Migne Reading Room

PG 24 · cols. 756–765 · Read from the page

Against Marcellus

Against Marcellus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:756Read from the page
« Τὸ γὰρ κεφάλαιον εἶναι τῆς ἐπιστολῆς ἐπὶ τὴν βουλὴν τοῦ Πατρὸς ἀνενεγκεῖν τοῦ Υἱοῦ τὴν γένεσιν, καὶ μὴ πάθος ἀποφῆναι τοῦ Θεοῦ τὴν γονήν. Ὅπερ οἱ σοφώτατοι τῶν Πατέρων, ἐν τοῖς οἰκείοις συντάγμασιν ἀπεφήναντο, φυλαξάμενοι τῶν αἱρετικῶν τὴν ἀσέβειαν, οἳ σωματικήν τινα καὶ παθητικὴν κατεψεύσαντο τοῦ Θεοῦ τὴν τεκνογονίαν, τὰς προβολὰς δογματίζοντες. » Καὶ πρὸς ταύτας δὲ τὰς φωνάς, πολλὴν ἑξῆς ποιεῖται τὴν ἀντίῤῥησιν, μεθ' ἣν ἐπισυνάπτει λέγων· « Ὥστε συνηγορῆται Εὐσεβίῳ κακῶς γράψαντι βουλόμενος Ἀστέριος, φύσεώς τε Πατρὸς, καὶ φύσεως ἀγεννήτου μνημονεύσας, αὐτὸς ἑαυτῷ κατήγορος γέγονε. Πολὺ γὰρ βέλτιον ἦν τὸ πάθος τοῦ νοήματος Εὐσεβίου, ὡς αὐτὸς γέγραφεν, ἐν βραχυλογίᾳ κείμενον ἀνεξέταστον καταλιπεῖν, ἢ τοιαύτῃ θεωρίᾳ χρησάμενον τὸ πανοῦργον τοῦ γράμματος εἰς φῶς ἀγαγεῖν. » Καὶ μεθ' ἕτερα ἐπιλέγει· « Νυνὶ δὲ ἐξετάσωμεν ἕν τι ῥητὸν τῶν ὑπὸ Ἀστερίου γραφέντων. Ἔφη γὰρ οὗτος· Ἄλλος μὲν ἔστιν ὁ Πατὴρ, ὁ γεννήσας ἐξ αὐτοῦ τὸν μονογενῆ Λόγον καὶ πρωτότοκον πάσης κτίσεως. Ἀμφότερα συνάψας γέγραφε, μονογενῆ καὶ πρωτότοκον· πολλῆς ἐναντιότητος ἐν τοῖς ὀνόμασιν οὔσης τούτοις, ὡς ἔστι ῥᾴδιον καὶ τοῖς σφόδρα δυσμαθέσι γνῶναι. Δῆλον γὰρ ὅτι ὁ Μονογενὴς, εἰ ὄντως μονογενὴς εἴη, οὐκ ἔτι πρωτότοκος εἶναι δύναται, καὶ ὁ Πρωτότοκος, ᾗ πρωτότοκος, οὐ δύναται μονογενὴς εἶναι. » Καὶ ἐν τούτοις δὲ τὸν Ἀστέριον αἰτιᾶται μάτην. Οὐ γὰρ αὐτοῦ, ἀλλὰ τῆς θείας Γραφῆς ἐτύγχανον εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ ποτε μὲν λέγουσαι μονογενῆ Υἱὸν, ποτὲ δὲ Πρωτότοκον πάσης κτίσεως, φωναί. Αὖθις δὲ συνάπτει τούτοις λέγων· « Ἀλλ' ἀφέμενος τῆς ἀληθοῦς γνώσεως, τὴν ἔντεχνον ἡμῖν καὶ νῦν ἀπεδείξατο θεωρίαν. Οὐκ ἔχων γὰρ ἐκ τῶν θείων Γραφῶν τὸ ἑαυτοῦ κατασκευάσαι βούλημα, ἐπὶ τοὺς σοφωτάτους, ὡς οἴεται, ἀνατρέχει Πατέρας, φάσκων ὅπερ οἱ σοφώτατοι τῶν Πατέρων ἐν τοῖς οἰκείοις συντάγμασιν ἀπεφήναντο. Ἀπόφασιν ἀποπεφάνθαι τοὺς ἑαυτοῦ Πατέρας Ἀστέριός φησι, καὶ δόγμα περὶ Θεοῦ γεγραφέναι ἀπὸ τῆς οἰκείας ἑαυτῶν προαιρέσεως. Τὸ γὰρ τοῦ δόγματος ὄνομα, τῆς ἀνθρωπίνης ἔχεται βουλῆς τε καὶ γνώμης. Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, μαρτυρεῖ μὲν ἡμῖν ἱκανῶς ἡ
