Migne Reading Room

PG 26 · cols. 1001–1012 · Read from the page

Narrative of Athanasius to Ammonius the bishop and others concerning his flight under Julian

Narrative of Athanasius to Ammonius the bishop and others concerning his flight under Julian

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:1001Read from the page
τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με. Καὶ εἶπέ μοι· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἶπον αὐτῷ· Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου. Καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν· καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ὁ δὲ εὐαγγελιστὴς Ἰωάννης λέγει· Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν οἱ Ἰουδαῖοι εἰς τὸν Ἰησοῦν, ὅτι εἶπεν Ἡσαΐας, ὅτι Ἐτύφλωσεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τῇ καρδίᾳ νοήσωσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ταῦτα δὲ εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, τουτέστι τοῦ Υἱοῦ· ὥστε καὶ Κύριος Σαβαώθ ἐστιν ὁ Υἱός. Κύριος γὰρ τῶν δυνάμεων ἑρμηνεύεται τὸ Κύριος Σαβαώθ· Ὁ δὲ Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ὡς ὁ Δαβὶδ εἶπε· Κύριος δὲ τῆς δόξης ἐστὶν ὁ ἐσταυρωμένος Χριστὸς κατὰ τὸν Παῦλον. Καὶ καθὼς εἶπε Δαβίδ· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· καὶ ἀλλαχοῦ· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, ὁ οδηγῶν
people? And I said: Behold, here am I, send me. And He said to me: Go unto this people, and say unto them: By hearing ye shall hear, and shall in no wise understand; and seeing ye shall see, and shall in no wise perceive. For the heart of this people is waxed gross, and with their ears they heard heavily, and their eyes they have closed; lest haply they should see with their eyes, and hear with their ears, and understand with their heart, and should turn again, and I should heal them (Isa. 6:8-10). And John the Evangelist says: For this cause the Jews could not believe on Jesus, because Isaiah said, He hath blinded their eyes, and he hath hardened their heart; lest haply they should see with their eyes, and understand with their heart, and should turn, and I should heal them. These things said Isaiah, when he saw His glory (John 12:39-41), that is, the Son's; so that the Son also is the Lord of hosts. For Lord of Sabaoth is interpreted Lord of hosts; and The Lord of hosts, He is the King of glory (Ps. 23:10), as David said; and the Lord of glory is the crucified Christ according to Paul (1 Cor. 2:8). And even as David said: The Lord shepherdeth me, and nothing shall be lacking to me (Ps. 22:1); and elsewhere: Thou that shepherdest Israel, give ear, Thou that leadest
11. Καὶ ὅτε λέγει ἡ Γραφὴ περὶ τοῦ Πατρὸς, ὅτι Αὐτὸς ἔκτισε τὰ πάντα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· ἀλλαχοῦ ἡ Γραφὴ διδάσκει ἡμᾶς, ὅτι διὰ τοῦ Υἱοῦ ἐκτίσθη. Οὐχ ἕτερα χωρὶς ὁ Πατὴρ ἔκτισε, καὶ ἄλλα ὁ Υἱός· ἀλλ' ἅπερ ὁ Πατὴρ ποιεῖ, διὰ τῆς ἰδίας δυνάμεως ποιεῖ, ἥτις ἐστὶν ὁ Υἱός· τὰ πάντα γὰρ δι' αὐτοῦ ἐγένετο. Οὕτως οὖν καὶ ὅτε λέγει ὁ Υἱός· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ἔλεγε δὲ, φησὶ, περὶ τοῦ ἰδίου σώματος· ἑτέρα Γραφὴ λέγει, ὅτι Ὁ Πατὴρ ἤγειρε τὸν Υἱὸν αὐτοῦ ἐκ νεκρῶν· καὶ καλῶς λέγει· ἤγειρε γὰρ διὰ τοῦ ἰδίου Λόγου καὶ Υἱοῦ τὴν σάρκα
11. And when Scripture says concerning the Father, that He Himself created all things, the things visible and the things invisible (Col. 1:16), elsewhere Scripture teaches us that they were created through the Son. The Father did not create some things apart, and the Son other things; but whatsoever things the Father does, He does through His own Power, which is the Son; for all things were made through Him (John 1:3). Thus, therefore, also when the Son says: Destroy this temple, and in three days I will raise it up; but He spake, he says, of His own body (John 2:19, 21); another Scripture says that The Father raised up His Son from the dead (Gal. 1:1); and it says well; for through His own Word and Son He raised up the flesh
Notes, col. 1001

On the reading

Printed οδηγῶν, for ὁδηγῶν.

