PG 26:729Read from the pageοὐ βουλήσει οὐδὲ θελήσει ἐγέννησε ὁ Πατὴρ τὸν Υἱὸν, ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ Ἐκκλησία.
not by counsel nor by will did the Father beget the Son, the holy and catholic Church anathematizes.
III. « Οὔτε γὰρ ἐξ οὐκ ὄντων τὸν Υἱὸν λέγειν ἀσφαλὲς, ἐπεὶ μηδαμοῦ τοῦτο τῶν θεοπνεύστων Γραφῶν φέρεται περὶ αὐτοῦ, οὔτε μὴν ἐξ ἑτέρας τινὸς ὑποστάσεως παρὰ τὸν Πατέρα προϋποκειμένης· ἀλλ' ἐκ μόνου τοῦ Θεοῦ γνησίως αὐτὸν γεγεννῆσθαι διοριζόμεθα· Ἓν γὰρ τὸ ἀγέννητον καὶ ἄναρχον τὸν Χριστοῦ Πατέρα ὁ θεῖος διδάσκει λόγος. Ἀλλ' οὐδὲ τὸ, ἦν ποτε, ὅτε οὐκ ἦν, ἐξ ἀγράφων ἐπισφαλῶς λέγοντας, χρονικόν τι διάστημα προενθυμητέον αὐτοῦ, ἀλλ' ἢ μόνον τὸν ἀχρόνως αὐτὸν γεγεννηκότα Θεόν· καὶ χρόνοι γὰρ καὶ αἰῶνες γεγόνασι δι' αὐτοῦ. Οὔτε μὴν συνάναρχον καὶ συναγέννητον τῷ Πατρὶ τὸν Υἱὸν εἶναι νομιστέον· συνανάρχου γὰρ καὶ συναγεννήτου οὐδεὶς κυρίως πατὴρ ἢ υἱὸς λεχθήσεται. Ἀλλὰ τὸν μὲν Πατέρα μόνον ἄναρχον ὄντα καὶ ἀγέννητον γεγεννηκέναι ἀνεφίκτως, καὶ πᾶσιν ἀκαταλήπτως οἴδαμεν· τὸν δὲ Υἱὸν γεγεννῆσθαι πρὸ αἰώνων, καὶ μηκέτι ὁμοίως τῷ Πατρὶ ἀγέννητον εἶναι καὶ αὐτὸν, ἀλλ' ἀρχὴν ἔχειν τὸν γεννήσαντα Πατέρα· κεφαλὴ γὰρ Χριστοῦ ὁ Θεός.
III. « For neither is it safe to say that the Son is out of nothing, since this is nowhere recorded concerning Him in the divinely inspired Scriptures, nor yet from any other hypostasis pre-existing beside the Father; but we define that He has been genuinely begotten from God alone; for the divine word teaches that the Unbegotten and Unoriginate, the Father of Christ, is one. Nor yet, with those who precariously say from unwritten sources, There was once when He was not, ought one to conceive beforehand any temporal interval prior to Him, saving only God Who begot Him timelessly; for both times and ages have come into being through Him. Nor yet must the Son be thought to be co-unoriginate and co-unbegotten with the Father; for of one who is co-unoriginate and co-unbegotten no one will properly be called father or son. But we know that the Father, being alone unoriginate and unbegotten, has begotten unattainably and incomprehensibly to all; and that the Son has been begotten before the ages, and is not Himself also unbegotten in like manner with the Father, but has as His beginning the Father Who begot Him; for the head of Christ is God (1 Cor. 11:3).
IV. « Οὔτε μὴν τρία ὁμολογοῦντες πράγματα καὶ τρία πρόσωπα, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος κατὰ τὰς Γραφὰς, τρεῖς διὰ τοῦτο τοὺς Θεοὺς ποιοῦμεν· ἐπειδὴ τὸν αὐτοτελῆ καὶ ἀγέννητον ἄναρχόν τε καὶ ἀόρατον Θεὸν ἕνα μόνον οἴδαμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Μονογενοῦς, τὸν μόνον μὲν ἐξ ἑαυτοῦ τὸ εἶναι ἔχοντα, μόνον δὲ τοῖς ἄλλοις πᾶσιν ἀφθόνως τοῦτο χαριζόμενον. Οὔτε μὴν, ἕνα Θεὸν μόνον λέγοντες εἶναι τὸν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Πατέρα, τὸν μόνον ἀγέννητον, διὰ τοῦτο ἀρνούμεθα καὶ τὸν Χριστὸν Θεὸν εἶναι πρὸ αἰώνων· ὁποῖοί εἰσιν οἱ ἀπὸ Παύλου τοῦ Σαμοσατέως, ὕστερον αὐτὸν μετὰ τὴν ἐνανθρώπησιν ἐκ προκοπῆς τεθεοποιῆσθαι λέγοντες, τῷ τὴν φύσιν ψιλὸν ἄνθρωπον γεγονέναι. Οἴδαμεν γὰρ καὶ αὐτὸν, εἰ καὶ ὑποτέτακται τῷ Πατρὶ καὶ τῷ Θεῷ, ἀλλ' ὅμως πρὸ αἰώνων γεννηθέντα ἐκ τοῦ Θεοῦ, Θεὸν κατὰ φύσιν τέλειον εἶναι καὶ ἀληθῆ, καὶ μὴ ἐξ ἀνθρώπων μετὰ ταῦτα Θεὸν, ἀλλ' ἐκ Θεοῦ ἐνανθρωπῆσαι δι' ἡμᾶς, καὶ μηδέποτε ἀπολωλεκότα τὸ εἶναι.
