Migne Reading Room

PG 26 · cols. 705–716 · Read from the page

On the Councils of Ariminum and Seleucia

On the Councils of Ariminum and Seleucia

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:705Read from the page
καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε·» οὗτοι δὲ, τοιαῦτα περὶ τῶν πρὸ αὐτῶν ἐνθυμούμενοι, τἀναντία πάντως τοῖς λαοῖς καὶ εἰπεῖν τολμήσουσιν· Οὐκ ἐπαινοῦμεν ὑμᾶς μνημονεύοντας τῶν Πατέρων, ἀλλ' ἀποδεχόμεθα μᾶλλον ὑμᾶς, ὅταν τὰς παραδόσεις αὐτῶν μὴ κατέχητε· καὶ λοιπὸν διαβαλλέτωσαν τὴν ἑαυτῶν δυσγένειαν, καὶ λεγέτωσαν· Ἡμεῖς οὐκ εὐσεβῶν, ἀλλ' ἐξ αἱρετικῶν γεγόναμεν. Τοιαῦτα γὰρ ἁρμόζει λέγειν τοῖς, ὡς προεῖπον, προπίνουσι τὴν τῶν Πατέρων τιμὴν, καὶ τὴν ἑαυτῶν σωτηρίαν τῇ Ἀρειανῶν αἱρέσει, καὶ μὴ φοβουμένοις ἀκοῦσαι τὸ ἐν τῇ θείᾳ Παροιμίᾳ γεγραμμένον, «Ἔκγονον κακὸν πατέρα καταρᾶται,» καὶ τὴν ἐν τῷ νόμῳ κατὰ τῶν τοιούτων κειμένην ἀπειλήν. Ἐκεῖνοι μὲν οὖν διὰ τὴν ὑπὲρ τῆς αἱρέσεως σπουδὴν τοιοῦτον φιλόνεικον ἐσχήκασι καὶ τὸ φρόνημα· ὑμεῖς δὲ μὴ διὰ τοῦτο ταραχθῆτε, μηδὲ τὴν ἐκείνων τόλμαν ἀλήθειαν ἡγήσησθε. Καὶ γὰρ καὶ πρὸς ἑαυτοὺς ἀνθίστανται, καὶ τῶν Πατέρων ἀποστάντες, μίαν οὐκ ἔχουσι τὴν γνώμην, ἀλλὰ ποικίλαις καὶ διαφόροις νήχονται μεταβολαῖς· καὶ πρὸς τὴν ἐν Νικαίᾳ σύνοδον ἐρίζοντες, πολλὰς μὲν συνόδους πεποιήκασι καὶ αὐτοὶ, καθ' ἑκάστην δὲ πίστιν ἐκτιθέμενοι, ἐν οὐδεμιᾷ μεμενήκασιν· ἀλλὰ καὶ οὐ παύσονταί γε ἀεὶ τοῦτο ποιοῦντες, ὅτι, κακῶς ζητοῦντες, οὐχ εὑρήσουσιν ἣν ἐμίσησαν σοφίαν. Ὑπέταξα τοίνυν ἀναγκαίως ἀπὸ μέρους τά τε παρὰ Ἀρείου γραφέντα, καὶ ὅσα συναγαγεῖν ἠδυνήθην, ὧν ἐν διαφόροις οὗτοι συνόδοις ἐξέθεντο· ἵνα γνῶτε καὶ θαυμάσητε, τίνος ἕνεκα, πρὸς οἰκουμενικὴν σύνοδον, καὶ πρὸς τοὺς ἑαυτῶν Πατέρας φιλονεικοῦντες, οὐ καταδύονται. Ἄρειος καὶ οἱ σὺν αὐτῷ φρονήσαντες, καὶ λέγοντες, «Ἐξ οὐκ ὄντων πεποίηκε τὸν Υἱὸν ὁ Θεὸς, καὶ κέκληκεν ἑαυτῷ Υἱόν· ἓν τῶν κτισμάτων ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος,» καὶ, «Ἦν ποτε, ὅτε οὐκ ἦν· τρεπτὸς δέ ἐστι, δυνάμενος, ὅτε βούλεται, τραπῆναι,» ἐξεβλήθησαν τῆς Ἐκκλησίας παρὰ τοῦ μακαρίτου Ἀλεξάνδρου.
and just as I delivered the traditions to you, so you hold them fast" (1 Cor. 11:2); but these men, pondering such things concerning those before them, will assuredly dare to say the opposite to the peoples as well: We do not praise you when you remember the Fathers, but rather we approve you when you do not hold fast their traditions; and consequently let them traduce their own ignoble birth, and let them say: We have sprung not from pious men, but from heretics. For such things are fitting to say for those who, as I said before, betray the honour of the Fathers and their own salvation to the heresy of the Arians, and do not fear to hear what is written in the divine Proverb, "An evil offspring curses his father" (Prov. 