Migne Reading Room

PG 26 · cols. 693–704 · Read from the page

On the Councils of Ariminum and Seleucia

On the Councils of Ariminum and Seleucia

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:693Read from the page
νετο· γεγεννημένον δὲ μονογενῆ, μόνον ἐκ μόνου τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν Πατρὶ, κατὰ τὰς Γραφάς· οὗ τὴν γένεσιν οὐδεὶς ἐπίσταται, εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ. Τοῦτον ἴσμεν τοῦ Θεοῦ μονογενῆ Υἱὸν, νεύματι πατρικῷ παραγενόμενον ἐκ τῶν οὐρανῶν εἰς ἀθέτησιν ἁμαρτίας, καὶ γεννηθέντα ἐκ Μαρίας τῆς Παρθένου, καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν, καὶ πᾶσαν τὴν οἰκονομίαν πληρώσαντα κατὰ τὴν πατρικὴν βούλησιν, σταυρωθέντα καὶ ἀποθανόντα, καὶ εἰς τὰ καταχθόνια κατελθόντα, καὶ τὰ ἐκεῖσε οἰκονομήσαντα, ὃν πυλωροὶ ᾅδου ἰδόντες ἔφριξαν, καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν, καὶ πᾶσαν τὴν οἰκονομίαν πληρώσαντα, καὶ τεσσαράκοντα ἡμερῶν πληρουμένων ἀναληφθέντα εἰς τοὺς οὐρανοὺς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρὸς, καὶ ἐλευσόμενον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως τῇ δόξῃ τῇ πατρικῇ, ἀποδιδόντα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καὶ εἰς τὸ ἅγιον Πνεῦμα, ὃ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Ἰησοῦς Χριστὸς ἐπηγγείλατο πέμψαι τῷ γένει τῶν ἀνθρώπων, τὸν Παράκλητον, κατὰ τὸ γεγραμμένον· «Ἀπέρχομαι πρὸς τὸν Πατέρα μου, καὶ παρακαλέσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν. Τὸ πνεῦμα τῆς ἀληθείας ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ διδάξει, καὶ ὑπομνήσει ὑμᾶς πάντα.» Τὸ δὲ ὄνομα τῆς οὐσίας διὰ τὸ ἁπλούστερον ὑπὸ τῶν Πατέρων τεθεῖσθαι, ἀγνοούμενον δὲ ὑπὸ τῶν λαῶν σκάνδαλον φέρειν, διὰ τὸ μήτε τὰς Γραφὰς τοῦτο περιέχειν, ἤρεσε τοῦτο περιαιρεθῆναι, καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας ἐπὶ Θεοῦ εἶναι τοῦ λοιποῦ· διὰ τὸ τὰς θείας Γραφὰς μηδαμοῦ περὶ Πατρὸς καὶ Υἱοῦ
being; begotten as only-begotten, alone from the Father alone, God from God, like to the Father Who begot Him, according to the Scriptures; Whose generation no one knows, except alone the Father Who begot Him. This One we know to be the only-begotten Son of God, Who at the paternal nod came from the heavens for the abolition of sin, and was born of Mary the Virgin, and conversed with the disciples, and fulfilled the whole economy according to the paternal will, was crucified and died, and descended into the netherworld, and ordered the things there, Whom the gatekeepers of Hades saw and shuddered, and rose from the dead on the third day, and conversed with the disciples, and fulfilled the whole economy, and when forty days were being fulfilled was taken up into the heavens, and sits at the right hand of the Father, and will come on the last day of the resurrection in the paternal glory, rendering to each according to His works; and in the Holy Spirit, Whom the only-begotten of God Jesus Christ Himself promised to send to the race of men, the Paraclete, according as it is written: "I go to My Father, and I will ask the Father, and He will send you another Paraclete. The Spirit of truth, he will take of Mine, and will teach, and will remind you of all things" (John 14:16-17, 16:13-14). But as for the name of essence, because it was set down more simply by the Fathers, and being unknown by the peoples brings offence, because the Scriptures do not contain this either, it pleased that this be removed, and that there be altogether no mention of essence in regard to God hereafter; because the divine Scriptures nowhere concerning the Father and the Son
9. Τούτων ἀναγνωσθέντων, οὐ μακρὰν ἐγνώσθη τῶν γραψάντων ἡ πανουργία. Τῶν γὰρ ἐπισκόπων πρότεινάντων ἀναθεματισθῆναι τὴν Ἀρειανὴν αἵρεσιν μετὰ καὶ τῶν ἄλλων αἱρέσεων, πάντων τε ἐπὶ τούτῳ συνθεμένων, Οὐρσάκιος καὶ Οὐάλης, καὶ οἱ σὺν αὐτοῖς ἀνένευον· καὶ λοιπὸν κατεγνώσθησαν, ὡς οὐ γνησίως, ἀλλ' ἐπ' ἀναιρέσει τῶν ἐν Νικαίᾳ πραχθέντων γράψαντες ταῦτα, ἵνα τὴν δυσώνυμον αἵρεσιν ἀντεισάξωσι. Θαυμάσαντες γοῦν ἐπὶ τοῖς δολίοις αὺτῶν ῥήμασι καὶ πανούργῳ προαιρέσει, ἔλεγον· «Ἡμεῖς οὐ δεόμενοι πίστεως συνήλθομεν (ἔχομεν γὰρ ἐν ἑαυτοῖς ὑγιαίνουσαν τὴν πίστιν), ἀλλ' ἵνα τοὺς ἀντιλέγοντας τῇ ἀληθείᾳ καὶ καινοτομεῖν ἐπιχειροῦντας ἐντρέψωμεν. Εἰ μὲν οὖν ὑμεῖς ὡς νῦν ἀρχόμενοι πιστεύειν
9. When these things had been read, it was not long before the craftiness of those who wrote them was recognized. For when the bishops proposed that the Arian heresy be anathematized along with the other heresies as well, and all agreed to this, Ursacius and Valens and those with them refused; and consequently they were condemned as having written these things not genuinely, but for the overthrow of the things done at Nicaea, so that they might introduce in their stead the ill-named heresy. Marvelling therefore at their deceitful words and crafty purpose, they said: "We did not assemble as standing in need of faith (for we have within ourselves the faith sound), but in order that we might put to shame those who contradict the truth and attempt to innovate. If therefore you, as now beginning to believe,
Notes, col. 693