IV. « Nor yet, in confessing three realities and three persons, of the Father, and of the Son, and of the Holy Spirit according to the Scriptures, do we on this account make three Gods; since we know the self-complete and unbegotten, unoriginate and invisible God to be one alone, the God and Father of the Only-begotten, Who alone has being from Himself, and alone bountifully bestows this upon all others. Nor yet, in saying that the Father of our Lord Jesus Christ, the only Unbegotten, is alone one God, do we on this account deny that Christ also is God before the ages, such as are the followers of Paul of Samosata, who say that later, after the incarnation, He was deified by advancement, in that by nature He had been a mere man. For we know that He also, even if He is subjected to the Father and God, yet having been begotten from God before the ages, is perfect and true God by nature, and did not become God afterwards from among men, but from God became man for our sakes, and never lost His being.
V. « Βδελυσσόμεθα δὲ πρὸς τούτοις καὶ ἀναθεματίζομεν καὶ τοὺς Λόγον μὲν μόνον αὐτὸν ψιλὸν τοῦ Θεοῦ καὶ ἀνύπαρκτον ἐπιπλάστως καλοῦντας, ἐν ἑτέρῳ τὸ εἶναι ἔχοντα, νῦν μὲν ὡς τὸν προφορικὸν λεγόμενον ὑπό τινων, νῦν δὲ ὡς τὸν ἐνδιάθετον· Χριστὸν
V. « And besides these things we abominate and anathematize those also who fictitiously call Him a mere Word only of God and non-subsistent, having His being in another, now as the uttered word, as it is called by some, and now as the internal; and who hold that Christ
PG 26:732Read from the pageδὲ αὐτὸν, καὶ Υἱὸν τοῦ Θεοῦ, καὶ μεσίτην, καὶ εἰκόνα τοῦ Θεοῦ μὴ εἶναι πρὸ αἰώνων θέλοντας· ἀλλ' ἐκ τότε Χριστὸν αὐτὸν γεγονέναι καὶ Υἱὸν τοῦ Θεοῦ, ἐξ οὗ τὴν ἡμετέραν ἐκ τῆς Παρθένου σάρκα ἀνείληφε, πρὸ τετρακοσίων οὐχ ὅλων ἐτῶν. Ἐκ τότε γὰρ τὸν Χριστὸν ἀρχὴν βασιλείας ἐσχηκέναι ἐθέλουσι· καὶ τέλος ἕξειν αὐτὴν μετὰ τὴν συντέλειαν καὶ τὴν κρίσιν.
Himself, and Son of God, and Mediator, and Image of God was not before the ages; but that He became Christ and Son of God from that time since He took up our flesh from the Virgin, not quite four hundred years ago. For from that time they will have it that Christ had the beginning of His kingdom, and that it will have an end after the consummation and the judgement.
VI. « Τοιοῦτοι δέ εἰσιν οἱ ἀπὸ Μαρκέλλου καὶ Σκοτεινοῦ τῶν Ἀγκυρογαλατῶν, οἳ τὴν προαιώνιον ὕπαρξιν τοῦ Χριστοῦ, καὶ τὴν θεότητα, καὶ τὴν ἀτελεύτητον αὐτοῦ βασιλείαν ὁμοίως Ἰουδαίοις ἀθετοῦσιν, ἐπὶ προφάσει τοῦ συνίστασθαι δοκεῖν τῇ μοναρχίᾳ. Ἴσμεν γὰρ αὐτὸν ἡμεῖς, οὐχ ἁπλῶς Λόγον προφορικὸν, ἢ ἐνδιάθετον τοῦ Θεοῦ, ἀλλὰ ζῶντα Θεὸν Λόγον καθ' ἑαυτὸν ὑπάρχοντα, καὶ Υἱὸν Θεοῦ καὶ Χριστὸν, καὶ οὐ προγνωστικῶς συνόντα καὶ συνδιατρίβοντα πρὸ αἰώνων τῷ ἑαυτοῦ Πατρὶ, καὶ πρὸς πᾶσαν διακονησάμενον αὐτῷ τὴν δημιουργίαν, εἴτε τῶν ὁρατῶν εἴτε τῶν ἀοράτων. Οὗτος γάρ ἐστι, πρὸς ὃν εἶπεν ὁ Πατὴρ, ὅτι, « Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· » ὁ καὶ τοῖς πατριάρχαις αὐτοπροσώπως ὀφθεὶς, δεδωκὼς τὸν νόμον, καὶ λαλήσας διὰ τῶν προφητῶν, καὶ τὰ τελευταῖα ἐνανθρωπήσας, καὶ τὸν ἑαυτοῦ Πατέρα πᾶσιν ἀνθρώποις φανερώσας, καὶ βασιλεύων εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Οὐδὲν γὰρ πρόσφατον ὁ Χριστὸς προσείληφεν ἀξίωμα, ἀλλ' ἄνωθεν τέλειον αὐτὸν, καὶ τῷ Πατρὶ κατὰ πάντα ὅμοιον εἶναι πεπιστεύκαμεν.