30:11), and the threat laid down in the law against such men. Those men, therefore, because of their zeal on behalf of the heresy, have held so contentious a mind as well; but do not you be troubled on this account, nor account their audacity to be truth. For indeed they even resist themselves, and having departed from the Fathers, they do not hold one mind, but swim about in manifold and various changes; and contending against the synod at Nicaea, they too have held many synods, and setting forth a faith at each one, they have abided in none; nay, they will not even cease always doing this, because, seeking badly, they will not find the wisdom that they hated. I have subjoined therefore of necessity in part both the things written by Arius, and as many things as I was able to collect of those which these men set forth in various synods; so that you may know and marvel for what reason, contending against an ecumenical synod and against their own Fathers, they do not sink with shame. Arius and those who held views with him, and said, "Out of nothing God has made the Son, and has called Him a Son for Himself; the Word of God is one of the creatures," and, "There was once when He was not; and He is mutable, capable of changing whenever He wills," were cast out of the Church by the blessed Alexander.
15. Ἀλλ' ἐκβληθεὶς καὶ ἐπιτριβεὶς Ἄρειος παρὰ τῶν περὶ Εὐσέβιον, συνέθηκεν ἑαυτοῦ τὴν αἵρεσιν ἐν χάρτῃ, καὶ ὡς ἐν Θαλίᾳ ζηλώσας οὐδένα τῶν φρονίμων, ἀλλὰ τὸν Αἰγύπτιον Σωσάτην ἐν τῷ ἤθει καὶ τῇ ἐκλύσει τοῦ μέλους, γράφει μὲν πολλὰ, ἀπὸ μέρους δέ ἐστιν αὐτοῦ ταῦτα·
15. But when Arius was cast out and rubbed raw beside those around Eusebius, he composed his heresy on paper, and as in a Thalia emulating none of the prudent, but the Egyptian Sosates in the character and the dissoluteness of the metre, he writes many things indeed, and in part these are his:
ΒΛΑΣΦΗΜΙΑΙ ΤΟΥ ΑΡΕΙΟΥ.
BLASPHEMIES OF ARIUS.
Αὐτὸς γοῦν ὁ Θεὸς καθό ἐστιν, ἄῤῥητος ἅπασιν ὑπάρχει. Ἴσον, οὐδὲ ὅμοιον, οὐχ ὁμόδοξον ἔχει μόνος οὗτος Ἀγέννητον δὲ αὐτόν φαμεν διὰ τὸν τὴν φύσιν γεννητόν· τοῦτον ἄναρχον ἀνυμνοῦμεν διὰ τὸν ἐν χρόνῳ γεγαότα. Ἀρχὴν τὸν Υἱὸν ἔθηκε τῶν γενητῶν ὁ ἄναρχος, καὶ ἤνεγκεν εἰς Υἱὸν ἑαυτῷ τόνδε τεκνοποιήσας. Ἴδιον οὐδὲν ἔχει τοῦ Θεοῦ καθ' ὑπό-
God Himself therefore, according as He is, is ineffable to all. Equal, or like, or of equal glory, this One alone has none. And we call Him unbegotten because of the One begotten by nature; this One we hymn as without beginning because of the One who came into being in time. He Who is without beginning established the Son as the beginning of the things that came into being, and bore this One as a Son for Himself, having adopted Him as a child. He has nothing proper to God according to hypostasis
Notes, col. 705