On the reading

Printed πρότεινάντων, for προτεινάντων.

Printed αὺτῶν, for αὐτῶν.

PG 26:696Read from the page
ἐγράψατε ταῦτα, οὔπω ἐστὲ κληρικοὶ, ἀρχὴν ἔχοντες τοῦ κατηχεῖσθαι· εἰ δὲ τῇ γνώμῃ ᾗ συνήλθομεν ἡμεῖς, ταύτην καὶ ὑμεῖς ἔχοντες ἀπηντήσατε, ἔστω πάντων ὁμοφροσύνη, καὶ τὰς μὲν αἱρέσεις ἀναθέματι ἀναθεματίσωμεν, τὰ δὲ τῶν Πατέρων φυλάξωμεν, ὑπὲρ τοῦ μηκέτι διατρέχειν προφάσεις συνόδων, ἅπαξ προλαβόντων τῶν ἐν Νικαίᾳ συνελθόντων, καὶ πάντα πραξάντων ὑπὲρ τῆς καθολικῆς Ἐκκλησίας.» Ἀλλὰ καὶ οὕτω τῶν ἐπισκόπων πάλιν πάντων συνθεμένων, ἀνένευσαν οἱ προειρημένοι· καὶ λοιπὸν καταγνόντες αὐτῶν, ὡς ἀμαθῶν δολίων τε καὶ μᾶλλον αἱρετικῶν, τῇ μὲν ἐν Νικαίᾳ γενομένῃ συνόδῳ συνεψηφίσαντο πάντες, καὶ ταύτῃ πάντες ἔκριναν ἀρκεῖσθαι· τοὺς δὲ προειρημένους Οὐρσάκιον καὶ Οὐάλεντα, Γερμίνιον, Αὐξέντιον, Γάϊον, Δημόφιλον, αἱρετικοὺς ἀπεφήναν, καὶ καθελόντες αὐτοὺς, ὡς μὴ ὄντας ἀληθῶς Χριστιανοὺς, ἀλλ' Ἀρειανοὺς, ἔγραψαν κατ' αὐτῶν Ῥωμαϊστὶ μὲν, ἑρμηνευθέντα δὲ Ἑλληνιστὶ κατὰ δύναμιν, ταῦτα·
wrote these things, you are not yet clergy, having the beginning of being catechized; but if with the mind with which we assembled, holding this you also have met us, let there be unanimity of all, and let us anathematize the heresies with an anathema, and preserve the decrees of the Fathers, so that pretexts for synods may no longer run about, since those who assembled at Nicaea once for all anticipated them and did all things on behalf of the catholic Church." But even when all the bishops again agreed in this way, the aforesaid men refused; and consequently, having condemned them as ignorant and deceitful and rather heretics, all voted together for the synod held at Nicaea, and all judged to be content with this; and the aforesaid Ursacius and Valens, Germinius, Auxentius, Gaius, and Demophilus they declared heretics, and having deposed them as not being truly Christians, but Arians, they wrote against them in Latin indeed, but translated into Greek according to ability, these things:
10. Ἀντίγραφον ἐπιστολῆς παρὰ τῆς συνόδου πρὸς τὸν Αὔγουστον Κωνστάντιον.
10. Copy of a letter from the synod to the Augustus Constantius.
Ἔκ τε τῆς τοῦ Θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος τὰ πάλαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν. Εἰς γὰρ Ἀρίμινον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων εἰς τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς Ἐκκλησίας γνωρισθῇ, καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται. Ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἐκ παλαιοῦ διαμένουσαν, ἣν καὶ οἱ προφῆται καὶ τὰ Εὐαγγέλια, καὶ οἱ ἀπόστολοι διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας φρουροῦ, καὶ τῆς σῆς ῥώσεως προστάτου· ἵνα ταύτην κατασχόντες φυλάξωμεν, καὶ φυλάττοντες μέχρι τέλους διατηρήσωμεν. Ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάσσειν, καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσχεμμένων, ὧν ἡ διδασκαλία καὶ τὸ φρόνημα
Both by the command of God and by the ordinance of your piety we believe that the things decreed of old have come to pass. For we all the bishops from all the cities towards the West assembled together at Ariminum, so that both the faith of the catholic Church might be made known, and those who hold the contrary views might become manifest. For as we found upon examining at great length, it seemed good to hold fast and guard the faith that has endured from of old, which both the prophets and the Gospels and the apostles preached through our Lord Jesus Christ, Who is also the guardian of your empire and the protector of your health; and guarding it, to preserve it until the end. For it seemed absurd and unlawful to alter anything of the things rightly and justly defined, and of the things examined in common at Nicaea together with the most glorious Constantine your father and emperor, whose teaching and mind
Notes, col. 696