"For the chief point of the epistle is to refer the generation of the Son to the counsel of the Father, and not to declare the begetting of God to be a passion—the very thing which the wisest of the Fathers declared in their own treatises, guarding against the impiety of the heretics, who falsely imputed to God a certain corporeal and passible begetting of children, laying down emissions as dogma." And against these utterances too he makes much refutation in what follows, after which he subjoins, saying: "So that Asterius, wishing to plead in defence of Eusebius when he had written badly, by making mention both of the nature of the Father and of unbegotten nature, has himself become his own accuser. For it were much better to leave the passion of Eusebius's thought, as he himself has written, lying unexamined in brevity of speech, than by employing such speculation to bring the craftiness of the writing to light." And after other things he adds: "Now let us examine a single saying of those written by Asterius. For this man said: Other indeed is the Father, Who begot from Himself the only-begotten Word and Firstborn of all creation. Joining both together, he has written 'only-begotten' and 'firstborn'—though there is great contrariety in these names, as is easy even for the exceedingly slow of learning to know. For it is plain that the Only-begotten, if He be truly only-begotten, can no longer be firstborn, and the Firstborn, inasmuch as He is firstborn, cannot be only-begotten." Yet in these things too he blames Asterius in vain. For the utterances calling the Son of God at one time 'only-begotten Son' and at another 'Firstborn of all creation' were not his, but belonged to the divine Scripture. And again he subjoins to these things, saying: "Yet having abandoned true knowledge, he has even now displayed to us his artful speculation. For not being able to establish his own intention from the divine Scriptures, he runs back to the wisest Fathers, as he supposes, saying, 'the very thing which the wisest of the Fathers declared in their own treatises.' Asterius says that his Fathers have pronounced a pronouncement, and have written a dogma concerning God from their own deliberate choice. For the name 'dogma' clings to human counsel and judgement. And that this is so, sufficient witness is borne to us on the one hand by the
Notes, col. 756

On the reading

Printed συνηγορῆται, for συνηγορῆσαι.

PG 24:757Read from the page
« δογματικὴ τῶν ἰατρῶν τέχνη· μαρτυρεῖ δὲ καὶ τὰ τῶν φιλοσόφων καλούμενα (δόγματα). Ὅτι δὲ καὶ τὰ συγκλήτῳ δόξαντα, ἔτι καὶ νῦν δόγματα συγκλήτου λέγεται, οὐδένα ἀγνοεῖν οἶμαι. » Καὶ ταῦτα δὲ ὁ Μάρκελλος, ἀμνημονήσας τῆς ἀποστολικῆς φωνῆς, ἥ φησι περὶ τοῦ Σωτῆρος, τὸν νόμον τῶν ἐντολῶν τοῖς δόγμασι καταργήσας, προήχθη εἰπεῖν. Ἀλλὰ καὶ μέμφεται τῷ δεῖν ἕπεσθαι τοῖς Πατράσι, τῆς θείας φασκούσης Γραφῆς· Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι· τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι· καὶ, Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ Πατέρες σου. Εἶτ' ἀγανακτῶν ὅτι Παυλῖνον μακάριον ἀπεκάλεσεν, ὁμοῦ τε κακῶς Εὐσεβίου πάλιν μνημονεύων, οὕτω γράφει· « Συνηγορῆσαι γὰρ βουληθεὶς τῷ τὴν ἐπιστολὴν κακῶς γράψαντι Εὐσεβίῳ, πρῶτον μὲν, οὐ διδασκαλικῶς ἀναπτύξας ἐφ' ᾗ τὸ δόγμα τὴν ἐπιστολὴν συνέταξεν· οὐ γὰρ πρὸς τὴν Ἐκκλησίαν, οὐδὲ πρὸς τοὺς ἀγνοοῦντας ἐγίνετο τὸ γράμμα, ἀλλὰ πρὸς τὸν μακάριον Παυλῖνον· μακάριον αὐτὸν διὰ τοῦτο εἰπὼν, ὅτι τὴν αὐτὴν εἶχεν Ἀστερίῳ δόξαν. Οὐκοῦν ἐπειδήπερ τοὺς σοφωτάτους Πατέρας Ἀστερίου μεμαθήκαμεν, ἀκόλουθον ἡγοῦμαι, λέγειν καὶ τὸν Παυλίνου τε καὶ τῶν ἄλλων γενόμενον διδάσκαλον. Ἀπὸ γὰρ τῆς Παυλίνου ἐπιστολῆς, ὁ κάκείνου διδάσκαλος γεγονὼς εὔδηλος γένοιτ' ἂν ἡμῖν. » Καὶ μεταξύ τινα εἰπὼν, τὸν αὐτὸν αὖθις διαβάλλει, ὡς οὐκ ὀρθῶς ἀποδεξάμενον τὸν Ὠριγένη, λέγων οὕτως· « Οὐκ Εὐαγγελικῆς ὑπομιμνήσκων διδασκαλίας ταῦτ' ἔγραψε Παυλῖνος, ὁμολογῶν δὲ ἐνίους μὲν ἀφ' ἑαυτῶν οὕτω κινεῖσθαι· ἐνίους δὲ ἐκ τῶν ἀναγνωσμάτων τῶν προειρημένων ἀνδρῶν τοῦτον ἦχθαι τὸν τρόπον. » Εἶτα τέλος, ὥσπερ τινὰ κορωνίδα τῆς ἀποδείξεως ἐπάγων ἐκ τῶν Ὠριγένους ῥητῶν, τῆς ἑαυτοῦ ὑπέγραψεν ἐπιστολῆς, ὡς μᾶλλον πεῖσαι δυναμένου, παρὰ τοὺς εὐαγγελιστὰς καὶ τοὺς ἀποστόλους. Ἔστι δὲ τὰ ῥητὰ ταῦτα· « Ὥρα ἐπαναλαβόντα περὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, ὀλίχα τῶν τότε παραλελειμμένων διεξελθεῖν. Περὶ Πατρὸς, ὡς ἀδιαίρετος ὢν καὶ ἀμέριστος Υἱοῦ γίνεται Πατήρ· οὐ προβαλὼν αὐτὸν, ὡς οἴονταί τινες. Εἰ γὰρ πρόβλημά ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς καὶ
"dogmatic art of physicians; and witness is borne on the other hand also by the so-called (dogmas) of the philosophers. And that the decrees resolved upon by the senate are even to this day called dogmas of the senate, I think nobody is ignorant." And Marcellus was led on to say these things too, having forgotten the apostolic utterance which says concerning the Saviour, having abolished the law of commandments in dogmas. Moreover, he even finds fault with the principle that one ought to follow the Fathers, though the divine Scripture says: Ask your father, and he will declare to you; your elders, and they will tell you; and, Do not remove eternal boundaries, which your Fathers set. Then, being indignant that he called Paulinus blessed, and at the same time again making evil mention of Eusebius, he writes thus: "For wishing to plead in defence of Eusebius, who had badly written the epistle, first indeed, without unfolding in a manner fit for teaching that upon which the dogma composed the epistle—for the writing was addressed not to the Church, nor to those who were ignorant, but to the blessed Paulinus, calling him blessed on this account, because he held the same opinion as Asterius—therefore, since we have learned the wisest Fathers of Asterius, I think it consistent to name also him who became the teacher both of Paulinus and of the others. For from the epistle of Paulinus, he who had been his teacher also would become quite plain to us." And having said certain things in between, he again slanders the same man as having not rightly approved Origen, saying as follows: "Not reminding men of evangelical teaching did Paulinus write these things, but confessing that some are moved thus of themselves, while some have been led in this manner from the readings of the aforesaid men." Then finally, bringing forward as it were a crowning touch of his demonstration from the sayings of Origen, he appended them at the foot of his own epistle, as of one more able to persuade than the evangelists and the apostles. And the sayings are these: "It is time, resuming concerning Father, and Son, and Holy Spirit, to go through a few of the things then left aside. Concerning the Father, how being indivisible and impartible He becomes Father of the Son: not having put Him forth by emission, as some suppose. For if the Son is an emission of the Father and
Notes, col. 757

