Migne Reading Room

PG 24 · cols. 744–753 · Read from the page

Against Marcellus

Against Marcellus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:744Read from the page
νεται. Καὶ ταῦτα δὲ ἀγνοήσας ὁ γενναῖος, πειρᾶται ἡμῖν ἐξ Ἑλληνικῶν ἀναγνωσμάτων τὴν τῶν θείων Παροιμιῶν διάνοιαν προστιθέναι, τοῦτον γράφων αὐτοῖς ῥήμασι τὸν τρόπον.
cerned. And being ignorant of these things also, this noble man attempts to supply for us from Greek readings the meaning of the divine Proverbs, writing in these very words after this manner.
ΚΕΦ. Γʹ.
Chapter III.
Μαρκέλλου περὶ τῶν παρ' Ἕλλησι παροιμιῶν.
Of Marcellus concerning the proverbs among the Greeks.
« Οὐδὲν γὰρ ἄτοπον οἶμαι ἐν τῷ παρόντι ὀλίγον τῶν ἔξωθεν ὑπομνῆσαι παροιμιῶν. Ἀλλ' ἢ τέθνηκεν ἢ διδάσκει γράμματα. Ταύτην τὴν παροιμίαν πρὸς μὲν τὸ φαινόμενον τοῦ γράμματος, ὑπολάβοι ἄν τις κατὰ τῶν γράμματα διδασκόντων εἰρῆσθαι· ἐπεὶ καὶ ἕτερός τις τῶν παρ' αὐτοῖς ἐδίδασκε τὰ γράμματα. Ἐγὼ δ' ἐφοίτων, ἔφη, τὸ δ' οὐχ οὕτως ἔχειν, οἱ τὰ ὑπομνήματα γράψαντες ἔφασαν. Ἀλλ' ἐπαιδὴ Ἀθηναίους Σικελιῶταί φασιν πολέμῳ νικήσαντες, μόνους ἔσωζον τοὺς παιδείαν σκηπτομένους, διδασκάλους αὐτοὺς τοῖς παισὶν ἄγοντες, τοὺς δὲ ἄλλους πάντας ἐφόνευον· ἐξ αὐτῶν δέ τινας φυγόντας, καὶ ἐπανελθόντας, ἐρωτωμένους τε ὑπ' Ἀθηναίων περί τινων διαφερόντων αὐτοῖς, ἔφασαν εἰρηκέναι, Ἀλλ' ἢ τέθνηκεν, ἢ διδάσκει γράμματα. Τί δὲ καὶ τὸ, Αἲξ τὴν μάχαιραν, νομίσειεν ἄν τις ἵνα θῶ πρότερον τὰ περὶ αὐτῆς λεγόμενα πάντως που, διὰ (τὸ) τὴν θυομένην αἶγα εἰς τὴν μάχαιραν ἀφορᾷν, εἰρῆσθαι τὴν παροιμίαν. Ἀλλ' οὐ τινὲς τοῦτ' ἔφασαν οἱ παλαιοί· οὐδὲ γὰρ παροιμία ἦν ἂν ἡ λεχθεῖσα, εἴγε τοῦθ' οὕτως εἶχε, (τοῦτο γὰρ ἀκόλουθον ἦν ἐκ τῶν φαινομένων ἐννοεῖν,) ἀλλ' ἐπὶ τῶν ἑαυτοῖς κακὰ προξενούντων εἰρῆσθαι τοῦτό φασι. Φασὶ γὰρ Μηδείαν ἐν Κορίνθῳ τὰ τέκνα ἀποκτείνασαν, κατακρύψαι τὴν μάχαιραν αὐτόθι. Τοὺς δὲ Κορινθίους, κατὰ χρησμὸν αὐταῖς δοθέντα, αἶγα μέλαιναν ἐναγίζοντας, ἀπορεῖν μαχαίρας. Τὴν δὲ αἶγα, σκάλλουσαν τῷ ποδὶ,
"For I think it nothing out of place at present to recall briefly some of the secular proverbs. Either he has died or he teaches letters. According to the surface appearance of the wording, one might suppose this proverb to have been spoken in disparagement of those who teach letters; since another also among them used to teach letters: 'And I used to attend school,' said he; whereas those who wrote the commentaries said that the matter did not stand thus. Rather, since they say that the Siceliots, having conquered the Athenians in war, spared only those who professed education, taking them as teachers for their children, while slaying all the others, they said that certain of them who escaped and returned, on being questioned by Athenians concerning persons connected with them, had said, Either he has died, or he teaches letters. And why too — that I may set down first the things said concerning it — would anyone doubtless suppose with regard to the saying, The she-goat the knife, that the proverb has been spoken on account (of the fact) that the she-goat being sacrificed gazes at the knife? Yet certain of the ancients did not say this; for what was spoken would not have been a proverb if this had been so (for this was natural to conceive from appearances), rather they say that this has been spoken of those who procure evils for themselves. For they say that Medea, having slain her children in Corinth, hid the knife in that very spot; and that the Corinthians, when offering a black she-goat as a sacrifice according to an oracle given to them, lacked a knife; and that the she-goat, pawing with its foot,
Notes, col. 744

On the reading

Printed ἐπαιδὴ, for ἐπειδὴ.

