Migne Reading Room

PG 26 · cols. 13–24 · Read from the page

First Oration against the Arians

First Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:13Read from the page
τούτων ἡ ἀσέβεια πάλαι πᾶσιν ἔκδηλος γέγονε. Τὸ γὰρ ἐξελθεῖν ἀφ' ἡμῶν τοὺς ταῦτα ἐφευρόντας δῆλον ἂν εἴη, ὡς ἔγραψεν ὁ μακάριος Ἰωάννης, ὅτι τῶν τοιούτων οὔτε ἦν, οὔτε νῦν ἐστι μεθ' ἡμῶν τὸ φρόνημα. Διὸ καὶ, ὡς εἶπεν ὁ Σωτὴρ, Μὴ συνάγοντες μεθ' ἡμῶν, σκορπίζουσι μετὰ τοῦ διαβόλου, παρατηρούμενοι τοὺς κοιμωμένους, ἵνα, τὸν ἴδιον ἰὸν τῆς ἀπωλείας ἐπισπείραντες, ἔχωσι τοὺς συναποθνήσκοντας ἑαυτοῖς. Ἐπειδὴ δὲ ἡ μία τῶν αἱρέσεων ἡ ἐσχάτη, καὶ νῦν ἐξελθοῦσα πρόδρομος τοῦ Ἀντιχρίστου, ἡ Ἀρειανὴ καλουμένη, δόλιος οὖσα καὶ πανοῦργος, βλέπουσα τὰς πρεσβυτέρας ἑαυτῆς ἀδελφὰς ἄλλας αἱρέσεις ἐκ φανεροῦ στηλιτευθείσας, ὑποκρίνεται περιβαλλομένη τὰς τῶν Γραφῶν λέξεις, ὡς ὁ πατὴρ αὐτῆς ὁ διάβολος, καὶ βιάζεται πάλιν εἰσελθεῖν εἰς τὸν παράδεισον τῆς Ἐκκλησίας, ἵνα, πλάσασα ἑαυτὴν ὡς Χριστιανὴν, ἀπατήσῃ τινὰς κατὰ Χριστοῦ φρονεῖν τῇ πιθανότητι τῶν παραλογισμῶν· εὔλογον γὰρ οὐδὲν παρ' αὐτῇ· καὶ ἐπλάνησέ γε τῶν ἀφρόνων ἤδη τινὰς, ὥστε τούτους μὴ μόνον φθαρῆναι τῇ ἀκοῇ, ἀλλὰ καὶ λαβόντας κατὰ τὴν Εὔαν γεύσασθαι, καὶ λοιπὸν ἀγνοοῦντας νομίζειν τὸ πικρὸν γλυκὺ, καὶ τὴν βδελυκτὴν αἵρεσιν λέγειν καλήν· ἀναγκαῖον ἡγησάμην προτραπεὶς παρ' ὑμῶν διελεῖν τὴν πτύξιν τοῦ θώρακος τῆς μιαρᾶς αἱρέσεως ταύτης, καὶ δεῖξαι τὴν δυσωδίαν τῆς ἀφροσύνης αὐτῆς· ἵνα οἱ μὲν πόῤῥωθεν ὄντες αὐτῆς ἔτι φύγωσιν αὐτὴν, οἱ δ' ἀπατηθέντες ἀπ' αὐτῆς μεταγνῶσι, καὶ ἠνεῳγμένοις τοῖς ὀφθαλμοῖς τῆς καρδίας νοήσωσιν, ὅτι, ὥσπερ τὸ σκότος οὐκ ἔστι φῶς, οὐδὲ τὸ ψεῦδος ἀλήθεια, οὕτως οὐδὲ ἡ Ἀρειανὴ αἵρεσίς ἐστι καλή. Ἀλλὰ καὶ οἱ τούτους καλοῦντες Χριστιανοὺς πολὺ καὶ λίαν πλανῶνται, ὡς μήτε τὰς Γραφὰς ἀνεγνωκότες, μήτε ὅλως εἰδότες τὸν Χριστιανισμὸν καὶ τὴν ἐν αὐτῷ πίστιν.
the impiety of these men has long since become manifest to all. For that those who invented these things went out from us would make it plain, as the blessed John wrote (1 John 2:19-20), that the mind of such men neither was nor is now with us. Wherefore also, as the Saviour said, Not gathering with us, they scatter (Luke 11:23) with the devil, watching closely those who sleep, so that, having sown their own poison of destruction, they may have those who die together with themselves. And since one of the heresies, the last, and the one that has now gone out as forerunner of the Antichrist, which is called the Arian, being deceitful and crafty, seeing the other heresies her elder sisters openly pilloried, plays the hypocrite by wrapping herself in the words of the Scriptures, like her father the devil, and forces her way back to enter into the paradise of the Church, so that, having fashioned herself as Christian, she may deceive some by the plausibility of her fallacies into thinking against Christ—for there is nothing reasonable in her—and she has indeed already led astray some of the foolish, so that these not only are corrupted in their hearing, but also take and taste after the manner of Eve, and henceforth in their ignorance suppose the bitter to be sweet, and call the abominable heresy good (Isa. 5:20): I deemed it necessary, having been urged on by you, to unfold the fold of the breastplate of this foul heresy, and to show the stench of her folly; so that those who are far from her may flee her all the more, while those who have been deceived by her may repent, and with the eyes of their heart opened may perceive that, just as darkness is not light, nor falsehood truth, so neither is the Arian heresy good. Moreover, those also who call these men Christians err greatly and exceedingly, as neither having read the Scriptures, nor knowing at all what Christianity is and the faith that is in it.