On the reading

Printed κάκείνου, for κἀκείνου.

Printed ὀλίχα, for ὀλίγα.

PG 24:760Read from the page
« γεννᾷ μὲν ἐξ αὐτοῦ ὁποῖα τὰ των ζώων γεννήματα, ἀνάγκη σῶμα εἶναι τὸν προβαλόντα καὶ τὸν προβεβλημένον. » Εἶθ' ἑξῆς μετὰ τὴν τῶν Ὠριγενειῶν φωνῶν παράθεσιν, ἐπιφέρει λέγων· « Ταῦτα Ὠριγένης γέγραφε, μὴ παρὰ τῶν ἱερῶν προφητῶν τε καὶ ἀποστόλων περὶ τῆς ἀϊδιότητος τοῦ Λόγου μαθεῖν βουληθείς· ἀλλ' ἑαυτῷ δεδωκὼς πλεῖον, δευτέραν ὑπόθεσιν διηγήσασθαι τοῦ Λόγου μαθεῖν τολμᾷ. » Καὶ τούτοις δὲ τοῖς ὑπὸ Ὠριγένους ὀρθῶς εἰρημένοις, περὶ τοῦ μὴ δεῖν σωματικήν τινα καὶ παθητικὴν ὑπολαμβάνειν τῆς θεότητος τοῦ Υἱοῦ γέννησιν ἀντιλέγει, μάλισθ' ὅτι τῷ Υἱῷ δέδωκεν ὑπόστασιν, καὶ ἐπιφέρει, τὸν Ὠριγένη πάλιν κακῶς λέγων, τοῖς τε ὑπ' αὐτοῦ ὀρθῶς γραφεῖσιν ἀντιλέγων, ἐν τούτοις· « Ὅτι τὰ τοιαῦτα γράφων Ὠριγένης ἰδίοις ἐχρῆτο δόγμασι, δῆλον ἀφ' ὧν καὶ τὰ ἑαυτοῦ ἀνατρέπει πολλάκις· ἐν γοῦν ἑτέρῳ χωρίῳ ἅτινα περὶ Θεοῦ λέγει, ἀκόλουθόν ἐστιν ὑπομνῆσαι. » Γράφει δὲ οὕτως· « Οὐ γὰρ ὁ Θεὸς Πατὴρ εἶναι ἤρξατο, κωλυόμενος, ὡς οἱ γινόμενοι πατέρες ἄνθρωποι, ὑπὸ τοῦ μὴ δύνασθαί πω πατέρες εἶναι. Εἰ γὰρ ἀεὶ τέλειος ὁ Θεὸς, καὶ πάρεστιν αὐτῷ δύναμις τοῦ Πατέρα αὐτὸν εἶναι, καὶ καλὸν αὐτὸν εἶναι Πατέρα τοιούτου Υἱοῦ, ἀναβάλλεται, καὶ τοῦ καλοῦ ἑαυτὸν στηρίσκει, καὶ ὡς ἔστιν εἰπεῖν, ἐξ οὗ δύναται Πατὴρ εἶναι Υἱοῦ. Τὸ αὐτὸ μέντοιγε καὶ περὶ τοῦ ἁγίου Πνεύματος λεκτέον. » Πῶς οὖν, Ὠριγένους καὶ τοῦτο γράψαντος, ὁ μακάριος, κατ' αὐτὸν, Παυλῖνος τοῦτο μὲν ἀποκρύψασθαι οὐκ ἀκίνδυνον ἐνόμισε, χρήσασθαι δὲ εἰς κατασκευὴν τῶν ἑαυτῷ δοκούντων τοῖς ἐναντίοις, ὡς οὐδὲ αὐτὸν ἂν Ὠριγένη, εἴ τι τὸν λόγον ἀποδοῦναι δυνατὸν ἦν; Ἐν τούτοις ὁ Μάρκελλος, ἐναντία φάναι αὐτῷ τὸν Ὠριγένη εἰπὼν, κατεψεύσατο, μὴ δυνηθεὶς συνιέναι, ὡς διὰ μὲν τῆς προτέρας παραθέσεως τὸ ἀσώματον καὶ ἀπαθὲς τοῦ Πατρὸς ἐδήλου, διὰ δὲ τῆς δευτέρας τὸ μὴ χρόνῳ, πρὸ πάντων δὲ αἰώνων τὸν Υἱὸν γεγεννηκέναι. Αὖθις δὲ μεθ' ἕτερα περὶ τοῦ Ὠριγένους ὁ αὐτὸς ταῦτα γράφει· « Καίτοι, εἰ δεῖ τἀληθὲς περὶ Ὠριγένους εἰπεῖν, τοῦτο προσήκει λέγειν, ὅτι ἄρτι τῶν κατὰ φιλοσοφίαν ἀποστὰς μαθημάτων, καὶ τοῖς θείοις ὁμιλῆσαι προελόμενος λόγοις, πρὸ τῆς ἀκριβοῦς τῶν Γραφῶν καταλήψεως, διὰ τὸ πολὺ καὶ φιλότιμον τῆς ἔξωθεν παιδεύσεως, θᾶττον τοῦ δέοντος ἀρξάμενος ὑπογράφειν, ὑπὸ τῶν τῆς φιλοσοφίας παρήχθη λόγων, καί τινα δι' αὐτοὺς οὐ καλῶς γέγραφε. Δῆλον δέ· ἔτι γὰρ τῶν τοῦ Πλάτωνος μεμνημέ-
