Migne Reading Room

PG 26 · cols. 753–764 · Read from the page

On the Councils of Ariminum and Seleucia

On the Councils of Ariminum and Seleucia

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:753Read from the page
γὰρ τοῖς πιστεύουσίν ἐστι « Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, » κἂν Ἰουδαῖοι μαίνωνται· οὕτως οὐ φαῦλα τὰ τῶν Πατέρων ῥήματα, ἀλλ' ὠφέλιμα τοῖς γνησίως ἐντυγχάνουσι, καὶ ἀναιρετικὰ πάσης ἀσεβείας ἐστὶ, κἂν οἱ Ἀρειανοὶ πολλάκις διαῤῥηγνύωνται, κατακρινόμενοι παρ' αὐτῶν. Ὅτε τοίνυν ἡ περὶ τῶν σκανδαλιζομένων ἀπίθανος δέδεικται πρόφασις, εἴπατε λοιπὸν ὑμεῖς, πῶς οὐκ ἀρέσκεσθε τῷ, « ἐκ τῆς οὐσίας, » ὀνόματι ; Τοῦτο γὰρ πρῶτον ἀναγκαῖον ἀνακρῖναι· καίτοι καὶ ὑμεῖς ἐγράψατε ἐκ τοῦ Πατρὸς γεγεννῆσθαι τὸν Υἱόν ; Εἰ μὲν οὖν τὸν Πατέρα ὀνομάζοντες, ἢ τὸ, « Θεὸς, » ὄνομα λέγοντες, οὐκ οὐσίαν σημαίνετε, οὐδὲ αὐτὸν τὸν ὄντα ὅπερ ἐστὶ κατ' οὐσίαν νοεῖτε, ἀλλ' ἕτερόν τι περὶ αὐτὸν, ἢ τὸ γοῦν χεῖρον, ἵνα μὴ παρ' ἐμοῦ λέγηται, διὰ τούτων σημαίνετε, ἔδει μὴ γράφειν ὑμᾶς ἐκ τοῦ Πατρὸς τὸν Υἱὸν, ἀλλ' ἐκ τῶν περὶ αὐτὸν ἢ τῶν ἐν αὐτῷ· ἵνα φεύγοντες λέγειν ἀληθῶς Πατέρα τὸν Θεὸν, σύνθετον δὲ τὸν ἁπλοῦν, καὶ σωματικῶς αὐτὸν ἐπινοοῦντες, καινοτέρας βλασφημίας ἐφευρεταὶ γένησθε. Οὕτω δὲ νοοῦντες, ἐξ ἀνάγκης καὶ τὸν Λόγον, καὶ τὸ Υἱὸς, οὐκ οὐσίαν, ἀλλ' ὄνομα μόνον νομίζετε, καὶ λοιπὸν ἄχρις ὀνομάτων ἔχετε τὴν ἑαυτῶν φαντασίαν· καὶ ἃ λέγετε, οὐκ εἶναι πιστεύετε, ἀλλὰ μὴ εἶναι φρονεῖτε.
who believe "Christ is the power of God and the wisdom of God" (1 Cor. 1:24), even though Jews rave—so the words of the Fathers are not bad, but profitable to those who read them genuinely, and are destructive of all impiety, even though the Arians burst asunder many times, being condemned by them. When therefore the pretext concerning those who are offended has been shown to be unconvincing, tell us now yourselves, how is it that you are not pleased with the expression "from the essence"? For this must first be examined; and yet have you yourselves also written that the Son has been begotten from the Father? If, then, when naming the Father, or speaking the name "God," you do not signify essence, nor understand Him Who is, as to what He is according to essence, but signify through these terms something else around Him, or at least what is worse—that it may not be spoken by me—you ought not to have written that the Son is from the Father, but from the things around Him or the things in Him; so that, shunning to call God truly Father, and conceiving of the Simple One as compound, and in a bodily manner, you might become inventors of a newer blasphemy. And understanding it thus, of necessity you consider both the Word and the title "Son" to be not an essence, but a name only, and henceforth hold your own imagination only as far as names; and the things that you say, you do not believe to exist, but think not to exist.