VI. « Such are the followers of Marcellus and Scotinus of Ancyra in Galatia, who like the Jews reject the pre-eternal existence of Christ, and His divinity, and His endless kingdom, under pretext of seeming to uphold the monarchy. For we know Him to be not simply an uttered or internal word of God, but living God the Word subsisting by Himself, and Son of God and Christ, and being and dwelling with His Father before the ages not merely by foreknowledge, and having ministered to Him for all the creation, whether of things visible or of things invisible. For this is He to Whom the Father said, « Let Us make man according to Our image and according to likeness » (Gen. 1:26); Who also was seen in His own person by the patriarchs, gave the law, and spoke through the prophets, and finally became man, and manifested His Father to all men, and reigns unto the endless ages. For Christ has taken on no recent dignity, but we have believed that from the beginning He is perfect, and like to the Father in all things.
VII. « Καὶ τοὺς λέγοντας δὲ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καθ' ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματός τε καὶ προσώπου τὰ τρία ὀνόματα ἀσεβῶς ἐκλαμβάνοντας, εἰκότως ἀποκηρύσσομεν τῆς Ἐκκλησίας· ὅτι τὸν ἀχώρητον καὶ ἀπαθῆ Πατέρα χωρητὸν ἅμα καὶ παθητὸν διὰ τῆς ἐνανθρωπήσεως ὑποτίθενται· τοιοῦτοι γάρ εἰσιν οἱ Πατροπασσιανοὶ μὲν παρὰ Ῥωμαίοις, Σαβελλιανοὶ δὲ καλούμενοι παρ' ἡμῖν. Οἴδαμεν γὰρ ἡμεῖς τὸν μὲν ἀποστείλαντα Πατέρα ἐν τῷ οἰκείῳ τῆς ἀναλλοιώτου θεότητος ἤθει μεμενηκέναι, τὸν δὲ ἀποσταλέντα Χριστὸν τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν πεπληρωκέναι.
VII. « And those also who say that the same is Father and Son and Holy Spirit, impiously taking the three names of one and the same reality and person, we reasonably banish from the Church, because they suppose the uncontainable and impassible Father to be at once containable and passible through the incarnation; for such are those called Patripassians among the Romans, and Sabellians among us. For we know that the Father Who sent remained in the proper state of His unchangeable divinity, and that Christ Who was sent fulfilled the dispensation of the incarnation.
VIII. « Ὅμως δὲ καὶ τοὺς οὐ βουλήσει οὐδὲ θελήσει γεγεννῆσθαι τὸν Υἱὸν εἰρηκότας ἀνευλαβῶς, ἀνάγκην δὲ δηλονότι ἀβούλητον καὶ ἀπροαίρετον περιτεθεικότας τῷ Θεῷ, ἵνα ἄκων γεννήσῃ τὸν Υἱὸν, δυσσεβεστάτους καὶ τῆς Ἐκκλησίας ξένους ἐπιγινώσκομεν· ὅτι τε παρὰ τὰς κοινὰς περὶ Θεοῦ ἐννοίας, καὶ δὴ καὶ παρὰ τὸ βούλημα τῆς θεοπνεύστου
VIII. « Moreover, those also who have irreverently said that the Son has been begotten neither by counsel nor by will, and so have attributed to God an involuntary and unchosen necessity, so that He begot the Son unwillingly, we recognize as most impious and strangers to the Church; because contrary to the common conceptions concerning God, and indeed contrary to the meaning of the divinely inspired
PG 26:733Read from the pageΓραφῆς, τοιαῦτα τετολμήκασι περὶ αὐτοῦ διορίσασθαι. Αὐτοκράτορα γὰρ ἡμεῖς τὸν Θεὸν καὶ Κύριον αὐτὸν ἑαυτοῦ εἰδότες, ἑκουσίως αὐτὸν καὶ ἐθελοντὴν τὸν Υἱὸν γεγεννηκέναι εὐσεβῶς ὑπειλήφαμεν. Πιστεύοντες δὲ ἐμφόβως καὶ τῷ περὶ ἑαυτοῦ λέγοντι· « Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, » οὐχ ὁμοίως αὐτὸν τοῖς δι' αὐτοῦ γενομένοις κτίσμασιν ἢ ποιήμασι γεγενῆσθαι νοοῦμεν. Ἀσεβὲς γὰρ καὶ τῆς ἐκκλησιαστικῆς πίστεως ἀλλότριον τὸ τὸν κτίστην τοῖς δι' αὐτοῦ κεκτισμένοις δημιουργήμασι παραβάλλειν, καὶ τὸν αὐτὸν τῆς γενέσεως τοῖς ἄλλοις τρόπον ἔχειν καὶ αὐτὸν νομίζειν. Μόνον γὰρ καὶ μόνως τὸν μονογενῆ Υἱὸν γεγεννῆσθαι γνησίως τε καὶ ἀληθῶς διδάσκουσιν ἡμᾶς αἱ θεῖαι Γραφαί.