PG 26:1004Read from the page
τοῦ Υἱοῦ αὐτοῦ. Καὶ οὐ λέγομεν τὸ σῶμα εἶναι Υἱὸν φύσει τοῦ Θεοῦ, ἀλλὰ τὸ σῶμα τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τοῦ οὖν σώματος ἐγειρομένου, ὁ Υἱὸς νοεῖται ἐγηγερμένος ἐκ νεκρῶν. Διὰ τοῦτο κατὰ σάρκα λέγομεν, ὅτι καὶ ἀπέθανε, καὶ ἐτάφη, καὶ ἠγέρθη ἐκ νεκρῶν· κατὰ δὲ τὸ πνεῦμα καὶ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἦν καὶ πανταχοῦ. Ἐπεὶ οὖν πρότερον πλούσιος ὢν, τουτέστι Θεός· ὕστερον δὲ πτωχὸς γέγονε, τουτέστιν ἄνθρωπος, καὶ ὡμοιώθη ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας· καὶ διὰ τοῦτο ὡς ἄνθρωπος λαμβάνει ζωὴν, ὁ ἔχων ζωὴν, αὐτὸς γάρ ἐστιν ἡ ζωή· λαμβάνει δὲ δι' ἡμᾶς, καὶ ὡς ἄνθρωπος προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ ἡ ἀΐδιος τοῦ Θεοῦ δύναμις καὶ σοφία, καὶ ὡς ἄνθρωπος ἁγιάζεται ὁ ἅγιος, καὶ μὴ χρείαν ἔχων ἁγιασμοῦ· Ὑπὲρ αὐτῶν γὰρ, φησὶν, ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ. Καὶ ὡς ἄνθρωπος ὑψοῦται λαβὼν ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ὅπερ ἀεὶ κατὰ φύσιν ἔχει. Θεὸς γὰρ ἦν, φησὶν, ὁ Λόγος.
of His Son. And we do not say that the body is by nature Son of God, but the body of the Son of God. When the body, therefore, is raised up, the Son is understood to have been raised up from the dead. On account of this we say that according to the flesh He both died, and was buried, and was raised from the dead; whereas according to the Spirit He was both in heaven and upon earth and everywhere. Since, therefore, though He was previously rich (2 Cor. 8:9), that is, God, yet afterwards He became poor, that is, man, and in all things was made like unto us without sin (Heb. 4:15); on account of this also as man He receives life, He Who has life, for He Himself is the life (John 11:25; 14:6); and He receives it on our account, and as man the eternal Power and Wisdom of God (1 Cor. 1:24) advanced in wisdom and stature (Luke 2:52), and as man the Holy One is sanctified, even though having no need of sanctification: For their sakes, He says, I sanctify Myself, that they themselves may be sanctified in truth (John 17:19). And as man He is exalted, having received the name that is above every name (Phil. 2:9), which He always has by nature. For the Word, he says, was God (John 1:1).
12. Ὅσα οὖν λέγει ἡ Γραφὴ ὅτι ἔλαβεν ὁ Υἱὸς, διὰ τὸ σῶμα αὐτοῦ λέγει, ὅπερ σῶμα ἀπαρχή ἐστι τῆς Ἐκκλησίας· Ἀπαρχὴ γὰρ, φησὶν, ὁ Χριστός. Τῆς οὖν ἀπαρχῆς λαβούσης ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, συνηγέρθη δυνάμει καὶ τὸ φύραμα, καὶ συνεκαθέσθη, κατὰ τὸ λεγόμενον· Καὶ συνήγειρε καὶ συνεκάθισε. Καὶ διὰ τοῦτο χάριν ἔλαβον οἱ ἄνθρωποι τὸ καλεῖσθαι θεοὶ καὶ υἱοὶ Θεοῦ. Πρῶτον οὖν τὸ ἴδιον σῶμα ἤγειρεν ὁ Κύριος ἐκ νεκρῶν, καὶ ὕψωσεν ἐν ἑαυτῷ· μετὰ ταῦτα ἐγερεῖ καὶ τὰ μέλη τοῦ σώματος αὐτοῦ, ἵνα χαρίσηται αὐτοῖς τὰ πάντα, ὡς Θεὸς, ὅσα αὐτὸς ὡς ἄνθρωπος ἔλαβεν. Αὐτὸς οὖν ἑαυτῷ χαρίζεται ζωὴν, καὶ αὐτὸς ἑαυτὸν ἁγιάζει, καὶ αὐτὸς ἑαυτὸν ὑψοῖ. Ὅτε οὖν λέγει, ὅτι ὁ Πατὴρ ἡγίασεν αὐτὸν, καὶ ἤγειρεν αὐτὸν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἔδωκεν αὐτῷ ζωήν· δῆλον, ὅτι δι' αὐτοῦ τὰ πάντα ποιεῖ ὁ Πατήρ. Δι' αὐτοῦ οὖν αὐτὸν ἐγείρει, καὶ δι' αὐτοῦ αὐτὸν ἁγιάζει, καὶ δι' αὐτοῦ αὐτὸν ὑψοῖ, καὶ δι' αὐτοῦ αὐτῷ ζωὴν δίδωσι. Καὶ ὅτε παρατίθεται τὸ πνεῦμα αὐτοῦ εἰς χεῖρας τοῦ Πατρὸς, ὡς ἄνθρωπος ἑαυτὸν παρατίθεται τῷ Θεῷ, ἵνα πάντας ἀνθρώπους παραθῆται τῷ Θεῷ. Αὐτὸς γάρ ἐστιν ἡ χεὶρ, καὶ αἱ χεῖρες τοῦ Πατρός. Καὶ ὅτε λέγει· Πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με, ἐκ προσώπου τῆς Ἐκκλησίας λέγει, ἥτις, πρότερον κτισθεῖσα, μετὰ ταῦτα γεννᾶται ἐκ Θεοῦ. Διὰ τοῦτο πρῶτον κεῖται ἐν τῇ Παροι-