35. Τοῦτο δὲ Σαδδουκαίων μᾶλλον καὶ τῶν παρ' Ἕλλησι λεχθέντων ἀθέων ἐστὶ τὸ τόλμημα. Διὸ οὐδὲ τὴν κτίσιν αὐτοῦ τοῦ ὄντος Θεοῦ δημιούργημα εἶναι φήσετε· εἴ γε τὸ Πατὴρ καὶ τὸ Θεὸς οὐκ αὐτὴν τὴν τοῦ ὄντος οὐσίαν σημαίνουσιν, ἀλλ' ἕτερόν τι, ὅπερ ὑμεῖς ἀναπλάττετε. Ἀλλὰ τοῦτο δυσσεβὲς καὶ λίαν ἀπρεπές ἐστι καὶ μόνον ἐνθυμεῖσθαι. Εἰ δὲ ὅταν ἀκούομεν· « Ἐγώ εἰμι ὁ ὤν· » καὶ, « Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· » καὶ, « Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι· » καὶ, « Τάδε λέγει Κύριος παντοκράτωρ· » οὐχ ἕτερόν τι ἀλλ' αὐτὴν τὴν ἁπλῆν καὶ μακαρίαν καὶ ἀκατάληπτον τοῦ ὄντος οὐσίαν νοοῦμεν· κἂν γὰρ ἀδυνάτως ἔχωμεν καταλαβεῖν, ὅ τι ποτέ ἐστιν, ἀλλ' ἀκούοντες τὸ, Πατὴρ, καὶ τὸ, Θεὸς, καὶ τὸ, Παντοκράτωρ, οὐχ ἕτερόν τι, ἀλλ' αὐτὴν τὴν τοῦ ὄντος οὐσίαν σημαινομένην νοοῦμεν. Εἰρήκατε δὲ καὶ ὑμεῖς ἐκ τοῦ Θεοῦ τὸν Υἱὸν, δηλονότι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς αὐτὸν εἰρήκατε. Ἐπειδὴ δὲ καὶ πρὸ ὑμῶν λέγουσιν αἱ Γραφαὶ τὸν Κύριον Υἱὸν τοῦ Πατρὸς, καὶ πρὸ αὐτῶν, αὐτὸς ὁ Πατὴρ εἴρηκεν· « Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· » Υἱὸς δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκ τοῦ Πατρὸς γέννημα· πῶς οὐ φαίνονται κα-
35. Now this audacity belongs rather to the Sadducees and to those called atheists among the Greeks. Wherefore you will not say that even the creation is the handiwork of Him Who is God Himself, if indeed the title "Father" and the title "God" do not signify the very essence itself of Him Who is, but something else which you fashion for yourselves. Yet this is impious and exceedingly unseemly even merely to ponder. But if when we hear: "I am He Who is" (Exod. 3:14); and, "In the beginning God made the heaven and the earth" (Gen. 1:1); and, "Hear, O Israel, the Lord your God is one Lord" (Deut. 6:4); and, "Thus says the Lord Almighty" (Gen. 17:1), we understand nothing else than the very simple and blessed and incomprehensible essence itself of Him Who is (for even though we are unable to comprehend what it ever is, yet hearing the title "Father," and the title "God," and the title "Almighty," we understand nothing else than that the very essence itself of Him Who is is signified); and you yourselves have also said that the Son is from God, plainly you have said that He is from the essence of the Father. And since even before you the Scriptures call the Lord the Son of the Father, and before them the Father Himself has said: "This is My beloved Son" (Matt. 3:17)—and a Son is nothing else than the offspring from the Father—how do they not appear
PG 26:756Read from the page
λῶς εἰρηκότες οἱ Πατέρες ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν, λογισάμενοι ταυτὸν εἶναι τὸ εἰπεῖν ὀρθῶς, ἐκ τοῦ Θεοῦ, καὶ τὸ εἰπεῖν, ἐκ τῆς οὐσίας; Τὰ μὲν γὰρ κτίσματα πάντα, κἂν ἐκ τοῦ Θεοῦ λέγηται γεγενῆσθαι, ἀλλ' οὐχ ὡς ὁ Υἱός εἰσιν ἐκ τοῦ Θεοῦ· οὐ γὰρ γεννήματα, ἀλλὰ ποιήματά εἰσι τὴν φύσιν. « Ἐν ἀρχῇ γοῦν ὁ Θεὸς » οὐκ ἐγέννησεν, ἀλλ' « ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πάντα τὰ ἐν αὐτοῖς, » εἴρηται. Καὶ οὐχ ὁ γεννῶν, ἀλλ' « ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. » Εἰ δὲ ὁ Ἀπόστολος εἴρηκεν, « Εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα, » ἀλλ' οὐ τὸν Υἱὸν συναριθμῶν τοῖς πᾶσι, τοῦτό φησιν· ἀλλ' ἐπειδὴ τῶν Ἑλλήνων οἱ μὲν νομίζουσι κατὰ τύχην καὶ ἐξ ἀτόμων συμπλοκῆς, καὶ ὁμοιομερῶς ἐκ ταυτομάτου συνεστάναι τὴν κτίσιν, καὶ μὴ ἔχειν τὸν αἴτιον· οἱ δὲ ἐξ αἰτίου μὲν αὐτὴν γεγονέναι, οὐ μὴν καὶ διὰ τοῦ Λόγου· τῶν δὲ αἱρετικῶν ἕκαστος, ὡς ἠθέλησεν ἀνεπλάσατο, καὶ περὶ τῆς κτίσεως μυθολογεῖ· τούτου χάριν ὁ Ἀπόστολος ἀναγκαίως συνείρηκε τὸ, « ἐκ τοῦ Θεοῦ· » ἵνα καὶ τὸν ποιητὴν γνωρίσῃ, καὶ τὴν ἐκ τοῦ βουλήματος αὐτοῦ τῶν πάντων δημιουργίαν ἀποδείξῃ· εὐθὺς γοῦν ἐπιφέρει, « Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, » ἵνα τῶν πάντων ἐξάρῃ τὸν Υἱόν· τὰ γὰρ τοῦ Θεοῦ λεγόμενα, πάντα ταῦτα δι' Υἱοῦ γέγονε· καὶ οὐχ οἷόν τε μίαν ἔχειν τὰ δημιουργούμενα τῷ δημιουργοῦντι τὴν γένεσιν· καὶ ἵνα τὸ, « ἐκ τοῦ Θεοῦ, » λεγόμενον ὧδε, ἄλλως ἐπὶ τῶν ποιημάτων αὐτὸ σημαίνεσθαι διδάξῃ, ἢ ὡς ἐπὶ Υἱοῦ λεγόμενον νοεῖται. Ὁ μὲν γὰρ γέννημα, τὰ δὲ ποιήματά ἐστι. Διὸ καὶ ὁ μὲν Υἱὸς ἴδιον τῆς οὐσίας γέννημα, τὰ δὲ βουλήματος δημιουργήματα.