On the reading

Printed ἀπεφήναν, for ἀπέφηναν.

PG 26:697Read from the page
Ὅθεν Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ ἔκπαλαι μέτοχοί τε καὶ σύμφωνοι τοῦ Ἀρειανοῦ δόγματος ἦσαν καθεστηκότες, καὶ τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν· ἧς ἵνα μετάσχωσιν ἐφ' οἷς ἑαυτοῖς συνεγνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπ' ἐκείνων γεγενημένα μαρτυρεῖ· δι' ὧν ἁπάντων φειδὼ γεγένηται, καὶ τῶν ἐγκλημάτων συγγνώμη. Ἦν δὲ ὁ καιρὸς, καθ' ὃν ταῦτα ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων Ἐκκλησίας· ἐγνωκότες δὲ ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον, μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα. Ἐπειδὴ δὲ, ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς, καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ' ἐκεῖνό τι καινοτομεῖν, καὶ τοσούτους ἁγίους ὁμολογητὰς, μάρτυρας, τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ εὑρετὰς ὑπεριδεῖν· οἵτινες κατὰ τὸν παλαιὸν τῆς Ἐκκλησίας θεσμὸν ἅπαντα φρονοῦντες διαμεμενήκασιν· ὧν ὁ Θεὸς τὴν πίστιν, καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μετέδωκε διὰ τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν, ὡς καὶ τῆς καθ' ἡμᾶς οἰκουμένης κρατεῖν. Πάλιν γοῦν οἱ ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι, ἀθεμίτῳ τολμήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκας ἑαυτοὺς ἀνήγγειλαν, καὶ ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα. Ὡς γὰρ κατὰ τὸ σὸν πρόσταγμα τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς ἰδίας ἀπάτης ἐγύμνουν τὴν σκέψιν. Ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν, τῆς τοιαύτης ἑταιρίας συναλισκομένους εὑρόντες Γερμίνιον, Αὐξέντιον καὶ Γάϊον, τοὺς τὴν ἔριν καὶ διχοστασίαν ἐμποιοῦντας· ὧν ἡ διδασκαλία, μία μὲν οὖσα, πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν. Ὡς δὲ συνεῖδον, οὐχὶ τῆς τοιαύτης προαιρέσεως ὄντας, οὔτε ὁμογνωμονοῦντας, ἐφ' οἷς κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς, ὡς δοκεῖν ἕτερόν τι γράφειν· ἦν δὲ ὁ καιρὸς βραχὺς ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων. Ἵνα οὖν μὴ τοῖς αὐτοῖς ἀεὶ τὰ τῆς Ἐκκλησίας περιπίπτη, καὶ ταραχὴ, καὶ θόρυβος καλινδούμενος ἅπαντα συγχέῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα ἔννομα καὶ ἀμετακίνητα διαφυλάττειν· τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι· δι' ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας· τοῖς δὲ πρέσβεσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα, τὸ τὴν ἀλήθειαν
Whence both Ursacius and Valens, since from of old they had been partakers and in agreement with the Arian dogma, were declared separated from our communion; in order that they might partake of which, for the things wherein they were conscious within themselves of having transgressed, they asked to obtain repentance and pardon, as the written documents executed by them also testify; through all of which sparing was granted, and pardon of their charges. Now the time at which these things were done was when the council of the synod was being held at Milan, the presbyters of the Church of the Romans also being present along with it; and knowing at the same time also that Constantine, worthy of memory after his decease, had set forth with all exactness and examination the faith that had been written. And since, when he departed from among men after being baptized, and withdrew to the peace due to him, it was absurd to innovate anything after that, and to despise so many holy confessors and martyrs, who were also the writers and discoverers of this decree; who have continued thinking all things according to the ancient law of the Church; whose faith God has transmitted even unto your times of the empire through our Master Jesus Christ, through Whom it has also been granted to you so to reign as to rule over our inhabited world as well. Again therefore these men, pitiable and wretched in mind, by an unlawful audacity proclaimed themselves heralds of their impious sentiment, and attempt to overturn every ordinance of truth. For when according to your ordinance the council of the synod was being held, those men too laid bare the design of their own deceit. For they attempted with a certain craftiness and tumult, bringing forward something, to innovate, having found caught together in such a faction Germinius, Auxentius, and Gaius, the men who cause strife and dissension; whose teaching, though one, has surpassed every multitude of blasphemies. But when they saw that we were not of such a purpose, nor of one mind with them in what they wrongly held, they moved themselves over into our council, so as to seem to be writing something else; but the time was short, and it exposed their opinions. So that the affairs of the Church may not keep falling into the same troubles, and disturbance and tumult rolling about may not confound everything, it seemed sound to keep what was defined of old as lawful and unalterable, and that the aforesaid should be separated from our communion. For this reason we have sent to your Clemency envoys to inform you, who will make known the judgement of the council through the letter; and before all things we charged the envoys that the truth
Notes, col. 697

