Migne Reading Room

PG 26 · cols. 25–36 · Read from the page

First Oration against the Arians

First Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:25Read from the page
ἡμων ὑπέμεινεν, ἀπεστραφη, καὶ τὰς ἀκτῖνας συστείλας, τὴν ἡμέραν ἐκείνην ἀνήλιον ἔδειξεν· ἐπὶ δὲ ταῖς Ἀρείου βλασφημίαις πῶς οὐ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ἀφασίᾳ πληγήσεται, καὶ κλείσει μὲν τὰς ἀκοὰς, καμμύσει δὲ τοὺς ὀφθαλμοὺς, ἵνα μήτε ἀκοῦσαι τοιούτων, μήτ' ἰδεῖν τὸν ταῦτα γράψαντα δυνηθῇ; ὁ δὲ Κύριος αὐτὸς πῶς οὐ μᾶλλον δικαίως κατὰ τούτων, ὡς ἀσεβῶν, ἀλλὰ καὶ ἀχαρίστων βοήσει, ἃ καὶ διὰ τοῦ προφήτου Ὡσηὲ προείρηκεν, Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς· αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ. Καὶ μετ' ὀλίγα· Καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρὰ, ἀπεστράφησαν εἰς οὐδέν. Τὸν γὰρ ὄντα τοῦ Θεοῦ Λόγον ἀποστραφέντες, πλάσαντες δὲ ἑαυτοῖς τὸν οὐκ ὄντα, εἰς τὸ μηδὲν πεπτώκασι. Διὰ τοῦτο γὰρ καὶ ἡ οἰκουμενικὴ σύνοδος ταῦτα λέγοντα τὸν Ἄρειον ἐξέβαλε τῆς Ἐκκλησίας, καὶ ἀνεθεμάτισεν οὐ φέρουσα τὴν ἀσέβειαν· καὶ λοιπὸν αἵρεσις ἐλογίσθη ἡ Ἀρείου πλάνη ἔχουσά τι πλέον τῶν ἄλλων αἱρέσεων, ὅτι καὶ χριστομάχος ἐκλήθη, καὶ πρόδρομος ἐλογίσθη τοῦ Ἀντιχρίστου. Εἰ καὶ τὰ μάλιστα τοίνυν, ὡς προεῖπον, αὐτάρκης ἡ τοσαύτη κρίσις κατὰ τῆς ἀσεβοῦς αἱρέσεως πεῖσαι πάντας φεύγειν ἀπ' αὐτῆς· ὅμως, ἐπειδή τινες τῶν λεγομένων Χριστιανῶν, ἢ ἀγνοοῦντες, ἢ ὑποκρινόμενοι, καθάπερ εἴρηται πρόσθεν, ἀδιάφορον πρὸς τὴν ἀλήθειαν ἡγοῦνται τὴν αἰρεσιν, καὶ τοὺς ταῦτα φρονοῦντας Χριστιανοὺς ὀνομάζουσι, φέρε κατὰ δύναμιν ἐρωτῶντες αὐτοὺς, ἀποκαλύψωμεν τὴν πανουργίαν τῆς αἱρέσεως. Τάχα κἂν οὕτω συμποδισθέντες ἐπιστομισθῶσι καὶ φύγωσιν ἀπ' αὐτῆς ὡς ἀπὸ προσώπου ὄφεως.
us endured, turned away, and drawing in its rays, showed that day sunless; and at the blasphemies of Arius how shall not the whole nature of men be struck with speechlessness, and stop its ears, and close its eyes, so that it may be able neither to hear such things nor to see him who wrote these things? And how shall not the Lord Himself much more justly cry out against these men, as impious, and also ungrateful, the things which He also foretold through the prophet Hosea: Woe to them, because they have leaped away from Me; wretched are they, because they have acted impiously against Me; yet I redeemed them, and they spoke falsehoods against Me (Hos. 7:13). And a little after: And against Me they devised evil things, they turned away unto nothing (Hos. 7:15-16). For having turned away from the Word of God Who is, and having fashioned for themselves him who is not, they have fallen into nothing. For on this account also the ecumenical synod cast Arius out of the Church when he said these things, and anathematized him, not enduring his impiety; and henceforth the error of Arius was reckoned a heresy having something more than the other heresies, in that it was even called Christ-fighting, and was reckoned a forerunner of the Antichrist. Even though, therefore, as I said before, so great a judgement against the impious heresy is most sufficient to persuade all to flee from it; nevertheless, since some of the so-called Christians, either in ignorance or in hypocrisy, as has been said before, accounted the heresy indifferent towards the truth, and name those who think these things Christians, come, let us according to our ability question them, and uncover the craftiness of the heresy. Perhaps even so, having their feet entangled, they may have their mouths stopped and flee from it as from the face of a serpent (Sir. 21:2).
8. Εἰ μὲν οὖν, διὰ τὸ λέξεις τινὰς τῆς θείας Γραφῆς ἐν τῇ Θαλείᾳ γράψαι, νομίζουσι καὶ τὰς βλασφημίας εὐφημίας εἶναι, πάντως που καὶ τοὺς νῦν Ἰουδαίους ὁρῶντες ἀναγινώσκοντας τὸν νόμον καὶ τοὺς προφήτας, ἀρνήσονται καὶ αὐτοὶ διὰ τοῦτο σὺν ἐκείνοις τὸν Χριστόν· ἀκούοντες δὲ τάχα καὶ Μανιχαίων λεγόντων μέρη τινὰ τῶν Εὐαγγελίων, ἀρνήσονται σὺν αὐτοῖς τὸν νόμον καὶ τοὺς προφήτας. Εἰ δὲ ἀγνοοῦντες οὕτω χειμάζονται καὶ τοιαῦτα βαττολογοῦσι, μαθέτωσαν ἀπὸ τῶν Γραφῶν, ὅτι καὶ ὁ τὰς αἱρέσεις ἐπινοήσας διάβολος διὰ τὴν ἰδίαν τῆς κακίας δυσωδίαν κιχρᾶται τὰς λέξεις τῶν Γραφῶν, ἵνα, αὐτὰς ἔχων ἐπικάλυμμα, τὸν ἴδιον ἰὸν ἐπισπείρας, ἀπατήσῃ τοὺς ἀκεραίους. Οὕτω τὴν Εὔαν ἠπά-
8. If, therefore, because he wrote certain words of the divine Scripture in the Thalia, they suppose that even his blasphemies are words of praise, then surely, seeing the present Jews reading the law and the prophets, they too on this account will deny Christ together with them; and hearing perhaps Manichaeans also reciting certain parts of the Gospels, they will deny the law and the prophets together with them. But if in ignorance they are thus storm-tossed and babble such things, let them learn from the Scriptures that the devil also, who devised the heresies, on account of the stench of his own wickedness borrows the words of the Scriptures, so that, having them as a covering, after sowing his own poison, he may deceive the guileless. Thus he de-
Notes, col. 25

