said, That you may become partakers of the divine nature (2 Pet. 1:4), as the Apostle also says, Do you not know that you are a temple of God? (1 Cor. 3:16) and, For we are the temple of the living God (2 Cor. 6:16). And looking upon the Son Himself, we see the Father. For the conception and comprehension of the Son is knowledge concerning the Father, because He is the proper offspring from His essence. And just as none of you would any longer call being partaken of an affection and division of the essence of God (for it has been shown and admitted that God is partaken of, and that to be partaken of and to beget are the same thing), so the offspring is neither an affection nor a division of that blessed essence. Therefore it is not incredible that God has a Son, the offspring of His own essence; nor then do we signify an affection and division of the essence of God when we speak of Son and offspring; but rather, knowing what is genuine and true and only-begotten of God, so we believe. And since this has been thus made plain and shown, that the offspring from the essence of the Father is this very Son, to no one hereafter could it be doubtful, but rather it would be altogether clear, that this is the Wisdom and the Word of the Father, in Whom and through Whom He creates and makes all things; and this is His radiance, in Whom He enlightens all things, and is revealed to whomsoever He wills; this is His express image and likeness, in Whom He is contemplated and known, wherefore both He Himself and the Father are one; for indeed he who looks upon Him looks upon the Father also; this is the Christ, in Whom all things have been redeemed, and Who wrought again the new creation. And since the Son again is thus, it is not fitting, nay it is even exceedingly perilous to call Him a work out of things that are not, or, He was not before He was begotten. For he who speaks thus of what is proper to the essence of the Father goes so far as to blaspheme against the Father Himself as well, thinking such things concerning Him as he falsely imagines and fabricates concerning the offspring that is from Him.
17. Ἔστι μὲν οὖν καὶ τοῦτο μόνον ἱκανὸν ἀνατρέπειν τὴν Ἀρειανὴν αἵρεσιν· ὅμως δὲ καὶ ἐκ τούτου ἂν τις ἴδοι τὸ ἀλλόδοξον αὐτῆς. Εἰ ποιητὴς καὶ κτί-
17. Even this alone, therefore, is sufficient to overthrow the Arian heresy; nevertheless from this also one might see its perversity of opinion. If God is Maker and Cre-
Notes, col. 45

On the reading

Printed ἂν τις, for ἄν τις.