On the reading

Printed 687, for 697.

Printed περιπίπτη, for περιπίπτῃ.

PG 26:700Read from the page
Διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληναίῳ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας, μήτε πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν ἐπιτρέψειας· ἀλλ' ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις· οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ Πνεύματος ἁγίου πεποιηκέναι φήσαιμεν ἄν. Τὰ γὰρ νῦν παρ' ἐκείνων καινοτομούμενα τοῖς μὲν πιστεύσασιν ἀπιστίαν ἐμποιεῖ, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα. Ἱκετεύομεν δὲ ἔτι, ἵνα κελεύσῃς ἐπισκόπους τοὺς ἐν ταῖς ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι· ἵνα μὴ ἔρημοι, τῶν ἐπισκόπων ἀφωρισμένων, αἱ Ἐκκλησίαι διαμένωσιν. Ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τῶν προϋπαρξάντων, μητε πλεονάζοι· ἀλλὰ πάντα ἄῤῥηκτα διαμείνῃ, ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα· μήτε λοιπὸν ἡμᾶς μοχθεῖν, καὶ τῶν οἰκείων παροικήσεων ἀλλοτρίους ἐπιτρέψειας γίνεσθαι· ἀλλ' ἵνα οἱ ἐπίσκοποι σὺν τοῖς ἰδίοις λαοῖς μετ' εἰρήνης εἰς εὐχάς τε καὶ λατρείας σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς βασιλείας, καὶ σωτηρίας, καὶ εἰρήνης, ἣν ἡ Θειότης σοι εἰς τὸ διηνεκὲς χαριεῖται. Οἱ δὲ ἡμέτεροι πρέσβεις τάς τε ὑπογρα-
Wherefore indeed we beseech your clemency, that with gentle ears and serene countenance you may look upon our envoys, and may not permit anything new to be altered in outrage of the departed; but that you may suffer us to abide in the things defined and enacted as law by our forefathers; whom we would say to have done all things with sagacity and prudence and the Holy Spirit. For the things now being innovated by those men produce unbelief in those who have believed, and cruelty in those who do not believe. And we beseech further, that you may command that the bishops tarrying in foreign lands, whom both the hardship of age and the want of poverty wear down, make an easy return to their own homes; so that the Churches may not remain desolate while the bishops are separated from them. And besides all things we beg this also, that nothing of the previously existing things may either be lacking or be in excess; but that all things may remain unbroken, preserved from your father's piety even unto the present time; and that you may not permit us hereafter to toil and to become strangers to our own dioceses; but that the bishops together with their own peoples in peace may have leisure for prayers and services, making supplication on behalf of your empire, and safety, and peace, which the Divinity will bestow upon you in perpetuity. And our envoys both the subscriptions
ΑΠΟΦΑΣΙΣ ΤΗΣ ΣΥΝΟΔΟΥ.
DECREE OF THE SYNOD.
11. Ἕως προσῆκον ἦν καὶ δυνατὸν, ἀδελφοὶ τιμιώτατοι, ἡ καθολικὴ σύνοδος καὶ ἡ ἁγία Ἐκκλησία τῇ ἰδίᾳ ὑπομονῇ καὶ ἀνεξικακίᾳ ἤνεγκεν οὐκ ἀγεννῶς Οὐρσάκιον, καὶ Οὐάλην, καὶ Γάϊον, καὶ Γερμίνιον, καὶ Αὐξέντιον· οἵτινες ἄλλοτε ἄλλα φρονοῦντες πάσας τὰς Ἐκκλησίας συνετάραξαν, οἳ καὶ νῦν ἐπιχειρῆσαι τετολμήκασι τὸν αἱρετικὸν λογισμὸν τῇ τῶν ὀρθοδόξων πίστει συνάψαι, καὶ διαλῦσαι τὴν ἐν Νικαίᾳ σύνοδον, ἥτις ἀντίμαχος ὑπάρχει τῇ τῶν Ἀρειανῶν αἱρέσει· ἔξωθεν ἰδίαν τινὰ καὶ ἀλλοτριωτάτην τῆς ἁγιωτάτης Ἐκκλησίας συγγραφεῖσαν πίστιν προσφέροντες· ἥντινα ἡμᾶς δέξασθαι ἀθέμιτον ἡγησάμεθα·
11. As long as it was fitting and possible, most honoured brethren, the catholic synod and the holy Church by its own patience and forbearance bore not ignobly with Ursacius, and Valens, and Gaius, and Germinius, and Auxentius; who by thinking different things at different times threw all the Churches into confusion, and who now also have dared to attempt to join their heretical reasoning to the faith of the orthodox, and to dissolve the synod at Nicaea, which stands opposed to the heresy of the Arians; bringing forward from without a certain faith of their own, composed as most alien to the most holy Church; which we deemed it unlawful for us to receive;
Notes, col. 700

On the reading

Printed μητε, for μήτε.

