Migne Reading Room

PG 26 · cols. 1013–1024 · Read from the page

Narrative of Athanasius to Ammonius the bishop and others concerning his flight under Julian

Narrative of Athanasius to Ammonius the bishop and others concerning his flight under Julian

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:1013Read from the page
ἀβύσσου ὡς ἵππον διὰ τῆς ἐρήμου· καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ τοῦ πεδίου. Καὶ κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς. Πρὸς δὲ Κορινθίους γράφει ὁ Ἀπόστολος, ὅτι Χριστὸς ἦν ὁ ὁδηγῶν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Καὶ ὅτε λέγει ὁ Παῦλος ὑπὸ τοῦ Θεοῦ κεκλῆσθαι αὐτόν· Ὁ Θεὸς, φησὶν, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσι. Ῥωμαίους δὲ ὑπὸ τοῦ Χριστοῦ κεκλῆσθαι λέγει γράφων πρὸς αὐτούς· Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον τὸν Παῦλον καὶ τὸν Βαρνάβαν κεκληκέναι εἴρηκεν εἰς τὸ τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν Χριστόν. Καὶ τό γε θαυμαστὸν, τοῦ Ἰησοῦ εἰπόντος Παύλῳ ἐν τῷ ἱερῷ· Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστέλλω σε· καὶ τοῦ Παύλου Γαλάταις γράφοντος, Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ, καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν· καὶ μετ' ὀλίγον· Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τοῦτο,
deep as a horse through the wilderness, and they laboured not, and as cattle through the plain. And the Spirit came down from the Lord, and guided them. And to the Corinthians the Apostle writes that Christ was the One guiding them: For they drank of a spiritual rock that followed them; and the rock was Christ. And whereas Paul says that he was called by God: God, says he, Who separated me from my mother's womb, and called me through His grace, to reveal His Son in me, that I might preach Him among the Gentiles; yet writing to the Romans he says that they were called by Christ: Among whom are you also, called of Jesus Christ. And he has said that the Holy Spirit called Paul and Barnabas to preach Christ to the Gentiles. And what is wonderful, whereas Jesus said to Paul in the temple: Go, for I will send you forth far away unto the Gentiles; and whereas Paul writes to the Galatians: Paul, an apostle, not from men, neither through man, but through Jesus Christ, and God the Father, Who raised Him from the dead; and a little after: Now I make known to you, brethren, this Gospel,
18. Καὶ ὁτὲ μὲν ἐκ προσώπου τοῦ Πατρὸς λαλοῦσιν οἱ προφῆται, ὡς ὅταν ἐν Ψαλμοῖς λέγῃ ὁ Θεός· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, Εἰ τῷ Δαβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου· καὶ πάλιν· Ἐκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τοῦ θρόνου σου· καὶ καθὼς ὁ Πέτρος εἴρηκε· Προφήτης οὖν ὑπάρχων ὁ Δαβὶδ, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι τὸν Χριστὸν κατὰ σάρκα ἐπὶ τοῦ θρόνου αὐτοῦ· ὁτὲ δὲ ἐκ προσώπου τοῦ Υἱοῦ, ὡς ὅταν λέγῃ ὁ Ἡσαΐας· Τάδε λέγει Κύριος· Δι' ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Διὰ τοῦτο γνώσεται ὁ λαός μου ἐν τῇ ἡμέρα ἐκείνῃ τὸ ὄνομά μου· ὅτι ἐγώ εἰμι, αὐτὸς ὁ λαλῶν πάρειμι· ὁτὲ δὲ ἐκ προσώπου τοῦ
18. And at one time the prophets speak in the person of the Father, as when God says in the Psalms: Once have I sworn by My holiness, if I will lie unto David: his seed shall abide for ever, and his throne as the sun before Me; and again: Of the fruit of your loins will I set upon your throne; and even as Peter has said: Being therefore a prophet, and knowing that God had sworn with an oath to him, that of the fruit of his loins He would seat the Christ according to the flesh upon his throne; and at another time in the person of the Son, as when Isaiah says: Thus says the Lord: Because of you My name is continually blasphemed among the Gentiles. Therefore My people shall know My name in that day, that I am He, the very One Who speaks, I am present; and at another time in the person of the
Notes, col. 1013

On the reading

Printed ἡμέρα, for ἡμέρᾳ.