12. Whatsoever things, therefore, Scripture says that the Son received, it says on account of His body, which body is the first-fruits of the Church; for, Christ, he says, the first-fruits (1 Cor. 15:23). When the first-fruits, therefore, received the name that is above every name, the lump also was potentially raised up together with it, and made to sit together with it, according to what is said: And He raised us up together, and made us sit together (Eph. 2:6). And on account of this men received the grace to be called gods and sons of God (Ps. 81:6). First, therefore, the Lord raised up His own body from the dead, and exalted it in Himself; after these things He will raise up also the members of His body, that He may bestow upon them all things, as God, whatsoever He Himself received as man. He Himself, therefore, bestows life upon Himself, and He Himself sanctifies Himself, and He Himself exalts Himself. When, therefore, it says that the Father sanctified Him, and raised Him up, and bestowed upon Him the name that is above every name, and gave Him life, it is manifest that through Him the Father does all things. Through Him, therefore, He raises Him up, and through Him He sanctifies Him, and through Him He exalts Him, and through Him He gives Him life. And when He commends His spirit into the hands of the Father (Luke 23:46), as man He commends Himself to God, that He may commend all men to God. For He Himself is the hand, and the hands of the Father. And when He says, Before all the hills He begetteth Me (Prov. 8:25), He speaks in the person of the Church, which, having previously been created, afterwards is begotten out of God. On account of this there is set first in the Pro-
PG 26:1005Read from the page
μίᾳ τὸ, Ἔκτισέ με ὁ Κύριος, καὶ ὕστερον τὸ, ἐγέννησε.
verb the saying, The Lord created Me (Prov. 8:22), and afterwards the saying, He begat Me (Prov. 8:25).
13. Καὶ ὅτε λέγει ἡ Γραφὴ περι Πατρός· Ουχι Θεὸς εἷς ἔκτισεν ἡμᾶς; ὁμοίως καὶ περὶ Υἱοῦ λέγει, ὅτι δι' αὐτοῦ ἐκτίσθη τὰ πάντα· τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ ἁγίου Πνεύματος λέγεται· Ἀντανελεῖς, φησὶ, τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Καὶ ὅτε λέγει ὁ Υἱὸς περὶ Πατρὸς τῷ Πέτρῳ· Μακάριος εἶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· τὰ αὐτὰ περὶ ἑαυτοῦ λέγει· Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Ὁμοίως δὲ καὶ περὶ τοῦ ἁγίου Πνεύματος ὁ Παῦλος λέγει· Ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὺτοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὥσπερ οὖν τὸ πνεῦμα τοῦ ἀνθρώπου τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τῆς οὐσίας οὐ κεχώρισται, οὕτω καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τῆς θεότητος αὐτοῦ καὶ τῆς οὐσίας οὐκ ἔστιν ἀλλότριον. Καὶ ὅταν λέγῃ ὁ Κύριος ἐν Ἡσαΐᾳ· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν, ἐν τῷ Εὐαγγελίῳ λέγει· Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι. Καὶ πάλιν· Τὸ Πνεῦμα ὅπου θέλει, πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ' οὐκ οἶδας, πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. Ἐν δὲ τῇ ἀρχῇ τοῦ Εὐαγγελίου Ἰωάννης λέγει· Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Ὅσοι οὖν ἐκ Πνεύματος ἁγίου ἐγεννήθησαν, οὗτοι ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὅσοι εἰς Χριστὸν ἐβαπτίσθησαν, οὗτοι εἰς Πατέρα καὶ ἅγιον Πνεῦμα ἐβαπτίσθησαν. Καὶ πάλιν, ὅτε λέγει ὁ Πέτρος τῷ Ἀνανίᾳ· Διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον,
13. And when Scripture says concerning the Father, Did not one God create us? (Mal. 2:10), likewise also concerning the Son it says that through Him all things were created (Col. 1:16); and the same things are said also concerning the Holy Spirit: Thou wilt take away, it says, their spirit, and they shall fail, and unto their dust shall they return. Thou wilt send forth Thy Spirit, and they shall be created, and Thou wilt renew the face of the earth (Ps. 103:29-30). And when the Son says concerning the Father to Peter, Blessed art thou, because flesh and blood hath not revealed it unto thee, but My Father Who is in the heavens (Matt. 16:17), He says the same things concerning Himself: No one knoweth the Father save the Son, and he to whomsoever the Son willeth to reveal Him (Matt. 11:27). And likewise also concerning the Holy Spirit Paul says: But unto us God revealed them through His Spirit. For the Spirit searcheth all things, yea, the deep things of God; for who among men knoweth the things of a man, save the spirit of the man which is in him? Even so the things of God also none hath known, save the Spirit of God (1 Cor. 2:10-11). Just as the spirit of a man, therefore, is not separated from his humanity and his substance, so also the Spirit of God is not alien from His Godhead and His substance. And when the Lord says in Isaiah, I have begotten and exalted sons, and they have rejected Me (Isa. 1:2), in the Gospel He says: That which is born of the flesh is flesh, and that which is born of the Spirit is spirit. And again: The Spirit breatheth where It willeth, and thou hearest the voice thereof, but knowest not whence It cometh, and whither It goeth: so is every one that is born of the Spirit (John 3:6, 8). And in the beginning of the Gospel John says: But as many as received Him, to them gave He authority to become children of God, even to them that believe on His name: who were born, not of bloods, nor of the will of man, nor of the will of the flesh, but of God (John 1:12-13). As many, therefore, as were born of the Holy Spirit, these were born of God. And as many as were baptized into Christ, these were baptized into the Father and the Holy Spirit. And again, when Peter says to Ananias: Why hath Satan filled thine heart, that thou shouldest lie to the Holy Spirit (Acts 5:3),
Notes, col. 1005