having spoken rightly when the Fathers said that the Son is from the essence of the Father, reckoning that to say in a right sense "from God" is the same thing as to say "from His essence"? For all creatures, even though they be said to have come into being from God, yet are not from God in the way that the Son is; for they are not offspring, but works by nature. Thus, it is said, "In the beginning God" did not beget, but "made the heaven and the earth, and all things that are in them" (Gen. 1:1). And not "who begetteth," but "who maketh His angels spirits, and His ministers a flame of fire" (Ps. 103:4). And if the Apostle hath said, "One God, from Whom are all things" (1 Cor. 8:6), yet he saith this not as numbering the Son together with all things; but since among the Greeks some suppose that the creation hath stood together by chance and from a combination of atoms, and spontaneously of like parts, and hath no cause; while others suppose that it came into being from a cause indeed, yet not through the Word; and each of the heretics hath fashioned for himself as he wished, and telleth fables concerning the creation; on this account the Apostle of necessity subjoined the words, "from God," in order that he might both make known the Maker, and demonstrate the framing of all things from His counsel; wherefore he immediately addeth, "And one Lord Jesus Christ, through Whom are all things" (1 Cor. 8:6), in order that he might except the Son from all things; for all those things which are called God's have come into being through the Son; and it is not possible that the things framed should have one origin of coming into being with Him Who frameth them; and in order that he might teach that the phrase "from God," spoken here, is signified otherwise in the case of the works than as it is understood when spoken in the case of the Son. For He is an offspring, whereas they are works. Wherefore also the Son is the proper offspring of His essence, whereas they are handiworks of His counsel.
36. Ταῦτα καὶ ἡ σύνοδος συνορῶσα, καὶ εἰδυῖα τὴν ἐκ τῆς ὁμωνυμίας διαφορίαν, ὑπὲρ τοῦ μή τινας ὑπονοεῖν κατὰ τὴν κτίσιν οὕτω λέγεσθαι καὶ τὸν Υἱὸν ἐκ τοῦ Θεοῦ, λευκότερον ἔγραψαν ἐκ τῆς οὐσίας τὸν Υἱόν. Ἐκ μὲν γὰρ τούτου τὸ γνήσιον ἀληθῶς Υἱοῦ πρὸς τὸν Πατέρα γνωρίζεται· ἐκ δὲ τοῦ λέγεσθαι ἁπλῶς « ἐκ τοῦ Θεοῦ, » τὸ βούλημα τῆς δημιουργίας τοῦ κτίζοντος σημαίνεται. Εἰ μὲν οὖν καὶ αὐτοὶ τοιαύτην ἔχοντες διάνοιαν, ἔγραψαν ἐκ τοῦ Πατρὸς τὸν Λόγον, μὴ μεμφέσθωσαν τὴν σύνοδον· εἰ δὲ ὡς ἐπὶ τῆς κτίσεώς ἐστι γεγραμμένον, οὕτω καὶ ἐπὶ τοῦ Υἱοῦ φρονοῦσι « τὸ, ἐκ τοῦ Θεοῦ », ἔδει, τὰ ἐπὶ τῆς κτίσεως λαμβάνοντας αὐτοὺς, μὴ λέγειν Υἱὸν, ἵνα μὴ δοκῶσι φύρειν βλασφημίαν τῇ εὐσεβείᾳ, και ἢ τὸν Κύριον μὴ συναριθμεῖν τοῖς κτίσμασιν, ἢ μὴ
36. Seeing these things also, and knowing the difference arising from the equivocal term, the Synod, to the end that none might suspect that the Son also is said to be from God in the same way as the creation, wrote more plainly that the Son is from the essence. For from this the true genuineness of the Son towards the Father is made known; whereas from the simple expression "from God," only the counsel of the framing of Him Who createth is signified. If, therefore, they also, holding such a mind, wrote that the Word is from the Father, let them not find fault with the Synod; but if, as it is written in the case of the creation, so also in the case of the Son they understand the phrase "from God," they ought, since they take what belongs to the creation, not to name Him Son, lest they seem to mingle blasphemy with piety, and either not to number the Lord together with the creatures, or not
Notes, col. 756

On the reading

Printed και, for καὶ.

PG 26:757Read from the page