On the reading

Printed 23, for 25.

Printed ἡμων, for ἡμῶν.

Printed ἀπεστραφη, for ἀπεστράφη.

Printed αἰρεσιν, for αἵρεσιν.

PG 26:28Read from the page
τησεν· οὕτω καὶ τὰς ἄλλας αἱρέσεις ἔπλασε· οὕτω καὶ νῦν Ἄρειον ἔπεισεν εἰπεῖν καὶ σχηματίσασθαι δῆθεν κατὰ τῶν αἱρέσεων, ἵνα λάθῃ τὴν ἰδίαν ἐπιβάλλων αἵρεσιν. Καὶ ὅμως οὐκ ἔλαθεν οὐδὲ οὕτως ὁ πανοῦργος· εἰς γὰρ τὸν τοῦ Θεοῦ Λόγον ἀσεβήσας, πάντων εὐθὺς ἐξέπεσε, καὶ δέδεικται πᾶσιν, ὅτι καὶ περὶ τῶν ἄλλων ἠγνόησε, καὶ μηδὲν ὅλως ἀληθὲς φρονῶν ὑποκρίνεται. Πῶς γὰρ ἂν ἀληθεύσῃ περὶ τοῦ Πατρὸς ὁ τὸν Υἱὸν ἀρνούμενος, τὸν ἀποκαλύπτοντα περὶ αὐτοῦ; Ἢ πῶς περὶ τοῦ Πνεύματος ὀρθὰ φρονήσει, δυσφημῶν εἰς τὸν τοῦτο χορηγοῦντα λόγον; Τίς δὲ πιστεύσει λέγοντι τούτῳ περὶ ἀναστάσεως, ἀρνουμένῳ τὸν ἐκ νεκρῶν δι' ἡμᾶς πρωτότοκον γενόμενον Χριστὸν; Πῶς δὲ οὐκ, ἄντικρυς ἀγνοήσας τὴν ἐκ Πατρὸς τοῦ Υἱοῦ γνησίαν καὶ ἀληθινὴν γέννησιν, πλανηθήσεται καὶ περὶ τῆς ἐνσάρκου παρουσίας αὐτοῦ; Οὕτω γὰρ καὶ οἱ τότε Ἰουδαῖοι, ἀρνησάμενοι τὸν Λόγον, καὶ λέγοντες, Οὐκ ἔχομεν βασιλέα ει μὴ Καίσαρα, πάντων ἀθρόως ἀφηρέθησαν, καὶ γεγόνασιν ἔρημοι φωτὴς λύχνου, ὀσμῆς μύρου, προφητείας γνώσεως, καὶ αὐτῆς τῆς ἀληθείας, καὶ νῦν οὐδὲν συνιέντες, ὡς ἐν σκότῳ περιπατοῦντές εἰσι. Τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; Ἢ πόθεν ἢ παρὰ τίνος οἱ κόλακες καὶ δωροδόκοι τῆς αἱρέσεως ἤκουσαν τοιαῦτα; Τίς, ὅτε κατηχοῦντο, τοιαῦτα λελάληκεν αὐτοῖς; Τίς αὐτοῖς εἴρηκεν, ὅτι, τὴν εἰς τὴν κτίσιν λατρείαν ἀφέντες, κτίσματι καὶ ποιήματι πάλιν προσέρχεσθε λατρεύειν; Εἰ δὲ καὶ αὐτοὶ πρῶτον νῦν ὁμολογοῦσιν ἀκηκοέναι τὰ τοιαῦτα, μὴ ἀρνείσθωσαν ἀλλοτρίαν καὶ μὴ ἐκ πατέρων εἶναι τὴν αἵρεσιν ταύτην. Τὸ δὲ μὴ ἐκ πατέρων, ἀλλὰ νῦν ἐφευρεθὲν, τί ἂν εἴη ἕτερον ἢ περὶ οὗ προείρηκεν ὁ μακάριος Παῦλος· Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνειδησιν, καὶ ἀποστρεφομένων τὴν ἀλήθειαν.
ceived; thus too he fashioned the other heresies; thus too now he persuaded Arius to speak and to make a pretence forsooth against the heresies, so that he might escape notice in bringing in his own heresy. And yet not even thus did the knave escape notice; for having been impious towards the Word of God, he straightway fell away from all things, and it has been shown to all that he was ignorant concerning the other things also, and plays the hypocrite while thinking nothing at all that is true. For how could he speak the truth concerning the Father who denies the Son Who reveals concerning Him? Or how will he think rightly concerning the Spirit while speaking profanely against the Word Who supplies Him? And who will believe this man when he speaks concerning resurrection, since he denies Christ Who became the firstborn from the dead for our sakes (Col. 1:18)? And how, having been downright ignorant of the genuine and true generation of the Son from the Father, will he not go astray also concerning His incarnate presence? For thus also the Jews of that time, having denied the Word, and saying, We have no king if not Caesar (John 19:15), were stripped of all things at once, and have become bereft of the light of a lamp, of the fragrance of ointment, of the knowledge of prophecy, and of the truth itself, and now understanding nothing, walk as in darkness. For who ever heard such things? Or whence or from whom did the flatterers and hirelings of the heresy hear such things? Who, when they were being instructed, spoke such things to them? Who told them, Abandoning the worship of creation, come again to worship a creature and a work? And if they themselves confess that they have now heard such things for the first time, let them not deny that this heresy is foreign and not from the fathers. And what is not from the fathers, but now invented, what else could it be than that whereof the blessed Paul foretold: In latter times some shall depart from the sound faith, giving heed to spirits of error and doctrines of demons, in the hypocrisy of speakers of lies, having their own conscience seared, and turning away from the truth (1 Tim. 4:1-2; Tit. 1:14).
9. Ἰδοὺ γὰρ ἡμεῖς μὲν ἐκ τῶν θείων Γραφῶν παῤῥησιαζόμεθα περὶ τῆς εὐσεβοῦς πίστεως, καὶ ὡς λύχνον ἐπὶ τῆς λυχνίας τιθέαμεν λέγοντες· Υἱὸς ἀληθινὸς φύσει καὶ γνήσιός ἐστι τοῦ Πατρὸς, ἴδιος τῆς οὐσίας αὐτοῦ, Σοφία μονογενὴς, καὶ Λόγος ἀληθινὸς καὶ μόνος τοῦ Θεοῦ οὗτός ἐστιν· οὐκ ἔστι κτίσμα οὔτε ποίημα, ἀλλ' ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα. Διὸ Θεός ἐστιν ἀληθινὸς, ἀληθινοῦ Πατρὸς
9. For behold, we for our part speak boldly from the divine Scriptures concerning the pious faith, and set it as a lamp upon the lampstand, saying: He is by nature true and genuine Son of the Father, proper to His essence, only-begotten Wisdom, and true and only Word of God is He; He is not a creature nor a work, but the proper offspring of the essence of the Father. Wherefore He is true God, with the true Father
Notes, col. 28

On the reading

Printed ει, for εἰ.

Printed φωτὴς, for φωτὸς.

Printed συνειδησιν, for συνείδησιν.