PG 26:701Read from the page
ἔκπαλαι γὰρ οὗτοι αἱρετικοὶ ὄντες καὶ τἀναντία φρονοῦντες καὶ νῦν ἀπεδείχθησαν· οὓς πρὸς τὴν ἡμετέραν κοινωνίαν συνελθεῖν οὐκ ἐπιτρέπομεν, τῇ ἰδίᾳ φωνῇ παρόντας αὐτοὺς κατακρίναντες, καὶ καθαιροῦντες. Νῦν τοίνυν, ὅπερ δοκεῖ, ἀποφήνασθε· ἵνα ἑνὸς ἑκάστου ἡ γνῶσις ἐκ τῆς ὑπογραφῆς εἴη βέβαιος. Ὁμοθυμαδὸν οἱ ἐπίσκοποι φάσκομεν· Οἱ προειρημένοι ἐχθροὶ καθαιρεθῶσιν, ἵνα ἡ καθολικὴ πίστις ἐν εἰρήνῃ διαμείνῃ. Καὶ τὰ μὲν ἐν τῇ Ἀριμίνῳ πραχθέντα ταχεῖαν καὶ τοιαύτην ἔσχε τὴν διάλυσιν. Οὐδεὶς γὰρ ἐκεῖ διεφώνησεν, ἀλλὰ πάντες συμφώνως ὡς ἔγραψαν τὰ δόξαντα, καὶ τοὺς Ἀρειανοὺς καθῄρησαν.
for these men, being heretics from of old and thinking the contrary, have now also been shown to be such; whom we do not permit to come together into our communion, having by our own voice condemned them while present, and deposing them. Now therefore, declare what seems good; so that the judgement of each one may be sure from his subscription. With one accord we the bishops say: Let the aforesaid enemies be deposed, so that the catholic faith may remain in peace. And the things done at Ariminum had such a speedy conclusion. For no one disagreed there, but all harmoniously wrote down the things decreed, and deposed the Arians.
12. Τὰ δὲ ἐν Σελευκείᾳ τῇ Τραχείᾳ γενόμενα ταῦτά ἐστι. Μὴν μὲν ἦν ὁ κατὰ Ῥωμαίους καλούμενος Σεπτέμβριος, κατὰ δὲ τοὺς Αἰγυπτίους Θὼθ, καὶ κατὰ Μακεδόνας Γορπιαῖος, καὶ ἡμέρα τοῦ μηνὸς κατ' Αἰγυπτίους ἑκκαιδεκάτη, εἰς ἣν συνέδραμον πάντες οἱ κληθέντες συνελθεῖν· ἦσαν δὲ κἀκεῖ που ρξʹ· πολλῶν δὲ ὄντων τῶν ἐν αὐτοῖς κατηγορουμένων, καὶ τῶν κατηγορούντων βοώντων κατ' αὐτῶν, Ἀκάκιος καὶ Πατρόφιλος, καὶ Οὐράνιος ὁ ἀπὸ Τύρου, καὶ Εὐδόξιος ὁ ἐπεισπηδήσας τῇ Ἀντιοχέων Ἐκκλησίᾳ, Λεόντιός τε καὶ Θεόδοτος, καὶ Εὐάγριος, καὶ Θεόδουλος, καὶ Γεώργιος ὁ διωχθεὶς ἀπὸ τῆς οἰκουμένης, πράττουσί τι πανοῦργον. Φοβηθέντες γὰρ τοὺς κατ' αὐτῶν παρὰ τῶν κατηγόρων ἐλέγχους, προσελάβοντο τοὺς ἄλλους τῆς Ἀρείου μερίδος, τοὺς εἰς αὐτὸ τοῦτο μισθωτοὺς εἰς ἀσέβειαν γινομένους, καὶ κατασταθέντας παρὰ Σεκούνδου τοῦ καθαιρεθέντος παρὰ τῆς μεγάλης συνόδου· ἀπὸ μὲν τῆς Λιβύης Στέφανον καὶ Σερᾶν, καὶ Πολυδεύκην, κατηγορουμένους ἐπὶ διαφόροις ἐγκλήμασι· καὶ λοιπὸν Παγκράτιον, καὶ Πτολεμαῖον, Μελιτιανόν τινα, καὶ σχηματισάμενοι δῆθεν περὶ πίστεως ζητεῖν, οὐκ ἐλάνθανον τοὺς κατηγόρους δεδιότες· καὶ τὴν αἵρεσιν ἐξεδίκουν, καὶ λοιπὸν ἐσχίσθησαν· καὶ οἱ μὲν μετὰ τῶν περὶ Ἀκάκιον ἦσαν ὕποπτοι, καὶ ὀλίγιστοι παντελῶς· οἱ δὲ ἄλλοι τὸ πλῆθος ἦσαν. Οἱ μὲν οὖν περὶ Ἀκάκιον ἀποχρησάμενοι τῷ τῆς ἀπονοίας θράσει, τέλεον ἠρνοῦντο τὰ ἐν Νικαίᾳ γραφέντα, καὶ τὴν σύνοδον διέβαλλον· οἱ δὲ ἄλλοι (τὸ πλῆθος δὲ ἦσαν οὗτοι) τὰ μὲν ἄλλα πάντα τῆς συνόδου ἀπεδέχοντο· μόνην δὲ τὴν τοῦ ὁμοουσίου λέξιν, ὡς ἐκ τῆς ἀσαφείας ὕποπτον, ἐπροφασίζοντο. Ἐγχρονιζόντων τοίνυν ἐν τῷ τόπῳ, καὶ τῶν μὲν κατηγόρων ἐπικειμένων, τῶν δὲ κατηγορουμένων φευγόντων, καὶ διὰ τοῦτο πλέον ἐξ ἀσεβείας ἐξαγομένων, καὶ βλασφημούντων εἰς τὸν Κύριον, ἠγανάκτησε τὸ πλῆθος τῶν ἐπισκόπων, καὶ καθῄρησαν μὲν Ἀκάκιον, Πατρόφιλον, Οὐράνιον, Εὐδόξιον, καὶ τὸν ἀπὸ ὑποδεκτῶν Γεώργιον, καὶ ἄλλους ἀπὸ τῆς Ἀσίας,
12. And the things that took place at Seleucia the Rugged are these. The month was the one called September according to the Romans, Thoth according to the Egyptians, and Gorpiaeus according to the Macedonians, and the day of the month according to the Egyptians the sixteenth, on which all who had been summoned to assemble ran together; and there too there were about 160; and as there were many among them who were accused, and the accusers were crying out against them, Acacius and Patrophilus, and Uranius of Tyre, and Eudoxius who had intruded into the Church of the Antiochenes, Leontius and Theodotus, and Evagrius, and Theodulus, and George who had been driven out from the inhabited world, do a crafty thing. For fearing the proofs brought against them by the accusers, they took to themselves the others of the party of Arius, men who were hirelings for this very purpose unto impiety, and had been ordained by Secundus who was deposed by the great synod: from Libya, Stephen and Seras and Polydeuces, who were accused on various charges; and besides, Pancratius, and Ptolemaeus, a certain Melitian; and having pretended forsooth to inquire concerning faith, they did not escape notice as fearing their accusers; and they defended the heresy, and consequently they were divided; and those with the party of Acacius were under suspicion, and altogether very few; whereas the others were the multitude. Those around Acacius, therefore, presuming upon the boldness of their folly, completely denied the things written at Nicaea, and traduced the synod; while the others (and these were the multitude) accepted all the other things of the synod, but took exception only to the word homoousios, as suspicious because of its obscurity. As they tarried therefore in the place, and the accusers pressed hard, while the accused fled, and on this account were carried away still more by impiety, and blasphemed against the Lord, the multitude of the bishops was indignant, and deposed Acacius, Patrophilus, Uranius, Eudoxius, and George the former receiver, and others from Asia,
PG 26:704Read from the page