Scripture, they have dared to define such things concerning Him. For we, knowing that God is absolute ruler and Lord of Himself, have piously held that He begot the Son voluntarily and of His own accord. And while believing with reverence Him also Who says concerning Himself: « The Lord created Me as the beginning of His ways for His works » (Prov. 8:22), we do not understand Him to have come into being in like manner with the creatures or works that came into being through Him. For it is impious and foreign to the ecclesiastical faith to compare the Creator with the handiworks created through Him, and to think that He also has the same manner of generation as the rest. For the divine Scriptures teach us that the only-begotten Son alone and uniquely has been genuinely and truly begotten.
IX. « Ἀλλ' οὐδὲ τὸν Υἱὸν καθ' ἑαυτὸν εἶναι, ζῆν τε καὶ ὑπάρχειν ὁμοίως τῷ Πατρὶ λέγοντες, διὰ τοῦτο χωρίζομεν αὐτὸν τοῦ Πατρὸς, τόπους καὶ διαστήματά τινα μεταξὺ τῆς συναφείας αὐτῶν σωματικῶς ἐπινοοῦντες. Πεπιστεύκαμεν γὰρ ἀμεσιτεύτως αὐτοὺς καὶ ἀδιαστάτως ἀλλήλοις ἐπισυνῆφθαι, καὶ ἀχωρίστους ὑπάρχειν ἑαυτῶν· ὅλου μὲν τοῦ Πατρὸς ἐνστερνισμένου τὸν Υἱὸν, ὅλου δὲ τοῦ Υἱοῦ ἐξηρτημένου καὶ προσπεφυκότος τῷ Πατρὶ, καὶ μόνου τοῖς πατρῴοις κόλποις ἀναπαυομένου διηνεκῶς. Πιστεύοντες οὖν εἰς τὴν παντέλειον Τριάδα τὴν ἁγιωτάτην, τουτέστιν εἰς τὸν Πατέρα, καὶ εἰς τὸν Υἱὸν, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ Θεὸν μὲν τὸν Πατέρα λέγοντες, Θεὸν δὲ καὶ τὸν Υἱὸν, οὐ δύο τούτους Θεοὺς, ἀλλ' ἓν ὁμολογοῦμεν τῆς θεότητος ἀξίωμα, καὶ μίαν ἀκριβῆ τῆς βασιλείας τὴν συμφωνίαν· πανταρχοῦντος μὲν καθόλου πάντων, καὶ αὐτοῦ τοῦ Υἱοῦ, μόνου τοῦ Πατρός· τοῦ δὲ Υἱοῦ ὑποτεταγμένου τῷ Πατρί· ἐκτὸς δὲ αὐτοῦ πάντων μετ' αὐτὸν βασιλεύοντος τῶν δι' αὐτοῦ γενομένων, καὶ τὴν τοῦ ἁγίου Πνεύματος χάριν ἀφθόνως τοῖς ἁγίοις δωρουμένου πατρικῷ βουλήματι. Οὕτω γὰρ τὸν περὶ τῆς εἰς Χριστὸν μοναρχίας συνίστασθαι λόγον παρέδοσαν ἡμῖν οἱ ἱεροὶ λόγοι.
IX. « Nor yet, in saying that the Son is by Himself, and lives and subsists in like manner with the Father, do we on this account separate Him from the Father, corporeally imagining certain places and intervals between their union. For we have believed that they are united to one another without mediation and without interval, and that they are inseparable from each other: the whole Father embracing the Son in His bosom, and the whole Son depending upon and cleaving to the Father, and alone resting continually in the paternal bosom. Believing therefore in the all-perfect and most holy Trinity, that is, in the Father, and in the Son, and in the Holy Spirit, and calling the Father God, and the Son also God, we confess not these as two Gods, but one dignity of divinity, and one exact concord of the kingdom: the Father alone ruling universally over all things, and over the Son Himself; and the Son being subjected to the Father; and except for Him, reigning after Him over all the things that came into being through Him, and bountifully bestowing by the paternal counsel the grace of the Holy Spirit upon the saints. For thus the sacred oracles have handed down to us that the doctrine of the monarchy with respect to Christ is established.