On the reading

Printed 703, for 705.

PG 26:708Read from the page
στασιν ἰδιότητος· οὐδὲ γάρ ἐστιν ἴσος, ἀλλ' οὐδὲ ὁμοούσιος αὐτῷ. Σοφὸς δέ ἐστιν ὁ Θεὸς, ὅτι τῆς σοφίας διδάσκαλος αὐτός. Ἱκανὴ δὲ ἀπόδειξις, ὅτι ὁ Θεὸς ἀόρατος ἅπασι, τοῖς τε διὰ Υἱοῦ καὶ αὐτῷ τῷ Υἱῷ ἀόρατος ὁ αὐτός. Ῥητῶς δὲ λέξω, πῶς τῷ Υἱῷ ὁρᾶται ὁ ἀόρατος· Τῇ δυνάμει ᾗ δύναται ὁ Θεὸς ἰδεῖν ἰδίοις τε μέτροις ὑπομένει ὁ Υἱὸς ἰδεῖν τὸν Πατέρα, ὡς θέμις ἐστίν. Ἤγουν Τριάς ἐστι δόξαις οὐχ ὁμοίαις· ἀνεπίμικτοι ἑαυταῖς εἰσιν αἱ ὑποστάσεις αὐτῶν· μία τῆς μιᾶς ἐνδοξοτέρα δόξαις ἐπ' ἄπειρον. Ξένος τοῦ Υἱοῦ κατ' οὐσίαν ὁ Πατὴρ, ὅτι ἄναρχος ὑπάρχει. Σύνες, ὅτι ἡ μονὰς ἦν· ἡ δυὰς δὲ οὐκ ἦν, πρὶν ὑπάρξῃ. Αὐτίκα γοῦν, Υἱοῦ μὴ ὄντος, ὁ Πατὴρ Θεός ἐστι. Λοιπὸν ὁ Υἱὸς οὐκ ὢν (ὑπῆρξε δὲ θελήσει πατρῴᾳ), μονογενὴς Θεός ἐστι, καὶ ἑκατέρων ἀλλότριος οὗτος. Ἡ Σοφία σοφία ὑπῆρξε σοφοῦ Θεοῦ θελήσει. Ἐπινοεῖται γοῦν μυρίαις ὅσαις ἐπινοίαις Πνεῦμα, δύναμις, σοφία, δόξα Θεοῦ, ἀλήθειά τε καὶ εἰκὼν, καὶ Λόγος, οὗτος. Σύνες, ὅτι καὶ ἀπαύγασμα καὶ φῶς ἐπινοεῖται. Ἴσον μὲν τοῦ Υἱοῦ γεννᾷν δυνατός ἐστιν ὁ κρείττων· διαφορώτερον δὲ, ἢ κρείττονα, ἢ μείζονα, οὐχί. Θεοῦ θελήσει ὁ Υἱὸς ἡλίκος καὶ ὅσος ἐστὶν, ἐξ ὅτε καὶ ἀφ' οὗ, καὶ ἀπὸ τότε ἐκ τοῦ Θεοῦ ὑπέστη, ἰσχυρὸς Θεὸς ὢν, τὸν κρείττονα ἐκ μέρους ὑμνεῖ. Συνελόντι εἰπεῖν, τῷ Υἱῷ ὁ Θεὸς ἄῤῥητος ὑπάρχει· ἔστι γὰρ ἑαυτῷ ὅ ἐστι, τοῦτ' ἔστιν ἄλεκτος· ὥστε υὐδὲν τῶν λεγομένων κατά τε κατάληψιν συνίει ἐξειπεῖν ὁ Υἱός. Ἀδύνατα γὰρ αὐτῷ τὸν Πατέρα τε ἐξιχνιάσαι, ὅς ἐστιν ἐφ' ἑαυτοῦ. Αὐτὸς γὰρ ὁ Υἱὸς τὴν ἑαυτοῦ οὐσίαν οὐκ οἶδεν· Υἱὸς γὰρ ὢν θελήσει Πατρὸς ὑπῆρξεν ἀληθῶς. Τίς γοῦν λόγος συγχωρεῖ τὸν ἐκ Πατρὸς ὄντα αὐτὸν τὸν γεννήσαντα γνῶναι ἐν καταλήψει; δῆλον γὰρ, ὅτι τὸ ἀρχὴν ἔχον, τὸν ἄναρχον, ὡς ἔστιν, ἐμπερινοῆσαι, ἢ ἐμπεριδράξασθαι, οὐχ οἷόν τέ ἐστιν.
substance of property; for neither is He equal, nor yet consubstantial with Him. And God is wise, because He Himself is the teacher of wisdom. And it is a sufficient proof that God is invisible to all: both to the things that are through the Son and to the Son Himself is the same One invisible. And I shall state expressly how the Invisible is seen by the Son: By the power wherewith God is able to see, and in His own measures, the Son endures to see the Father, as is lawful. Namely, there is a Triad, not in equal glories; Their hypostases are unmingled with one another; one is infinitely more glorious in glories than another. The Father is foreign in essence to the Son, because He exists without beginning. Understand that the Monad was; but the Dyad was not, before it came into existence. Immediately therefore, when the Son is not, the Father is God. Consequently the Son, not being (and He came into existence by the paternal will), is only-begotten God, and He is alien from both. Wisdom came into existence as wisdom by the will of a wise God. He is therefore conceived of in ten thousand conceptions as Spirit, power, wisdom, glory of God, truth and image, and Word. Understand that He is also conceived of as radiance and light. One equal to the Son, the Superior is able to beget; but one more excellent, or superior, or greater, not so. By the will of God the Son is such and so great as He is, from when and from whom and from that time He subsisted from God; being a strong God, He praises the Superior in part. To speak briefly, God is ineffable to the Son; for He is to Himself what He is, that is, unutterable; so that the Son understands how to utter nothing of the things spoken by way of comprehension. For it is impossible for Him to trace out the Father, Who is by Himself. For the Son Himself does not know His own essence; for being Son, He truly came into existence by the will of the Father. What reason, then, allows that He who is from the Father should know in comprehension Him who begot Him? For it is plain that for what has a beginning to encompass in thought or to grasp the Unoriginated, as He is, is not possible.
16. Ἃ δὲ καὶ δι' ἐπιστολῆς ἔγραψαν πρὸς τὸν μακαρίτην Ἀλέξανδρον τὸν ἐπίσκοπον, ἔστι ταῦτα·
16. And what they also wrote by letter to the blessed Bishop Alexander is as follows:
ΜΑΚΑΡΙῼ ΠΑΠᾼ ΚΑΙ ΕΠΙΣΚΟΠῼ ΗΜΩΝ ΑΛΕΞΑΝΔΡῼ ΟΙ ΠΡΕΣΒΥΤΕΡΟΙ ΚΑΙ ΟΙ ΔΙΑΚΟΝΟΙ ἘΝ ΚΥΡΙῼ ΧΑΙΡΕΙΝ.
To our blessed Pope and Bishop Alexander, the presbyters and the deacons, greeting in the Lord.
Ἡ πίστις ἡμῶν ἡ ἐκ προγόνων, ἣν καὶ ἀπὸ σοῦ μεμαθήκαμεν, μακάριε πάπα, ἔστιν αὕτη. Οἴδαμεν ἕνα Θεὸν, μόνον ἀγέννητον, μόνον ἀΐδιον, μόνον ἄναρχον, μόνον ἀληθινὸν, μόνον ἀθανασίαν ἔχοντα, μόνον σοφὸν, μόνον ἀγαθὸν, μόνον δυνάστην, πάντων κρι-
Our faith from our forefathers, which we have also learned from you, blessed Pope, is this. We know one God, alone unbegotten, alone eternal, alone without beginning, alone true, alone having immortality, alone wise, alone good, alone sovereign, of all things judge-
Notes, col. 708

On the reading

Printed υὐδὲν, for οὐδὲν.