ἀνάξια καὶ μὴ ἁρμόζοντα περὶ τοῦ Υἱοῦ γράφειν. Εἰ γὰρ Υἱός ἐστιν, οὐκ ἔστι κτίσμα· εἰ δὲ κτίσμα ἐστὶν, οὐκ ἔστιν Υἱός. Τοιαῦτα δὲ διανοούμενοι, ἀρνήσονταί που καὶ τὸ ἅγιον λουτρὸν, ὅτι εἰς Πατέρα καὶ εἰς Υἱὸν, καὶ οὐκ εἰς Κτίστην καὶ κτίσμα δίδοται, ὡς αὐτοὶ νομίζουσιν. Ἀλλ' οὐ γέγραπται ταῦτα, φασὶν, καὶ ὡς ἀγράφους τὰς φωνὰς ἐκβάλλομεν. Ἀλλὰ καὶ τοῦτο πάλιν πρόφασίς ἐστιν αὐτοῖς ἀναίσχυντος. Εἰ γὰρ ἐκβλητέα νομίζουσι τὰ μὴ γεγραμμένα, διὰ τί τῶν περὶ Ἄρειον ἐξ ἀγράφων ἐπινοησάντων τοσοῦτον ῥηματίων συρφετὸν, τὸ, ἐξ οὐκ ὄντων, καὶ τὸ, οὐκ ἦν ὁ Υἱὸς πρὶν γεννηθῇ· καὶ, ἦν ποτε, ὅτε οὐκ ἦν· καὶ, τρεπτός ἐστι· καὶ, ἄῤῥητος καὶ ἀόρατος ὁ Πατὴρ τῷ Υἱῷ· καὶ, ὁ Υἱὸς οὐκ οἶδεν οὐδὲ τὴν ἑαυτοῦ οὐσίαν· καὶ ὅσα ἐν τῇ γελοίῳ καὶ ἀσεβεῖ Θαλίᾳ ἑαυτοῦ φρονῶν ἐξήμεσεν Ἄρειος οὐκ ἀντειρήκασιν, ἀλλὰ καὶ μᾶλλον ὑπὲρ αὐτῶν ἀγωνίζονται, καὶ διὰ ταῦτα πρὸς τοὺς Πατέρας ἑαυτῶν διαμάχονται. Ἐκ ποίας δὲ Γραφῆς καὶ αὐτοὶ εὑρόντες τὸ ἀγένητον, καὶ τὸ οὐσίας ὄνομα, καὶ, τρεῖς εἰσιν ὑποστάσεις, καὶ, οὐκ ἔστιν ἀληθινὸς Θεὸς ὁ Χριστὸς, καὶ, εἷς ἐστι τῶν ἑκατὸν προβάτων, καὶ, ἡ μὲν σοφία τοῦ Θεοῦ ἀγέννητος καὶ ἄναρχός ἐστι, πολλαὶ δέ εἰσιν αἱ κτισθεῖσαι δυνάμεις, ὧν μία ἐστὶν ὁ Χριστός; Ἢ πῶς ἐν τοῖς λεγομένοις Ἐγκαινίοις, ἀγράφοις χρησάμενοι λέξεσιν οἱ περὶ Ἀκάκιον καὶ Εὐσέβιον, καὶ εἰπόντες οὐσίας τε καὶ δυνάμεως, καὶ βουλῆς, καὶ δόξης ἀπαράλλακτον εἰκόνα τὸν πρωτότοκον τῆς κτίσεως, γογγύζουσι κατὰ τῶν Πατέρων, ὡς ἀγράφων αὐτῶν μνημονευσάντων λέξεων, καὶ οὐσίας μνημονευσάντων; Ἔδει γὰρ αὐτοὺς ἢ καθ' ἑαυτῶν γογγύζειν, ἢ μηδὲν τοὺς Πατέρας αἰτιᾶσθαι.
to write unworthy and unbefitting things concerning the Son. For if He is Son, He is not a creature; and if He is a creature, He is not Son. And thinking such things, they will perchance deny even the holy laver, because it is given into Father and into Son, and not into Creator and creature, as they themselves suppose. But these things, they say, are not written, and we cast out the expressions as unscriptural. Yet this again is a shameless pretext of theirs. For if they suppose that things not written ought to be cast out, why, when the partisans of Arius devised from unscriptural sources so great a heap of petty phrases—namely, "out of things that were not," and "the Son was not before He was begotten," and "there was once when He was not," and "He is alterable," and "the Father is ineffable and invisible to the Son," and "the Son knoweth not even His own essence," and all the things that Arius in his mindlessness vomited forth in his ridiculous and impious Thalia—have they not spoken against them, but rather even contend on their behalf, and on account of these things fight fiercely against their own Fathers? And from what Scripture did they themselves also find "the unoriginate," and the term "essence," and "there are three hypostases," and "Christ is not true God," and "He is one of the hundred sheep," and "the wisdom of God indeed is unbegotten and without beginning, but the created powers are many, of which Christ is one"? Or how is it that in the so-called Dedication council the partisans of Acacius and Eusebius, having used unscriptural expressions, and having called the Firstborn of creation the indistinguishable image of the essence, and power, and counsel, and glory, murmur against the Fathers as having made mention of unscriptural expressions, and as having made mention of "essence"? For they ought either to murmur against themselves, or in no wise to accuse the Fathers.
37, Εἰ μὲν οὖν ἄλλοι τινὲς ἐπροφασίζοντο τὰς τῆς συνόδου λέξεις, ἠδύναντό πως ἢ ἀγνοίας ἢ εὐλαβείας ὑπόνοιαν ἔχειν· καὶ περὶ μὲν Γεωργίου τοῦ Καππάδοκος τοῦ ἐκβληθέντος ἀπὸ τῆς Ἀλεξανδρείας λόγος οὐδείς· ἀνθρώπου μήτε ἐκ προάγοντος ⟨β⟩ίου τὴν μαρτυρίαν ἔχοντος, μήτε ὅλως Χριστιανοῦ τυγχάνοντος, ἀλλὰ μόνον ὑποκριναμένου διὰ τὸν καιρὸν τὸ ὄνομα, καὶ πορισμὸν ἡγησαμένου τὴν εὐσέβειαν· διὸ οὐδὲ μέμψαιτο ἄν τις αὐτὸν εἰκότως, πταίοντα περὶ τὴν πίστιν, ἄνθρωπον μήτε εἰδότα περὶ ὧν λέγει, μήτε περὶ ὧν διαβεβαιοῦται, ἀλλὰ πᾶσι, κατὰ τὸ γεγραμμένον, ὡς κέπφον ἐπακολουθοῦντα· Ἀκάκιος δὲ καὶ Εὐδόξιος, καὶ Πατρόφιλος, ταῦτα λέγοντες, πῶς οὐκ ἄξιοι πάσης εἰσὶ καταγνώ-
