μᾶλλον αὐτὸν προσηκάμεθα, ἤπερ ἠκολουθήσαμεν· γνώσεσθε δὲ ἀπὸ τῶν λεγομένων. Μεμαθήκαμεν γὰρ ἐξ ἀρχῆς, εἰς ἕνα Θεὸν τὸν τῶν ὅλων Θεὸν πιστεύειν, τὸν πάντων νοητῶν τε καὶ αἰσθητῶν δημιουργόν τε καὶ προνοητήν· καὶ εἰς ἕνα Υἱὸν τοῦ Θεοῦ μονογενῆ, πρὸ πάντων αἰώνων ὑπάρχοντα, καὶ συνόντα τῷ γεγεννηκότι αὐτὸν Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, τὸν καὶ ἐπ' ἐσχάτων ἡμερῶν κατ' εὐδοκίαν τοῦ Πατρὸς κατελθόντα, καὶ σάρκα ἐκ τῆς Παρθένου ἀνειληφότα, καὶ πᾶσαν τὴν πατρικὴν αὐτοῦ βούλησιν συνεκπεπληρωκότα, πεπονθέναι, καὶ ἐγηγέρθαι, καὶ εἰς οὐρανοὺς ἀνεληλυθέναι, καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς καθέζεσθαι, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ διαμένοντα βασιλέα καὶ Θεὸν εἰς τοὺς αἰῶνας. Πιστεύομεν δὲ καὶ εἰς τὸ ἅγιον Πνεῦμα· εἰ δὲ δεῖ προσθεῖναι, πιστεύομεν καὶ περὶ σαρκὸς ἀναστάσεως καὶ ζωῆς αἰωνίου. »
we rather admitted him than followed him; and you will know from what is said. For we have learned from the beginning to believe in one God, the God of the universe, the Framer and Provider of all things both intellectual and sensible; and in one only-begotten Son of God, existing before all ages, and coexisting with the Father who begot Him, through Whom all things came into being, both the visible and the invisible, Who also in the last days according to the good pleasure of the Father came down, and took flesh from the Virgin, and fulfilled all His paternal will, that He suffered, and has been raised, and has ascended into the heavens, and sits at the right hand of the Father, and is coming again to judge the living and the dead, and remains King and God unto the ages. And we believe also in the Holy Spirit; and if it is necessary to add, we believe also concerning the resurrection of the flesh and life eternal."
« Πιστεύομεν ἀκολούθως τῇ εὐαγγελικῇ καὶ ἀποστολικῇ παραδόσει εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, τὸν τῶν ὅλων δημιουργόν τε καὶ ποιητὴν καὶ προνοητὴν, ἐξ οὗ τὰ πάντα· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν αὐτοῦ, τὸν μονογενῆ Θεὸν, δι' οὗ τὰ πάντα, τὸν γεννηθέντα πρὸ τῶν αἰώνων ἐκ τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, ὅλον ἐξ ὅλου, μόνον ἐκ μόνου, τέλειον ἐκ τελείου, βασιλέα ἐκ βασιλέως, Κύριον ἀπὸ Κυρίου, Λόγον ζῶντα, σοφίαν ζῶσαν, φῶς ἀληθινὸν, ὁδὸν, ἀλήθειαν, ἀνάστασιν, ποιμένα, θύραν, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον· τῆς θεότητος, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως, καὶ δόξης τοῦ Πατρὸς ἀπαράλλακτον εἰκόνα, τὸν πρωτότοκον πάσης κτίσεως, τὸν ὄντα ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Λόγον Θεὸν κατὰ τὸ εἰρημένον ἐν τῷ Εὐαγγελίῳ· « Καὶ Θεὸς ἦν ὁ Λόγος· » δι' οὗ τὰ πάντα ἐγένετο, καὶ ἐν ᾧ τὰ πάντα συνέστηκε· τὸν ἐπ' ἐσχάτων τῶν ἡμερῶν κατελθόντα ἄνωθεν, καὶ γεννηθέντα ἐκ Παρθένου κατὰ τὰς Γραφὰς, καὶ ἄνθρωπον γενόμενον· μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἀπόστολόν τε τῆς πίστεως ἡμῶν, καὶ ἀρχηγὸν τῆς ζωῆς, ὥς φησιν, ὅτι « Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ
"We believe, in accordance with the evangelical and apostolic tradition, in one God the Father Almighty, the Framer and Maker and Provider of the universe, from Whom are all things; and in one Lord Jesus Christ, His Son, the only-begotten God, through Whom are all things, Who was begotten before the ages from the Father, God from God, whole from whole, sole from sole, perfect from perfect, King from King, Lord from Lord, living Word, living Wisdom, true Light, Way, Truth, Resurrection, Shepherd, Door, both unchangeable and unalterable; the exact image of the divinity, essence, counsel, power, and glory of the Father, the firstborn of all creation, Who was in the beginning with God, God the Word, according to what is said in the Gospel: 'And the Word was God' (John 1:1); through Whom all things came into being, and in Whom all things consist; Who in the last of the days came down from above, and was born of a Virgin according to the Scriptures, and became man; Mediator between God and men, and Apostle of our faith, and Author of life, as He says: 'I have come down from heaven, not to do Mine own will, but the will of Him