Printed Μηδείαν, for Μήδειαν.

Printed αὐταῖς, for αὐτοῖς.

PG 24:745Read from the page
« την Μηδείας ἀνευρεῖν μάχαιραν, καὶ αὐτῇ τυθῆναι.
"to have uncovered the knife of Medea, and to have been sacrificed with it.
« Τί δὲ τὸ, Ἅλις δρυὸς, σημαίνει; φησί τις· οὐ γὰρ δυνατὸν ἐκ τοῦ προχείρου γιγνώσκειν τὴν παροιμίαν. Οἱ παλαιοὶ, ὡς ἔφασαν, πρὸ τῆς τοῦ σίτου γεωργίας, βαλανηφαγοῦντες, ἐπειδὴ, ὡς ᾤοντο, ὁ καρπὸς οὗτος ὕστερον εὑρέθη, ἐκείνῳ προσέχοντες τὸν νοῦν καὶ τῇ μεταβολῇ προσχαίροντες, Ἅλις δρυὸς, ἔλεγον. Καὶ τοῦτο τὴν παροιμίαν ἔφασαν εἶναι. Αὖθίς τε ἑτέρας παροιμίας, ὑπὸ πλείστων τῶν παρ' αὐτοῖς σοφῶν ἐν πλείστοις καὶ διαφόροις βιβλίοις εἰρημένης, τίνα περὶ αὐτῆς γεγράφασιν, οἱ τὰς παροιμίας ἑρμηνεῦσαι προελόμενοι, ἀναγκαῖον ἐν τῷ παρόντι μνημονεῦσαι. Ἀλλ' ἵν' ἐλέγξωμεν Ἀστέριον, καὶ ἀπὸ τῶν ἔξωθεν αὐτὸν μαθημάτων εἰδότα μὲν ἀκριβῶς τὸ τῆς παροιμίας ἐξαίρετον, ἐν δὲ τῷ παρόντι ἄγνοιαν προσποιηθέντα, ἵνα τὸ ἑαυτοῦ βούλημα διὰ τῆς τοῦ παροιμιώδους ῥητοῦ χρήσεως πιθανῶς κατασκευάζειν δόξῃ. Ἔστι δὲ, Γλαύκου τέχνη· ταύτης οἱ ἔξωθεν σοφοὶ τῆς παροιμίας μνημονεύσαντες διαφόρως αὐτὴν ἐξηγήσαντο. Ὁ μὲν γὰρ αὐτῶν τις ἔφη, Γλαῦκόν τινα ἐπιστήμονα τέχνης τινὸς γεγονότα, πολλῶν οὖσαν θαυμασιωτάτην, ἀπολέσθαι ἅμα ἐκείνῳ κατὰ θάλατταν, μηδενός πω διαχηκοότος αὐτῆς. Ἕτερος δὲ, τὴν ἐπ' ἄκρον μουσικῆς ἐμπειρίαν μαρτυρήσας τῷ Γλαύκῳ, τοὺς κατασκευασθέντας ὑπ' αὐτοῦ δίσκους χαλκοῦς φησι τέσσαρας, πρὸς τὸ ἐμμελῆ τινα τῆς κρούσεως τὴν συμφωνίαν τῶν φθόγγων ἀποτελεῖν· ἔνθεν τε εἰρῆσθαι τὴν παροιμίαν. Ἄλλος δέ τις Ἀλυαττικῶν ἀναθεμάτων φησὶν ἀνακεῖσθαι κρατῆρα καὶ ὑποκρατήριον θαυμάσιον, Γλαύκου Χίου ποίημα. Ἕτερος δὲ, Γλαῦκον αὐτὸν ἀναθεῖναι εἰς Δελφοὺς τρίποδα χαλκοῦν, οὕτω δημιουργήσαντα τοῖς παχέως τε κρουομένου, τούς τε πόδας, ἐφ' ὧν βέβηκε, καὶ τὸν ἄνω περικείμενον, καὶ τὴν στεφάνην τὴν ἐπὶ τοῦ λέβητος, καὶ τὰς ῥάβδους διὰ μέσου τεταγμένας, φθέγγεσθαι λύρας φωνῇ. Καὶ αὖθις ἕτερος, ἀπὸ Γλαύκου τινὴς δόξαντός τι πλέον πεποιηκέναι εἰρῆσθαι τὴν παροιμίαν.
"And what does 'Enough of the oak' mean? someone says; for it is not possible offhand to know the proverb. The ancients, as they said, before the cultivation of grain, eating acorns, when, as they supposed, this crop was afterwards discovered, turning their mind to that and rejoicing at the change, used to say, 'Enough of the oak.' And this they said was the proverb. And again, concerning another proverb spoken of by very many of the wise men among them in very many and diverse books, it is necessary at present to recall what those who chose to interpret the proverbs have written about it. Yet only that we may refute Asterius, since even from secular studies he knew accurately the distinctive point of the proverb, whereas at present he feigned ignorance, so that he might seem plausibly to establish his own intention through the use of the proverbial saying. And it is, 'The art of Glaucus'; the secular wise men who made mention of this proverb explained it variously. For one of them said that a certain Glaucus had become skilled in a certain art which was most marvellous of many, and that it perished together with him at sea, before anyone had yet heard it through. Another, bearing witness to supreme experience in music in Glaucus, says that the four bronze discs fashioned by him were made towards producing by their striking a certain melodious harmony of sounds; and that from this the proverb was spoken. And someone else says that among the votive offerings of Alyattes there was dedicated a mixing-bowl and a marvellous stand, the work of Glaucus of Chios. Another says that Glaucus himself dedicated at Delphi a bronze tripod, having wrought it in such a way for them that even when heavily struck, both the feet upon which it stood, and the rim set round above, and the crown upon the cauldron, and the rods arranged through the midst, sounded with the voice of a lyre. And again another says that the proverb was spoken from a certain Glaucus who was thought to have accomplished something more.
« Ὁρᾷς, ὅπως τὸ δυσχερὲς τῆς παροιμίας καὶ διὰ τούτου δείκνυται, διὰ τοῦ μηδὲ ἐπὶ τῆς αὐτῆς ἑρμηνείας στῆναι τοὺς τὴν παροιμίαν ταύτην ἐξηγήσασθαι βουληθέντας. Οὕτω δυσεύρητόν τι πρᾶγμα τὸ τῆς παροιμίας καὶ παρὰ τοῖς ἔξωθεν εἶναι δοκεῖ. Διὸ καί τις τῶν παρ' αὐταῖς σοφῶν, συναγαγὼν τὰς
"Do you see how the difficulty of the proverb is shown through this also, through the fact that those who wished to explain this proverb did not even stand upon the same interpretation? So hard a thing to discover does the matter of the proverb seem to be even among those outside. Wherefore also one of the wise men among them, having collected the
Notes, col. 745