37. Now if certain others were making a pretext of the expressions of the Synod, they might perhaps have a suspicion either of ignorance or of caution; and concerning George the Cappadocian, who was cast out from Alexandria, there is no account to be made—a man neither having testimony from his past life, nor being a Christian at all, but only feigning the name for the occasion, and accounting godliness a way of gain; wherefore no one could reasonably blame him when he stumbleth concerning the faith, a man knowing neither what he saith nor whereof he affirmeth, but following after all things, as it is written, like a simple gull (Prov. 7:22); but when Acacius and Eudoxius and Patrophilus say these things, how are they not worthy of all condemna-
PG 26:760Read from the page
σεως; Γράφοντες γὰρ ἄγραφα καὶ αὐτοὶ, καὶ ἀποδεξάμενοι πολλάκις ὡς καλὸν τὸ τῆς οὐσίας ὄνομα, μάλιστα καὶ διὰ τὴν ἐπιστολὴν Εὐσεβίου, αἰτιῶνται νῦν τοὺς πρὸ αὐτῶν, ὡς τοιαύταις χρησαμένους λέξεσιν. Ἀλλὰ καὶ εἰπόντες αὐτοὶ Θεὸν ἐκ Θεοῦ, καὶ Λόγον ζῶντα, τῆς οὐσίας τοῦ Πατρὸς ἀπαράλλακτον εἰκόνα τὸν Υἱὸν, κατηγοροῦσι τῶν ἐν Νικαίᾳ εἰπόντων, ἐκ τῆς οὐσίας, καὶ ὁμοούσιον τὸν γεννηθέντα τῷ γεγεννηκότι. Τί δὲ θαυμαστὸν εἰ τοῖς πρὸ αὐτῶν καὶ τοῖς ἰδίοις πατράσι διαμάχονται, ὅπου γε καὶ αὐτοὶ ἑαυτοῖς ἐναντιούμενοι, τοῖς ἑαυτῶν προσκόπτουσιν; Ἐκθέμενοι γὰρ ἐν τοῖς λεγομένοις Ἐγκαινίοις ἐν Ἀντιοχείᾳ τῆς οὐσίας τοῦ Πατρὸς ἀπαράλλακτον εἰκόνα εἶναι τὸν Υἱὸν, ὁμόσαντές τε οὕτω φρονεῖν, καὶ ἀναθεματίσαντες τοὺς ἄλλως φρονοῦντας, ἀλλὰ γὰρ καὶ ἐν τῇ Ἰσαυρίᾳ γράψαντες· Οὐ φεύγομεν τὴν ἐκτεθεῖσαν αὐθεντικὴν πίστιν ἐν τοῖς Ἐγκαινίοις τοῖς κατὰ Ἀντιόχειαν (ἐν αὐτοῖς δὲ ἐγράφη τὸ τῆς οὐσίας ὄνομα), ὥσπερ ἐπιλαθόμενοι τούτων, μετ' ὀλίγον ἐν τῇ αὐτῇ Ἰσαυρίᾳ τἀναντία ἔγραψαν, λέγοντες· Τὸ ὁμοούσιον καὶ τὸ ὁμοιοούσιον ἐκβάλλομεν, ὡς ἀλλότριον τῶν Γραφῶν· καὶ τὸ τῆς οὐσίας ὄνομα περιαιροῦμεν, ὡς μὴ κείμενον ἐν ταῖς Γραφαῖς.
tion? For while writing unscriptural things themselves also, and having ofttimes accepted the term "essence" as good, especially on account of the letter of Eusebius, they now accuse their predecessors for having used such expressions. Nay more, though they themselves called the Son God from God, and Living Word, the indistinguishable image of the essence of the Father, they bring charges against those at Nicaea who said that He Who was begotten is "from the essence" and "coessential" with Him Who begat Him. And what wonder is it if they fight against their predecessors and their own fathers, when even opposing themselves they stumble against their own words? For after setting forth at the so-called Dedication council in Antioch that the Son is the indistinguishable image of the essence of the Father, and having sworn that they so held, and having anathematized those who held otherwise, nay, having also written in Isauria, "We do not shun the authentic faith set forth at the Dedication council at Antioch" (wherein the term "essence" was written), as though forgetting these things, a little later in the same Isauria they wrote the contrary, saying, "The 'coessential' and the 'like in essence' we cast out as foreign to the Scriptures; and the term 'essence' we abolish, as not being found in the Scriptures."
38. Τίς οὖν ἔτι τοὺς τοιούτους Χριστιανοὺς ἡγήσεται; Ἢ ποία πίστις παρὰ τούτοις, παρ' οἷς οὐ λόγος, οὐ γράμμα βέβαιον, ἀλλὰ πάντα κατὰ καιρὸν ἀλλάσσεται καὶ μεταβάλλεται; Εἰ γὰρ, ὦ Ἀκάκιε καὶ Εὐδόξιε, οὐ φεύγετε τὴν ἐκτεθεῖσαν ἐν τοῖς Ἐγκαινίοις πίστιν, ἐν αὐτῇ δὲ γέγραπται, Οὐσίας ἀπαράλλακτος εἰκὼν ὁ Υἱός· πῶς ἐν τῇ Ἰσαυρίᾳ γράφετε, Ἐκβάλλομεν τὸ ὁμοούσιον; Εἰ γὰρ οὐκ ἔστι κατ' οὐσίαν ὅμοιος ὁ Υἱὸς τῷ Πατρὶ, πῶς ἀπαράλλακτος τῆς οὐσίας εἰκών ἐστιν; Εἰ δὲ μετέγνωτε, γράψαντες τὸ, τῆς οὐσίας ἀπαράλλακτος εἰκών· πῶς ἀναθεματίζετε τοὺς ἀνόμοιον εἶναι λέγοντας τὸν Υἱόν; Εἰ γὰρ οὐχ ὅμοιος κατ' οὐσίαν, πάντως ἀνόμοιός ἐστι. Τὸ δὲ ἀνόμοιον οὐκ ἂν εἴη εἰκών. Εἰ δὲ οὕτω καθ' ὑμᾶς ἐστιν, οὐκ ἄρα ὁ τὸν Υἱὸν ἑωρακὼς ἑώρακε τὸν Πατέρα, πλείστης ὅσης οὔσης διαφορᾶς· μᾶλλον δὲ τὸ ὅλον ὄντος τούτου πρὸς ἐκεῖνον ἀνομοίου. Τὸ δὲ ἀνόμοιον οὐχ οἷόν τε ὅμοιον λέγεσθαι. Ποίᾳ τοίνυν μηχανῇ τὸ ἀνόμοιον ὅμοιον λέγετε, καὶ τὸ ὅμοιον ἀνόμοιον φρονεῖτε, καὶ ὑποκρίνεσθε λέγοντες εἰκόνα εἶναι τοῦ Πατρὸς τὸν Υἱόν; Εἰ γὰρ οὐκ ἔστι κατ' οὐσίαν ὅμοιος ὁ Υἱὸς τοῦ Πατρὸς, λείπει τι τῇ εἰκόνι, καὶ οὐκ ἔστι πλήρης εἰκὼν, οὐδὲ τέλειον ἀπαύγασμα. Πῶς οὖν ἀναγινώσκετε τὸ, « Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· » καὶ, « Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν; » Πῶς τὸν Ἀρειανὸν Ἀέτιον ὡς αἱρετικὸν ἐκ-