2. Τί γὰρ ὅμοιον ἑωρακότες τῆς αἱρέσεως πρὸς τὴν εὐσεβῆ πίστιν φλυαροῦσιν ὡς μηδὲν κακὸν λεγόντων ἐκείνων; Τοῦτό ἐστιν ἀληθῶς καὶ τὸν Καϊάφαν αὐτοὺς εἰπεῖν Χριστιανὸν, καὶ τὸν προδότην Ἰούδαν ἔτι συναριθμεῖν τοῖς ἀποστόλοις, τούς τε τὸν Βαραβᾶν αἰτησαμένους ἀντὶ τοῦ Σωτῆρος, λέγειν μηδὲν κακὸν πεποιηκέναι· καὶ Ὑμέναιον δὲ καὶ Ἀλέ-
2. For what likeness have they seen in this heresy towards the pious faith, that they prate as though those men say nothing evil? This is truly for them even to call Caiaphas a Christian, and still to reckon the traitor Judas among the apostles, and to say that those who asked for Barabbas instead of the Saviour did nothing evil; and both Hymenaeus and Ale-
PG 26:16Read from the page
ξανδρον συνιστάνειν ὡς καλῶς φρονοῦντας, καὶ ψεύδεσθαι κατ' αὐτῶν τὸν Ἀπόστολον. Ἀλλ' οὔτε ταῦτ' ἂν ἀκοῦσαι Χριστιανὸς ἀνάσχοιτο, οὔτε τὸν τολμῶντα λέγειν τοῦτο ὑγιαίνειν ἄν τις τοῦτον ταῖς φρεσὶν ὑπολάβοι. Ἀντὶ γὰρ Χριστοῦ παρ' αὐτοῖς Ἄρειος, ὡς παρὰ Μανιχαίοις Μανιχαῖος, ἀντὶ δὲ Μωϋσέως καὶ τῶν ἄλλων ἁγίων Σωτάδης τις ἐξεύρηται παρ' αὐτοῖς ὁ καὶ παρ' Ἕλλησι γελώμενος, καὶ ἡ θυγάτηρ Ἡρωδιάδος. Τοῦ μὲν γὰρ τὸ κεκλασμένον καὶ θηλυκὸν ἦθος μεμίμηται γράφων Ἄρειος καὶ αὐτὸς Θαλίας· τῆς δὲ τὴν ὄρχησιν ἐζήλωσεν ἐξορχούμενος καὶ παίζων ἐν ταῖς κατὰ τοῦ Σωτῆρος δυσφημίαις, ὥστε τοὺς ἐμπίπτοντας εἰς τὴν αἵρεσιν διαστρέφεσθαι μὲν τὸν νοῦν καὶ ἀφρονεῖν, ἀλλάσσειν δὲ τὸ ὄνομα τοῦ Κυρίου τῆς δόξης ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ ἀντὶ Χριστιανῶν λοιπὸν Ἀρειανοὺς ὀνομάζεσθαι, τοῦτό τε τῆς ἀσεβείας ἔχειν τὸ γνώρισμα. Μὴ γὰρ προφασιζέσθωσαν, μηδὲ ὀνειδιζόμενοι καταψευδέσθωσαν κατὰ τῶν μὴ ὄντων ὡς εἰσὶν, οὕτω καλοῦντες καὶ αὐτοὶ τοὺς Χριστιανοὺς ἀπὸ τῶν διδασκάλων, ἵνα δόξωσι καὶ αὐτοὶ οὕτως καλεῖσθαι Χριστιανοί· μηδὲ αἰσχυνόμενοι τὸ ἐπονείδιστον ἑαυτῶν ὄνομα, παιζέτωσαν· εἰ δὲ αἰσχύνονται, ἐγκαλυπτέσθωσαν, ἢ ἀποπηδάτωσαν ἀπὸ τῆς ἑαυτῶν ἀσεβείας. Οὐδὲ πώποτε γὰρ λαὸς ἀπὸ τῶν οἰκείων ἐπισκόπων ἔσχε τὴν ἐπωνυμίαν, ἀλλ' ἀπὸ τοῦ Κυρίου, εἰς ὃν καὶ τὴν πίστιν ἔχομεν· τῶν γοῦν μακαρίων ἀποστόλων διδασκάλων ἡμῶν γενομένων, καὶ διακονησάντων τὸ τοῦ Σωτῆρος Εὐαγγέλιον, οὐκ ἐξ ἐκείνων ἐκλήθημεν, ἀλλ' ἀπο τοῦ Χριστοῦ Χριστιανοὶ καὶ ἐσμὲν, καὶ ὀνομαζόμεθα. Οἱ δὲ παρ' ἑτέρων ἔχοντες τὴν ἀρχὴν ἧς νομίζουσι πίστεως, ἐκείνων εἰκότως ἔχουσι καὶ τὴν ἐπωνυμίαν, ὡς αὐτῶν γενόμενοι κτῆμα.