On the reading

Printed περι, for περὶ.

Printed Ουχι, for Οὐχὶ.

Printed αὺτοῦ, for αὐτοῦ.

PG 26:1008Read from the page
14. Καὶ ὅτε μὲν λέγει ἡ Γραφὴ, ὅτι Πνεῦμα ἅγιον ἐλάλει ἐν τοῖς προφήταις, ἀλλαχοῦ λέγει ὁ μακάριος Παῦλος, ὅτι ὁ Πατὴρ ἐλάλει ἐν τοῖς προφήταις· Πολυμερῶς γὰρ καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τοῦ ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Καὶ ἀλλαχοῦ λέγει, ὅτι ὁ Υἱὸς λαλεῖ· Εἰ δοκιμὴν, φησὶ, ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ὁ δὲ Υἱὸς τὸ Πνεῦμα εἶπε τὸ λαλοῦν ἐν τοῖς ἀποστόλοις, Ὅταν, φησὶ, παραδώσουσιν ὑμᾶς εἰς συνέδρια, μὴ μεριμνήσητε, πῶς, ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσητε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Καὶ ὁτὲ μὲν ὁ Ἀπόστολος λέγει, ὅτι τὰ σώματα τῶν πιστῶν ναός ἐστι τοῦ ἁγίου Πνεύματος, ὁτὲ δὲ τὰ μέλη αὐτῶν μέλη Χριστοῦ, ὁτὲ δὲ αὐτοὺς ναὸν εἶναι τοῦ Πατρός· Ὑμεῖς γὰρ, φησὶ, ναός ἐστε Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεός· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός· καὶ, Εἴ τις φθείρῃ τὸν ναὸν τοῦ Θεοῦ, φθερεῖ τοῦτον ὁ Θεός. Καὶ πάλιν· Οὐκ οἴδατε, ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον οἰκεῖ ἐν ὑμῖν; Εἴ τις γάρ ἐστι ναὸς τοῦ Πνεύματος, οὗτος ναός ἐστι τοῦ Υἱοῦ καὶ τοῦ Πατρός· ὅπου γὰρ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ, ἐκεῖ ὁ Θεὸς κατοικεῖ. Καὶ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Ὁμοίως δὲ καὶ περὶ τοῦ Πνεύματος λέγει, ὅτι Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Πρὸς δὲ Κορινθίους γράφει Παῦλος· Τὸ δὲ Πνεῦμα ζωοποιεῖ. Ὁρᾷς, ὅτι ἅπερ ἐστὶν ἔργα τοῦ Πατρὸς, ταῦτα λέγει ἡ Γραφὴ τοῦ Υἱοῦ εἶναι, καὶ τοῦ ἁγίου Πνεύματος· ὡς καὶ ὁ Ἀπόστολος ἐδίδαξε λέγων· Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ Πνεῦμα τὸ αὐτό· καὶ διαιρέσεις δια-
14. And whereas the Scripture says that the Holy Spirit spoke in the prophets, elsewhere the blessed Paul says that the Father spoke in the prophets: For in many portions and in many ways of old God having spoken to the fathers in the prophets, at the last of these days He spoke to us in a Son. And elsewhere he says that the Son speaks: If, says he, you seek a proof of Christ Who speaks in me. And the Son said that it is the Spirit Who speaks in the apostles: When, He says, they shall deliver you up to councils, be not anxious how or what you shall speak; for it shall be given you in that hour what you shall speak. For it is not you who speak, but the Spirit of your Father, Who speaks in you. And at one time the Apostle says that the bodies of the faithful are a temple of the Holy Spirit, at another time that their members are members of Christ, and at another time that they themselves are a temple of the Father: For you, says he, are a temple of the living God, even as God said: I will dwell in them, and will walk among them, and I will be their God, and they shall be to Me a people; and, If anyone destroys the temple of God, him shall God destroy. And again: Know you not that you are a temple of God, and the Holy Spirit of God dwells in you? For if anyone is a temple of the Spirit, this man is a temple of the Son and of the Father; for where the Spirit of God dwells, there God dwells. And, Just as the Father raises the dead and quickens them, so also the Son quickens whom He wills. Likewise also concerning the Spirit He says that The Spirit is that which quickens, the flesh profits nothing. And to the Corinthians Paul writes: Now the Spirit quickens. You see that whatsoever are the works of the Father, these the Scripture says are of the Son, and of the Holy Spirit; even as the Apostle also taught, saying: Now there are divisions of gifts, but the same Spirit; and there are divisions of min-
Notes, col. 1008

On the reading

Printed τοῦ, for τῶν.