X. « Ταῦτα ἠναγκάσθημεν μετὰ τὴν ἐν ἐπιτομῇ προεκτεθεῖσαν πίστιν πλατύτερον ἐπεξεργάσασθαι οὐ κατὰ περιττὴν φιλοτιμίαν, ἀλλ' ἵνα πᾶσαν τὴν τῆς ἡμετέρας ὑπολήψεως ἀλλοτρίαν ἀνακαθάρωμεν ὑποψίαν παρὰ τοῖς τὰ καθ' ἡμᾶς ἀγνοοῦσι, καὶ γνῶσιν οἱ κατὰ τὴν δύσιν πάντες, ὁμοῦ μὲν τῆς συκοφαντίας τῶν ἑτεροδόξων τὴν ἀναίδειαν, ὁμοῦ δὲ τῶν
X. « These things we were compelled, after the faith previously set forth in summary, to expound more at length, not out of superfluous ambition, but so that we might clear away every suspicion foreign to our conception among those who are ignorant of our affairs, and that all those in the West might know at once the shamelessness of the calumny of the heterodox, and at once the
PG 26:736Read from the pageἀνατολικῶν τὸ ἐκκλησιαστικὸν ἐν Κυριῳ φρόνημα, μαρτυρούμενον ἀβιάστως ὑπὸ τῶν θεοπνεύστων Γραφῶν, παρὰ τοῖς ἀδιαστρόφοις. »
ecclesiastical mind in the Lord of the Easterns, witnessed without compulsion by the divinely inspired Scriptures among the unperverted. »
27. Ἀλλ' οὐδὲ τούτοις ἐνέμειναν· πάλιν γὰρ ἐν Σιρμίῳ συνελθόντες κατὰ Φωτεινοῦ, τότε συνέθηκαν αὖθις πίστιν, οὐκέτι μὲν οὕτω σχοινοτενῆ, οὐδὲ τοσαύτην τοῖς ῥήμασιν· ἀφελόντες δὲ τὰ πλεῖστα καὶ προσθέντες ἄλλα, ὥσπερ ἐξ ὑποβολῆς παρά τινων ἀκούσαντες, ἔγραψαν ταῦτα.
27. Yet they did not abide even in these things; for having assembled again at Sirmium against Photinus, they then composed once more a faith, no longer so drawn out, nor so great in its words; but having taken away most things and added others, as though having heard them by suggestion from certain persons, they wrote these things:
« Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, τὸν κτίστην καὶ ποιητὴν τῶν πάντων, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντα· Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, δι' οὗ ἐγένετο τὰ πάντα, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· Λόγον ὄντα καὶ σοφίαν, καὶ φῶς ἀληθινὸν, καὶ ζωήν· τὸν ἐπ' ἐσχάτων τῶν ἡμερῶν δι' ἡμᾶς ἐνανθρωπήσαντα· καὶ γεννηθέντα ἐκ τῆς ἁγίας Παρθένου, καὶ σταυρωθέντα, καὶ ἀποθανόντα, καὶ ταφέντα· καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναληφθέντα εἰς οὐρανὸν, καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρός· καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· οὗ ἡ βασιλεία, ἀκατάπαυστος οὖσα, διαμένει εἰς τοὺς ἀπείρους αἰῶνας· ἔσται γὰρ καθεζόμενος ἐν δεξιᾷ τοῦ Πατρὸς, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τουτέστι τὸν Παράκλητον, ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις, μετὰ τὴν εἰς οὐρανοὺς
« We believe in one God, the Father Almighty, the Creator and Maker of all things, from Whom every family in heaven and on earth is named; and in His only-begotten Son our Lord Jesus the Christ, Who before all the ages was begotten from the Father; God from God, Light from Light, through Whom all things were made, both the things in the heavens and the things on the earth, the visible and the invisible; Who is Word and Wisdom, and true Light, and Life; Who in the last days for our sakes became man; and was born of the holy Virgin, and was crucified, and died, and was buried; and rose again from the dead on the third day, and was taken up into heaven, and sat down at the right hand of the Father; and is coming at the consummation of the age to judge the living and the dead, and to render to each according to his works; Whose kingdom, being unceasing, endures unto the infinite ages; for He will be sitting at the right hand of the Father, not only in this age, but also in that which is to come; and in the Holy Spirit, that is, the Paraclete, Whom, having promised to the apostles, after the ascension into the heavens
I. « Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν, ἢ ἐξ ἑτέρας ὑποστάσεως, καὶ μὴ ἐκ τοῦ Θεοῦ, καὶ ὅτι ἦν χρόνος ἢ αἰὼν, ὅτε οὐκ ἦν, ἀλλοτρίους οἶδεν ἡ ἁγία καὶ καθολικὴ Ἐκκλησία.