On the reading

Printed την, for τὴν.

Printed διαχηκοότος, for διακηκοότος.

Printed τινὴς, for τινὸς.

Printed αὐταῖς, for αὐτοῖς.

PG 24:748Read from the page
« ὑπὸ πολλῶν καὶ διαφόρως λεχθείσας παροιμίας, εἰς αὐτὰς γέγραφεν ἓξ βιβλία· δύο μὲν τῶν ἐμμέτρων, τῶν δὲ ἀμέτρων τέσσαρα. Ταύτας δὲ παροιμίας ὠνόμασαν οἱ ἔξωθεν δι' οὐδὲν ἕτερον, ἐμοὶ δοκεῖν, ἀλλ' ἐπειδὴ ταῖς τοῦ σοφωτάτου Σολομῶνος Παροιμίαις ἐντυχόντες, καὶ γνόντες δι' αὐτῶν, ὅτι οὐδέν ἐστιν ἐκ τυῦ προχείρου σαφῶς τῶν ἐν αὐταῖς εἰρημένων μαθεῖν, καὶ αὐτοὶ ζηλῶσαι τὸ προφητικὸν βουληθέντες γράμμα, τὸν αὐτὸν ἐκείνῳ γεγράφασι τρόπον. Εἶτα, ὡς μηδὲν ἕτερον ὄνομα κυριώτερον ἐκείνου ἐπινοῆσαι δυνηθέντες, καὶ ταύτας Παροιμίας ὠνόμασαν. »
"proverbs spoken by many and in diverse ways, has written six books upon them: two of those in metre, and four of those not in metre. And those outside named these 'Proverbs' for no other reason, it seems to me, than because, having lighted upon the Proverbs of the most wise Solomon, and having perceived through them that it is impossible offhand to learn clearly any of the things spoken in them, and wishing themselves also to emulate the prophetic writing, they have written in the same manner as he. Then, being able to devise no other name more fitting than that, they named these also 'Proverbs.'"
Διὰ τοιούτων Μάρκελλος παραθέσεων τὴν Ἐκκλησίαν τοῦ Θεοῦ διδάσκειν τὰς θεοπνεύστους νοεῖν πειρᾶται Γραφάς. Ὅλην δὲ ταύτην παρεθέμην τὴν μακρὰν καὶ ἀδόλεσχον περιττολογίαν, δεῖξαι βυυλόμενος αὐτοῦ τὴν ἄνοιαν τῆς πολλῆς καὶ ἀκαίρου φιλοτιμίας, ᾗ κέχρηται ὁ ἀνὴρ, τῶν μὲν Ἑλληνικῶν λόγων ἐπιδεικτικῶς, τῶν δὲ θείων ἀμνημόνως. Οὐ γὰρ ἄν ποτε εἰς τοσαύτην ἐξέπιπτε φλυαρίαν, εἰ τῶν ἀποστολικῶν ἐμέμνητο παραγγελμάτων, δι' ὧν παραινεῖ χρῆναι, τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν λαλεῖν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς Πνεύματος, πνευματικὰ πνευματικοῖς συγκρίνοντας. Οὐδὲ νοήσας ὅπως ἐλέχθη τὸ, Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ. Μωρία γὰρ αὐτῷ ἐστι· καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. Ταῦτα δὲ ἀγνοήσας, τοὺς Ἑλλήνων σοφοὺς ὑπέλαβε γνῶσιν ἐσχηκέναι τῆς ὑπὸ τοῦ Θεοῦ τῷ Σολομῶνι χαρισθείσης σηφίας, καὶ γνόντας ζηλῶσαι τὸ προφητικὸν, ὡς αὐτός φησι, γράμμα. Καὶ πῶς οἷοί τ' ἦσαν γνῶνσι τὰ θεῖα καὶ ζηλῶσαι οἱ ψυχικοὶ, καὶ οὐκ εἰδότες πνευματικὰ πνευματικοῖς συγκρίνειν, τοῦ θείου Ἀποστόλου ἀποφηναμένου, Ψυχικὸν ἄνθρωπον μὴ δέχεσθαι τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· τοῦ δ' αὐτοῦ φήσαντος, Μὴ δύνασθαι γνῶναι τὸν ψυχικὸν τὰ πνευματικὰ, ὅτι πνευματικῶς ἀνακρίνεται· ἀντιδοξάζων ὁ γενναῖος τῷ Ἀποστόλῳ φάσκει, τὸν αὐτὸν τρόπον τῷ Σολομῶνι