xander (1 Tim. 1:20) as thinking rightly, and that the Apostle lies against them. Yet neither would a Christian endure to hear these things, nor would anyone suppose him who dares to say this to be sound in his mind. For instead of Christ among them is Arius, as among the Manichaeans is Manichaeus, and instead of Moses and the other saints one Sotades has been found among them—he who is laughed at even among the Greeks—and the daughter of Herodias. For of the former Arius has imitated the broken and effeminate character, himself also writing Thaliae; and of the latter he has emulated the dance, dancing out and jesting in his blasphemies against the Saviour, so that those who fall into the heresy are perverted in their mind and become foolish, and exchange the name of the Lord of glory for the likeness of an image of corruptible man (Rom. 1:23), and instead of Christians are henceforth named Arians, and have this as the mark of their impiety. For let them not make excuses, nor when reproached let them lie against those who are not as they are, themselves also thus calling Christians after their teachers, so that they too may seem in this way to be called Christians; nor, being ashamed of their own shameful name, let them make sport; but if they are ashamed, let them cover their faces, or let them leap away from their own impiety. For never at any time did a people take its surname from its own bishops, but from the Lord, in Whom also we have our faith; thus, although the blessed apostles became our teachers, and ministered the Gospel of the Saviour, not from them were we called, but from Christ we both are and are named Christians. Those, however, who have from others the beginning of the faith which they suppose they hold, reasonably bear their surname also, as having become their possession.
3. Ἀμέλει πάντων ἡμῶν ἀπὸ τοῦ Χριστοῦ Χριστιανῶν ὄντων καὶ καλουμένων, ἐξεβλήθη πάλαι Μαρκίων αἵρεσιν ἐφευρών· καὶ οἱ μὲν παραμείναντες μετὰ τοῦ ἐκβαλόντος ἐκεῖνον ἔμειναν Χριστιανοί· οἱ δ' ἀκολουθήσαντες Μαρκίωνι οὐκέτι μὲν Χρι-
3. Assuredly, while all of us are and are called Christians from Christ, Marcion of old was cast out after inventing a heresy; and those who remained with him who cast him out remained Christians; whereas those who followed Marcion were no longer called Chri-
Notes, col. 16

On the reading

Printed ἀπο, for ἀπὸ.

PG 26:17Read from the page
στιανοὶ, Μαρκιωνισταὶ δὲ λοιπὸν ἐκλήθησαν. Οὕτω καὶ Οὐαλεντῖνος, καὶ Βασιλίδης, καὶ Μανιχαῖος, καὶ Σίμων ὁ μάγος τοῖς ἀκολουθήσασι μεταδεδώκασι τοῦ ἰδίου ὀνόματος· καὶ οἱ μὲν Οὐαλεντινιανοὶ, οἱ δὲ Βασιλιδιανοὶ, οἱ δὲ Μανιχαῖοι, κἀκεῖνοι Σιμωνιανοὶ, καὶ ἄλλοι κατὰ Φρύγας ἀπὸ Φρυγίας, καὶ ἀπὸ Νοουάτου Νοουατιανοὶ προσαγορεύονται. Οὕτω καὶ Μελέτιος, ἐκβληθεὶς παρὰ Πέτρου τοῦ ἐπισκόπου καὶ μάρτυρος, οὐκέτι Χριστιανοὺς ἀλλὰ Μελιτιανοὺς ἐκάλεσε τοὺς ἰδίους· οὕτως ἄρα καὶ τοῦ μακαρίτου Ἀλεξάνδρου τὸν Ἄρειον ἐκβαλόντος, οἱ μὲν μετὰ Ἀλεξάνδρου μείναντες ἔμειναν Χριστιανοί· οἱ δὲ συνεξελθόντες Ἀρείῳ τὸ μὲν ὄνομα τοῦ Σωτῆρος ἡμῖν τοῖς μετὰ Ἀλεξάνδρου καταλελοίπασιν, Ἀρειανοὶ δὲ λοιπὸν ἐκλήθησαν ἐκεῖνοι. Ἰδοὺ γοῦν καὶ μετὰ θάνατον τοῦ Ἀλεξάνδρου, οἱ κοινωνοῦντες τῷ διαδεξαμένῳ τοῦτον Ἀθανασίῳ, καὶ οἷς ὁ αὐτὸς Ἀθανάσιος κοινωνεῖ, τὸν αὐτὸν ἔχουσι τύπον· καὶ οὔτε ἐκείνων τὸ τούτου τινὲς ἔχουσιν ὄνομα, οὔτε αὐτὸς ἐξ ἐκείνων ὀνομάζεται, ἀλλὰ πάντες πάλιν