PG 26:709Read from the page
τὴν, διοικητὴν, οἰκονόμον, ἄτρεπτον, καὶ ἀναλλοίωτον, δίκαιον καὶ ἀγαθὸν, νόμου καὶ προφητῶν καὶ Καινῆς Διαθήκης τοῦτον Θεόν· γεννήσαντα Υἱὸν μονογενῆ πρὸ χρόνων αἰωνίων, δι' οὗ καὶ τοὺς αἰῶνας καὶ τὰ ὅλα πεποίηκε· γεννήσαντα δὲ οὐ δοκήσει, ἀλλὰ ἀληθείᾳ· ὑποστήσαντα ἰδίῳ θελήματι ἄτρεπτον καὶ ἀναλλοίωτον κτίσμα τοῦ Θεοῦ τέλειον, ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων· γέννημα, ἀλλ' οὐχ ὡς ἓν τῶν γεγεννημένων, οὐδ' ὡς Οὐαλεντῖνος προβολὴν τὸ γέννημα τοῦ Πατρὸς ἐδογμάτισεν· οὐδ' ὡς ὁ Μανιχαῖος μέρος ὁμοούσιον τοῦ Πατρὸς τὸ γέννημα εἰσηγήσατο· οὐδ' ὡς Σαβέλλιος τὴν μονάδα διαιρῶν, υἱοπάτορα εἶπεν· οὐδ' ὡς Ἱέρακας λύχνον ἀπὸ λύχνου, ἢ ὡς λαμπάδα εἰς δύο· οὐδὲ τὸν ὄντα πρότερον, ὕστερον γεννηθέντα, ἢ ἐπικτισθέντα εἰς Υἱόν· ὡς καὶ σὺ αὐτὸς, μακάριε πάπα, κατὰ μέσην τὴν Ἐκκλησίαν καὶ ἐν συνεδρίῳ πλειστάκις τοὺς ταῦτα εἰσηγησαμένους ἀπηγόρευσας, ἀλλ', ὥς φαμεν, θελήματι τοῦ Θεοῦ πρὸ χρόνων καὶ πρὸ αἰώνων κτισθέντα, καὶ τὸ ζῆν καὶ τὸ εἶναι παρὰ τοῦ Πατρὸς εἰληφότα, καὶ τὰς δόξας συνυποστήσαντος αὐτῷ τοῦ Πατρός. Οὐ γὰρ ὁ Πατὴρ, δοὺς αὐτῷ πάντων τὴν κληρονομίαν, ἐστέρησεν ἑαυτὸν, ὧν ἀγεννήτως ἔχει ἐν ἑαυτῷ· πηγὴ γάρ ἐστι πάντων. Ὥστε τρεῖς εἰσιν ὑποστάσεις. Καὶ ὁ μὲν Θεὸς, αἴτιος τῶν πάντων τυγχάνων, ἔστιν ἄναρχος μονώτατος. Ὁ δὲ Υἱὸς, ἀχρόνως γεννηθεὶς ὑπὸ τοῦ Πατρὸς, καὶ πρὸ αἰώνων κτισθεὶς καὶ θεμελιωθεὶς, οὐκ ἦν πρὸ τοῦ γεννηθῆναι, ἀλλ' ἀχρόνως πρὸ πάντων γεννηθεὶς, μόνος ὑπὸ τοῦ Πατρὸς ὑπέστη. Οὐδὲ γάρ ἐστιν ἀΐδιος, ἢ συναΐδιος, ἢ συναγένητος τῷ Πατρί· οὐδὲ ἅμα τῷ Πατρὶ τὸ εἶναι ἔχει, ὥς τινες λέγουσι τὰ πρός τι, δύο ἀγεννήτους ἀρχὰς εἰσηγούμενοι· ἀλλ' ὡς μονὰς καὶ ἀρχὴ πάντων, οὕτως ὁ Θεὸς πρὸ πάντων ἐστί. Διὸ καὶ πρὸ τοῦ Υἱοῦ ἐστιν· ὡς καὶ παρὰ σοῦ μεμαθήκαμεν κατὰ μέσην τὴν Ἐκκλησίαν κηρύξαντος. Καθὸ οὖν παρὰ τοῦ Θεοῦ τὸ εἶναι ἔχει, καὶ τὰς δόξας καὶ τὸ ζῆν, καὶ τὰ πάντα αὐτῷ παρεδόθη, κατὰ τοῦτο ἀρχὴ αὐτοῦ ἐστιν ὁ Θεός. Ἄρχει γὰρ αὐτοῦ, ὡς Θεὸς αὐτοῦ καὶ πρὸ αὐτοῦ ὤν. Εἰ δὲ τὸ, « ἐξ αὐτοῦ, » καὶ τὸ, « ἐκ γαστρὸς, » καὶ τὸ, « ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω, » ὡς μέρος αὐτοῦ ὁμοουσίου, καὶ ὡς προβολὴ ὑπό τινων νοεῖται,
-judge, governor, administrator, unchangeable and unalterable, righteous and good, this God of the Law and the Prophets and the New Testament; Who begot an only-begotten Son before eternal times, through Whom He also made the ages and the universe; and begot Him not in appearance, but in truth; Who by His own will caused Him to subsist, unchangeable and unalterable, a perfect creature of God, but not as one of the creatures; an offspring, but not as one of the things begotten; nor as Valentinus taught as dogma that the offspring of the Father is an emanation; nor as Manichaeus introduced the offspring as a consubstantial part of the Father; nor as Sabellius, dividing the Monad, called Him Son-Father; nor as Hieracas, a lamp from a lamp, or as a torch into two; nor Him who existed before, afterwards begotten or created anew into a Son; as you yourself also, blessed Pope, in the midst of the Church and in council very often condemned those who introduced these things; but, as we say, created by the will of God before times and before ages, and having received life and being from the Father, the Father having caused the glories to subsist together with Him. For the Father, having given to Him the inheritance of all things, did not deprive Himself of the things which He has unbegottenly in Himself; for He is the fountain of all things. Wherefore there are three hypostases. And God, being the cause of all things, is altogether alone without beginning. But the Son, timelessly begotten by the Father, and created and founded before ages, was not before He was begotten, but timelessly begotten before all things, He alone subsisted by the Father. For neither is He eternal, or co-eternal, or co-unoriginated with the Father; nor does He have His being together with the Father, as some speak of relatives, introducing two unbegotten principles; but as Monad and principle of all things, so God is before all things. Wherefore He is also before the Son, as we have also learned from you preaching in the midst of the Church. Inasmuch therefore as He has His being from God, and His glories and life, and all things were delivered unto Him, according to this God is His principle. For He rules over Him, as His God and being before Him. But if the expression "from Him" (Rom. 11:36), and "from the womb" (Ps. 109:3), and "I came forth from the Father, and am come" (John 16:28), is understood by some as a part of Him, consubstantial, and as an emanation,
Notes, col. 709

On the reading

Printed υἱοπάτορα, for ὑιοπάτορα.