38. Who then will any longer account such men Christians? Or what faith is there among these men, with whom neither word nor document is steadfast, but all things are altered and changed according to the season? For if, O Acacius and Eudoxius, you do not shun the faith set forth at the Dedication council, and in it there is written, "The Son is the indistinguishable image of the essence," how do you write in Isauria, "We cast out the coessential"? For if the Son is not like the Father according to essence, how is He the indistinguishable image of the essence? And if you have repented of having written "the indistinguishable image of the essence," how do you anathematize those who say that the Son is unlike? For if He is not like according to essence, He is altogether unlike. And what is unlike could not be an image. And if it is thus according to you, then he who hath seen the Son hath not seen the Father, since there is the greatest possible difference—or rather, since the One is wholly unlike the Other. And what is unlike cannot possibly be called like. By what contrivance, then, do you call the unlike like, and account the like unlike, and play the hypocrite in saying that the Son is the image of the Father? For if the Son of the Father is not like according to essence, something is lacking to the image, and He is not a full image, nor a perfect radiance. How then do you read the words, "In Him dwelleth all the fulness of the Godhead bodily" (Col. 2:9), and, "Of His fulness have all we received" (John 1:16)? How do you cast out the Arian Aetius as a heretic,
PG 26:761Read from the page
βάλλετε, καίτοι τὰ αὐτὰ ἐκείνῳ λέγοντες; Καὶ γὰρ σοῦ μὲν, ὦ Ἀκάκιε, ἑταῖρός ἐστιν, Εὐδοξίου δὲ διδάσκαλος εἰς τὴν τοιαύτην ἀσέβειαν γέγονεν, ἧς ἕνεκα καὶ Λεόντιος αὐτὸν ὁ ἐπίσκοπος διάκονον κατέστησεν· ἵνα, ὡς ἐνδύματι προβάτου τῷ ὀνόματι τῆς διακονίας χρώμενος, ἐπ' ἀδείας ἐξεμεῖν δύνηται τὰ τῆς βλασφημίας ῥήματα.
though you say the very same things as he? For indeed of you, O Acacius, he is a comrade, and of Eudoxius he became the teacher unto such impiety, for the sake of which also Bishop Leontius appointed him deacon, in order that, using the name of the diaconate as a sheep's clothing, he might be able with impunity to vomit forth the words of blasphemy.
39. Τί οὖν ὑμᾶς ἄρα τοιοῦτον ἔπεισεν, ὥστε καὶ ἑαυτοῖς εἰς τὸ ἐναντίον περιπεσεῖν, καὶ τοσαύτην αἰσχύνην ἀπενέγκασθαι; ἀλλ' οὐδὲν εὔλογον ἂν εἴποιτε· τοῦτο δὲ μόνον περιλείπεται νοεῖν, ὅτι πάντα νῦν ὑποκρίνεσθε, καὶ πάντα προσποιούμενοι πλάττετε διὰ τὴν παρὰ Κωνσταντίου προστασίαν, καὶ τὸ παρὰ τοῦ τοιούτου κέρδος. Καὶ κατηγορεῖτε μὲν εὐχερῶς τῶν Πατέρων, προφασίζεσθε δὲ ἁπλῶς τὰς λέξεις, ὡς ἀγράφους· καὶ κατὰ τὸ γεγραμμένον, « διετείνατε τὰ σκέλη παντὶ παρόδῳ· » ὥστε τοσαυτάκις ὑμᾶς μεταβάλλεσθαι, ὁσάκις ἂν ὑμᾶς οἱ μισθούμενοι καὶ χορηγοῦντες ὑμῖν βούλονται. Καίτοι κἂν ἀγράφους τις λαλῇ λέξεις, οὐδὲν διαφέρει, ἕως εὐσεβῆ τὴν διάνοιαν ἔχει. Ὁ δὲ αἱρετικὸς ἀνὴρ, κἂν τὰς ἀπὸ τῶν Γραφῶν χρήσηται λέξεις, οὐδὲν ἧττον ὕποπτος ὢν, καὶ τὸν νοῦν διεφθαρμένος, ἀκούσεται παρὰ τοῦ Πνεύματος· « Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; » Οὕτως ὁ μὲν διάβολος, καίτοι λαλῶν ἀπὸ τῶν Γραφῶν, πεφίμωται παρὰ τοῦ Σωτῆρος· ὁ δὲ μακάριος Παῦλος, κἂν ἐκ τῶν ἔξωθεν λαλῇ· « Κρῆτες ἀεὶ ψεῦσται· » καὶ, « Τοῦ γὰρ καὶ γένος ἐσμέν· » καὶ, « Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· » ἀλλ' ὅμως, ἅγιος ὢν, ἔχει τὴν διάνοιαν εὐσεβῆ· καὶ τοῦ Χριστοῦ νοῦν ἔχων, διδάσκαλός ἐστιν ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ· καὶ ἃ λαλεῖ, μετ' εὐσεβείας φθέγγεται. Ποία τοίνυν ἐν τοῖς Ἀρειανοῖς ῥηματίοις κἂν πιθανότης ἐστὶν, ἐν οἷς προτιμᾶται τοῦ Σωτῆρος ἡ κάμπη καὶ ἡ ἀκρὶς, καὶ λοιδορεῖται παρ' αὐτῶν· Οὐκ ἦς ποτε, καὶ ἐκτίσθης, ξένος τε κατ' οὐσίαν τοῦ Θεοῦ τυγχάνεις· καὶ ὅλως οὐδὲν δυσφημίας ἐν αὐτοῖς παραλέλειπται; Τί δὲ πρὸς εὐφημίαν παρῆκαν οἱ Πατέρες; Καὶ οὐ μᾶλλον ὑψηλὴ διάνοια, καὶ φιλόχριστος εὐσέβεια παρ' αὐτοῖς ἐστι; Καὶ ὅμως ταῦτα μὲν ἔγραψαν, ὅτι Ἐκβάλλομεν· ἐκείνων δὲ τῶν κατὰ τοῦ Κυρίου λοιδοριῶν ἀνέχονται, καὶ φανεροὺς ἑαυτοὺς πᾶσι καθιστῶσιν, ὅτι δι' οὐδὲν ἕτερον μάχονται πρὸς τὴν σύνοδον ἐκείνην τὴν μεγάλην, ἢ ὅτι τὴν Ἀρειανὴν αἵρεσιν κατέκρινε. Διὰ τοῦτο γὰρ καὶ τὴν τοῦ ὁμοουσίου λέξιν διαβάλλουσι, κακῶς αὐτοὶ φρονοῦντες καὶ περὶ αὐτῆς. Εἰ γὰρ ἐπί-