"begets from Himself such things as the offspring of animals are, of necessity both He Who puts forth and He Who is put forth must be a body." Then next, after the citation of the Origenian utterances, he adds, saying: "These things Origen has written, not having wished to learn from the sacred prophets and apostles concerning the eternity of the Word; but having granted too much to himself, he dares to set forth a second hypothesis of the Word to learn." And even to these things rightly spoken by Origen, concerning how one ought not to suppose any corporeal and passible generation of the deity of the Son, he speaks in opposition, above all because he granted a hypostasis to the Son; and he adds, again speaking evil of Origen and speaking in opposition to the things rightly written by him, in these words: "That in writing such things Origen was using his own dogmas is plain from the fact that he often overturns his own positions too; at any rate, it is consistent to recall what things he says concerning God in another passage." And he writes as follows: "For God did not begin to be Father, being hindered, like men who become fathers, by not yet being able to be fathers. For if God is always perfect, and the power is present with Him for Him to be Father, and it is good for Him to be Father of such a Son, He delays, and deprives Himself of the good, and, so to speak, from the point at which He is able to be Father of a Son. The very same thing, however, must also be said concerning the Holy Spirit." How then, when Origen had written this too, did Paulinus—blessed, according to him—suppose it not safe to conceal this, and yet make use of opposites to establish his own opinions, for which not even Origen himself could have rendered an account, if it had been at all possible? In these matters Marcellus spoke falsely in saying that Origen uttered opposites to himself, not having been able to understand how through the former citation he showed the incorporeal and impassible nature of the Father, whereas through the second he showed that He has begotten the Son not in time, but before all ages. And again after other things concerning Origen the same man writes thus: "And yet, if one must speak the truth concerning Origen, it is fitting to say this: that having just departed from philosophical studies, and having chosen to converse with divine words, before an accurate grasp of the Scriptures, because of the abundance and ambition of his secular education, having begun sooner than was fitting to write treatises, he was led astray by the teachings of philosophy, and because of them has written certain things not well. And it is plain; for still being mindful of the things of Plato
Notes, col. 760

On the reading

Printed των, for τῶν.

