45. Εἴπερ οὖν μέμφεταί τις τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν, ὡς εἰρηκόσι παρὰ τὰ δόξαντα τοῖς πρὸ αὐτῶν, ὁ αὐτὸς μέμψαιτ' ἂν εἰκότως καὶ τοῖς ἑβδομήκοντα, ὅτι μὴ τὰ τῶν πρὸ αὐτῶν ἐφύλαξαν· πρὸ αὐτῶν δὲ ἦσαν οἱ Διονύσιοι, καὶ οἱ ἐν Ῥώμῃ τὸ τηνικαῦτα συνελθόντες ἐπίσκοποι. Ἀλλ' οὔτε τούτους, οὔτε ἐκείνους ὅσιον αἰτιάσασθαι· πάντες γὰρ ἐπρέσβευον τὰ Χριστοῦ, καὶ πάντες σπουδὴν ἐσχήκασι κατὰ τῶν αἱρετικῶν, καὶ οἱ μὲν τὸν Σαμοσατέα, οἱ δὲ τὴν Ἀρειανὴν αἵρεσιν κατέκριναν. Ὀρθῶς δὲ καὶ οὗτοι κἀκεῖνοι, καὶ καλῶς πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν γεγράφασι. Καὶ ὥσπερ ὁ μακάριος Ἀπόστολος, Ῥωμαίοις μὲν ἐπιστέλλων, ἔλεγεν· « Ὁ νόμος πνευματικός ἐστι · » καὶ, « Ὁ νόμος ἅγιος,» καὶ, « Ἡ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή·» καὶ μετ' ὀλίγον· « Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει·» Ἑβραίοις δὲ ἔγραφεν· « Ὁ νόμος οὐδένα τετελείωκε·» καὶ Γαλάταις μὲν, « Ἐν νόμῳ οὐδεὶς δικαιοῦται· » Τιμοθέῳ δὲ, ὅτι « Καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται· » καὶ οὐκ ἄν τις αἰτιάσαιτο τὸν ἅγιον ὡς ἐναντία καὶ μαχόμενα γράφοντα, ἀλλὰ καὶ μᾶλλον θαυμάσειεν ἁρμοζόντως πρὸς ἑκάστους ἐπιστέλλοντα, ἵνα οἱ μὲν Ῥωμαῖοι καὶ οἱ ἄλλοι μάθωσιν ἀπὸ τοῦ γράμματος ἐπιστρέφειν εἰς τὸ Πνεῦμα· οἱ δὲ Ἑβραῖοι καὶ Γαλάται παιδευθῶσι, μὴ εἰς τὸν νόμον, ἀλλ' εἰς τὸν Κύριον τὸν δεδωκότα τὸν νόμον ἔχειν τὰς ἐλπίδας · οὕτως εἰ ἀμφοτέρων τῶν συνόδων οἱ Πατέρες διαφόρως ἐμνημόνευσαν περὶ τοῦ ὁμοουσίου, οὐ χρὴ πάντως ἡμᾶς διαφέρεσθαι πρὸς αὐτοὺς, ἀλλὰ τὴν διάνοιαν αὐτῶν ἐρευνᾷν, καὶ πάντως εὑρήσομεν ἀμφοτέρων τῶν συνόδων τὴν ὁμόνοιαν. Οἱ μὲν γὰρ τὸν Σαμοσατέα καθελόντες, σωματικῶς ἐκλαμβάνοντες τὸ ὁμοούσιον, τοῦ Παύλου σοφίζεσθαί τε θέλοντος καὶ λέγοντος, Εἰ μὴ ἐξ ἀνθρώπου γέγονεν ὁ Χριστὸς Θεὸς, οὐκοῦν ὁμοούσιός ἐστι τῷ Πατρὶ, καὶ ἀνάγκη τρεῖς οὐσίας εἶναι, μίαν μὲν προηγουμένην, τὰς δὲ δύο ἐξ ἐκείνης· διὰ τοῦτ' εἰκότως εὐλαβηθέντες τὸ τοιοῦτον σόφισμα τοῦ Σαμοσατέως, εἰρήκασι μὴ εἶναι τὸν Χριστὸν ὁμοούσιον· οὐκ ἔστι γὰρ οὕτως ὁ Υἱὸς πρὸς τὸν Πατέρα, ὡς ἐκεῖνος ἐνόει· οἱ δὲ τὴν Ἀρειανὴν αἵρεσιν ἀναθεματίσαντες, θεωρήσαντες τὴν πανουργίαν τοῦ Παύλου, καὶ λογισάμενοι μὴ οὕτως καὶ ἐπὶ τῶν ἀσωμάτων, καὶ μάλιστα ἐπὶ Θεοῦ τὸ ὁμοούσιον σημαίνεσθαι, γινώσκοντές τε μὴ κτίσμα, ἀλλ' ἐκ τῆς οὐσίας γέννημα εἶναι τὸν Λόγον, καὶ τὴν οὐσίαν τοῦ Πατρὸς ἀρχὴν, καὶ ῥίζαν, καὶ πηγὴν εἶναι τοῦ Υἱοῦ, καὶ αὐτοαληθὴς ὁμοιότης ἦν τοῦ γεννήσαντος, οὐχ ὡς ἑτεροφυὴς,
45. If therefore anyone blames those who assembled at Nicaea, as having spoken contrary to the decisions of those before them, the same person might reasonably also blame the seventy, because they did not keep the expressions of those before them; and before them were the Dionysii, and the bishops who assembled at that time in Rome. Yet it is pious to accuse neither these nor those; for all were ambassadors for the things of Christ, and all had zeal against the heretics, and the ones condemned the Samosatene, while the others condemned the Arian heresy. And rightly have both these and those written, and well in accordance with the subject matter before them. And just as the blessed Apostle, writing to the Romans, said: "The law is spiritual;" and, "The law is holy," and, "The commandment is holy, and just, and good;" and a little further on: "For what the law could not do, in that it was weak;" while to the Hebrews he wrote: "The law made nothing perfect;" and to the Galatians, "By the law no one is justified;" and to Timothy, that "The law is good, if a man use it lawfully;" and no one would accuse the saint as writing contrary and conflicting things, but would rather admire him for writing suitably to each, so that the Romans and the others might learn to turn from the letter to the Spirit, while the Hebrews and Galatians might be instructed to place their hopes not in the law, but in the Lord Who gave the law: so if the Fathers of both synods made mention differently concerning the consubstantial, we ought by no means to be at variance with them, but to search out their meaning, and we shall altogether find the concord of both synods. For those who deposed the Samosatene, taking the consubstantial in a bodily sense, when Paul wished to devise sophisms and said, Unless Christ became God from a man, He is therefore consubstantial with the Father, and of necessity there are three substances, one prior, and the other two from that one; on this account, reasonably guarding against such a sophism of the Samosatene, they said that Christ is not consubstantial; for the Son is not thus towards the Father, as that man conceived; whereas those who anathematized the Arian heresy, having observed the craftiness of Paul, and having considered that the consubstantial is not signified thus in the case of incorporeal things, and especially in the case of God, and knowing that the Word is not a creature, but an offspring from the substance, and that the substance of the Father is the beginning, and root, and fountain of the Son, and that He was the very true likeness of Him Who begot Him, not as of a different nature,