PG 26:1009Read from the page
κονιῶν εἰσι, καὶ αὐτὸς ὁ Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Εἰρηκὼς οὖν, ὅτι ὁ Πατήρ ἐστιν
istrations, and the same Lord; and there are divisions of workings, and the same God Who works all things in all. Having said, therefore, that the Father is
15. Καὶ ὅτε μὲν ὁ μακάριος Παῦλος διδάσκει περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι ἀῤῥαβὼν τῆς κληρονομίας ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὁ Δαβὶδ λέγει τὸν Κύριον εἶναι τὴν κληρονομίαν· Κύριος γὰρ, φησὶ, μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Καὶ ἀλλαχοῦ λέγει· Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα, σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων. Ὁ δὲ Ἱερεμίας λέγει, ὅτι Ὁ πλάσας τὰ πάντα, αὐτὸς κληρονομία τοῦ Ἰακὼβ, Κύριος ὄνομα αὐτῷ. Τῶν οὖν προφητῶν τὸν Κύριον κληρονομίαν λεγόντων τῶν ἁγίων, ὁ Παῦλος τὸ ἅγιον Πνεῦμα κληρονομίαν εἶναι εἶπεν· Ἐν ᾧ, φησὶ, καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅ ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν· ὡς καὶ Μωσῆς τὸ πρόσωπον ἐσφραγίσθη τῷ ἁγίῳ Πνεύματι, ὅτε ἔλαβε νόμον παρὰ Θεοῦ, καὶ οὐδεὶς ἠδύνατο αὐτῷ ἀτενίσαι τῶν υἱῶν Ἰσραήλ· ἐσημειώθη γὰρ ἐπ' αὐτὸν τὸ φῶς τοῦ προσώπου Κυρίου· ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ γέγραπται· Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Ὁ Θεὸς γὰρ φῶς ἐστιν· ὁμοίως δὲ καὶ ὁ Υἱὸς φῶς ἐστι, διότι τῆς αὐτῆς οὐσίας ἐστὶ τοῦ ἀληθινοῦ φωτὸς, ὡς καὶ Ἡσαΐας λέγει· Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ ὡς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν φλογὶ καιομένῃ. Ἐν δὲ τῷ Εὐαγγελίῳ Ἰωάννης ὁ Βαπτιστὴς λέγει περὶ τοῦ Κυρίου· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἀλλαχοῦ δὲ λέγει τὸν Κύριον τὸν ἁγιάζοντα· Ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς. Καὶ ὅτε τὸν Θεὸν καλει πῦρ ἡ Γραφή· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον, ὁμοίως καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου λέγει· ὅτι Ὤφθησαν τοῖς ἀποστόλοις διαμεριζόμεναι γλῶσσαι ὡσει πυρὸς, ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ὅσοι γὰρ Πνεῦμα Θεοῦ φοροῦσι, φῶς φοροῦσι· καὶ οἱ φοροῦντες φῶς Χριστόν εἰσιν ἐνδεδυμένοι· καὶ οἱ ἐνδεδυμένοι Χριστὸν Πατέρα ἐνδέδυνται. Δεῖ γὰρ τὸ
15. And whereas the blessed Paul teaches concerning the Holy Spirit that the Holy Spirit is the earnest of the inheritance, David says that the Lord is the inheritance: For the Lord, says he, is the portion of my inheritance and of my cup. And elsewhere he says: I cried unto Thee, O Lord; I said, Thou art my hope, my portion art Thou in the land of the living. And Jeremiah says: He Who formed all things, He is the inheritance of Jacob; the Lord is His name. Since, therefore, the holy prophets call the Lord the inheritance, Paul said that the Holy Spirit is the inheritance: In Whom, says he, having also believed, you were sealed with the Holy Spirit of promise, Which is the earnest of our inheritance; even as Moses also was sealed upon his face with the Holy Spirit when he received the law from God, and none of the sons of Israel was able to gaze intently upon him, for the light of the countenance of the Lord was signed upon him; even as also it is written in the Gospel: Then shall the righteous shine forth as the sun in the kingdom of their Father. For God is light; and likewise the Son also is light, because He is of the same substance as the true light, even as Isaiah also says: And the light of Israel shall be as fire, and He shall sanctify him in burning flame. And in the Gospel John the Baptist says concerning the Lord: He shall baptize you in the Holy Spirit and fire. And elsewhere it calls the Lord the Sanctifier: I am the Lord Who sanctifies them. And whereas the Scripture calls God fire: Our God is a consuming fire, likewise also concerning the Holy Spirit it says: There appeared to the apostles divided tongues as of fire, and it sat upon each one of them, and they were all filled with the Holy Spirit, and began to speak with other tongues, even as the Spirit gave them to utter. For as many as bear the Spirit of God bear light; and those who bear light have put on Christ; and those who have put on Christ have put on the Father. For this
Notes, col. 1009

On the reading

Printed καλει, for καλεῖ.