Printed στηρίσκει, for στερίσκει.

PG 24:761Read from the page
«νος δογμάτων καὶ τῆς τῶν ἀρχῶν παρὰ αὐτῷ διαφορᾶς, Περὶ ἀρχῶν γέγραφε βιβλίον, καὶ ταύτην τῷ συγγράμματι τὴν ἐπιγραφὴν ἔθετο. Δεῖγμα δὲ τοῦτο μέγιστον τὸ μηδὲ ἄλλοθέν ποθεν ἀρχὴν τῶν λέξεων αὐτὸν ἢ τὴν ἐπιγραφὴν τοῦ βιβλίου ποιήσασθαι, ἀλλ' ἀπὸ τῶν Πλάτωνι ῥηθέντων ῥημάτων. Γέγραφε γὰρ ἀρχόμενος οὕτως· Οἱ πεπιστευκότες καὶ πεπιστευμένοι. Τοῦτο τὸ ῥητὸν οὕτως εἰρημένον εὕροις ἂν ἐν τῷ Γοργίᾳ Πλάτωνος.» Οὔτ' εἰ ἐφέρετο, ἤνεγκεν ἂν διαβολὴν Ὠριγένει φάντι, οἱ πεπιστευκότες ἢ καὶ πεπιστευμένοι, καὶ συνάψαντι ἑξῆς, «τὴν χάριν καὶ τὴν ἀλήθειαν δι' Ἰησοῦ Χριστοῦ γεγονέναι,» καὶ Χριστὸν εἶναι τὴν ἀλήθειαν, κατὰ τὸ εἰρημένον ὑπ' αὐτοῦ· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ποία γὰρ πρὸς ταῦτα κοινωνία γένοιτ' ἄν ποτε Πλάτωνι; Οὐδὲν Πλάτωνος Περὶ ἀρχῶν μνημονεύεται βιβλίον. Οὐδὲ Ὠριγένης ὁμοίως περὶ ἀρχῶν ἐδόξασε Πλάτωνι, ὁ μίαν μόνην τὴν ἀγέννητον καὶ ἄναρχον καὶ ἐπέκεινα τῶν ὅλων εἰδὼς ἀρχὴν, ταύτην τε εἶναι Πατέρα ἑνὸς μονογενοῦς Υἱοῦ, δι' οὗ τὰ πάντα γέγονεν. Ὅδε, καὶ ἐν τούτοις Ὠριγένους καταψευσάμενος, μεθ' ἕτερα προστίθησι λέγων· «Ἀστερίου γὰρ εἰρηκότος, πρὸ τῶν αἰώνων γεγεννῆσθαι τὸν Λόγον, αὐτὸ τὸ ῥητὸν αὐτὸν ἐλέγχει ψευδόμενον· ὥστε μὴ μόνον αὐτὸν τοῦ πράγματος, ἀλλὰ καὶ τοῦ γράμματος διαμαρτεῖν. Εἰ γὰρ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με, φησὶν ἡ Παροιμία, πῶς αὐτὸς γεγεννῆσθαι αὐτὸν πρὸ τῶν αἰώνων ἔφη; ἕτερον γὰρ πρὸ τοῦ αἰῶνος τεθεμελιῶσθαι αὐτὸν, καὶ ἕτερον, πρὸ τῶν αἰώνων γεγεννῆσθαι.» Ταῦτα εἰπὼν, καὶ προσθεὶς ἕτερα εἰς ἀνατροπὴν τοῦ πρὸ τῶν αἰώνων γεγεννῆσθαι τὸν Υἱὸν, ἐπιλέγει αὐτοῖς ῥήμασιν· «Ἀξιῶ δὲ τοὺς ἐντυγχάνοντας τῶν ἁγίων ὡσπερεὶ σπέρματα καὶ ἀρχὰς τῆσδε τῆς ἐξηγήσεως ἀληθῶς εἰληφότας, πλείονας ἀποδείξεις προσθεῖναι τοῖς εἰρημένοις· ὥστε ἔτι μᾶλλον, τὰς τῶν [περὶ] τὴν πίστιν διαστρεφόντων ἐλέγχεσθαι προαιρέσεις. Ὄντως γὰρ Θεὸν τὸν γεννήσαντα αὐτοὺς ἐγκατέλιπον, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους.» Τοιαῦτα καὶ διὰ τούτων λοιδορησάμενος, ἑξῆς πειρᾶται δεικνύναι, ὅτι μηδὲ «εἰκὼν τοῦ Θεοῦ ἐστιν ὁ Υἱὸς,» λέγων οὕτως· «Ἀκόλουθον ἡγοῦμαι βραχέα καὶ περὶ τῆς εἰκόνος εἰπεῖν· γέγραφε γάρ· Ἄλλος δέ ἐστιν ὁ ἐξ αὐτοῦ γεννηθεὶς, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Εἰκόνος διὰ τοῦτο μέμνηται Θεοῦ τοῦ ἀοράτου Ἀστέριος, ἵνα τοσοῦ-