I. « But those who say that the Son is out of nothing, or from another hypostasis, and not from God, and that there was a time or an age when He was not, the holy and catholic Church knows to be aliens.
II. « Πάλιν οὖν ἐροῦμεν· Εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν δύο λέγει Θεοὺς, ἀνάθεμα ἔστω.
II. « Again therefore we say: If anyone says that the Father and the Son are two Gods, let him be anathema.
III. « Καὶ εἴ τις, λέγων Θεὸν τὸν Χριστὸν πρὸ αἰώνων Υἱὸν τοῦ Θεοῦ, ὑπουργηκότα τῷ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ ὁμολογοίη, ἀνάθεμα ἔστω.
III. « And if anyone, while calling Christ God and Son of God before the ages, does not confess that He ministered to the Father for the creation of all things, let him be anathema.
IV. « Εἴ τις τὸν ἀγέννητον, ἢ μέρος αὐτοῦ ἐκ Μαρίας λέγειν γεγενῆσθαι τολμᾷ, ἀνάθεμα ἔστω.
IV. « If anyone dares to say that the Unbegotten, or a part of Him, has been born of Mary, let him be anathema.
V. « Εἴ τις κατὰ πρόγνωσιν πρὸ Μαρίας λέγει τὸν
V. « If anyone says that according to foreknowledge before Mary the
Notes, col. 736
On the reading
Printed Κυριῳ, for Κυρίῳ.
PG 26:737Read from the pageΥἱὸν εἶναι, καὶ μὴ πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένον πρὸς τὸν Θεὸν εἶναι, καὶ δι' αὐτοῦ γεγενῆσθαι τὰ πάντα, ἀνάθεμα ἔστω.
Son existed, and not that having been begotten from the Father before the ages He was with God, and that through Him all things came into being, let him be anathema.
VI. « Εἴ τις τὴν οὐσίαν τοῦ Θεοῦ πλατύνεσθαι, ἢ συστέλλεσθαι φάσκοι, ἀνάθεμα ἔστω.
VI. « If anyone asserts that the essence of God is expanded or contracted, let him be anathema.
VII. « Εἴ τις πλατυνομένην τὴν οὐσίαν τοῦ Θεοῦ τὸν Υἱὸν λέγοι ποιεῖν, ἢ τὸν πλατυσμὸν τῆς οὐσίας αὐτοῦ Υἱὸν ὀνομάζοι, ἀνάθεμα ἔστω.
VII. « If anyone says that the essence of God being expanded makes the Son, or names the expansion of His essence Son, let him be anathema.
VIII. « Εἴ τις ἐνδιάθετον ἢ προφορικὸν λόγον λέγει τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω.
VIII. « If anyone calls the Son of God an internal or uttered word, let him be anathema.
IX. « Εἴ τις ἄνθρωπον μόνον λέγει τὸν ἐκ Μαρίας Υἱὸν, ἀνάθεμα ἔστω.
IX. « If anyone says that the Son from Mary is a man only, let him be anathema.
X. « Εἴ τις Θεὸν καὶ ἄνθρωπον τὸν ἐκ Μαρίας λέγων, Θεὸν τὸν ἀγέννητον οὕτω νοεῖ, ἀνάθεμα ἔστω.
X. « If anyone, calling Him Who is from Mary God and man, thus understands the unbegotten God, let him be anathema.
XI. « Εἴ τις τὸ, « Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεὸς, » ἐπ' ἀναιρέσει εἰδώλων καὶ τῶν μὴ ὄντων θεῶν εἰρημένον, ἐπ' ἀναιρέσει τοῦ Μονογενοῦς πρὸ αἰώνων Θεοῦ Ἰουδαϊκῶς ἐκλαμβάνοι, ἀνάθεμα ἔστω.
XI. « If anyone takes the saying, « I am the first God, and I am hereafter, and beside Me there is no God » (Isa. 44:6), which was spoken for the abolition of idols and of gods that are not, in a Jewish manner for the abolition of the Only-begotten God before the ages, let him be anathema.
XII. « Εἴ τις τὸ, « Ὁ Λόγος σὰρξ ἐγένετο, » ἀκούων, τὸν Λόγον εἰς σάρκα μεταβεβλῆσθαι νομίζοι, ἢ τροπὴν ὑπομεμενηκότα ἀνειληφέναι τὴν σάρκα λέγοι, ἀνάθεμα ἔστω.
XII. « If anyone, hearing the saying, « The Word became flesh » (John 1:14), supposes that the Word was changed into flesh, or says that having undergone alteration He took up the flesh, let him be anathema.
XIII. « Εἴ τις, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἐσταυρωμένον ἀκούων, τὴν θεότητα αὐτοῦ φθορὰν, ἢ πάθος, ἢ τροπὴν, ἢ μείωσιν, ἢ ἀναίρεσιν ὑπομεμενηκέναι λέγοι, ἀνάθεμα ἔστω.