PG 26:29Read from the page
ὁμοούσιος ὑπάρχων. Τὰ δ' ἄλλα, οἷς εἶπεν, Ἐγὼ εἶπα· Θεοί ἐστε, μόνον μετοχῇ τοῦ Λόγου διὰ τοῦ Πνεύματος ταύτην ἔχουσι τὴν χάριν παρὰ τοῦ Πατρός. Χαρακτὴρ γάρ ἐστι τῆς τοῦ Πατρὸς ὑποστάσεως, καὶ φῶς ἐκ φωτὸς, καὶ δύναμις καὶ εἰκὼν ἀληθινὴ τῆς τοῦ Πατρὸς οὐσίας. Τοῦτο γὰρ πάλιν εἶπεν ὁ Κύριος· Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα. Ἀεὶ δὲ ἦν καὶ ἔστι, καὶ οὐδέποτε οὐκ ἦν. Ἀϊδίου γὰρ ὄντος τοῦ Πατρὸς, ἀΐδιος ἂν εἴη καὶ ὁ τούτου Λόγος καὶ ἡ Σοφία. Αὐτοὶ δὲ τί ἄρα ἡμῖν ἐκ τῆς πανεγκλήτου Θαλίας προφέρουσιν; Ἢ πρῶτον ἀναγνώτωσαν αὐτὴν, μιμούμενοι τὸ ἦθος τοῦ γράψαντος, ἵνα κἂν παρ' ἑτέρων χλευαζόμενοι μάθωσιν ἐν ποίῳ κεῖνται πτώματι, καὶ οὕτω λοιπὸν λεγέτωσαν. Τί δ' ἂν εἴποιεν ἐξ αὐτῆς, ἢ ὅτι· « Οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν, ἀλλ' ὕστερον γέγονεν· οὐκ ἀεὶ ἦν ὁ Υἱὸς, οὐ γὰρ ἦν πρὶν γεννηθῇ. Οὐκ ἔστιν ἐκ τοῦ Πατρός· ἀλλ' ἐξ οὐκ ὄντων ὑπέστη καὶ αὐτός. Οὐκ ἔστιν ἴδιος τῆς οὐσίας τοῦ Πατρός· κτίσμα γάρ ἐστι καὶ ποίημα. Καὶ οὐκ ἔστιν ἀληθινὸς Θεὸς ὁ Χριστὸς, ἀλλὰ μετοχῇ καὶ αὐτὸς ἐθεοποιήθη. Οὐκ οἶδε τὸν Πατέρα ἀκριβῶς ὁ Υἱὸς, οὔτε ὁρᾷ ὁ Λόγος τὸν Πατέρα τελείως, καὶ οὔτε συνιεῖ, οὔτε γινώσκει ἀκριβῶς ὁ Λόγος τὸν Πατέρα· οὐκ ἔστιν ὁ ἀληθινὸς καὶ μόνος αὐτὸς τοῦ Πατρὸς Λόγος, ἀλλ' ὀνόματι μόνον λέγεται Λόγος καὶ Σοφία, καὶ χάριτι λέγεται Υἱὸς καὶ δύναμις. Οὐκ ἔστιν ἄτρεπτος, ὡς ὁ Πατὴρ, ἀλλὰ τρεπτός ἐστι φύσει, ὡς τὰ κτίσματα, καὶ λείπει αὐτῷ εἰς κατάληψιν τοῦ γνῶναι τελείως τὸν Πατέρα. » Θαυμαστή γε ἡ αἵρεσις μηδὲ τὸ πιθανὸν ἔχουσα, ἀλλὰ καὶ εἰς τὸ μὴ εἶναι κατὰ τοῦ ὄντος φανταζομένη, καὶ ἀντὶ εὐφημίας δυσφημίας διόλου προβαλλομένη. Εἴ τις ἄρα, τὰ παρ' ἀμφοτέρων ἐξετάσας, ἐρωτηθείη τὴν ὁποτέρου πίστιν ἂν ἕλοιτο, ἢ τὰ τίνος ἂν εἴποι ῥήματα πρέποντα εἶναι Θεῷ· μᾶλλον δὲ καὶ εἰπάτωσαν αὐτοὶ οἱ τῆς ἀσεβείας κόλακες, τί πρέπει περὶ Θεοῦ (Θεὸς γὰρ ἦν ὁ Λόγος·) ἐρωτώμενον ἀποκρίνασθαι; ἀπὸ γὰρ τούτου καὶ τὸ ὅλον ἑκατέρων τῶν προβληθέντων γνωσθήσεται τί πρέπει λέγειν, τὸ ἦν, ἢ τὸ οὐκ ἦν· τὸ ἀεὶ, ἢ τὸ πρὶν γενέσθαι· τὸ ἀΐδιον, ἢ τὸ ἀφ' οὗ καὶ ἐξότε· ἀληθινὸν, ἢ θέσει καὶ μετοχῇ καὶ κατ' ἐπίνοιαν· τῶν γενητῶν ἕνα λέγειν αὐτὸν, ἢ τῷ Πατρὶ συνάπτειν αὐτόν· ἀνόμοιον αὐτὸν εἶναι
being consubstantial. And the rest, to whom He said, I said: Ye are gods (Ps. 81:6), have this grace from the Father only by participation of the Word through the Spirit. For He is the express image of the Father's subsistence (Heb. 1:3), and light from light, and power and true image of the Father's essence. For this again the Lord said: He that hath seen Me hath seen the Father (John 14:9). And He always was and is, and never was not. For the Father being eternal, His Word and Wisdom must also be eternal. What then do they for their part bring forward to us out of the all-blamable Thalia? Or first let them read it aloud, imitating the character of its writer, so that even through being mocked by others they may learn in what a fall they lie, and so henceforth let them speak. And what could they say from it, except that: « God was not always Father, but became so afterwards; the Son was not always, for He was not before He was begotten. He is not from the Father; but He Himself also came