39. What so great thing, then, persuaded you both to fall into the opposite of your own selves, and to carry off so great a shame? Yet nothing reasonable could you say; and this alone remains to be understood, that you now play the hypocrite in all things, and feigning all things fabricate them for the sake of the patronage from Constantius, and the gain from such a source. And you lightly accuse the Fathers, and simply make a pretext of the expressions as unscriptural; and according to what is written, "you have spread out your legs to every passer-by" (Ezek. 16:25), so that you change yourselves as many times as those who hire you and furnish you supplies may wish. And yet, even if one should utter unscriptural expressions, it makes no difference, so long as he holds a pious mind. Whereas the heretical man, even if he use expressions taken from the Scriptures, being nonetheless suspected and corrupted in mind, will hear from the Spirit: "Why dost thou declare My statutes, and take My covenant into thy mouth?" (Ps. 49:16). Thus the devil indeed, although speaking from the Scriptures, was muzzled by the Saviour; whereas the blessed Paul, even though he speak from profane writers—"The Cretans are always liars" (Tit. 1:12), and "For we are also His offspring" (Acts 17:28), and "Evil communications corrupt good manners" (1 Cor. 15:33)—nevertheless, being holy, hath his mind pious; and having the mind of Christ, he is a teacher of the Gentiles in faith and truth, and the things that he speaketh, he uttereth with piety. What plausibility, then, is there at all in the Arian petty phrases, wherein the caterpillar and the locust are preferred before the Saviour, and He is reviled by them: "Thou wast not once, and Thou wast created, and Thou art foreign to God according to essence"—and in short nothing of blasphemy hath been left out in them? And what did the Fathers omit towards reverent praise? Is there not rather a lofty mind and Christ-loving piety with them? And yet these things indeed they wrote that "we cast out," while those revilings against the Lord they endure, and make themselves manifest to all that for nothing else do they fight against that great Synod than because it condemned the Arian heresy. For on this account they also traduce the term "coessential," holding an evil mind themselves concerning it also. For if they had be-
PG 26:764Read from the page
στευον ὀρθῶς, καὶ τὸν μὲν Πατέρα Πατέρα ἀληθῶς ὡμολόγουν, τὸν δὲ Υἱὸν γνήσιον Υἱὸν καὶ φύσει ἀληθινὸν Λόγον, καὶ Σοφίαν ἐπίστευον εἶναι τοῦ Πατρός· τό τε ἐκ τοῦ Θεοῦ λέγειν τὸν Υἱὸν, εἰ μὴ, ὥσπερ λέγεται περὶ τῶν κτισμάτων, οὕτως ἔλεγον καὶ περὶ αὐτοῦ, ἀλλὰ τῆς οὐσίας τοῦ Πατρὸς ἴδιον αὐτὸν ἐνόουν εἶναι γέννημα, ὡς ἔστι τὸ ἀπαύγασμα ἐκ τοῦ φωτός· οὐκ ἂν ἕκαστος αὐτῶν κατηγόρει τῶν Πατέρων· ἀλλ' ἐθάῤῥουν, ὅτι καλῶς ἔγραψεν ἡ σύνοδος· καὶ οὕτως ἐστὶν ἡ ὀρθὴ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πίστις.
lieved rightly, and confessed the Father to be truly Father, and believed the Son to be genuine Son and by nature true Word and Wisdom of the Father; and as to calling the Son "from God," if they had not said this of Him in the same way as it is said of the creatures, but had understood Him to be the proper offspring of the essence of the Father, as the radiance is from the light, every one of them would not have accused the Fathers, but would have been confident that the Synod wrote well, and that thus is the right faith concerning our Lord Jesus Christ.