PG 26:1016Read from the page
ἁγίου Πνεύματος, ὡς ὅταν ὁ μὲν προφήτης Ἄγαβος λέγῃ· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη. Καὶ πάλιν ὁ Παῦλος πρὸς Τιμόθεον γράφει· Τὸ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως· καὶ πάλιν· Εἶπε τὸ Πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ τοῦ Αἰθίοπος τοῦ εὐνούχου. Καὶ ὁ μὲν προφήτης Ἰεζεκιὴλ, αἰτιώμενος τὸν παλαιὸν λαὸν, ἔλεγε· Καὶ ἐλύπησάν με ἐν πᾶσι τούτοις, λέγει Κύριος. Ὁ δὲ Παῦλος γράφει τῷ νέῳ λαῷ· Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Καὶ ὁ μὲν Δαβὶδ περὶ τῶν Ἰουδαίων λέγει· Καὶ παρώξυναν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ· ὁ δὲ Ἡσαΐας περὶ αὐτῶν· Αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν. Καὶ ὁ Στέφανος ἐν ταῖς Πράξεσι λέγει· Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν. Καὶ ὅτε μὲν λέγει ὁ Παῦλος περὶ Πατρός· Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ Υἱοῦ καὶ περὶ τοῦ ἁγίου Πνεύματος ὁμοίως λέγει· Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδι-
Holy Spirit, as when the prophet Agabus says: Thus says the Holy Spirit: The man whose girdle this is. And again Paul writes to Timothy: The Spirit expressly says that in later times some shall fall away from the faith; and again: The Spirit said to Philip: Go near and join yourself to this chariot of the Ethiopian eunuch. And the prophet Ezekiel, blaming the ancient people, said: And they grieved Me in all these things, says the Lord. And Paul writes to the new people: And grieve not the Holy Spirit of God, in Whom you were sealed unto the day of redemption. And David says concerning the Jews: And they provoked God in the wilderness; and Isaiah concerning them: But they disobeyed, and provoked the Holy Spirit, and He was turned to enmity towards them. And Stephen says in the Acts: Stiff-necked and uncircumcised in heart and ears, you do always resist the Holy Spirit, as your fathers did. And whereas Paul says concerning the Father: It is God Who justifies; who is he that condemns? he likewise says the same things also concerning the Son and concerning the Holy Spirit: But you were washed, but you were sanctified, but you were jus-
19. Καὶ ὁ Θεὸς μέν ἐστιν ὁ περιέχων καὶ πληρῶν τὰ πάντα, ὡς καὶ διὰ τοῦ Ἡσαΐου λέγει· Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος· Ὁμοίως καὶ περὶ τοῦ Υἱοῦ γράφει ὁ Παῦλος. Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ ἁγίου Πνεύματός φησιν ὁ Δαβίδ· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Τὸ δὲ εἰπεῖν αὐτόν· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; ἔδειξεν ἡμῖν καὶ τὸ ἅγιον Πνεῦμα εἶναι τὸ
19. And God indeed is He Who encompasses and fills all things, even as He also says through Isaiah: Do not I fill heaven and earth? says the Lord. Likewise also Paul writes concerning the Son: He Who descended is the same also Who ascended far above all the heavens, that He might fill all things. And David says the same things also concerning the Holy Spirit: Whither shall I go from Thy Spirit, and from Thy face whither shall I flee? And by his saying, Whither shall I go from Thy Spirit? he showed us that the Holy Spirit also is that which
PG 26:1017Read from the page