καὶ συνήθως Χριστιανοὶ καλοῦνται. Κἂν γὰρ διδασκάλων διαδόχους ἔχωμεν, καὶ μαθηταὶ τούτων γινώμεθα· ἀλλά γε τὰ τοῦ Χριστοῦ παρ' αὐτῶν διδασκόμενοι, Χριστιανοὶ οὐδὲν ἧττον ἐσμὲν καὶ καλούμεθα. Οἱ δέ γε τοῖς αἱρετικοῖς ἀκολουθοῦντες, κἂν μυρίους διαδόχους ἔχωσιν, ἀλλὰ πάντως τὸ ὄνομα τοῦ τὴν αἵρεσιν ἐφευρόντος φέρουσιν. Ἀμέλει τελευτήσαντος Ἀρείου, πολλῶν δὲ τῶν ἰδίων αὐτὸν διαδεξαμένων, ὅμως οἱ τὰ ἐκείνου φρονοῦντες ἐξ Ἀρείου γνωριζόμενοι Ἀρειανοὶ καλοῦνται. Καὶ θαυμαστόν γε τούτου τεκμήριον, οἱ μὲν ἐξ Ἑλλήνων καὶ νῦν εἰς τὴν Ἐκκλησίαν ἐρχόμενοι, ἀφιέντες τὴν τῶν εἰδώλων δεισιδαιμονίαν, οὐ τῶν κατηχούντων λαμβάνουσι τὴν ἐπωνυμίαν, ἀλλὰ τὴν τοῦ Σωτῆρος, καὶ ἀντὶ Ἑλλήνων ἄρχονται Χριστιανοὶ καλεῖσθαι· οἱ δὲ πρὸς ἐκείνους ἀπιόντες, ἢ ὅσοι δ' ἂν ἀπὸ τῆς Ἐκκλησίας πρὸς τὴν αἵρεσιν μεταβάλλονται, τὸ μὲν Χριστοῦ καταλιμπάνουσιν ὄνομα, καὶ λοιπὸν δὲ
stians, but were henceforth called Marcionites. Thus also Valentinus, and Basilides, and Manichaeus, and Simon Magus imparted their own name to those who followed them; and some are addressed as Valentinians, others as Basilidians, others as Manichaeans, and those as Simonians, and others as Cataphrygians from Phrygia, and from Novatus as Novatians. Thus also Meletius, having been cast out by Peter the bishop and martyr, called his own followers no longer Christians, but Melitians; thus, then, also when the late Alexander cast out Arius, those who remained with Alexander remained Christians, whereas those who went out together with Arius left behind the name of the Saviour to us who were with Alexander, while they were henceforth called Arians. Behold, therefore, even after the death of Alexander, those who hold communion with Athanasius who succeeded him, and those with whom the same Athanasius holds communion, keep the same stamp; and neither do any of them bear his name, nor is he named from them, but all again and customarily are called Christians. For even though we have successors of our teachers, and become their disciples, yet, because we are taught the things of Christ by them, we no less both are and are called Christians. Those, however, who follow the heretics, even though they have ten thousand successors, nevertheless by all means bear the name of him who invented the heresy. Assuredly, though Arius has died, and many of his own followers have succeeded him, nevertheless those who think the things of that man, being known from Arius, are called Arians. And a wonderful proof of this is that those from among the Greeks who even now come into the Church, leaving behind the superstition of idols, take the surname not of their catechists, but that of the Saviour, and instead of Greeks begin to be called Christians; whereas those who go off to those men, or whosoever change over from the Church to the heresy, abandon the name of Christ, and henceforth
PG 26:20Read from the page