40. Ἀλλ' ἀσαφης, φασὶν, ἐστὶν ἡμῖν τῶν τοιούτων λέξεων ἡ διάνοια. Καὶ τοῦτο γὰρ προεφασίσαντο, λέγοντες, ὅτι, μὴ δυνάμενοι καταλαβεῖν τὴν ἑρμηνείαν αὐτῶν, ἐκβάλλομεν ταύτας τὰς λέξεις. Τοῦτο δὲ εἰ ἀληθῶς ἔλεγον, οὐκ ἔδει λέγειν αὐτοὺς, Ἐκβάλλομεν ταύτας· ἀλλ' ἠξίουν μαθεῖν παρὰ τῶν ἐπισταμένων, ἐπεὶ ὀφείλουσί γε, καὶ ἅπερ ἂν ἐν ταῖς θείαις Γραφαῖς μὴ νοήσωσιν ἐκβάλλειν, καὶ κατηγορεῖν τοὺς γράψαντας αὐτά. Ἀλλὰ τοῦτο μᾶλλον αἱρετικῶν, καὶ οὐχ ἡμῶν τῶν Χριστιανῶν τὸ τόλμημα. Ἃ γὰρ ἀγνοοῦμεν ἐν τοῖς λογίοις, οὐκ ἐκβάλλομεν, ἀλλὰ ζητοῦμεν οὓς ἀπεκάλυψεν ὁ Κύριος, καὶ παρ' αὐτῶν μανθάνειν ἀξιοῦμεν. Ἐπειδὴ δὲ καὶ οὕτω προφασίζονται τὴν ἀσάφειαν τῶν τοιούτων λέξεων, ὁμολογείτωσαν γοῦν τὰ εὐθὺς ἐπιφερόμενα, καὶ ἀναθεματιζέτωσαν τοὺς φρονοῦντας, ἐξ οὐκ ὄντων εἶναι τὸν Υἱὸν, καὶ, Οὐκ ἦν πρὶν γεννηθῇ, καὶ ὅτι κτίσμα καὶ ποίημά ἐστιν ὁ τοῦ Θεοῦ Λόγος· καὶ, Τρεπτός ἐστι τῇ φύσει· καὶ, Ἐξ ἑτέρας ὑποστάσεως· καὶ ὅλως ἀναθεματιζέτωσαν την Ἀρειανὴν αἵρεσιν, τὴν ἐφευροῦσαν τὴν τοιαύτην ἀσέβειαν. Καὶ λοιπὸν μὴ λεγέτωσαν, Ἐκβάλλομεν τὰς λέξεις, ἀλλ' ὅτι Οὔπω νοοῦμεν αὐτάς· ἵνα οὕτω πιθανήν τινα πρόφασιν ἔχωσι τοῦ παραιτεῖσθαι ταύτας. Εὖ δὲ οἶδα καὶ πέπεισμαι, καὶ αὐτοὶ δὲ τοῦτο γινώσκουσιν, ὅτι ταῦτα ἐὰν ὁμολογήσωσι, καὶ ἀναθεματίσωσι τὴν Ἀρειανὴν αἵρεσιν, οὐκ ἀρνήσονται κἀκείνας τὰς τῆς συνόδου λέξεις. Διὰ τοῦτο γὰρ καὶ οἱ Πατέρες, εἰρηκότες ἐκ τῆς οὐσίας γεννητὸν τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, εὐθὺς ἐπήγαγον· τοὺς δὲ λέγοντας τὰ προειρημένα, ἅπερ ἐστὶ τῆς Ἀρειανῆς αἱρέσεως, ἀναθεματίζομεν· ἵνα δείξωσιν, ὅτι ὡς ἐκ παραλλήλου λέλεκται παρ' αὐτῶν, καὶ αἱ λέξεις ἐκεῖναι ταῦτα σημαίνουσιν· καὶ ὃς ἂν ἐκείνας ὁμολογήσῃ, πάντως καὶ ταῦτα διανοηθήσεται· οἱ δὲ μήτε ταῦτα φρονοῦντες, ἀλλὰ κἀκεῖνα διαβάλλοντες, οἱ τοιοῦτοι πανταχόθεν ἐλέγχονται χριστομάχοι.
40. "But the meaning of such expressions," say they, "is obscure to us." For this also they alleged as a pretext, saying, "Since we are unable to grasp the interpretation of them, we cast out these expressions." Yet if they said this truly, they ought not to say, "We cast out these," but would have asked to learn from those who have knowledge; else they are bound also to cast out whatever they do not understand in the divine Scriptures, and to accuse those who wrote them. But this is the audacity rather of heretics, and not of us Christians. For the things of which we are ignorant in the sacred oracles we do not cast out, but we seek out those to whom the Lord hath revealed them, and ask to learn from them. Since, however, they even thus make a pretext of the obscurity of such expressions, let them at any rate confess the things immediately subjoined, and let them anathematize those who hold that the Son is out of things that were not, and that "He was not before He was begotten," and that the Word of God is a creature and a work, and that "He is alterable by nature," and "from another hypostasis"; and in short let them anathematize the Arian heresy, which invented such impiety. And henceforth let them not say, "We cast out the expressions," but, "We do not yet understand them," so that they may thus have some plausible pretext for declining them. Yet I know well and am persuaded, and they themselves also know this, that if they confess these things and anathematize the Arian heresy, they will not deny those expressions of the Synod either. For on this account the Fathers also, having said that the Son was begotten from the essence, coessential with the Father, immediately added: "And those who say the aforesaid things, which belong to the Arian heresy, we anathematize"—in order to show that these things were spoken by them as in parallel, and that those expressions signify these things; and whosoever confesseth those expressions will altogether understand these things also; whereas those who neither hold these things, and traduce those also, such men are convicted from every side as fighters against Christ.
41. Καὶ περὶ μὲν τῶν ἐξ ὅλου τὴν σύνοδον ἀρνουμένων ἀρκεῖ πρὸς ἔλεγχον τὰ ὀλίγα ταῦτα· πρὸς δὲ
41. And concerning those who wholly repudiate the Synod, these few words suffice for refutation; but towards
Notes, col. 764

On the reading

Printed ἀσαφης, for ἀσαφής.

Printed την, for τὴν.