into subsistence out of nothing. He is not proper to the essence of the Father; for He is a creature and a work. And Christ is not true God, but He Himself also was deified by participation. The Son does not know the Father accurately, nor does the Word see the Father perfectly, and neither does the Word understand nor know the Father accurately; He Himself is not the true and only Word of the Father, but by name only is He called Word and Wisdom, and by grace is He called Son and power. He is not immutable, as the Father is, but is mutable by nature, like the creatures, and He falls short of comprehension for knowing the Father perfectly. » Marvellous indeed is the heresy, not even possessing plausibility, but both imagining non-existence against Him Who is, and throughout putting forward blasphemies instead of devout praise. If anyone therefore, having examined the statements on both sides, should be asked which of the two faiths he would choose, or whose words he would say are fitting for God—or rather let the flatterers of impiety themselves say what it is fitting for one questioned concerning God (for the Word was God (John 1:1)) to answer; for from this also the whole of both of the propositions put forward will be known, what it is fitting to say: the Was, or the Was not; the Always, or the Before He came to be; the Eternal, or the From whom and since when; true, or by adoption and participation and according to conception; to call Him one of the originated things, or to join Him to the Father; that He is unlike
PG 26:32Read from the page
κατ' οὐσίαν τοῦ Πατρὸς, ἢ ὅμοιον καὶ ἴδιον τοῦ Πατρὸς εἶναι· κτίσμα εἶναι, ἢ δι' αὐτοῦ τὰ κτίσματα γεγενῆσθαι· αὐτὸν εἶναι τὸν τοῦ Πατρὸς Λόγον, ἢ ἕτερον παρὰ τοῦτον, καὶ δι' ἐκείνου τοῦτον γεγενῆσθαι καὶ δι' ἄλλης σοφίας· καὶ τοῦτον ὀνόματι μόνον Σοφίαν καὶ Λόγον κεκλῆσθαι, κἀκείνης τῆς σοφίας τοῦτον μέτοχον καὶ δεύτερον γεγενῆσθαι.
the Father in essence, or that He is like and proper to the Father; that He is a creature, or that through Him the creatures have come to be; that He Himself is the Word of the Father, or that there is another beside Him, and that through that one He has come to be and through another wisdom; and that He has been called Wisdom and Word by name only, and has become a partaker of that wisdom and second to it.
10. Τὰ τίνων ἄρα ῥήματα θεολογεῖ καὶ δεικνύει Θεὸν εἶναι καὶ Υἱὸν τοῦ Πατρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν; Ταῦθ' ἅπερ ὑμεῖς ἐξημέσατε, ἢ ἅπερ ἡμεῖς ἐκ τῶν Γραφῶν εἰρήκαμεν καὶ λέγομεν; Εἰ μὲν οὖν οὐκ ἔστι Θεὸς οὐδὲ Λόγος οὐδὲ Υἱὸς ὁ Σωτὴρ, ἐξέστω λέγειν, ὥσπερ τοῖς Ἕλλησι καὶ τοῖς νῦν Ἰουδαίοις, οὕτω καὶ ὑμῖν, ἃ βούλεσθε· εἰ δὲ Λόγος τοῦ Πατρὸς καὶ Υἱὸς ἀληθινός ἐστι, καὶ ἐκ Θεοῦ Θεός ἐστι, καὶ ἐπὶ πάντων εὐλογημένος εἰς τοὺς αἰῶνας, πῶς οὐκ ἄξιον ἀφανίσαι καὶ ἀπαλεῖψαι τά τε ἄλλα ῥήματα καὶ τὴν Ἀρειανὴν Θαλείαν, ὡς εἰκόνα κακῶν καὶ πάσης ἀσεβείας γέμουσαν; εἰς ἣν ἐμπίπτων οὐκ οἶδεν, ὅτι γηγενεῖς παρ' αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ. Καὶ τοῦτο ἴσασι καὶ αὐτοὶ, καὶ ὡς πανοῦργοι κρύπτουσι, μὴ θαῤῥοῦντες ἐκλαλεῖν αὐτὰ, ἀλλ' ἕτερα φθεγγόμενοι παρὰ ταῦτα. Ἐάν τε γὰρ εἴπωσι, καταγνωσθήσονται· ἐάν