γεγραφέναι τοὺς τὰς Ἑλληνικὰς παροιμίας πεποιημένους. Λέγει δὲ οὖν ἐπὶ λέξεως· « Ἐπειδὴ ταῖς τοῦ σοφωτάτου Σολομῶνος Παροιμίαις ἐντυχόντες, καὶ γνόντες δι' αὐτῶν ὅτι οὐδέν ἐστιν ἐκ τοῦ προχείρου σαφῶς τῶν ἐν αὐταῖς εἰρημένων μαθεῖν, καὶ αὐτοὶ ζηλῶσαι τὸ προφητικὸν βουληθέντες γράμμα, τὸν αὐτὸν ἐκείνῳ γεγράφαπι τρόπον. » Σκέψαι δὲ καὶ ἄλλως ἐξ αὐτῶν τῶν παραθέσεων, ὅσον τῆς ἀληθείας διήμαρτεν, εἰπὼν τοὺς παρ' Ἕλλησι, τὸν αὐτὸν τῷ Σολομῶνι γεγραφέναι τρόπον. Ὁ μὲν γὰρ Σολομὼν, θεοδωρήτῳ σοφίᾳ κι-
Through such citations Marcellus attempts to teach the Church of God to understand the God-inspired Scriptures. And I have set down the whole of this long and garrulous verbosity, wishing to show the folly of his great and unseasonable ostentation, which the man employs with a display of Greek learning, yet unmindful of divine things. For never would he have fallen into such nonsense if he had remembered the apostolic injunctions, whereby he exhorts that we ought to speak the things freely given to us by God, not in words taught by human wisdom, but in those taught by the Spirit, comparing spiritual things with spiritual. Nor did he understand how that saying was spoken, A natural man does not receive the things of the Spirit of God; for they are foolishness to him; and he cannot know them, because they are spiritually discerned. Being ignorant of these things, he supposed that the wise men of the Greeks had possessed knowledge of the wisdom freely given by God to Solomon, and having perceived it, emulated the prophetic writing, as he himself says. And how were natural men, who did not know how to compare spiritual things with spiritual, able to know divine things and to emulate them, when the divine Apostle had declared that a natural man does not receive the things of the Spirit of God, and when the same had said that the natural man cannot know spiritual things, because they are spiritually discerned? Holding the opposite opinion to the Apostle, this noble fellow asserts that those who composed the Greek proverbs wrote in the same manner as Solomon. Accordingly he says word for word: "Because, having lighted upon the Proverbs of the most wise Solomon, and having perceived through them that it is impossible offhand to learn clearly any of the things spoken in them, and wishing themselves also to emulate the prophetic writing, they have written in the same manner as he." Consider also in another way from the citations themselves how far he erred from the truth in saying that those among the Greeks had written in the same manner as Solomon. For Solomon indeed, by God-given wisdom being
Notes, col. 748