τὰ πάντα πληροῦν· Καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Τίς δὲ παραγέγονεν εἰς τὸν ᾅδην εἰ μὴ ὁ Υἱὸς ὁ ἐκ νεκρῶν ἀναστάς; καὶ ὅτε μὲν λέγει ὁ Στέφανος ἐν ταῖς Πράξεσιν· Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραάμ· τὰ αὐτὰ καὶ περὶ Υἱοῦ ὁ Παῦλος λέγει· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· ὁμοίως δὲ καὶ ὁ Δαβὶδ λέγει· Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Μία γὰρ δόξα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· Τὴν δόξαν μου, φησὶν ἡ Γραφὴ, ἑτέρῳ οὐ δώσω· οὐ γάρ ἐστι δεύτερος Θεὸς ὁ Υἱὸς, ἀλλὰ Λόγος τοῦ ἑνὸς καὶ μόνου Θεοῦ, θεολογούμενος ἐν Πατρὶ, ὡς καὶ ὁ Πατὴρ ἐν Υἱῷ θεολογεῖται· καθὼς καὶ Ἡσαΐας λέγει θεολογῶν Υἱὸν σὺν Πατρί· Καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ πλὴν σοῦ Θεὸς οὐκ ἔστι. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ. Ἀντίκεινται δὲ αὐτῷ οἱ μὴ ὁμολογοῦντες αὐτὸν καὶ τὸ Πνεῦμα αὐτοῦ τῆς αὐτῆς τῷ Πατρὶ οὐσίας, καὶ πλὴν αὐτοῦ μὴ εἶναι Θεὸν, καὶ οἱ τὸ πάθος αὐτοῦ καὶ τὴν πτωχείαν ἐπαισχυνόμενοι. Οὐδεὶς γὰρ δύναται γνῶναι Θεὸν, ἐὰν μὴ τὸν σταυρωθέντα καὶ ἐκ νεκρῶν ἀναστάντα ὁμολογήσῃ σὺν τῷ ἀποστόλῳ Θωμᾷ Κύριον καὶ Θεὸν τὸν λέγοντα τοῖς ἀποστόλοις αὐτοῦ· Εἰ γὰρ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν, καὶ ἀπάρτι γινώσκετε αὐτὸν, καὶ ἑωράκατε αὐτόν. Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με; Φίλιππε, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα μου. Καὶ πῶς σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν Πατέρα; Οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἀπ' ἐμαυτοῦ λαλῶ. Ὁ δὲ Πατήρ μου ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μρι, ὅτι ἐγὼ ἐν τῷ Πατρί μου, καὶ ὁ Πατὴρ ἐν ἐμοί
fills all things: And from Thy face whither shall I flee? If I ascend into heaven, Thou art there; if I descend into hell, Thou art present. And who has descended into hell save the Son Who rose from the dead? And whereas Stephen says in the Acts: The God of glory appeared to our father Abraham, Paul says the same things also concerning the Son: For had they known, they would not have crucified the Lord of glory; and likewise David also says: The Lord of hosts, He is the King of glory. For there is one glory of the Father and of the Son and of the Holy Spirit: My glory, says the Scripture, I will not give to another; for the Son is not a second God, but the Word of the one and only God, acknowledged as God in the Father, even as the Father also is acknowledged as God in the Son; even as Isaiah also says, acknowledging the Son as God together with the Father: And they shall worship Thee and in Thee shall they pray, because God is in Thee, and beside Thee there is no God. For Thou art God, and we knew it not, O God of Israel, the Saviour. All who oppose Him shall be ashamed and confounded. Now those oppose Him who do not confess that He and His Spirit are of the same substance as the Father, and that beside Him there is no God, and those who are ashamed of His passion and poverty. For no one can know God unless with the apostle Thomas he confesses Him Who was crucified and rose from the dead to be Lord and God, Who says to His apostles: For had you known Me, you would have known My Father also; and from henceforth you know Him, and have seen Him. Philip says to Him: Lord, show us the Father, and it suffices us. Jesus says to him: Have I been so long a time with you, and have you not known Me, Philip? He who has seen Me has seen My Father. And how do you say: Show us the Father? Do you not believe that I am in the Father, and the Father is in Me? The words that I speak, I speak not from Myself; but My Father Who abides in Me, He Himself does the works. Believe Me that I am in My Father, and the Father in Me
Notes, col. 1017

On the reading

Printed μρι, for μοι.

