συνέφαγε; Καὶ ἀλλαχοῦ λέγει· Βαθεῖα ἡ καρδία αὐτοῦ παρὰ πάντας· καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Ὁμοίως δὲ καὶ Ἠσαΐας λέγει, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, καὶ Υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Καὶ ἀλλαχοῦ λέγει· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ Θεός. Θεὸς οὖν ἐστιν ὁ γεννηθεὶς ἐκ Παρθένου, καὶ γενόμενος ἄνθρωπος ἐκ Μαρίας τῆς Θεοτόκου. Καὶ πάλιν ἀλλαχοῦ λέγει· Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος. Ἦν γὰρ αὐτὸν πρὸ τούτου θεωρήσας ἐν τῇ θεϊκῇ καὶ ἐνδόξῳ αὐτοῦ μορφῇ, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ὅτε καὶ οἱ σεραφὶμ ἐδοξολόγουν αὐτὸν, λέγοντες· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ. Καὶ μετὰ ταῦτα ὁρᾷ αὐτὸν δούλου μορφὴν λαβόντα, καὶ ἐν ὁμοιώματι ἀνθρώπου γενόμενον. Διὰ τοῦτο λέγει· Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν. Ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ· ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη· οὗτος τὰς μαλακίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ πληγῇ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν· καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Καὶ ἀλλαχοῦ λέγει περὶ αὐτοῦ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει. Αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. Καὶ πάλιν ἀλλαχοῦ λέγει· Οὐκ ἄγγελος, οὐδὲ πρέσβυς, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν
ate with them? And elsewhere he says: Deep is His heart beyond all things; and He is a man, and who shall know Him (Jer. 17:9)? And likewise Isaiah also says: A Child has been born to us, and a Son has been given to us, Whose government was upon His shoulder. And His name is called Angel of great counsel, wonderful, counsellor, mighty God, potentate, prince of peace, father of the age to come (Isa. 9:6). And elsewhere he says: Behold, the Virgin shall conceive in the womb, and shall bear a son, and they shall call His name Emmanuel (Isa. 7:14), which is, being interpreted, God with us (Matt. 1:23). God, therefore, is He Who was born of the Virgin, and became man from Mary the Mother of God. And again elsewhere he says: And we saw Him, and He had neither form nor beauty (Isa. 53:2). For before this he had beheld Him in His divine and glorious form, sitting upon a throne high and lifted up, when the seraphim also glorified Him, saying: Holy, holy, holy, Lord of Sabaoth (Isa. 6:1, 3). And after these things he sees Him having taken the form of a servant, and having come to be in the likeness of man. On this account he says: We saw Him, and He had neither form nor beauty; but His form was without honour, and failing beyond all the sons of men. Being a man in bruising, and knowing how to bear sickness; because His face is turned away; He was dishonoured and not esteemed; this One bears our sicknesses, and suffers pain for us. And we esteemed Him to be in toil, and in bruising, and in affliction. But He was wounded on account of our sins, and has been weakened on account of our iniquities (Isa. 53:2-5). And elsewhere he says concerning Him: Behold, our God renders judgement, and will render it. He Himself will come and save us. Then shall the eyes of the blind be opened, and the ears of the deaf shall hear. Then shall the lame man leap as a hart, and the tongue of stammerers shall be clear (Isa. 35:4-6). And again elsewhere he says: Not an angel, nor an ambassador, but the Lord Himself saved