τε ὑπονοηθῶσι, βληθήσονται παρὰ πάντων τοῖς ἐκ τῶν Γραφῶν ἐλέγχοις. Διὰ τοῦτο γοῦν ὡς υἱοὶ τοῦ αἰῶνος τούτου ὄντες, πανούργως τὸν νομιζόμενον ἑαυτῶν λύχνον ἅψαντες ἐκ τῆς ἀγριελαίου, καὶ φοβούμενοι μὴ ταχέως ἀποσβεσθῇ, (Φῶς γὰρ, φησὶν, ἀσεβῶν σβέννυται·) τοῦτον μὲν κρύπτουσιν ὑπὸ τὸν μόδιον τῆς ὑποκρίσεως, ἕτερα δὲ φθέγγονται, καὶ προστασίας φίλων, καὶ Κωνσταντίου φόβον ἐπαγγέλλονται, ἵν' οἱ εισερχόμενοι πρὸς αὐτοὺς ὑπὸ τῆς ὑποκρίσεως καὶ τῆς ἐπαγγελίας μὴ βλέπωσι τὴν τῆς αἱρέσεως ῥυπαρίαν. Πῶς οὖν οὐκ ἀξία καὶ κατὰ τοῦτο πάλιν μίσους ἡ αἵρεσις, ὅπουγε καὶ παρ' αὐτῶν τῶν ἰδίων ὡς μὴ ἔχουσα παῤῥησίαν κρύπτεται, καὶ ὡς ὄφις θάλπεται; Πόθεν γὰρ ἑαυτοῖς συνεφόρησαν τὰ ῥημάτια ταῦτα; Ἢ παρὰ τίνος ἄρα λαβόντες, τοιαῦτα τετολμήκασι λέγειν; Ἀνθρώπων μὲν οὖν οὐδένα ἂν εἴποιεν τὸν ταῦτα παρασχόντα. Τίς γάρ ἐστιν ἀνθρώπων ἢ Ἕλλην ἢ βάρβαρος, ὅστις ὃν ὁμολογεῖ Θεὸν, τοῦτον τολμᾷ λέγειν ἕνα εἶναι τῶν κτισμάτων, καὶ, Οὐκ ἦν πρὶν ποιηθῇ; ἢ τίς ἐστιν. ὅστις ᾧ πεπίστευκε Θεῷ, ἀπιστεῖ λέγοντι, Οὗτός
10. Whose words therefore speak worthily of God and show that our Lord Jesus Christ is God and Son of the Father? These which you have vomited forth, or those which we from the Scriptures have spoken and speak? If then the Saviour is neither God nor Word nor Son, let it be permitted to you, just as to the Greeks and to the Jews of the present day, to say what you wish; but if He is Word of the Father and true Son, and is God from God, and over all blessed for ever (Rom. 9:5), how is it not right to blot out and efface both the other words and the Arian Thalia, as an image of evils and full of all impiety; into which he who falls knows not that earth-born men perish beside her, and meets with the trap-board of Hades (Prov. 9:18)? And this they themselves also know, and as knaves they hide them, not daring to speak them out, but uttering other things beside these. For whether they speak them, they will be condemned; or whether they are suspected, they will be struck down by all with the proofs from the Scriptures. Wherefore, being as sons of this age, having craftily lit their supposed lamp from the wild olive, and fearing lest it be quickly quenched (For the light of the ungodly, it says, is quenched (Job 18:5)), this they hide under the bushel of hypocrisy, while they utter other things, and profess the patronage of friends and fear of Constantius, so that those who come in to them may not, because of the hypocrisy and the profession, see the filthiness of the heresy. How then is the heresy not worthy of hatred on this account again also, seeing that even by its own people, as having no boldness of speech, it is hidden, and is cherished like a serpent? For whence did they scrape together for themselves these petty phrases? Or receiving them from whom, then, have they dared to say such things? Of men, certainly, they could name no one who supplied these things. For who is there among men, whether Greek or barbarian, who ventures to say that He Whom he confesses as God is one of the creatures, and, He was not before He was made? Or who is there that disbelieves the God in Whom he has believed when He says, This
Notes, col. 32