PG 26:1020Read from the page
20. Καὶ πάλιν λέγει ὁ Ἀπόστολος· Ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ εἴπῃ, ὅτι Πάντα ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Περὶ τῆς ὑποταγῆς τοῦ κόσμου λέγει τῆς ἐν σαρκὶ αὐτοῦ ὑποτεταγμένης. Περὶ γὰρ τῆς βασιλείας αὐτοῦ τῆς θεϊκῆς Δανιὴλ ἐξέφρασε λέγων· Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καθὼς καὶ ὁ Λουκᾶς λέγει τὸν ἄγγελον Γαβριὴλ εἰρηκέναι πρὸς τὴν Παρθένον περὶ τοῦ Κυρίου· Καὶ βασιλεύσει, φησὶν, εἰς τὸν αἰῶνα καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Ὁ δὲ Ἀπόστολος λέγει τέλος ἔχειν τὴν βασιλείαν αὐτοῦ. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, φησὶν, ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὁμοίως δὲ καὶ ὁ Δαβίδ· Εἶπε, φησὶν, ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Τὸ λέγειν οὖν αὐτὸν, κάθου, ἀρχὴν σημαίνει· καὶ τὸ λέγειν, ἕως τεθῶσιν οἱ ἐχθροί σου, τέλος δείκνυσιν. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα· ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Τοῦτο δέ ἐστιν, ὅταν φησὶν ὑποταγῶμεν οἱ πάντες τῷ Υἱῷ, εὑρεθῶμεν αὐτοῦ μέλη, καὶ γενώμεθα αὐτῷ εἰς υἱοὺς Θεοῦ. Ὑμεῖς γὰρ, φησὶν, εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ· τότε δὲ αὐτὸς ὑποταγήσεται ἀνθ' ἡμῶν τῷ Πατρὶ, ὡς κεφαλὴ ὑπὲρ τῶν ἰδίων μελῶν. Τῶν γὰρ μελῶν αὐτοῦ μηδέπω ὑποταγέντων πάντων, αὐτὸς, ἡ κεφαλὴ αὐτῶν, οὔπω ὑποτέτακται τῷ Πατρὶ, ἀναμένων τὰ ἴδια μέλη. Εἰ δὲ ἦν εἷς τῶν ὑποτεταγμένων, ἐξ ἀρχῆς ἂν ὑπετάσσετο τῷ Πατρὶ, καὶ οὐκ ἐπὶ τοῦ τέλους τοῦτο ἐποίει. Ἡμεῖς γάρ ἐσμεν οἱ ἐν
20. And again the Apostle says: When He delivers up the kingdom to God and the Father, when He abolishes all rule and all authority and power. For He must reign until He puts all His enemies under His feet. The last enemy that shall be abolished is death; for He subjected all things under His feet. But when He says that all things are subjected, it is evident that He is excepted Who subjected all things to Him. And when all things are subjected to Him, then shall the Son also Himself be subjected to Him Who subjected all things to Him, that God may be all in all. He speaks concerning the subjection of the world which is subjected in His flesh. For concerning His divine kingdom Daniel declared, saying: And of His kingdom there shall be no end; even as Luke also says that the angel Gabriel spoke to the Virgin concerning the Lord: And He shall reign, says he, for ever, and of His kingdom there shall be no end. Yet the Apostle says that His kingdom has an end: For He must reign, says he, until He puts all His enemies under His feet. And likewise David also: The Lord, says he, said to my Lord: Sit at My right hand, until I make Your enemies the footstool of Your feet. His saying, therefore, Sit, signifies a beginning; and the saying, Until Your enemies be placed, shows an end. And when all things are subjected to Him, then shall the Son also Himself be subjected to Him Who subjected all things to Him, that God may be all in all. And this is what he means: when we all shall be subjected to the Son, shall be found His members, and shall become in Him sons of God—For you, says he, are one in Christ Jesus—then He Himself shall be subjected on our behalf to the Father, as head on behalf of His own members. For while His members have not yet all been subjected, He Himself, their head, is not yet subjected to the Father, awaiting His own members. But if He had been one of those who are subjected, He would have been subjected to the Father from the beginning, and would not have done this at the end. For we are those who in