4. Πῶς τοίνυν Χριστιανοὶ οἱ μὴ Χριστιανοὶ, ἀλλὰ Ἀρειομανῖται; Ἢ πῶς τῆς καθολικῆς Ἐκκλησίας εἰσὶν οἱ τὴν ἀποστολικὴν ἀποτιναξάμενοι πίστιν, καὶ καινῶν κακῶν ἐφευρεταὶ γενόμενοι, οἱ τὰ μὲν τῶν θείων Γραφῶν λόγια καταλείψαντες, τὰς δὲ Θαλείας Ἀρείου σοφίαν καινὴν ὀνομάζοντες; Εἰκότως τοῦτο λέγοντες· καινὴν γὰρ αἵρεσιν ἀπαγγέλλουσι. Διὸ καὶ θαυμάσειεν ἄν τις, ὅτι πολλὰ πολλῶν συντάγματα καὶ πλείστας ὁμιλίας εἴς γε τὴν Παλαιὰν καὶ τὴν Καινὴν γραψάντων, καὶ παρὰ μηδενὶ Θαλείας εὑρισκομένης, ἀλλὰ μηδὲ παρὰ τοῖς σπουδαίοις τῶν Ἑλλήνων, ἢ παρὰ μόνοις τοῖς ᾄδουσι τὰ τοιαῦτα παρὰ πότον μετὰ κρότου καὶ σκωμμάτων ἐν παιδιαῖς, ἕνεκεν τοῦ γελᾶσθαι παρ' ἑτέρων, ὁ θαυμαστὸς Ἄρειος οὐδὲν σεμνὸν μιμησάμενος, ἀλλὰ καὶ τὰ τῶν σπουδαίων ἀγνοήσας, πλεῖστά τε των ἄλλων αἱρέσεων ὑποκλέψας, τὴν τοῦ Σωτάδου μόνου γελοιολογίαν ἐζήλωσε. Τί γὰρ ἔπρεπε ποιεῖν αὐτὸν, ἢ θέλοντα κατὰ τοῦ Σωτῆρος ὀρχήσασθαι, τὰ δύστηνα ἑαυτοῦ ῥημάτια τῆς ἀσεβείας ἐν ἐκλύτοις καὶ παρειμένοις μέλεσι σημαίνειν; ἵν' ὥσπερ ἡ σοφία φησὶν, Ἀπὸ ἐξόδου λόγου ἐπιγνωσθήσεται ἀνὴρ, οὕτως ἀπ' ἐκείνων τὸ τῆς ψυχῆς μὴ ἀνδρῶδες, καὶ τῆς διανοίας ἡ φθορὰ τοῦ γράψαντος γινώσκηται. Καὶ γὰρ οὐδὲ ἔλαθεν ὁ δόλιος, ἀλλὰ καίτοι πολλάκις, ὡς ὁ ὄφις, ἄνω καὶ κάτω στρέφων ἑαυτὸν, ὅμως πέπτωκεν εἰς τὴν πλάνην τῶν Φαρισαίων. Ὡς γὰρ ἐκεῖνοι, θέλοντες παρανομεῖν, ἐσχηματίζοντο τὰ τοῦ νόμου μελετᾷν ῥήματα, καὶ θέλοντες ἀρνεῖσθαι τὸν προσδοκηθέντα καὶ παρόντα Κύριον, ὑπεκρίνοντο μὲν ὀνομάζειν τὸν Θεὸν, ἠλέγχοντο δὲ βλασφημοῦντες ἐν τῷ λέγειν, διὰ τί σὺ, ἄνθρωπος ὢν Θεὸν σεαυτὸν ποιεῖς, καὶ λέγεις, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, οὕτω καὶ ὁ κίβδηλος καὶ Σωτάδειος Ἄρειος ὑποκρίνεται μὲν ὡς περὶ Θεοῦ λέγων, παρεντιθεὶς τὰς τῶν Γραφῶν λέξεις, ἐλέγχεται δὲ πανταχόθεν Ἄρειος ἄθεος, ἀρνούμενος τὸν Υἱὸν, καὶ τοῖς ποιήμασιν αὐτὸν συναριθμῶν.
4. How then are they Christians, who are not Christians, but Ariomaniacs? Or how are they of the Catholic Church, who have shaken off the apostolic faith, and have become inventors of new evils, who have abandoned the oracles of the divine Scriptures, and call the Thaliae of Arius a new wisdom? Rightly do they say this; for they proclaim a new heresy. Wherefore also one might marvel that, although many have written many treatises and very many homilies on the Old and the New Testament, and no Thalia is found in any one of them, nor even among the serious writers of the Greeks, save only among those who sing such things over their wine with applause and jests in sport, for the sake of being laughed at by others, the admirable Arius, imitating nothing grave, and being ignorant even of the things of serious men, and having filched very many things from the other heresies, emulated solely the buffoonery of Sotades. For what was fitting for him to do, wishing to dance against the Saviour, other than to signify his own wretched little words of impiety in loose and languid measures? so that, just as wisdom says, By the issuing forth of a word shall a man be known (Sir. 27:7), thus from those words the unmanliness of soul and the corruption of mind of the writer might be known. For indeed the deceitful man did not escape notice, but although often, like the serpent, turning himself up and down, he has nevertheless fallen into the error of the Pharisees. For just as they, wishing to transgress the law, made a show of meditating on the words of the law, and wishing to deny the expected and present Lord, pretended indeed to name God, yet were convicted of blaspheming in saying, Why dost thou, being a man, make thyself God, and sayest, I and the Father are one (John 10:33, 30)? so also the counterfeit and Sotadean Arius pretends indeed to speak concerning God, inserting the words of the Scriptures, yet is convicted on all sides as godless Arius, denying the Son, and reckoning Him among the creatures.