On the reading

Printed εισερχόμενοι, for εἰσερχόμενοι.

Printed ἐστιν., for ἐστιν,.

PG 26:33Read from the page
ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, φάσκων, ὅτι οὐκ ἔστιν υἱὸς, ἀλλὰ ποίημα; Πλέον γὰρ ἀγανακτήσουσι πάντες κατ' αὐτῶν τοιαῦτα μαινομένων. Ἀλλ' οὐδὲ ἐκ τῶν Γραφῶν ἔχουσι τὰς προφάσεις. Ἐδείχθη γὰρ πολλάκις, δειχθήσεται δὲ καὶ νῦν ἀλλότρια ταῦτα τῶν θείων λογίων. Οὐκοῦν ἐπειδὴ λείπει λοιπὸν εἰπεῖν, ὅτι παρὰ τοῦ διαβόλου λαβόντες ἐμάνησαν· (τούτων γὰρ ἐκεῖνος μόνος ἐστὶ σπορεύς·) φέρε, πρὸς αὐτὸν ἀντιστῶμεν· πρὸς ἐκεῖνον γάρ ἐστιν ἡμῖν διὰ τούτων ἡ πάλη· ἵνα, τοῦ Κυρίου βοηθοῦντος, κἀκείνου συνήθως πίπτοντος τοῖς ἐλέγχοις, αἰσχυνθῶσιν οὗτοι, βλέποντες ἀποροῦντα τὸν ἐπισπείραντα τὴν αἵρεσιν αὐτοῖς, καὶ μάθωσι κἂν ὀψέποτε, ὅτι, Ἀρειανοὶ ὄντες, οὐκ εἰσὶ Χριστιανοί.
is My beloved Son (Matt. 17:5), by asserting that He is not a son, but a work? For all men will be the more indignant against them when they rave in such wise. Yet neither have they their pretexts from the Scriptures. For it has been shown many times, and it will be shown even now also, that these things are foreign to the divine oracles. Therefore, since it remains henceforth to say that having received them from the devil they went mad (for of these things he alone is the sower), come, let us withstand him—for against him is our wrestling through these men—so that, the Lord helping, and he as usual falling before the refutations, these men may be put to shame when they see him who sowed the heresy upon them at a loss, and may learn even though late that, being Arians, they are not Christians.
11. Εἰρήκατε καὶ φρονεῖτε, ὑποβάλλοντος ὑμῖν ἐκείνου, ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱός· τοῦτο γὰρ πρῶτον ὑμῶν τῆς ἐπινοίας ἀποδῦσαι τὸ ἔνδυμα δεῖ. Τί τοίνυν ἦν ποτε ὅτε ὁ Υἱὸς οὐκ ἦν, εἴπατε, ὦ δύσφημοι καὶ δυσσεβεῖς. Εἰ μὲν οὖν τὸν Πατέρα λέγετε, μείζων ὑμῶν ἡ βλασφημία· οὐ γὰρ θέμις εἰπεῖν, ὅτι ποτὲ ἦν, ἢ ἐν τῷ ποτὲ σημαίνειν αὐτόν· ἔστι γὰρ ἀεὶ, καὶ νῦν ἐστιν, ὄντος τε καὶ τοῦ Υἱοῦ ἔστι, καὶ αὐτός ἐστιν ὁ ὢν καὶ τοῦ Υἱοῦ Πατήρ. Εἰ δὲ λέγετε ὅτι ὁ Υἱὸς ἦν ποτε, ὅτε αὐτὸς οὐκ ἦν· μωρὰ καὶ ἀνόητός ἐστιν ἡ ἀπόκρισις. Πῶς γὰρ ἦν αὐτὸς, καὶ οὐκ ἦν αὐτός; Οὐκοῦν ἐν τούτοις ἀποροῦντας ὑμᾶς ἀνάγκη λοιπὸν λέγειν, Ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν ὁ Λόγος· τοῦτο γὰρ φύσει σημαίνει καὶ αὐτὸ τὸ ποτέ ὑμῶν ἐπίῤῥημα. Καὶ ὅπερ δὲ πάλιν γράφοντες εἰρήκατε, Οὐκ ἦν ὁ Υἱὸς πρὶν γεννηθῇ, ταυτόν ἐστι λέγειν ὑμᾶς, Ἦν ποτε ὅτε οὐκ ἦν· χρόνον γὰρ εἶναι κἀκεῖνο καὶ τοῦτο πρὸ τοῦ Λόγου σημαίνει. Πόθεν οὖν ὑμῖν ἐξεύρηται ταῦτα; Ἵνα τί καὶ ὑμεῖς, ὡς τὰ ἔθνη, ἐφρυάξατε, καὶ μελετᾶτε κενὰ λεξείδια κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ; Οὐδεμία γὰρ τῶν ἁγίων Γραφῶν τοιοῦτόν τι περὶ τοῦ Σωτῆρος εἴρηκεν, ἀλλὰ μᾶλλον τὸ ἀεὶ, τὸ ἀΐδιον, καὶ τὸ συνεῖναι ἀεὶ τῷ Πατρί. Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Καὶ ἐν τῇ Ἀποκαλύψει τάδε λέγει· Ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος. Τοῦ δὲ ὁ ὢν καὶ τοῦ ὁ ἦν τίς ἂν ἀφέλοιτο τὸν αἴδιον; Τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους Ἰουδαίους μὲν ἤλεγχε γράφων· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· Ἕλληνας δὲ ἐντρέπων ἔλεγε· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος
11. You have said and you think, at that one's suggestion to you, that there was once when the Son was not; for we must first strip off this garment of your invention. What then was there once when the Son was not, tell us, O slanderers and impious men? Now if you say the Father, greater is your blasphemy; for it is not lawful to say that He was once, or to signify Him in the word once; for He is always, and now is, and as the Son also is, He is, and He Himself is He Who is, and Father of the Son. But if you say that the Son was once, when He Himself was not, foolish and senseless is the answer. For how was He Himself, and was He Himself not? Therefore, being at a loss in these things, you are henceforth compelled to say, There was once a time when the Word was not; for by nature your very adverb once also signifies this. And what again you have said in writing, The Son was not before He was begotten, is the same as your saying, There was once when He was not; for both that and this signify that there was time before the Word. Whence then have these things been invented by you? Why did you also, like the nations, rage, and meditate vain little phrases against the Lord and against His Christ (Ps. 2:1-2)? For not one of the holy Scriptures has spoken any such thing concerning the Saviour, but rather the Always, the Eternal, and the being always with the Father. For in the beginning was the Word, and the Word was with God, and the Word was God (John 1:1). And in the Apocalypse He says thus: He Who is and Who was and Who is to come (Rev. 1:4). And from the Who is and the Who was, who could take away the eternal? For writing this too in the Epistle to the Romans, Paul convicted the Jews, saying: Of whom is the Christ according to the flesh, Who is over all, God blessed for ever (Rom. 9:5); and putting the Greeks to shame he said: For the invisible things of Him from the creation of the world, being understood by the things that are made, are clearly seen, even His eternal
Notes, col. 33

On the reading

Printed αἴδιον, for ἀΐδιον.