Λεόντιον καὶ Θεοδόσιον, Εὐάγριον καὶ Θεόδουλον· ἀκοινωνήτους δὲ πεποιήκασιν Ἀστέριον, Εὐσέβιον, Αὔγαρον, καὶ Βασιλικὸν, καὶ Φοῖβον, καὶ Φιδήλιον, καὶ Εὐτύχιον, καὶ Εὐστάθιον, καὶ Μάγνον. Τοῦτο δὲ πεποιήκασιν, ἐπειδὴ, κληθέντες ἀπολογήσασθαι ἐφ' οἷς αὐτῶν πλεῖστοι κατηγόρουν, οὐκ ἀπήντησαν· καὶ ὥρισαν οὕτω μένειν αὐτοὺς, ἕως ἂν, ἀπολογησάμενοι, δείξωσιν ἑαυτοὺς καθαροὺς ἀπὸ τῶν ἐπιφερομένων αὐτοῖς ἐγκλημάτων. Γράψαντές τε εἰς τὴν ἑκάστου παροικίαν τὴν κατ' αὐτῶν γενομένην κρίσιν, ἀνῆλ-
Leontius and Theodosius, Evagrius and Theodulus; and they excommunicated Asterius, Eusebius, Augarus, and Basilicus, and Phoebus, and Fidelius, and Eutychius, and Eustathius, and Magnus. And they did this because, when summoned to make their defence regarding the things of which very many accused them, they did not appear; and they decreed that they should remain thus until, having made their defence, they should show themselves pure from the charges brought against them. And having written to the diocese of each the judgement passed against them, they went up
13. Τίς τοίνυν οὐκ ἂν ἀποδέξαιτο μὲν τὴν εὐλάβειαν τῶν ἐν τῇ Ἀριμίνῳ συνόδῳ συνελθόντων ἐπισκόπων; οἳ τοσοῦτον κάματον ὁδοῦ, καὶ θαλάττης κινδύνους ὑπέμειναν, ἵνα τοὺς μὲν φρονοῦντας τὰ Ἀρείου καθέλωσι, τοὺς δὲ τῶν Πατέρων ὅρους ἀκεραίους φυλάξωσιν, ὁσίως καὶ κανονικῶς τοῦτο βουλευσάμενοι. Ἡγεῖτο γὰρ ἕκαστος αὐτῶν, εἰ λύσαιεν τὰ τῶν πρὸ αὐτῶν, πρόφασιν διδόναι τοῖς μετὰ ταῦτα, ὥστε λῦσαι τὰ παρ' αὐτῶν νῦν γιγνόμενα. Τίς δὲ οὐκ ἂν καταγνοίη τῆς εὐχερείας τῶν περὶ Εὐδόξιον καὶ Ἀκάκιον, οἳ τὴν τῶν ἑαυτῶν Πατέρων τιμὴν προπίνουσι τῇ πρὸς τοὺς Ἀρειομανίτας σπουδῇ καὶ χάριτι; Ποία γὰρ πίστις τοῖς παρ' αὐτῶν γινομένοις, εἰ τὰ τῶν προτέρων καταλύεται; ἢ πῶς Πατέρας ὀνομάζουσιν, οὓς διεδέξαντο, ὧν αὐτοὶ τῆς γνώμης κατήγοροι γίνονται; Μάλιστα δὲ Ἀκάκιος τί ἂν εἴποι πρὸς Εὐσέβιον τὸν ἑαυτοῦ διδάσκαλον, ὃς οὐ μόνον ὑπέγραψεν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, ἀλλὰ γὰρ καὶ δι' ἐπιστολῆς ἐδήλωσε τοῖς ὑπ' αὐτὸν λαοῖς ταύτην εἶναι πίστιν ἀληθῆ, τὴν ὁμολογηθεῖσαν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ; εἰ γὰρ καὶ ὡς ἠθέλησεν ἀπελογήσατο διὰ τῆς ἐπιστολῆς, ἀλλά γε τὰς λέξεις οὐκ ἠρνήσατο, ἀλλὰ καὶ κατηγόρησε τῶν Ἀρειανῶν, ὅτι λέγοντες, Οὐκ ἦν πρὶν γεννηθῇ ὁ Υἱὸς, οὐδὲ πρὸ Μαρίας αὐτὸν ἤθελον εἶναι. Τί ἄρα καὶ διδάξουσι τοὺς λαοὺς, τοὺς παρ' ἐκείνων διδαχθέντας; ὅτι ἐσφάλησαν οἱ Πατέρες; καὶ πῶς αὐτοὶ πιστευθήσονται παρ' αὐτοῖς, οὓς διδάσκουσι παρακούειν τῶν διδασκάλων; Ποίοις δὲ ὄμμασι ἐμβλέψονται καὶ τοῖς μνήμασι τῶν Πατέρων, οὓς ὀνομάζουσι νῦν αἱρετικούς; Τί δὲ τοὺς ἀπὸ Οὐαλεντίνου, καὶ Φρυγίας, καὶ Μανιχαίους διασύρουσι, τοὺς δὲ τὰ ὅμοια φθεγξαμένους, ὡς ὑπονοοῦσιν αὐτοὶ, ἁγίους ὀνομάζουσιν; Ἢ πῶς ἔτι δύνανται αὐτοὶ εἶνα ἐπίσκοποι, εἰ παρ' αἱρετικῶν, ὡς αὐτοὶ διαβάλλουσι, κατεστάθησαν; Εἰ δὲ καὶ κακῶς ἐφρόνησαν, καὶ γράψαντες ἐπλάνησαν τὴν οἰκουμένην, παυθήτω τέλεον καὶ ἡ περὶ τούτων μνήμη· καὶ εἰ τὰ γράμματα αὐ-