On the reading

Printed τυῦ, for τοῦ.

Printed βυυλόμενος, for βουλόμενος.

Printed σηφίας, for σοφίας.

Printed γνῶνσι, for γνῶναι.

Printed γεγράφαπι, for γεγράφασι.

PG 24:749Read from the page
νούμενος, πᾶσαν αὐτοῦ τὴν γραφὴν ἐπ' ὠφελείᾳ καὶ σωτηρίᾳ ψυχῶν τῷ τῆς θεοσεβείας ἀνετίθει λόγῳ, γυμνασίου δ' ἕνεκεν τῆς τῶν ἐντυγχανόντων διανοίας, σκοτεινοῖς ἐχρῆτο προβλήμασι, καὶ λόγων στροφαῖς, καὶ φωναῖς δι' αἰνιγμάτων προενηνεγμέναις. Καὶ τοῦτο δ' ἐν ἀρχῇ τῆς βίβλου μαρτύρεται λέγων· « Τῶν δὲ γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται· ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται, νοήσει τε πτραβολὴν σκοτεινῶν λάγων, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. » Καὶ πάλιν, δέξασθαι στροφὰς λόγων· « Ἃ δὴ καὶ οὕτως ἔχοντα ἐκ τῶν ἐμφερομένων τῇ βίβλῳ καταμαθεῖν ῥᾴδιον, ἄλλως οὐ δυναμένων νοηθῆναι, ἢ διιόντων ἡμῶν ἐκ τῆς προχείρου λέξεως ἐπὶ τὸν ἐξ αὐτῆς θεωρούμενον νοῦν· οἷόν ἐστι τὸ, Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι· καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτήν, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη, εἰπεῖν ἱκανόν. Καὶ Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε, στύλους ἑπτὰ, ἔσφαξε τὰ ἑαυτῆς θύματα· ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον. Καὶ ὅσα ἄλλα τούτοις παραπλήσια, οὐχ ἑτέρως δυνατὰ νοεῖσθαι, οὔτε προχείρως, οὔτε ἐκ τινος ἱστορίας, εἰ μὴ κατὰ μόνην μεταφορὰν καὶ ἀναστροφὴν τῆς λέξεως. » Αἱ δ' ἐκτεθεῖσαι τῶν Ἑλλήνων παροιμίαι ἀπό τινων ἱστοριῶν τὰς ἀρχὰς εἰλήφασι. Τὸ γὰρ, Ἢ τέθνηκεν, ἢ διδάσκει γράμματα, διὰ τήνδε, φησὶν, ἐλέχθη τὴν ἱστορίαν, καὶ δι' ἑτέραν πάλιν γενομένην πρᾶξιν τὸ, Αἲξ τὴν μάχαιραν, εἰρῆσθαι· καὶ τὸ, Ἅλις δρυὸς, ὡσαύτως, διὰ τὸ βαλανηφαγοῦντάς ποτε παύσασθαι τῆς τοιαύτης τροφῆς. Εἰ δὲ καὶ Γλαῦκός τις, ἐπιστήμων τέχνης τινὸς γεγονὼς, διαφόρως ἐμνημονεύθη παρὰ τοῖς μετὰ ταῦτα διαφωνήσασιν ἐν τῷ περὶ αὐτοῦ λόγῳ, τί τοῦτο πρὸς τὰς θεοπνεύστους παροιμίας; Οὐ γὰρ ὁμοίως ταῖς Ἑλληνικαῖς παβοιμίαις, καὶ αὗται ἔκ τινος ἱστορίας τὴν λύσιν ἐπιδέχονται. Ἀμαθῶς ἄρα καὶ ἀπείρως τῆς τῶν θείων Γραφῶν θεωρίας οὐ μόνον, ἀλλὰ καὶ ἐναντίως τῷ Ἀποστόλῳ, Μάρκελλος τοὺς Ἑλλήνων σοφοὺς, τυχόντας ταῖς Παροιμίαις Σολομῶνος, μαθεῖν καὶ ζηλῶσαι τὸ προφητικὸν γράμμα, καὶ τὸν αὐτὸν ἐκείνῳ γράψαι τρόπον, ἀπεφήνατο.
moved, dedicated all his writing to the word of godliness for the benefit and salvation of souls, and for the exercise of the mind of his readers made use of dark problems, and turns of words, and utterances brought forth through riddles. And to this too he bears witness at the beginning of the book, saying: "For having heard these things, a wise man will be wiser; and the man of understanding will acquire guidance, and will understand a parable of dark words, and the sayings of the wise and riddles." And again, to receive turns