PG 26:1021Read from the page
αὐτῷ ὑποτασσόμενοι τῷ Πατρὶ, καὶ ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ βασιλεύοντες, ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ ἡμῶν ὑπὸ τοὺς πόδας ἡμῶν· διὰ γὰρ τοὺς ἐχθροὺς ἡμῶν ὁ Δεσπότης τῶν οὐρανῶν ἐν ὁμοιώματι ἡμῶν γέγονε, καὶ ἔλαβε τὸν ἀνθρώπινον θρόνον Δαβὶδ τοῦ κατὰ σάρκα πατρὸς αὐτοῦ εἰς τὸ ἀνοικοδομῆσαι καὶ
Him are being subjected to the Father, and we are those who in Him reign, until our enemies be placed under our feet; for because of our enemies the Sovereign of the heavens came to be in our likeness, and received the human throne of David His father according to the flesh, in order to rebuild and
21. Καὶ ὅταν λέγῃ ὁ Πέτρος· Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ Θεὸς τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε· οὐ περὶ τῆς θεότητος αὐτοῦ λέγει, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν, ἀλλὰ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ἥτις ἐστὶ πᾶσα ἡ Ἐκκλησία, ἡ ἐν αὐτῷ κυριεύουσα καὶ βασιλεύουσα μετὰ τὸ αὐτὸν σταυρωθῆναι· καὶ χριομένη εἰς βασιλείαν οὐρανῶν, ἵνα συμβασιλεύσῃ αὐτῷ, τῷ δι' αὐτὴν ἑαυτὸν κενώσαντι, καὶ ἀναλαβόντι αὐτὴν διὰ τῆς δουλικῆς μορφῆς. Ὁ γὰρ Λόγος καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἀεὶ ἦν Κύριος καὶ Θεός· καὶ οὐ μετὰ τὸ σταυρωθῆναι ἐποιήθη Κύριος καὶ Χριστός· ἀλλὰ, ὡς προεῖπον, τὴν ἀνθρωπότητα αὐτοῦ ἐποίησεν ἡ θεότης αὐτοῦ Κύριον καὶ Χριστόν· καὶ ὅταν λέγῃ· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ ἐμὸν θέλημα γένηται, ἀλλὰ τὸ σόν· καὶ, Τὸ μὲν Πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· δύο θελήματα ἐνταῦθα δείκνυσι, τὸ μὲν ἀνθρώπινον, ὅπερ ἐστὶ τῆς σαρκός· τὸ δὲ θεϊκὸν, ὅπερ Θεοῦ. Τὸ γὰρ ἀνθρώπινον διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος· τὸ δὲ θεϊκὸν αὐτοῦ πρόθυμον. Ὥσπερ δὲ ὁ Πέτρος ἀκούσας περὶ τοῦ πάθους ἐδειλίασε, καὶ εἶπεν· Ἵλεώς σοι, Κύριε· ἐπιτιμῶν δὲ αὐτῷ ὁ Κύριος λέγει· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· οὕτως καὶ ἐνταῦθα νοεῖται· γενόμενος γὰρ ἐν ὁμοιώματι ἀνθρώπων, παραιτεῖται τὸ πάθος, ὡς ἄνθρωπος· Θεὸς δὲ ὢν, καὶ κατὰ τὴν οὐσίαν τὴν θεϊκὴν ἀπαθὴς ὑπάρχων, προθύμως ὑπεδέξατο τὸ πάθος καὶ
21. And when Peter says: Let all the house of Israel therefore know assuredly, that God has made Him both Lord and Christ, this Jesus Whom you crucified; he does not say concerning His Godhead that He made Him both Lord and Christ, but concerning His manhood, which is the whole Church, ruling as lord and reigning in Him after He was crucified, and anointed unto the kingdom of the heavens, that she may reign together with Him Who for her sake emptied Himself and took her up through the form of a servant. For the Word and the Son of God was always Lord and God, and was not made Lord and Christ after He was crucified; but, as I said before, His Godhead made His manhood Lord and Christ. And when He says: Father, if it is possible, let this cup pass from Me; nevertheless not My will, but Thine, be done; and, The spirit indeed is willing, but the flesh is weak; He here shows two wills, the one human, which is of the flesh, and the other divine, which is of God. For the human will, because of the weakness of the flesh, declines the passion, whereas His divine will is eager for it. And just as Peter, upon hearing concerning the passion, was afraid and said: Be it far from Thee, Lord; and rebuking him the Lord says: Get behind Me, Satan, you are a stumbling-block to Me, for you mind not the things of God, but the things of men; so also is it understood here: for having come to be in the likeness of men, He declines the passion as man; yet being God, and existing impassible according to His divine substance, He eagerly accepted the passion and
