γενέσθαι, πάντα ἀσφαλῶς ἐζητήθη καὶ διηρευνήθη ἐν τῷ Σιρμίῳ ἐπὶ παρουσίᾳ Οὐάλεντος, καὶ Οὐρσακίου, καὶ Γερμινίου, καὶ τῶν λοιπῶν. Συνέστηκεν ἕνα Θεὸν εἶναι Πατέρα παντοκράτορα, καθὼς καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ καταγγέλλεται· καὶ ἕνα μονογενῆ Υἱὸν αὐτοῦ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐξ αὐτοῦ πρὸ τῶν αἰώνων γεννηθέντα. Δύο Θεοὺς μὴ χρῆναι λέγειν· ἐπειδὴ αὐτὸς ὁ Κύριος εἴρηκε· « Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. » Διὰ τοῦτο καὶ πάντων Θεός ἐστι, καθὼς καὶ ὁ Ἀπόστολος ἐδίδαξεν· « Ἢ Ἰουδαίων μόνων ὁ Θεὸς, οὐχὶ καὶ ἐθνῶν ; Ναὶ καὶ ἐθνῶν· ἐπείπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως· » καὶ τὰ μὲν λοιπὰ πάντα συμφωνεῖ, καὶ οὐδεμίαν ἔχει ἀμφιβολίαν. Ἐπειδὴ δὲ πολλούς τινας κινεῖ περὶ τῆς λεγομένης Ῥωμαϊστὶ μὲν σουβσταντίας, Ἑλληνιστὶ δὲ λεγομένης οὐσίας, τουτέστιν, ἵνα ἀκριβέστερον γνωσθῇ, τὸ ὁμοούσιον, ἢ τὸ λεγόμενον ὁμοιοούσιον· οὐ χρή τινα τούτων παντελῶς μνήμην γίνεσθαι, οὐδὲ περὶ τούτων ἐξηγεῖσθαι ἐν τῇ Ἐκκλησίᾳ διὰ ταύτην τὴν αἰτίαν, καὶ διὰ τοῦτον τὸν λογισμὸν, ὅτι ἐν ταῖς θείαις Γραφαῖς οὐ γέγραπται περὶ τούτων· καὶ ὅτι ταῦτα ὑπὲρ τὴν ἀνθρώπων γνῶσιν καὶ τὸν ἀνθρώπων νοῦν ἐστι· καὶ ὅτι οὐδεὶς δύναται τὴν γενεὰν τοῦ Υἱοῦ διηγήσασθαι, καθὼς γέγραπται· « Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται ; » Μόνον γὰρ εἰδέναι τὸν Πατέρα φανερόν ἐστι, πῶς τὸν Υἱὸν ἐγέννησε, καὶ πάλιν τὸν Υἱὸν, πῶς αὐτὸς γεγέννηται παρὰ τοῦ Πατρός. Οὐδενὶ δὲ ἀμφίβολόν ἐστι, μείζονα εἶναι τὸν Πατέρα· οὐδὲ γὰρ διστάσειεν ἄν τις τὸν Πατέρα, τιμῇ, καὶ ἀξίᾳ, καὶ θεότητι, καὶ αὐτῷ τῷ ὀνόματι τῷ πατρικῷ μείζονα εἶναι, διαμαρτυρουμένου αὐτοῦ τοῦ Υἱοῦ· « Ὁ ἐμὲ πέμψας Πατὴρ μείζων μού ἐστι. » Καὶ τοῦτο δὲ καθολικὸν εἶναι οὐδεὶς ἀγνοεῖ, δύο πρόσωπα εἶναι, Πατρὸς καὶ Υἱοῦ· καὶ τὸν μὲν Πατέρα μείζονα, τὸν δὲ Υἱὸν ὑποτεταγμένον τῷ Πατρὶ μετὰ πάντων, ὧν αὐτῷ ὁ Πατὴρ ὑπέταξε. Τὸν δὲ Πατέρα ἀρχὴν μὴ ἔχειν, καὶ ἀόρατον εἶναι, καὶ ἀθάνατον εἶναι, καὶ ἀπαθῆ εἶναι· τὸν δὲ Υἱὸν γεγεννῆσθαι ἐκ τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός. Καὶ τούτου τὴν γένεσιν, καθὼς προείρηται, μηδένα γινώσκειν, εἰ μὴ μόνον τὸν Πατέρα. Αὐτὸν δὲ τὸν Υἱὸν καὶ Κύριον καὶ Θεὸν ἡμῶν σάρκα ἤτοι σῶμα, τουτέστιν ἄνθρωπον,
should take place, all points were carefully investigated and examined in Sirmium in the presence of Valens, and Ursacius, and Germinius, and the rest. It has been established that there is one God, the Father Almighty, just as is also proclaimed in all the world; and one only-begotten Son of His, our Lord Jesus Christ, begotten from Him before the ages. Two Gods must not be spoken of, since the Lord Himself has said: 'I go to My Father and your Father, and My God and your God' (John 20:17). On account of this He is also God of all, just as the Apostle also taught: 'Or is He the God of Jews only, not also of Gentiles? Yes, of Gentiles also; since indeed God is one, Who will justify the circumcision from faith, and the uncircumcision through faith' (Rom. 3:29-30); and all the other matters agree, and hold no ambiguity. But since it disturbs some many persons concerning what is called in Latin substantia, and in Greek called ousia—that is, to make it more accurately known, the homoousion, or what is called homoiousion—there ought not to be any mention of these at all, nor any exposition of them in the Church, for this cause and for this consideration: that in the divine Scriptures nothing is written concerning them, and that these things are above human knowledge and human mind, and that no one is able to declare the generation of the Son, just as it is written: 'His generation who shall declare?' (Isa. 53:8). For it is manifest that only the Father knows how He begot the Son, and again the Son, how He Himself has been begotten from the Father. And to no one is it doubtful that the Father is greater; for no one could doubt that the Father is greater in honour, and dignity, and deity, and in the very paternal name itself, the Son Himself bearing witness: 'The Father Who sent Me is greater than I' (John 14:28). And no one is ignorant that this also is catholic, that there are two persons of Father and Son, and that the Father is greater, while the Son is subordinated to the Father together with all things which the Father subordinated to Him; and that the Father has no beginning, and is invisible, and is immortal, and is impassible; while the Son has been begotten from the Father, God from God, light from light; and that His generation, as has been said before, no one knows save only the Father; and that the Son Himself, both our Lord and God, [assumed] flesh or a body, that is, man,