of words: "Which very things, being so, it is easy to learn thoroughly from the contents of the book, since they cannot otherwise be understood than by our passing from the literal wording at hand to the meaning contemplated from it; such as is that saying, The leech had three daughters dearly beloved; and these three did not satisfy her, and the fourth was not content to say, Enough. And, Wisdom built herself a house, and set beneath it seven pillars; she slaughtered her victims; she mingled her wine in a bowl. And whatever other sayings are like these cannot otherwise be understood, neither offhand nor from some history, except solely by metaphor and inversion of the wording." Whereas the proverbs of the Greeks set forth above have taken their origins from certain histories. For "Either he is dead, or he is teaching letters" was spoken, he says, on account of such-and-such a story, and on account of another deed again that took place, "The goat the knife" was spoken; and "Enough of the oak" likewise, because men who once ate acorns ceased from such food. And even if a certain Glaucus, having become skilled in a certain art, was variously mentioned among those who afterwards disagreed in their account concerning him, what is this to the God-inspired proverbs? For these do not, like the Greek proverbs, admit of their solution from some history. Ignorantly, therefore, and without experience of the contemplation of the divine Scriptures—not only so, but also contrary to the Apostle—Marcellus declared that the wise men of the Greeks, having chanced upon the Proverbs of Solomon, learned and emulated the prophetic writing, and wrote in the same manner as he.
Τούτων ἡμῖν εἰρημένων εἰς ἀπόδειξιν τοῦ μηδὲ ταῖς θείαις Γραφαῖς, ὃν χρὴ τρόπον, ἐντετυχηκέναι τὸν ἄνδρα, καλεῖ δὴ καιρὸς καὶ τὴν οὐχ ὑγιῆ τῆς πίστεως αὐτοῦ δόξαν ἐπισκέψασθαι· ὡς ἐναντία δοξάζων τῇ ἐκκλησιαστικῇ διδασκαλίᾳ, αὐτήν τε καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν.
Now that these things have been said by us to demonstrate that the man had not even conversed with the divine Scriptures in the manner one ought, the season indeed calls us to examine also the unsound opinion of his faith: how, holding opinions contrary to the ecclesiastical teaching, he slandered both it and those who presided over it.
ΚΕΦ. Δʹ.
Chapter IV.
Ὅτι τήν τε ἐκκλησιαστικὴν διδασκαλίαν, καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν.
That he slandered both the ecclesiastical teaching and those who presided over it.
Θήσω δὲ πρῶτα, δι' ὧν τοῖς ὀρθῶς καὶ ἐκκλησια-
And first I shall set down the things through which, against what has been rightly and ecclesia-
Notes, col. 749

On the reading

Printed πτραβολὴν, for παραβολὴν.

Printed λάγων, for λόγων.

Printed παβοιμίαις, for παροιμίαις.