PG 26:712Read from the page
σύνθετος ἔσται ὁ Πατὴρ καὶ διαιρετὸς, καὶ τρεπτὸς, καὶ σῶμα κατ' αὐτοὺς, καὶ τὸ ὅσον ἐπ' αὐτοῖς, τὰ ἀκόλουθα σώματι πάσχων, ὁ ἀσώματος Θεός. Ταῦτα ἀπὸ μέρους ὧν ἤμεσαν ἐκ τῆς ἑαυτῶν αἱρετικῆς καρδίας οἱ περὶ Ἄρειον, ἐστίν.
the Father will be compound and divisible, and mutable, and a body according to them, and, so far as lies in them, suffering the things consequent upon a body, He who is the incorporeal God. These are in part what those around Arius vomited forth out of their own heretical heart.
17. Πρὸ δὲ τοῦ γενέσθαι τὴν ἐν Νικαίᾳ σύνοδον, ἔγραψαν καὶ οἱ περὶ Εὐσέβιον, Νάρκισσόν τε καὶ Πατρόφιλον, καὶ Μάριν, Παυλῖνόν τε, καὶ Θεόδοτον, καὶ Ἀθανάσιον τὸν ἀπὸ Ναζαρβῶν τὰ ὅμοια αὐτοῖς. Καὶ ὁ μὲν ἀπὸ τῆς Νικομηδείας Εὐσέβιος κατὰ περιττὸν ἔγραφεν Ἀρείῳ, ὅτι· « Καλῶς φρονῶν, εὔχου πάντας οὕτως φρονεῖν· παντὶ γὰρ δῆλόν ἐστιν, ὅτι τὸ πεποιημένον οὐκ ἦν πρὶν γενέσθαι. Τὸ γενόμενον δὲ ἀρχὴν ἔχει τοῦ εἶναι. » Ὁ δὲ ἀπὸ Καισαρείας τῆς Παλαιστίνης Εὐσέβιος, γράφων πρὸς Εὐφρατίωνα τὸν ἐπίσκοπον, οὐκ ἐφοβήθη φανερῶς εἰπεῖν, ὅτι ὁ Χριστὸς οὐκ ἔστιν ἀληθινὸς Θεός. Καὶ Ἀθανάσιος δὲ ὁ ἀπὸ Ναζαρβῶν ἔτι γυμνότερον ἀπεκάλυπτε τὴν αἵρεσιν, ἕνα τῶν ἑκατὸν προβάτων λέγων εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ. Γράφων γὰρ πρὸς Ἀλέξανδρον τὸν ἐπίσκοπον, ἀπετόλμησεν οὕτως εἰπεῖν· « Τί μέμφῃ τοῖς περὶ Ἄρειον, εἰ λέγουσιν· Ἐξ οὐκ ὄντων κτίσμα πεποίηται ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἓν τῶν πάντων ἐστίν; ἐν ἑκατὸν γὰρ προβάτοις παραβαλλομένων πάντων τῶν πεποιημένων, εἷς ἐστι καὶ ὁ Υἱὸς ἐξ αὐτῶν. Εἰ μὲν οὖν τὰ ἑκατὸν οὐκ ἔστι κτίσματα καὶ γενητὰ, ἢ ἔνι πλέον τι τῶν ἑκατὸν, δηλονότι μηδὲ ὁ Υἱὸς ἔστω κτίσμα, καὶ εἷς τῶν πάντων. Εἰ δὲ τὰ ἑκατὸν πάντα γενητὰ, καὶ οὐδέν ἐστιν ἐκτὸς τῶν ρʹ πλὴν μόνου τοῦ Θεοῦ, τί ἄτοπον λέγουσιν οἱ περὶ Ἄρειον, εἰ, ἐν τοῖς ἑκατὸν περιλαβόντες καὶ ἀριθμοῦντες τὸν Χριστὸν, ἕνα τῶν πάντων αὐτὸν εἰρήκασι; » Γεώργιος δὲ ὁ νῦν ἐν Λαοδικείᾳ, πρεσβύτερος ὢν τότε τῆς Ἀλεξανδρείας, καὶ ἐν Ἀντιοχείᾳ διατρίβων, πρὸς μὲν Ἀλέξανδρον τὸν ἐπίσκοπον ἔγραψεν, ὅτι· « Μὴ μέμφου τοῖς περὶ Ἄρειον, εἰ λέγουσιν· Ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ γὰρ ὁ Ἠσαΐας υἱὸς γέγονεν Ἀμὼς, καὶ ὅμως ὁ μὲν Ἀμὼς ἦν πρὸ τοῦ γενέσθαι τὸν Ἠσαΐαν· ὁ δὲ Ἠσαΐας οὐκ ἦν πρότερον, ἀλλὰ μετὰ ταῦτα γέγονε. » Πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔγραφε· « Τί μέμφεσθε Ἀλεξάνδρῳ τῷ πάπᾳ λέγοντι ἐκ τοῦ Πατρὸς τὸν Υἱόν; καὶ γὰρ καὶ ὑμεῖς μὴ φοβηθῆτε εἰπεῖν καὶ ἐκ τοῦ Θεοῦ τὸν Υἱόν. Εἰ γὰρ ὁ Ἀπόστολος ἔγραψε· Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, καὶ ἔστι δῆλον ἐξ οὐκ ὄντων πεποιῆσθαι τὰ πάντα, ἔστι δὲ καὶ ὁ Υἱὸς κτίσμα, καὶ τῶν πεποιημένων εἷς·
17. And before the Synod at Nicaea took place, those around Eusebius, Narcissus and Patrophilus, and Maris, and Paulinus, and Theodotus, and Athanasius of Anazarbus also wrote things similar to theirs. And Eusebius of Nicomedia wrote over and above to Arius: "Since you think well, pray that all may think thus; for it is plain to everyone that what has been made was not before it came into being. And what came into being has a beginning of its being." And Eusebius of Caesarea in Palestine, writing to Bishop Euphration, was not afraid to say openly that Christ is not true God. And Athanasius of Anazarbus uncovered the heresy still more barefacedly, saying that the Son of God is one of the hundred sheep. For writing to Bishop Alexander, he dared to speak thus: "Why do you blame those around Arius, if they say: The Son of God has been made a creature out of nothing, and is one of all things? For since all things that have been made are compared in parable to a hundred sheep, the Son also is one of them. If therefore the hundred are not creatures and things originated, or if there is something more besides the hundred, plainly let not the Son either be a creature, and one of all things. But if the hundred are all things originated, and there is nothing outside the hundred except God alone, what absurdity do those around Arius utter, if, comprehending and numbering Christ among the hundred, they have called Him one of all things?" And George, who is now in Laodicea, being then a presbyter of Alexandria and staying in Antioch, wrote to Bishop Alexander: "Do not blame those around Arius, if they say: There was once when the Son of God was not; for Isaiah also became the son of Amoz, and yet Amoz was before Isaiah came into being; whereas Isaiah was not previously, but came into being afterwards." And to the Arians he wrote: "Why do you blame Pope Alexander for saying that the Son is from the Father? For you also should not fear to say that the Son is also from God. For if the Apostle wrote, But all things are from God (1 Cor. 11:12), and it is plain that all things have been made out of nothing, and the Son also is a creature and one of the things made,
Notes, col. 712