PG 26:1024Read from the page
τὸν θάνατον· διότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου· ὅτι Θεὸς ἦν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, ἀποθνήσκων ἑκοντὶ, καὶ ἐγειρόμενος κατ' ἐξουσίαν ἰδίαν ὡς Θεὸς, ὡς καὶ Δαβὶδ εἶπεν· Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ· καὶ αὖθις· Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον· Κύριος κρινεῖ λαούς. Λέγει δὲ καὶ ὁ Ἀπόστολος ἀλλαχοῦ· Ἔπαθεν ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως Θεοῦ. Δύναμις δέ ἐστι Θεοῦ ὁ Υἱὸς, παθὼν ἐξ ἀσθενείας, τουτέστιν,
death; because it was not possible for Him to be held by death; for He was God Having come to be in the likeness of men, dying voluntarily, and rising again according to His own authority as God, even as David also said: Let God arise, and let His enemies be scattered (Ps. 67:2); and again: Awake, O Lord my God, in the commandment which Thou hast commanded, and a synagogue of peoples shall compass Thee about. And for the sake of this return on high: the Lord shall judge peoples (Ps. 7:7-9). And the Apostle also says elsewhere: He suffered out of weakness, yet He lives by the power of God (2 Cor. 13:4). Now the power of God is the Son, Who suffered out of weakness, that is,
22. Καὶ ὅτε λέγει ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· ἀλλαχοῦ ὁ αὐτὸς Ἰωάννης τὸν Υἱὸν λέγει ἀληθινὸν Θεόν· Οἴδαμεν γὰρ, φησὶν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει· καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ ἡ αἰώνιος. Ὥστε ἀληθινὸς Θεός ἐστιν ὁ Υἱὸς, καὶ πρὸ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον, καὶ μετὰ τὸ γενέσθαι μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπον Ἰησοῦν Χριστόν. Τοῦτο γάρ ἐστι, καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστὸν, τὸν ἡνωμένον Πατρὶ κατὰ Πνεῦμα, ἡμῖν δὲ κατὰ σάρκα, καὶ οὕτω μεσιτεύσαντα Θεῷ καὶ ἀνθρώποις· τὸν μὴ μόνον ἄνθρωπον, ἀλλὰ καὶ Θεὸν τὸν αὐτὸν ὄντα, καθὼς καὶ Ἱερεμίας λέγει· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης· καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Πότε δὲ συνανεστράφη τοῖς ἀνθρώποις, εἰ μὴ ὅτε συνεγεννήθη μετ' αὐτῶν ἐκ γυναικὸς, καὶ συνενηπίασε, καὶ συνηύξησε, καὶ
22. And when the Lord says in the Gospel according to John: And this is eternal life, that they may know Thee the only true God, and Jesus Christ Whom Thou hast sent (John 17:3); elsewhere the same John calls the Son true God: For we know, he says, that the Son of God has come, and has given us understanding, that we may know the true God, and we are in the true One, in His Son Jesus Christ. This is the true God, and eternal life (1 John 5:20). Wherefore the Son is true God, both before He became man, and after He became mediator of God and men, the man Jesus Christ. For this is the meaning of: and Jesus Christ Whom He sent, Who is united to the Father according to the Spirit, and to us according to the flesh, and Who thus mediated between God and men; Who is not only man, but also God the very same, even as Jeremiah also says: This is our God, no other shall be accounted in comparison with Him. He found out every way of knowledge, and gave it to Jacob His servant, and to Israel His beloved. Afterwards He was seen upon the earth and conversed with men (Bar. 3:36-38). And when did He converse with men, except when He was born with them of a woman, and was an infant with them, and grew up with them, and