PG 24:752Read from the page
στικῶς γραφεῖσιν ἀντιλέγειν πειρᾶται, διαβάλλων τοὺς γράψαντας, καὶ μονονουχὶ πάμμαχον συνιστάμενος ἀγῶνα πρὸς πάντας. Ἄρτι μὲν γὰρ πρὲς Ἀστέριον τὴν ἀντίῤῥησιν ποιεῖται· ἄρτι δὲ πρὸς Εὐσέβιον τὸν μέγαν, καὶ ἔπειτα ἐπὶ τὸν τοῦ Θεοῦ ἄνθρωπον τὸν ὡς ἀληθῶς τρισμακάριον, τρέπεται Παυλῖνον, ἄνδρα τιμηθέντα μὲν τῆς Ἀντιοχέων Ἐκκλησίας, πρεσβείῳ διαπρεπῶς τ' ἐπισκοπεύσαντα τῆς Τυρίων, οὕτω τε ἐν τῇ ἐπίσκοπῇ διαλάμψαντα, ὡς τὴν Ἀντιοχέων Ἐκκλησίαν, ὡς οἰκείου ἀγαθοῦ, μεταποιηθῆναι αὐτοῦ. Ἀλλὰ καὶ τοῦτον μακαρίως μὲν βεβιωκότα, μακαρίως δὲ ἀναπεπαυμένον, πάλαι τε κεκοιμημένον, καὶ μηδὲν αὐτῷ διενοχλοῦντα, ὁ θαυμαστὸς οὗτος συγγραφεὺς σκώπτει. Καὶ ἐκ τούτου μεταβὰς, Ὠριγένει πολεμεῖ, πρόπαλαι καὶ αὐτῷ πεπαυμένῳ τοῦ βίου. Ἔπειτα Ναρκίστῳ ἐπιστρατεύεται· καὶ τὸν ἕτερον Εὐσέβιον διώκει· ὁμοῦ τε πάντας τοὺς ἐκκλησιαστικοὺς Πατέρας ἀθετεῖ, οὐδενὶ τὸ παράπαν ἀρεσκόμενος ἢ μόνῳ ἑαυτῷ. Γράφει δ' οὖν ὀνομαστὶ, κακῶς μνημονεύων ἁπάντων, τοῦτον τὸν τρόπον. Ἄρξομαι τοίνυν ἀπ' αὐτῆς ὑπ' αὐτοῦ γραφείσης ἐπιστολῆς· πρὸς ἕκαστον τῶν μὴ ὀρθῶς γραφέντων ἀντιλέγειν γέγραφε· « Πιστεύειν εἰς Πατέρα
stically written, he attempts to speak in opposition, slandering the writers, and all but joining an all-out contest against everyone. For at one moment he makes his refutation against Asterius; at another against Eusebius the great, and next he turns against the man of God, the truly thrice-blessed Paulinus, a man honoured with the seniority of the Church of the Antiochenes, and having illustriously served as bishop of that of the Tyrians, and having shone forth so brightly in the episcopate that the Church of the Antiochenes laid claim to him as its own good. Yet even this man, who had lived blessedly, and blessedly entered into rest, and long since fallen asleep, and caused him no trouble at all, this admirable author mocks. And passing on from him, he wages war on Origen, who had himself also long ago ceased from life. Next he marches against Narcissus; and he pursues the other Eusebius; and all together he rejects all the ecclesiastical Fathers, pleased with nobody at all save himself alone. Accordingly he writes by name, making evil mention of them all, in this manner. I shall begin, therefore, from the very epistle written by him; to speak in opposition to each of the things not rightly written, he has written: "To believe in the Father,
Notes, col. 752

On the reading

Printed πρὲς, for πρὸς.

Printed ἐπίσκοπῇ, for ἐπισκοπῇ.

Printed Ναρκίστῳ, for Ναρκίσσῳ.