XIII. « If anyone, hearing that the only-begotten Son of God was crucified, says that His divinity underwent corruption, or passion, or alteration, or diminution, or destruction, let him be anathema.
XIV. « Εἴ τις τὸ, « Ποιήσωμεν ἄνθρωπον, » μὴ τὸν Πατέρα πρὸς τὸν Υἱὸν λέγειν, ἀλλ' αὐτὸν πρὸς ἑαυτὸν λέγοι τὸν Θεὸν εἰρηκέναι, ἀνάθεμα ἔστω.
XIV. « If anyone says that the saying, « Let Us make man » (Gen. 1:26), was not spoken by the Father to the Son, but that God spoke it to Himself, let him be anathema.
XV. « Εἴ τις μὴ τὸν Υἱὸν λέγοι τὸν Ἀβραὰμ ἑωρᾶσθαι, ἀλλὰ τὸν ἀγέννητον Θεὸν, ἢ μέρος αὐτοῦ, ἀνάθεμα ἔστω.
XV. « If anyone says that it was not the Son Who was seen by Abraham, but the unbegotten God, or a part of Him, let him be anathema.
XVI. « Εἴ τις τῷ Ἰακὼβ μὴ τὸν Υἱὸν ὡς ἄνθρωπον πεπαλαικέναι, ἀλλὰ τὸν ἀγέννητον Θεὸν, ἢ μέρος αὐτοῦ λέγοι, ἀνάθεμα ἔστω.
XVI. « If anyone says that it was not the Son Who wrestled with Jacob as a man, but the unbegotten God, or a part of Him, let him be anathema.
XVII. « Εἴ τις τὸ, « Ἔβρεξε Κύριος πῦρ παρὰ Κυρίου, » μὴ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκλαμβάνοι, ἀλλ' αὐτὸν παρ' ἑαυτοῦ λέγει βεβρεχέναι, ἀνάθεμα ἔστω· ἔβρεξε γὰρ Κύριος ὁ Υἱὸς παρὰ Κυρίου τοῦ Πατρός.
XVII. « If anyone does not take the saying, « The Lord rained fire from the Lord » (Gen. 19:24), as referring to the Father and the Son, but says that He rained from Himself, let him be anathema; for the Lord the Son rained from the Lord the Father.
XVIII. « Εἴ τις, ἀκούων Κύριον τὸν Πατέρα, καὶ τὸν Υἱὸν Κύριον, καὶ Κύριον τὸν Πατέρα καὶ τὸν Υἱὸν, ἐπεὶ Κύριος ἐκ Κυρίου, δύο λέγει Θεοὺς, ἀνάθεμα ἔστω. Οὐ γὰρ συντάσσομεν Υἱὸν τῷ Πατρὶ, ἀλλ' ὑποτεταγμένον τῷ Πατρί. Οὔτε γὰρ κατῆλθεν ἐπὶ Σόδομα ἄνευ βουλῆς τοῦ Πατρὸς, οὔτε ἔβρεξεν ἀφ' ἑαυτοῦ, ἀλλὰ παρὰ Κυρίου, αὐθεντοῦντος δηλαδὴ
XVIII. « If anyone, hearing that the Father is Lord, and the Son is Lord, and the Father and the Son are Lord, since He is Lord from Lord, says that there are two Gods, let him be anathema. For we do not coordinate the Son with the Father, but hold Him subordinated to the Father. For neither did He come down upon Sodom without the counsel of the Father, nor did He rain of Himself, but from the Lord, that is, the Father having authority
PG 26:740Read from the pageτοῦ Πατρός· οὔτε κάθηται ἐκ δεξιῶν ἀφ' ἑαυτοῦ, ἀλλ' ἀκούει λέγοντος τοῦ Πατρός· « Κάθου ἐκ δεξιῶν μου. »
of the Father; nor does He sit at the right hand of Himself, but hears the Father saying: "Sit at My right hand" (Ps. 109:1).
XIX. « Εἴ τις τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα ἓν πρόσωπον λέγει, ἀνάθεμα ἔστω.
XIX. "If anyone says that the Father, and the Son, and the Holy Spirit are one person, let him be anathema.
XX. « Εἴ τις, τὸ Πνεῦμα τὸ ἅγιον Παράκλητον λέγων, τὸν ἀγέννητον λέγοι Θεὸν, ἀνάθεμα ἔστω.
XX. "If anyone, calling the Holy Spirit the Paraclete, should say that He is the unbegotten God, let him be anathema.
XXI. « Εἴ τις, ὡς ἐδίδαξεν ἡμᾶς ὁ Κύριος, μὴ ἄλλον λέγοι τὸν Παράκλητον παρὰ τὸν Υἱόν· εἴρηκε γάρ· « Καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν ὁ Πατὴρ, ὃν ἐρωτήσω ἐγὼ, » ἀνάθεμα ἔστω.