On the reading

Printed εἰ λέγουσιν, for εἰ λέγουσιν (smooth breathing faint on εἰ).

Printed ἕν ἐν, for ἓν ἐν.

Printed υἱὸς, for ὑιὸς.

PG 26:713Read from the page
λεχθείη ἂν καὶ ὁ Υἱὸς ἐκ τοῦ Θεοῦ, οὕτως ὥσπεο καὶ τὰ πάντα λέγεται ἐκ τοῦ Θεοῦ. » Ἐξ ἐκείνου γοῦν ἔμαθον οἱ τὰ Ἀρείου φρονοῦντες ὑποκρίνεσθαι τὴν λέξιν, τὴν ἐκ τοῦ Θεοῦ, καὶ λέγειν μὲν τὴν λέξιν, μὴ φρονεῖν δὲ καλῶς. Αὐτὸς δὲ ὁ Γεώργιος καθῃρέθη ὑπὸ Ἀλεξάνδρου δι' ἄλλα μὲν, ὅτι δὲ καὶ ἀσεβὴς ἐφάνη· πρεσβύτερος γὰρ ἦν αὐτὸς, καθὰ προείρηται.
the Son also may be said to be from God, just as all things are said to be from God." From him, therefore, those who hold the views of Arius learned to feign the phrase "from God," and to utter the phrase indeed, yet not to think rightly. And George himself was deposed by Alexander both for other reasons and because he was shown to be impious; for he himself was a presbyter, just as has been said before.
18. Καὶ ὅλως ἔγραφον οὗτοι τοιαῦτα, ὥς ἕκαστον ἐρίζειν καὶ φιλοτιμεῖσθαι, τίς πλέον αὐξήσει τὴν ἀσέβειαν τῆς αἱρέσεως, καὶ μᾶλλον αὐτὴν δείξει γυμνότερον. Καὶ τὰς μὲν ἐπιστολὰς αὐτῶν οὐκ ἔσχον ἐν ἑτοίμῳ, ὥστε καὶ ἀποστεῖλαι· εἰ δ' οὖν, καὶ ἀντίγραφα καὶ αὐτῶν ὑμῖν ἔπεμψα ἄν· τοῦ δὲ Κυρίου θέλοντος, ἐὰν εὐπορήσω καὶ τοῦτο ποιήσω. Καὶ Ἀστέριος δέ τις ἀπὸ Καππαδοκίας, πολυκέφαλος σοφιστὴς, εἷς ὢν τῶν περὶ Εὐσέβιον, ἐπειδὴ θύσας ἐν τῷ προτέρῳ διωγμῷ, τῷ κατὰ τὸν πάππον Κωνσταντίου, οὐκ ἠδύνατο παρ' αὐτῶν εἰς κλῆρον προαχθῆναι, ποιεῖ μετὰ γνώμης τῶν περὶ Εὐσέβιον συνταγμάτιον, ὁποῖον μὲν ἤθελον αὐτοί· ἴσον δὲ τῷ τῆς θυσίας αὐτοῦ τολμήματι· ἐν γὰρ τούτῳ τὴν ἀκρίδα καὶ τὴν κάμπην τῷ Χριστῷ συγκρίνας, μᾶλλον δὲ προτιμήσας αὐτοῦ, καὶ λέγων ἄλλην εἶναι παρὰ τὸν Χριστὸν ἐν τῷ Θεῷ σοφίαν, τὴν τοῦ Χριστοῦ καὶ τοῦ κόσμου δημιουργικὴν, περιήρχετο τὰς ἐν τῇ Συρίᾳ καὶ τὰς ἄλλας Ἐκκλησίας, κατὰ σύστασιν τῶν περὶ Εὐσέβιον· ἵνα ἅπαξ ἀρνεῖσθαι μελετήσας, οὕτω καὶ νῦν θρασύνηται κατὰ τῆς ἀληθείας. Ἐπέβαινεν οὖν εἰς τοὺς μὴ ἐξὸν αὐτῷ τόπους ὁ πάντα τολμηρὸς, καὶ εἰς τὸν τῶν κληρικῶν τόπον καθεζόμενος, ἀνεγίνωσκε δημοσίᾳ τὸ συνταγμάτιον, καίτοι τῶν ἄλλων δυσανασχετούντων ἐπ' αὐτῷ. Καὶ τὸ μὲν συνταγμάτιον διὰ πολλῶν ἐστι γεγραμμένον. Μέρη δὲ αὐτοῦ ἐστι ταῦτα· « Οὐ γὰρ εἶπεν ὁ μακάριος Παῦλος Χριστὸν κηρύσσειν τὴν ἰδίαν αὐτοῦ δύναμιν, ἢ τὴν σοφίαν αὐτοῦ, τουτέστι τοῦ Θεοῦ, ἀλλὰ δίχα τῆς προσθήκης, δύναμιν Θεοῦ καὶ Θεοῦ σοφίαν· ἄλλην μὲν εἶναι τὴν ἰδίαν αὐτοῦ τοῦ Θεοῦ δύναμιν, τὴν ἔμφυτον αὐτῷ καὶ συνυπάρχουσαν αὐτῷ ἀγενήτως, κηρύσσων· γεννητικὴν μὲν οὖσαν, δηλονότι τοῦ Χριστοῦ, δημιουργικὴν δὲ τοῦ παντὸς κόσμου· περὶ ἧς ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ διδάσκων ἔλεγε· « Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. » Ὥσπερ γὰρ τὴν εἰρημένην ἐνταυθοῖ θεότητα οὐκ ἄν τις φαίη Χριστὸν εἶναι, ἀλλ' αὐτὸν ὑπάρχειν τὸν Πατέρα· οὕτως, οἶμαι, καὶ ἡ ἀΐδιος αὐτοῦ δύναμις οὐχ ὁ μονογενὴς Θεὸς, ἀλλ' ὁ γεννήσας ὑπάρχει Πατήρ. Ἄλλην δὲ δύναμιν καὶ σοφίαν διδάσκει Θεοῦ, τὴν διὰ τοῦ