5. Ἡ μὲν οὖν ἀρχὴ τῆς Ἀρειανῆς Θαλείας καὶ κουφολογίας, ἦθος ἔχουσα καὶ μέλος θηλυκὸν, αὕτη· « Κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, συνετῶν Θεοῦ, παίδων ἁγίων, ὀρθοτόμων, ἅγιον Θεοῦ πνεῦμα λαβόντων, τάδε ἔμαθον ἔγωγε ὑπὸ τῶν σοφίας μετεχόντων, ἀστείων, θεοδιδάκτων, κατὰ πάντα σοφῶν τε. Τούτων
5. Now the beginning of the Arian Thalia and light-minded talk, having an effeminate character and melody, is this: According to the faith of the elect of God, the understanding ones of God, holy children, rightly dividing, having received God's Holy Spirit, these things I for my part learned from those who partake of wisdom, accomplished, taught of God, and in all things wise. Of these
Notes, col. 20

On the reading

Printed των, for τῶν.

PG 26:21Read from the page
κατ' ἴχνος ἦλθον ἐγὼ βαίνων ὁμοδόξως ὁ περικλυτὸς, ὁ πολλὰ παθὼν διὰ τὴν Θεοῦ δόξαν, ὑπό τε Θεοῦ μαθὼν σοφίαν καὶ γνῶσιν ἐγὼ ἔγνων. » Τὰ δὲ ἐν αὐτῇ κροτούμενα παρ' αὐτοῦ σκώμματα φευκτὰ καὶ μεστὰ δυσσεβείας τοιαῦτά ἐστιν. « Οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν· ἀλλ' ἦν ὅτε ὁ Θεὸς μόνος ἦν, καὶ οὔπω Πατὴρ ἦν ὕστερον δὲ ἐπιγέγονε Πατήρ. Οὐκ ἀεὶ ἦν ὁ Υἱός· πάντων γὰρ γενομένων ἐξ οὐκ ὄντων, καὶ πάντων ὄντων κτισμάτων καὶ ποιημάτων γενομένων, καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἐξ οὐκ ὄντων γέγονε, καὶ ἦν ποτε, ὅτε οὐκ ἦν· καὶ οὐκ ἦν πρὶν γένηται, ἀλλ' ἀρχὴν τοῦ κτίζεσθαι ἔσχε καὶ αὐτός. Ἦν γὰρ, φησὶ, μόνος ὁ Θεὸς, καὶ οὔπω ἦν ὁ Λόγος καὶ ἡ σοφία. Εἶτα θελήσας ἡμᾶς δημιουργῆσαι, τότε δὴ πεποίηκεν ἕνα τινὰ, καὶ ὠνόμασεν αὐτὸν Λόγον, καὶ Σοφίαν καὶ Υἱὸν, ἵνα ἡμᾶς δι' αὐτοῦ δημιουργήσῃ. Δύο γοῦν σοφίας φησὶν εἶναι, μίαν μὲν τὴν ἰδίαν καὶ συνυπάρχουσαν τῷ Θεῷ, τὸν δὲ Υἱὸν ἐν ταύτῃ τῇ σοφίᾳ γεγενῆσθαι, καὶ ταύτης μετέχοντα ὠνομάσθαι μόνον Σοφίαν καὶ Λόγον. Ἡ Σοφία γὰρ, φησὶ, τῇ σοφίᾳ ὑπῆρξε σοφοῦ Θεοῦ θελήσει. Οὕτω καὶ Λόγον ἕτερον εἶναι λέγει παρὰ τὸν Υἱὸν ἐν τῷ Θεῷ, καὶ τούτου μετέχοντα τὸν Υἱὸν ὠνομάσθαι πάλιν κατὰ χάριν Λόγον καὶ Υἱὸν αὐτόν. » Ἔστι δὲ καὶ τοῦτο τῆς αἱρέσεως αὐτῶν ἴδιον φρόνημα, δηλούμενον ἐν ἑτέροις αὐτῶν συγγράμμασιν, « ὅτι πολλαὶ δυνάμεις εἰσί· καὶ ἡ μὲν μία τοῦ Θεοῦ ἐστιν ἰδία φύσει καὶ ἀΐδιος· ὁ δὲ Χριστὸς πάλιν οὐκ ἔστιν ἀληθινὴ δύναμις τοῦ Θεοῦ, ἀλλὰ μία τῶν λεγομένων δυνάμεών ἐστι καὶ αὐτὸς, ὧν μία καὶ ἡ ἀκρὶς καὶ ἡ κάμπη οὐ δύναμις μόνον, ἀλλὰ καὶ μεγάλη προσαγορεύεται· αἱ δ' ἄλλαι πολλαὶ καὶ ὅμοιαί εἰσι τῷ Υἱῷ, περὶ ὧν καὶ Δαβὶδ ψάλλει λέγων· Κύριος τῶν δυνάμεων· καὶ τῇ μὲν φύσει, ὥσπερ πάντες, οὕτω καὶ αὐτὸς ὁ Λόγος ἐστὶ τρεπτὸς, τῷ δὲ ἰδίῳ αὐτεξουσίῳ, ἕως βούλεται, μένει καλός· ὅτε μέντοι θέλει, δύναται τρέπεσθαι καὶ αὐτὸς ὥσπερ καὶ ἡμεῖς, τρεπτῆς ὢν φύσεως. Διὰ τοῦτο γὰρ, φησὶ, καὶ προγινώσκων ὁ Θεὸς ἔσεσθαι καλὸν αὐτὸν, προλαβὼν αὐτῷ ταύτην τὴν δόξαν δέδωκεν, ἣν ἄνθρωπος καὶ ἐκ τῆς ἀρετῆς ἔσχε μετὰ ταῦτα· ὥστε ἐξ ἔργων αὐτοῦ, ὧν προέγνω ὁ Θεὸς, τοιοῦτον αὐτὸν νῦν γεγονέναι πεποίηκε.