PG 26:36Read from the page
αὐτοῦ δύναμις καὶ θειότης. Τίς δὲ ἡ τοῦ Θεοῦ δύναμις, αὐτὸς πάλιν διδάσκει λέγων· Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Οὐ γὰρ δὴ τοῦτο λέγων τὸν Πατέρα σημαίνει, ὡς πολλάκις πρὸς ἀλλήλους ἐψιθυρίσατε λέγοντες· Ὁ Πατήρ ἐστιν ἡ ἀΐδιος αὐτοῦ δύναμις. Οὐκ ἔστι δὲ οὕτως· οὐ γὰρ εἴρηκεν, αὐτὸς ὁ Θεός ἐστιν ἡ δύναμις· ἀλλ' αὐτοῦ ἐστιν ἡ δύναμις. Εὔδηλον δὲ πᾶσίν ἐστιν, ὡς τὸ αὐτοῦ οὐκ ἔστιν αὐτὸς, ἀλλ' οὐδὲ ξένον, ἴδιον δὲ μᾶλλον αὐτοῦ. Ἀνάγνωτε δὲ καὶ τὴν ἀκολουθίαν τῶν ῥημάτων, καὶ ἐπιστρέψατε πρὸς Κύριον· (Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι·) καὶ ὄψεσθε περὶ τοῦ Υἱοῦ εἶναι τὸ σημαινόμενον.
power and divinity (Rom. 1:20). And what the power of God is, he himself again teaches, saying: Christ the power of God, and the wisdom of God (1 Cor. 1:24). For surely in saying this he does not signify the Father, as you have often whispered to one another, saying: The Father is His own eternal power. Yet it is not so; for he did not say, God Himself is the power, but, His is the power. And it is manifest to all that what is His is not He Himself, yet neither is it foreign, but rather proper to Him. And read also the sequence of the words, and turn to the Lord (Now the Lord is the Spirit (2 Cor. 3:16-17)), and you will see that what is signified is concerning the Son.
12. Περὶ γὰρ τῆς κτίσεως μνημονεύων, ἀκολούθως γράφει καὶ περὶ τῆς ἐν τῇ κτίσει τοῦ δημιουργοῦ δυνάμεως, ἥτις ἐστὶν ὁ Λόγος τοῦ Θεοῦ, δι' οὗ καὶ τὰ πάντα γέγονεν. Εἰ μὲν οὖν αὐτάρκης ἐστὶν ἡ κτίσις ἀφ' ἑαυτῆς μόνης χωρὶς Υἱοῦ γνωρίσαι τὸν Θεὸν, σκοπεῖτε μὴ πέσητε, νομίζοντες καὶ χωρὶς Υἱοῦ τὴν κτίσιν γεγονέναι· εἰ δὲ δι' Υἱοῦ γέγονε, καὶ ἐν αὐτῷ τὰ πάντα συνέστηκεν, ἐξ ἀνάγκης ὁ τὴν κτίσιν ὀρθῶς θεωρῶν θεωρεῖ καὶ τὸν ταύτην δημιουργήσαντα Λόγον, καὶ δι' αὐτοῦ τὸν Πατέρα νοεῖν ἄρχεται· εἰ δὲ καὶ κατὰ τὸν Σωτῆρα, Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ· τῷ τε Φιλίππῳ λέγοντι, Δεῖξον ἡμῖν τὸν Πατέρα, οὐκ ἔλεγε, βλέπε τὴν κτίσιν, ἀλλ' Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα· εἰκότως ὁ Παῦλος, αἰτιώμενος τοὺς Ἕλληνας, ὅτι, τὴν ἁρμονίαν καὶ τὴν τάξιν τῆς κτίσεως θεωροῦντες, οὐ διανοοῦνται περὶ τοῦ ἐν αὐτῇ δημιουργοῦ Λόγου· (τὰ γὰρ κτίσματα μηνύει τὸν ἑαυτῶν δημιουργόν·) ἵνα δι' αὐτῶν καὶ τὸν ἀληθινὸν Θεὸν νοήσωσι, καὶ παύσωνται τῆς εἰς τὰ κτίσματα λατρείας, εἴρηκεν, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, ἵνα τὸν Υἱὸν σημάνῃ. Λέγοντες δὲ οἱ ἅγιοι, Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, καὶ δι' οὗ ἐποίησε τοὺς αἰῶνας, οὐδὲν ἧττον πάλιν τὸ ἀΐδιον εὐαγγελίζενται τοῦ Υἱοῦ καὶ τὸ αἰώνιον, ἐν ᾧ καὶ αὐτὸν τὸν Θεὸν σημαίνουσιν. Ὁ μὲν γὰρ Ἠσαΐας φησί· Θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς· ἡ δὲ Σουσάννα ἔλεγεν· Ὁ Θεὸς ὁ αἰώνιος· ὁ δὲ Βαροὺχ ἔγραφε· Κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου· καὶ μετ' ὀλίγα·
12. For in making mention concerning the creation, he consistently writes also concerning the power of the Creator in the creation, which is the Word of God, through Whom also all things came to be. If then the creation is sufficient of itself alone without the Son to make God known, take heed lest you fall, supposing that the creation came to be also without the Son; but if it came to be through the Son, and in Him all things consist, of necessity he who rightly contemplates the creation contemplates also the Word Who framed it, and through Him begins to apprehend the Father; and if also according to the Saviour, No one knoweth the Father save the Son, and he to whomsoever the Son willeth to reveal Him (Matt. 11:27); and to Philip when he said, Show us the Father, He did not say, Behold the creation, but, He that hath seen Me hath seen the Father (John 14:8-9); with good reason Paul, blaming the Greeks because, while beholding the harmony and the order of the creation, they do not reflect upon the framing Word within it (for the creatures point out their own Creator), so that through them they might also apprehend the true God and cease from the worship of the creatures, said, even His eternal power and divinity (Rom. 1:20), in order to signify the Son. And when the saints say, Who existeth before the ages (Ps. 54:20), and, through Whom He made the ages (Heb. 1:2), none the less again do they proclaim the eternity and the everlastingness of the Son, wherein they signify God Himself as well. For Isaiah says: The everlasting God, Who prepared the ends of the earth (Isa. 40:28); and Susanna said: O everlasting God (Dan. 13:42); and Baruch wrote: I will cry unto the Everlasting in my days (Bar. 4:20); and a little after:
Notes, col. 36

On the reading

Printed εὐαγγελίζενται, for εὐαγγελίζονται.