18. And in general these men wrote such things as though each were contending and vying as to who should further increase the impiety of the heresy and display it more nakedly. Now I did not have their letters at hand so as to send them also; otherwise, I would have sent you copies of them too; and if the Lord wills, should I obtain them, I will do this also. And one Asterius from Cappadocia, a many-headed sophist, being one of those around Eusebius, since after sacrificing in the former persecution, that under the grandfather of Constantius, he could not be promoted by them into the clergy, composed with the approval of those around Eusebius a little treatise, such as they themselves wanted, and equal to the audacity of his sacrifice; for in it, having compared the locust and the caterpillar to Christ, or rather having preferred them to Him, and saying that there is another wisdom in God besides Christ, which is the framer of Christ and of the world, he went around the Churches in Syria and the rest, by the recommendation of those around Eusebius, so that having once practised denial, so now also he might be emboldened against the truth. This altogether audacious man therefore intruded into places not lawful for him, and sitting down in the place of the clergy, he used to read the little treatise publicly, even though the others were indignant at him. Now the little treatise is written at great length. And parts of it are these: "For the blessed Paul did not say that he preached Christ as His own power, or His wisdom, that is, God's, but without the addition, the power of God and the wisdom of God, preaching that the own power of God Himself is another, which is innate in Him and coexistent with Him unoriginatedly, being generative indeed, manifestly of Christ, and creative of the whole world; concerning which, teaching in the Epistle to the Romans, he said: 'For the invisible things of Him from the creation of the world are clearly seen, being understood by the things that are made, even His eternal power and divinity' (Rom. 1:20). For just as no one would say that the divinity spoken of here is Christ, but that it is the Father Himself; so, I think, His eternal power also is not the only-begotten God, but is the Father who begot. And he teaches another power and wisdom of God, that which through
Notes, col. 713

On the reading

Printed ὥσπεο, for ὥσπερ.

Printed ὥς ἕκαστον, for ὡς ἕκαστον.