in the footsteps I came walking in like mind, I the very famous, who have suffered many things for God's glory, and having learned from God wisdom and knowledge, I knew them. And the jests applauded by him in it, which are to be shunned and are full of impiety, are such as these: God was not always Father; but there was when God was alone, and was not yet Father, and afterwards He became Father. The Son was not always; for since all things came into being out of nothing, and all existing things are creatures and works that came into being, the Word of God Himself also came into being out of nothing, and there was once when He was not; and He was not before He came into being, but He also had a beginning of being created. For God, he says, was alone, and the Word and the wisdom were not yet. Then, having willed to fashion us, at that time indeed He made a certain one, and named Him Word, and Wisdom, and Son, so that He might fashion us through Him. Accordingly, he says that there are two wisdoms, one that is proper to and coexistent with God, and that the Son has been brought into being in this wisdom, and partaking of this was merely named Wisdom and Word. For Wisdom, he says, came into existence by wisdom through the will of the wise God. Thus also he says that there is another Word in God besides the Son, and that partaking of this the Son again is named according to grace Word and Son Himself. And this also is a peculiar tenet of their heresy, set forth in other writings of theirs, that there are many powers; and the one indeed is proper to God by nature and eternal; whereas Christ, again, is not the true power of God, but He also is one of the so-called powers, one of which, both the locust and the caterpillar, is addressed not merely as a power, but even as a great power (Joel 2:2, 25); and the many others are also like the Son, concerning which David also sings, saying, The Lord of hosts (Ps. 23:10); and by nature indeed, just like all others, so also the Word Himself is mutable, but by His own free will, so long as He wills, He remains good; when, however, He wills, He also can change just as we can, being of a mutable nature. For on this account, he says, God also, foreknowing that He would be good, gave Him by anticipation this glory, which as a man He also had afterwards from virtue; so that from His works, which God foreknew, He has caused Him now to have become such.
6. « Εἰπεῖν δὲ πάλιν ἐτόλμησεν, ὅτι οὐδὲ Θεὸς ἀλη-
6. And again he dared to say that neither is the Word tru-
PG 26:24Read from the page
θινός ἐστιν ὁ Λόγος. Εἰ δὲ καὶ λέγεται Θεὸς, ἀλλ' οὐκ ἀληθινός ἐστιν· ἀλλὰ μετοχῇ χάριτος, ὥσπερ καὶ οἱ ἄλλοι πάντες, οὕτω καὶ αὐτὸς λέγεται ὀνόματι μόνον Θεός. Καὶ πάντων ξένων καὶ ἀνομοίων ὄντων τοῦ Θεοῦ κατ' οὐσίαν, οὕτω καὶ ὁ Λόγος ἀλλότριος μὲν καὶ ἀνόμοιος κατὰ πάντα τῆς τοῦ Πατρὸς οὐσίας καὶ ἰδιότητός ἐστι· τῶν δὲ γενητῶν καὶ κτισμάτων ἴδιος καὶ εἷς αὐτῶν τυγχάνει. Μετὰ τούτων δὲ ὥσπερ καὶ διάδοχος τῆς προπετείας τοῦ διαβόλου γενόμενος, ἔθηκεν ἐν τῇ Θαλείᾳ, ὡς ἄρα καὶ τῷ Υἱῷ ὁ Πατὴρ ἀόρατος ὑπάρχει, καὶ οὔτε ὁρᾷν, οὔτε γινώσκειν τελείως καὶ ἀκριβῶς δύναται ὁ Λόγος τὸν ἑαυτοῦ Πατέρα· ἀλλὰ καὶ ὃ γινώσκει καὶ ὃ βλέπει, ἀναλόγως τοῖς ἰδίοις μέτροις οἶδε καὶ βλέπει, ὥσπερ καὶ ἡμεῖς γινώσκομεν κατὰ τὴν ἰδίαν δύναμιν. Καὶ γὰρ καὶ ὁ Υἱὸς, φησὶν, οὐ μόνον τὸν Πατέρα ἀκριβῶς οὐ γινώσκει· λείπει γὰρ αὐτῷ εἰς τὸ καταλαβεῖν· ἀλλὰ καὶ αὐτὸς ὁ Υἱὸς τὴν ἑαυτοῦ οὐσίαν οὐκ οἶδε· καὶ ὅτι μεμερισμέναι τῇ φύσει, καὶ ἀπεξενωμέναι καὶ ἀπεσχοινισμέναι, καὶ ἀλλότριοι, καὶ ἀμέτοχοί εἰσιν ἀλλήλων αἱ οὐσίαι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, καὶ, ὡς αὐτὸς ἐφθέγξατο, ἀνόμοιοι πάμπαν ἀλλήλων ταῖς τε οὐσίαις καὶ δόξαις εἰσὶν ἐπ' ἄπειρον. Τὸν γοῦν Λόγον φησὶν εἰς ὁμοιότητα δόξης καὶ οὐσίας ἀλλότριον εἶναι παντελῶς ἑκατέρων τοῦ τε Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· τούτοις γὰρ ἐφθέγξατο τοῖς ῥήμασιν ὁ ἀσεβής· καὶ διῃρημένον δὲ εἶναι καθ' ἑαυτὸν, καὶ ἀμέτοχον κατὰ πάντα τοῦ Πατρὸς τὸν Υἱὸν ἔφησε. » Ταῦτα μέρη τῶν ἐν τῷ γελοίῳ συγγράμματι κειμένων μυθιδίων ἐστὶν Ἀρείου.