PG 24:753Read from the page
« Θεὸι παντοκράτορα, καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ Θεὸν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον· » καί φησιν, ἐκ τῶν θείων Γραφῶν μεμαθηκέναι τοῦτον τὸν τῆς θεοσεβείας τρόπον. Ἐγὼ δὲ, ὅταν μὲν τοῦτο λέγῃ, ἀποδέχομαι σφόδρα τὰ λεγόμενα. Κοινὸς γὰρ οὗτος ἁπάντων ἡμῶν τῆς θεοσεβείας ὁ τρόπος· Πιστεύειν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα. Ὅταν δὲ, μὴ τῆς θείας ἐστοχασμένος δυνάμεως, ἀνθρωπικώτερον ἡμῖν διά τινος ἐντέχνου θεωρίας, τόν τε Πατέρα Πατέρα λέγῃ, καὶ τὸν Υἱὸν Υἱὸν, οὐκ ἔτ' ἐπαινεῖν τὴν τοιαύτην θεωρίαν ἀκίνδυνον. Διὰ γὰρ τῆς τοιαύτης θεωρίας τὴν νῦν αὐτοῖς ἐπινοουμένην αἵρεσιν αὐξάνεσθαι συμβαίνει· ὥσπερ σαφῶς ἐπιδεῖξαι ῥᾴδιον οἶμαι ἐκ τῶν αὐτοῦ λόγων. Ἔφη γὰρ τὸν μὲν Πατέρα δεῖν ἀληθῶς Πατέρα εἶναι νομίζειν, καὶ τὸν Υἱὸν ἀληθῶς Υἱόν· καὶ τὸ ἅγιον Πνεῦμα ὡσαύτως. Ταῦτα ὁ Μάρκελλος πρὴς Ἀστέριον, οὐκ ἀρεσκόμενος τῷ τὸν Πατέρα δεῖν ἀληθῶς Πατέρα ὁμολογεῖν, καὶ τὸν Υἱὸν ἀληθῶς Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα ὡσαύτως. Ὅθεν ἑξῆς διὰ μακροτέρων ἀνασκευάζειν τὸν περὶ τούτων πειρᾶται λόγον. Ψιλὸν γὰρ καὶ τῷ ἀνθρωπείῳ λόγῳ ὅμοιον, οὐχὶ δὲ Υἱὸν ἀληθῶς ζῶντα καὶ ὑφεστῶτα, τὸν Χριστὸν εἶναι ὁμολογεῖν ἐθέλει. Καὶ ἐπειδὴ ταύτην εἶπε ἐπινοεῖσθαι νῦν αἵρεσιν, δεικτέον, ὡς προϊὼν, Ὠριγένους τοῦ πάλαι γενομένου μέμνηται ὡς ὁμοδοξοῦντος τοῖς νυνὶ πρὸς αὐτοῦ διαβαλλομένοις. Ἐγὼ δὲ καὶ Ὠριγένους παλαιωτέρων ἀνδρῶν πλείστοις ὅσοις ἐκκλησιαστικοῖς συγγράμμασιν ἐντετύχηκα, ἐπισκόπων τε καὶ συνόδων ἐπιστολαῖς διαφόροις, πρόπαλαι γραφείσαις, δι' ὧν εἷς καὶ ὁ αὐτὸς ὁ τῆς πίστεως χαρακτὴρ ἀποδείκνυται. Οὐκ ὀρθῶς ἄρα διαβέβληκεν εἰπὼν ἐπινοεῖσθαι τὴν νῦν αἵρεσιν ὑπὸ τῶν διαβαλλομένων. Μετὰ ταῦτα μικρὸν προελθὼν, οὐ τὸν Ἀστέριον μόνον, ἀλλὰ καὶ τὸν μέγαν Εθσέβιον, οὗ τῆς ἐπισκοπῆς πλεῖσται καὶ διαφανεῖς ἐπαρχίαι τε καὶ πόλεις μετεποιήθησαν, κακῶς ἀγορεύει τοῦτον τὸν τρόπον· « Ὑπομνήσω δέ σε, ὧν αὐτὸς γέγραφε συνιστάμενος τοῖς κακῶς ὑπὸ Εὐσεβίου γραφεῖσι, ἵνα γνῷς, ὅτι ἀφίσταται σαφῶς τῆς προτέρας ἀπαγγελίας. Γέγραφε γὰρ αὐταῖς λέξεσιν οὕτως·
"God Almighty, and in His Son, the only-begotten God, our Lord Jesus Christ, and in the Holy Spirit;" and he says that he has learned this manner of godliness from the divine Scriptures. Now when he says this, I welcome very gladly what is said; for this manner of godliness is common to us all: To believe in Father, and Son, and Holy Spirit. Yet when, without having had regard for the divine power, in a rather human way through some artful speculation, he calls the Father Father, and the Son Son, it is no longer safe for us to praise such speculation. For through such speculation it comes to pass that the heresy now devised by them grows; just as I think it easy to demonstrate clearly from his own words. For he said that one ought to account the Father truly to be Father, and the Son truly Son, and the Holy Spirit likewise. Thus says Marcellus against Asterius, not being pleased with the principle that one ought to confess the Father truly Father, and the Son truly Son, and the Holy Spirit likewise. Hence in what follows he attempts at greater length to subvert the teaching concerning these things. For he wishes to confess Christ to be a mere word and like the human word, and not a Son truly living and subsisting. And since he said that this heresy is devised now, it must be shown how, going forward, he makes mention of Origen, who lived long ago, as holding the same opinion with those now slandered by him. Moreover, I have lighted upon very many ecclesiastical treatises of men older even than Origen, and diverse epistles of bishops and synods, written long ago, through which one and the very same stamp of the faith is demonstrated. Not rightly, therefore, has he slandered them by saying that the present heresy is devised by those whom he slanders. Advancing a little after this, he speaks evil not only of Asterius, but also of the great Eusebius, to whose episcopate very many illustrious provinces and cities laid claim, in this manner: "And I shall remind you of the things which he himself has written in support of what was badly written by Eusebius, so that you may know that he clearly departs from his former declaration. For he has written in these very words as follows:
Notes, col. 753

On the reading

Printed Θεὸι, for Θεὸν.

Printed πρὴς, for πρὸς.

Printed Εθσέβιον, for Εὐσέβιον.