PG 26:716Read from the page
Χριστοῦ δεικνυμένην δηλονότι, καὶ διὰ τῶν ἔργων αὐτῶν τῆς διακονίας αὐτοῦ γνωριζομένην. » Καὶ πάλιν· « Καίτοιγε ἡ μὲν ἀΐδιος αὐτοῦ δύναμις καὶ σοφία, ἣν ἄναρχόν τε καὶ ἀγέννητον οἱ τῆς ἀληθείας ἀποφαίνονται λογισμοὶ, μία ἂν εἴη δήπουθεν καὶ ἡ αὐτή· πολλαὶ δὲ αἱ καθ' ἕκαστον ὑπ' αὐτοῦ κτισθεῖσαι, ὧν πρωτότοκος καὶ μονογενὴς ὁ Χριστός· πᾶσαί γε μὴν ὁμοίως, εἰς τὸν κεκτημένον ἀνήρτηνται, καὶ πᾶσαι αἱ δυνάμεις αὐτοῦ τοῦ κτίσαντος καὶ χρωμένου καλοῦνται δικαίως· οἷον ὁ μὲν προφήτης τὴν ἀκρίδα δίκην τῶν ἀνθρωπίνων ἁμαρτημάτων θεήλατον γινομένην οὐ δύναμιν μόνον Θεοῦ, ἀλλὰ καὶ μεγάλην φησὶν ὑπ' αὐτοῦ προσαγορεύεσθαι τοῦ Θεοῦ· ὁ δέ γε μακάριος Δαβὶδ ἐν πλείοσι τῶν ψαλμῶν οὐκ ἀγγέ-
Christ is manifested, plainly, and made known through the very works of His ministry." And again: "Although His eternal power and wisdom, which the reckonings of truth declare to be without beginning and unbegotten, would surely be one and the same; yet many are those created by Him severally, of which Christ is the firstborn and only-begotten; all indeed alike depend upon their Possessor, and all are justly called the powers of Him who created and uses them: just as the prophet says that the locust, which became a divinely sent punishment of human sins, is called by God Himself not only a power of God, but also a great power (Joel 2:25); and the blessed David too in most of the Psalms exhorts not angels-
19. Τοιαῦτα τολμήσας κατὰ τοῦ Σωτῆρος οὐκ ἠρκέσθη, ἀλλὰ καὶ πλέον ἐπεκτείνει τὰς βλασφημίας αὐτοῦ, λέγων, ὅτι εἷς τῶν πάντων ἐστὶν ὁ Υἱός· « Πρῶτον γάρ ἐστι τῶν γενητῶν, καὶ εἷς τῶν νοητῶν φύσεών ἐστι· καὶ ὥσπερ ἥλιος ἐν τοῖς βλεπομένοις εἷς μὲν ἔστι τῶν φαινομένων, λάμπει δὲ παντὶ τῷ κόσμῳ κατὰ πρόσταξιν τοῦ πεποιηκότος· οὕτως ὁ Υἱὸς, εἷς ὢν τῶν νοητῶν φύσεων, φωτίζει καὶ λάμπει καὶ αὐτὸς πᾶσι τοῖς ἐν τῷ νοητῷ κόσμῳ. » Πάλιν τέ φησιν· « Ἦν ποτε, ὅτε οὐκ ἦν, » οὕτω γράφων· « Καὶ πρὶν τῆς γενέσεως τοῦ Υἱοῦ ὁ Πατὴρ προϋπάρχουσαν εἶχε τὴν τοῦ γεννᾷν ἐπιστήμην· ἐπεὶ καὶ ἰατρὸς, πρὸ τοῦ ἰατρεύειν εἶχε τὴν τοῦ ἰατρεύειν ἐπιστήμην. » Καὶ πάλιν φησίν· « Εὐεργετικῇ φιλοτιμίᾳ ἐκτίσθη ὁ Υἱὸς, καὶ περιουσίᾳ δυνάμεως ἐποίησεν αὐτὸν ὁ Πατήρ· » καὶ πάλιν, « Εἰ τὸ θέλειν τοῦ Θεοῦ διὰ πάντων ἐφεξῆς τῶν ποιημάτων διελήλυθε, δηλονότι, καὶ ὁ Υἱὸς, ποίημα ὢν, βουλήσει γέγονε καὶ πεποίηται. » Ταῦτα δὲ Ἀστέριος ἔγραψε μόνος· οἱ δὲ περὶ Εὐσέβιον ἐφρόνουν αὐτὰ κοινῇ μετ' αὐτοῦ.
19. Having dared such things against the Saviour, he was not content, but extends his blasphemies still further, saying that the Son is one of all things: "For He is first of the things originated, and is one of the intellectual natures; and just as in visible things the sun is one of the phenomena, yet shines upon the whole world according to the command of Him who made it; so the Son, being one of the intellectual natures, Himself also illuminates and shines upon all that are in the intellectual world." And again he says, "There was once when He was not," writing thus: "And before the generation of the Son, the Father had a pre-existing knowledge of begetting; since a physician also, before curing, had the knowledge of curing." And again he says: "By beneficent munificence the Son was created, and from superabundance of power the Father made Him;" and again: "If the willing of God has passed successively through all things that are made, plainly the Son also, being a work, came into being and has been made by will." Now Asterius alone wrote these things; but those around Eusebius held the same views in common with him.
20. Ταῦτά ἐστιν, ὑπὲρ ὧν ἀγωνίζονται, διὰ ταῦτα μάχονται πρὸς τὴν ἀρχαίαν σύνοδον· ὅτι μὴ τὰ ὅμοια αὐτῶν ἔγραψαν οἱ συνελθόντες ἐν αὐτῇ, ἀλλὰ μᾶλλον ἀνεθεμάτισαν τὴν Ἀρειανὴν αἵρεσιν, ἣν ἐσπούδαζον οὗτοι συστῆσαι. Διὰ τοῦτο καὶ Ἀστέριον τὸν θύσαντα σοφιστὴν ὄντα, συνήγορον τῆς ἀσεβείας αὐτῶν, προὐβάλλοντο, ἵνα μὴ φείδηται μήτε κατὰ τοῦ Κυρίου φθέγγεσθαι, μήτε τοὺς ἀκεραίους τῇ πιθανολογίᾳ πλανᾷν. Καὶ ἠγνόησάν γε οἱ ἀμαθεῖς, ὅτι καθ' ἑαυτῶν εἰργάζοντο τοῦτο. Ἡ γὰρ δυσωδία τῆς εἰς τὰ εἴδωλα θυσίας τοῦ συνηγόρου ἔτι πλέον τὴν αἵρεσιν χριστομάχον ἐδείκνυε. Διὰ τοῦτο καὶ νῦν πάντα κινοῦσι καὶ θορυβοῦσι, νομίζοντες, ὅτι κἂν πλείονας
20. These are the things on behalf of which they contend, for these things they fight against the ancient Synod: because those who assembled in it did not write things like theirs, but rather anathematized the Arian heresy, which these men were eager to establish. On this account they also put forward Asterius who had sacrificed, being a sophist, as an advocate of their impiety, so that he might not spare either to speak against the Lord or to lead the guileless astray by plausible speech. And the ignorant men did not know that they were working this against themselves. For the stench of the advocate's sacrifice to idols showed the heresy still more to be fighting against Christ. On this account even now they move all things and raise an uproar, supposing that if even more
Notes, col. 716

On the reading

Printed μὲν ἔστι, for μέν ἐστι.