ly God. And even if He is called God, yet He is not true God; but by participation of grace, just as all others also, so He too is called God in name only. And as all things are foreign to and unlike God in substance, so also the Word is alien to and unlike in all things the Father's substance and proper nature, and belongs to generated things and creatures and is one of them. And after these things, having become as it were heir also to the recklessness of the devil, he set down in the Thalia that even to the Son the Father is invisible, and the Word can neither see nor know His own Father perfectly and accurately; but even what He knows and what He sees, He knows and sees in proportion to His own measures, just as we also know according to our own power. For indeed the Son also, he says, not only does not know the Father accurately—for He lacks comprehension—but the Son Himself does not even know His own substance; and that the substances of the Father and of the Son and of the Holy Spirit are divided in nature, and estranged, and parted asunder, and alien, and without participation in one another, and, as he himself uttered, are utterly unlike one another in both substances and glories to infinity. The Word, therefore, he says, as to likeness of glory and substance is altogether alien to both the Father and the Holy Spirit—for in these words did the impious man utter his voice—and he said that the Son is separated by Himself, and without participation in the Father in all things. These are parts of the little fables set down in the ridiculous treatise of Arius.
7. Τίς τοίνυν, τῶν τοιούτων καὶ τοῦ μέλους τῆς Θαλείας ἀκούσας, οὐ μισήσειεν ἐν δίκῃ παίζοντα τὸν Ἄρειον ὡς ἐπὶ σκηνῆς περὶ τοιούτων; Τίς οὐ θεωρεῖ τοῦτον διὰ τοῦ δοκεῖν ὀνομάζειν Θεὸν καὶ περὶ Θεοῦ λέγειν, ὡς τὸν ὄφιν συμβουλεύοντα τῇ γυναικί; Τίς δὲ, τοῖς ἐξῆς ἐντυγχάνων, οὐ βλέπει τὴν ἀσέβειαν αὐτοῦ, ὥσπερ καὶ τοῦ ὄφεως τὴν μετὰ ταῦτα πλάνην, εἰς ἣν παρήγαγε σοφισάμενος τὴν γυναῖκα; Τίς ἐπὶ ταῖς τοιαύταις βλασφημίαις οὐκ ἐξίσταται; Ὁ μὲν οὖν οὐρανὸς, ὡς ὁ προφήτης φησὶν, ἐξέστη, καὶ ἡ γῆ ἔφριξεν ἐπὶ τῇ παραβάσει τοῦ νόμου· ὁ δὲ ἥλιος πλέον ἀγανακτῶν, καὶ μὴ φέρων τότε τὰς κατὰ τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου γενομένας σωματικὰς ὕβρεις, ἃς ἑκὼν αὐτὸς ὑπὲρ
7. Who then, having heard such things and the melody of the Thalia, would not justly hate Arius playing as upon a stage concerning such matters? Who does not behold this man, through seeming to name God and to speak concerning God, counselling like the serpent to the woman? And who, lighting upon the things that follow, does not see his impiety, just like the serpent's subsequent deceit, into which by his sophistry he led the woman astray? Who is not amazed at such blasphemies? The heaven indeed, as the prophet says, was amazed, and the earth shuddered (Jer. 2:12) at the transgression of the law; and the sun, being still more indignant, and not enduring at that time the bodily outrages committed against the common Master of us all, which He Himself willingly on behalf of
Notes, col. 24

On the reading

Printed ἐξῆς, for ἑξῆς.