XXI. "If anyone, as the Lord taught us, should not say that the Paraclete is other than the Son—for He has said: 'And the Father will send you another Paraclete, Whom I will ask' (John 14:16)—let him be anathema.
XXII. « Εἴ τις τὸ Πνεῦμα τὸ ἅγιον μέρος λέγοι τοῦ Πατρὸς, ἢ τοῦ Υἱοῦ, ἀνάθεμα ἔστω.
XXII. "If anyone should say that the Holy Spirit is a part of the Father, or of the Son, let him be anathema.
XXIII. « Εἴ τις τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα τρεῖς λέγοι Θεοὺς, ἀνάθεμα ἔστω.
XXIII. "If anyone should say that the Father, and the Son, and the Holy Spirit are three Gods, let him be anathema.
XXIV. « Εἴ τις βουλήσει τοῦ Θεοῦ ὡς ἓν τῶν ποιημάτων γεγονέναι λέγοι τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω.
XXIV. "If anyone should say that the Son of God has come into being by the will of God as one of the things made, let him be anathema.
XXV. « Εἴ τις μὴ θελήσαντος τοῦ Πατρὸς γεγεννῆσθαι λέγοι τὸν Υἱὸν, ἀνάθεμα ἔστω. Οὐ γὰρ βιασθεὶς ὁ Πατὴρ ὑπὸ ἀνάγκης φυσικῆς ἀχθεὶς, ὡς οὐκ ἤθελεν, ἐγέννησε τὸν Υἱὸν, ἀλλ' ἅμα τε ἠβουλήθη, καὶ ἀχρόνως καὶ ἀπαθῶς ἐξ ἑαυτοῦ αὐτὸν γεννήσας ἐπέδειξεν.
XXV. "If anyone should say that the Son has been begotten without the Father willing it, let him be anathema. For the Father did not beget the Son under compulsion, led by natural necessity, as He did not wish; but as soon as He willed, timelessly and impassibly begetting Him from Himself, He manifested Him.
XXVI. « Εἴ τις ἀγέννητον καὶ ἄναρχον λέγοι τὸν Υἱὸν, ὡς δύο ἄναρχα καὶ δύο ἀγέννητα λέγων, καὶ δύο ποιῶν Θεοὺς, ἀνάθεμα ἔστω. Κεφαλὴ γὰρ, ὅ ἐστιν ἀρχὴ πάντων, ὁ Υἱός· κεφαλὴ δὲ, ὅ ἐστιν ἀρχὴ τοῦ Χριστοῦ, ὁ Θεός· οὕτω γὰρ εἰς μίαν ἄναρχον τῶν ὅλων ἀρχὴν δι' Υἱοῦ εὐσεβῶς τὰ πάντα ἀνάγομεν.
XXVI. "If anyone should call the Son unbegotten and without beginning, speaking as if there were two principles without beginning and two unbegotten beings, and making two Gods, let him be anathema. For the head, which is the beginning of all things, is the Son; and the head, which is the beginning of Christ, is God; for thus we piously refer all things through the Son to one beginning of the universe that is without beginning.
XXVII. « Καὶ πάλιν συνδιακριβοῦντες τοῦ Χριστιανισμοῦ τὴν ἔννοιαν λέγομεν, ὅτι, Εἴ τις Χριστὸν Θεὸν Υἱὸν τοῦ Θεοῦ προαιώνιον ὄντα, καὶ ὑπουργηκότα τῷ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ λέγοι· ἀλλ' ἐξ οὗ ἐκ Μαρίας ἐγεννήθη, ἐκ τότε καὶ Χριστὸν καὶ Υἱὸν κεκλῆσθαι, καὶ ἀρχὴν εἰληφέναι τοῦ Θεὸν εἶναι, ἀνάθεμα ἔστω. »
XXVII. "And again, defining accurately together the meaning of Christianity, we say that if anyone should not say that Christ is God, the Son of God existing before the ages, and having ministered to the Father for the framing of the universe, but that from the time when He was born from Mary, from then He was called both Christ and Son, and took a beginning of being God, let him be anathema."
28. Ταῦτα πάντα παρωσάμενοι· καὶ ὥσπερ βελτίονα ἐπινοήσαντες, δογματίζουσιν ἄλλην πίστιν, καὶ γράφουσι ταῦτα ἐν Σιρμίῳ Ῥωμαϊστὶ μὲν, ἑρμηνευθέντα δὲ Ἑλληνιστί·
28. Having thrust aside all these things, and as though having devised better ones, they decree another faith, and they write these things in Sirmium in Latin indeed, but translated into Greek:
« Ἐπειδὴ περὶ πίστεως ἔδοξέ τινα διάσκεψιν
"Whereas concerning the faith it seemed good that some deliberation