Printed ὡσει, for ὡσεὶ.

PG 26:1012Read from the page
16. Καὶ ὅτε λέγει Δαβίδ· Πολλοὶ λέγουσι, Τίς δείξει ἡμῖν τὰ ἀγαθά; περὶ τοῦ ἁγίου Πνεύματος λέγει· καὶ ἀλλαχοῦ εἴρηκε· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Καὶ ὁ Ματθαῖος περὶ τοῦ Πατρὸς οὕτω λέγει· Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Ὁ δὲ Λουκᾶς τὸν αὐτὸν τρόπον ἱστορῶν ἑρμηνεύει, τί ἐστι τὰ ἀγαθὰ, λέγων· Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν. Εἰ μὴ γὰρ ἦν τῆς οὐσίας τοῦ μόνου ἀγαθοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἂν ἀγαθὸν ἐκλήθη, ὁπότε ὁ Κύριος παραιτεῖται τὸ καλεῖσθαι ἀγαθὸς, καθὸ ἄνθρωπος γέγονε, λέγων· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὸ δὲ ἅγιον Πνεῦμα οὐ παραιτεῖται ἡ Γραφὴ καλεῖν ἀγαθὸν, κατὰ τὸν Δαβὶδ τὸν λέγοντα· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Καὶ ὅτε πάλιν ὁ Κύριος λέγει περὶ ἑαυτοῦ· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἀλλαχοῦ τὸ ἅγιον Πνεῦμα καλεῖ ἄρτον οὐράνιον λέγων· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἐδίδαξε γὰρ ἡμᾶς ἐν τῇ εὐχῇ ἐν τῷ νῦν αἰῶνι αἰτεῖν τὸν ἐπιούσιον ἄρτον, τουτέστι τὸν μέλλοντα, οὗ ἀπαρχὴν ἔχομεν ἐν τῇ νῦν ζωῇ, τῆς σαρκὸς τοῦ Κυρίου μεταλαμβάνοντες, καθὼς αὐτὸς εἶπεν· Ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ
16. And when David says: Many say, Who shall show us good things? he speaks concerning the Holy Spirit; and elsewhere he has said: The Lord will not withhold good things from those who walk in innocence. And Matthew speaks thus concerning the Father: If you then, being evil, know how to give good gifts to your children, how much more shall your Father Who is in the heavens give good things to those who ask Him? And Luke, relating the same passage, interprets what the good things are, saying: If you then, being evil, know how to give good gifts to your children, how much more shall your Father Who is in the heavens give the Holy Spirit to those who ask Him. For if the Holy Spirit were not of the substance of Him Who alone is good, He would not have been called good, seeing that the Lord declines to be called good inasmuch as He became man, saying: Why do you call Me good? No one is good save One, God. Yet the Scripture does not decline to call the Holy Spirit good, according to David who says: Thy good Spirit shall lead me in an upright land. And again, when the Lord says concerning Himself: I am the living bread, Who came down from heaven, elsewhere He calls the Holy Spirit heavenly bread, saying: Give us today our super-substantial bread. For He taught us in the prayer to ask in the present age for the super-substantial bread, that is, the future bread, the first-fruits of which we have in the present life by partaking of the flesh of the Lord, even as He Himself said: And the bread which I will give is My flesh for the
17. Καὶ ὅτε λέγει ὁ Ἱερεμίας περὶ τοῦ Θεοῦ, ὅτι αὐτὸς ὡδήγησε τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· Καὶ οὐκ εἴπατε, φησὶ, Ποῦ ἐστιν ὁ Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ; Ὁ Ἡσαΐας τὸ Πνεῦμα τὸ ἅγιον εἶπεν ὡδηγηκέναι τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· ἔστι γοῦν ἀκοῦσαι αὐτοῦ λέγοντος· Ἤγαγεν αὐτοὺς διὰ τῆς
17. And when Jeremiah says concerning God, that He Himself led Israel in the wilderness: And you said not, says he, Where is the Lord, Who brought us up out of the land of Egypt, Who guided us in the wilderness? Isaiah said that the Holy Spirit had led Israel in the wilderness; one may accordingly hear him saying: He led them through the