13. Who therefore would not approve the reverence of the bishops who assembled at the synod in Ariminum? who endured so great a toil of journey and dangers of sea, so that they might depose those who held the views of Arius, and might guard intact the definitions of the Fathers, having resolved upon this piously and canonically. For each of them considered that, if they should undo the acts of those before them, they would give a pretext to those after these things to undo the things now being done by them. And who would not condemn the levity of those around Eudoxius and Acacius, who betray the honour of their own Fathers for the sake of zeal and favour towards the Ariomaniacs? For what trustworthiness is there in the things done by them, if the acts of their predecessors are undone? Or how do they call Fathers those whom they succeeded, of whose judgement they themselves become accusers? And above all, what could Acacius say to Eusebius his own teacher, who not only subscribed in the synod at Nicaea, but indeed also through a letter declared to the peoples under him that this was the true faith, that which was confessed in the synod at Nicaea? For even if he defended himself as he wished through the letter, yet he did not deny the expressions, but even accused the Arians, because in saying, The Son was not before He was begotten, they did not wish Him to exist even before Mary. What then will they also teach the peoples who were taught by those men? that the Fathers erred? And how will they themselves be believed among those whom they teach to disregard their teachers? And with what eyes will they look even upon the tombs of the Fathers, whom they now call heretics? And why do they disparage those from Valentinus, and Phrygia, and the Manichaeans, while those who uttered like things, as they themselves suppose, they call saints? Or how can they themselves still be bishops, if they were ordained by heretics, as they themselves traduce them? And if they both thought badly and by writing led astray the inhabited world, let the memory of them also cease completely; and if their writings
14. Ὁ μὲν οὖν μακάριος Ἀπόστολος ἀποδέχεται τοὺς Κορινθίους λέγων· «Ὅτι πάντα μου μέμνησθε,
14. Now the blessed Apostle commends the Corinthians, saying: "Because you remember me in all things,
Notes, col. 704

On the reading

Printed εἶνα, for εἶναι.