PG 26:48Read from the page
στης ἐστὶν ὁ Θεὸς, διὰ Υἱοῦ δὲ τὰ ποιήματα κτίζει, καὶ οὐκ ἔστιν ἄλλως ἰδεῖν τὰ γινόμενα ἢ διὰ τοῦ Λόγου γινόμενα· πῶς οὐ βλάσφημον, ποιητοῦ ὄντος τοῦ Θεοῦ, λέγειν τὸν δημιουργικὸν αὐτοῦ Λόγον καὶ τὴν Σοφίαν μὴ εἶναί ποτε; Ἴσον γάρ ἐστιν εἰπεῖν, ὅτι μηδὲ ποιητής ἐστιν ὁ Θεὸς, οὐκ ἔχων ἴδιον ἐξ αὐτοῦ δημιουργικὸν Λόγον, ἀλλ' ἔξωθεν ἐπεισαγόμενός ἐστι καὶ ξένος αὐτοῦ, καὶ ἀνόμοιος κατ' οὐσίαν τυγχάνων, ἐν ᾧ δημιουργεῖ. Ἔπειτα λεγέτωσαν ἡμῖν, μᾶλλον δὲ κἂν ἐκ τούτου βλεπέτωσαν τὴν δυσσέβειαν ἑαυτῶν ἐκ τοῦ λέγειν, Ἦν ποτε, ὅτε οὐκ ἦν, καὶ, Οὐκ ἦν πρὶν γεννηθῇ. Εἰ γὰρ οὐκ ἀϊδίως σύνεστιν ὁ Λόγος τῷ Πατρὶ, οὐκ ἔστιν ἡ Τριὰς ἀΐδιος· ἀλλὰ μονὰς μὲν ἦν πρότερον, ἐκ προσθήκης δὲ γέγονεν ὕστερον Τριὰς, καὶ προϊόντος τοῦ χρόνου κατ' αὐτοὺς ηὔξησε καὶ συνέστη τῆς θεολογίας ἡ γνῶσις. Πάλιν τε, εἰ οὐκ ἔστιν ὁ Υἱὸς ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα, ἀλλ' ἐξ οὐκ ὄντων γέγονεν, ἐξ οὐκ ὄντων συνίσταται Τριὰς, καὶ ἦν ποτε ὅτε οὐκ ἦν Τριὰς, ἀλλὰ μονάς· καὶ ποτὲ μὲν ἐλλειπὴς Τριὰς, ποτὲ δὲ πλήρης· ἐλλειπὴς μὲν πρὶν γένηται ὁ Υἱός· πλήρης δὲ, ὅτε γέγονε· καὶ λοιπὸν καὶ τὸ γενητὸν τῷ κτίστῃ συναριθμεῖται, καὶ τό ποτε μὴ ὂν τῷ ἀεὶ ὄντι συνθεολογεῖται καὶ συνδοξάζεται· καὶ τό γε μεῖζον, ἀνόμοιος ἑαυτῆς ἡ Τριὰς εὑρίσκεται, ξέναις καὶ ἀλλοτρίαις φύσεσί τε καὶ ταῖς οὐσίαις συνισταμένη. Τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἢ γενητὴν τὴν τῆς Τριάδος σύστασιν. Ποταπὴ οὖν αὕτη θεοσέβεια ἡ μηδὲ ἑαυτῇ ὁμοία τυγχάνουσα, ἀλλ' ἐκ προσθήκης χρόνων πληρουμένη, καὶ ποτὲ μὲν μὴ οὕτως, ποτὲ δὲ οὕτως οὖσα; Εἰκὸς γὰρ αὐτὴν καὶ πάλιν λήψεσθαι προσθήκην, καὶ τοῦτο εἰς ἄπειρον, ὡς ἅπαξ καὶ κατὰ τὴν ἀρχὴν ἐκ προσθήκης ἔσχε τὴν σύστασιν. Οὐκ ἀμφίβολον δὲ, ὅτι καὶ δυνατὸν αὐτὴν μειοῦσθαι. Τὰ γὰρ προστιθέμενα, φανερὸν, ὅτι καὶ ἀφαιρεῖσθαι δύναται.
ator, and through the Son creates the things that are made, and it is not possible otherwise to see the things that come into being than as coming into being through the Word, how is it not blasphemous, when God is Maker, to say that His creative Word and Wisdom once was not? For it is equivalent to saying that God is not even a Maker, since He does not have His own creative Word from Himself, but that the One in Whom He frames is brought in from without and is foreign to Him, and happens to be unlike in essence. Next, let them tell us, or rather let them even from this see their own impiety from saying, There was once when He was not, and, He was not before He was begotten. For if the Word is not eternally with the Father, the Trinity is not eternal; but formerly it was a Monad, and afterwards by addition it became a Trinity, and as time advanced, according to them, the knowledge of theology grew and was constituted. And again, if the Son is not the proper offspring of the Father's essence, but has come into being out of things that are not, then the Trinity is constituted out of things that are not, and there was once when there was no Trinity, but a Monad; and at one time the Trinity was deficient, and at another time full: deficient before the Son came into being, and full when He had come into being; and henceforth even that which is originated is numbered together with the Creator, and that which once was not is confessed in theology and glorified together with Him Who always is; and what is greater still, the Trinity is found unlike itself, being composed of foreign and alien natures and essences. And this is nothing else than to say that the constitution of the Trinity is originated. Of what sort, then, is this religion, which is not even like unto itself, but is filled up by the addition of times, and at one time is not thus, and at another time is thus? For it is likely that it will again receive an addition, and this unto infinity, since once and at the beginning it obtained its constitution from addition. And it is not doubtful that it is also possible for it to be diminished. For things that are added, it is manifest, can also be taken away.
18. Οὐκ ἔστι δὲ οὕτως· μὴ γένοιτο! Οὐκ ἔστι γενητὴ ἡ Τριάς· ἀλλ' ἀΐδιος καὶ μία θεότης ἐστὶν ἐν Τριάδι, καὶ μία δόξα τῆς ἁγίας Τριάδος· καὶ σχίζειν αὐτὴν εἰς διαφόρους φύσεις τολμᾶτε· τοῦ Πατρὸς ἀϊδίου ὄντος, τὸν συγκαθήμενον αὐτῷ Λόγον λέγετε, ὅτι, Ἦν ποτε ὅτε οὐκ ἦν· τοῦ δὲ Υἱοῦ συγκαθη-
18. Yet it is not so; God forbid! The Trinity is not originated; but there is an eternal and one Godhead in Trinity, and one glory of the Holy Trinity; and you dare to cleave it into different natures: though the Father is eternal, of the Word Who sits together with Him you say, There was once when He was not; and while the Son sits to-