"doctrines and of the difference among principles in him, he has written a book On Principles, and set this title upon the treatise. And the greatest proof is this: that he made the beginning of his words, or the title of the book, from nowhere else at all than from the expressions spoken by Plato. For at the beginning he has written thus: Those who have believed and been entrusted. This saying spoken in this way you would find in the Gorgias of Plato." Nor, even if it were found there, would it have brought any slander against Origen when he said, those who have believed or also been entrusted, and joined to it next in order, "that grace and truth came to be through Jesus Christ," and that Christ is the truth, according to what was spoken by Him: "I am the truth." For what communion with these things could Plato ever have? No book On Principles of Plato is recorded. Nor did Origen hold opinions about principles in a manner like Plato, since he knew one sole unbegotten and unoriginated Principle, beyond the universe, and that This is the Father of one only-begotten Son, through Whom all things came to be. This man, having spoken falsely against Origen in these matters also, adds after other things, saying: "For when Asterius said that the Word was begotten before the ages, the very saying convicts him of lying, so that he misses the mark not only of the reality, but also of the letter. For if, Before the age He founded me, says the Proverb, how did he say that He was begotten before the ages? For it is one thing for Him to have been founded before the age, and another to have been begotten before the ages." Having said these things, and having added others for the overthrow of the Son's having been begotten before the ages, he subjoins in these very words: "And I ask those of the saints who read this, having truly received as it were seeds and starting-points of this exegesis, to add fuller demonstrations to the things that have been said, so that still more the purposes of those who pervert what [concerns] the faith may be convicted. For truly they forsook God Who begot them, and dug for themselves broken cisterns." Having railed in such ways through these words also, he next attempts to show that the Son is not even "an image of God," speaking thus: "I consider it fitting to say a few things also concerning the image; for he has written: Another is He Who was begotten out of Him, Who is the image of the invisible God. For this reason Asterius makes mention of an image of the invisible God, so that by so
PG 24:764Read from the page
«τον τὸν Θεὸν τοῦ Λόγου διαφέρειν διδάξῃ, ὅσον ἄνθρωπος τῆς ἑαυτοῦ εἰκόνος διαφέρειν δοκεῖ.» Καὶ μεταξύ τινα εἰπὼν, ἐπιφέρει· «Οὐκοῦν πρόδηλον ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως, ὁ Λόγος, καθ' ἑαυτὸν, οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου Θεοῦ· τὴν γὰρ εἰκόνα ὁρᾶσθαι προσήκει, ἵνα διὰ τῆς εἰκόνος τὸ τέως μὴ ὁρώμενον ὁρᾶσθαι δύνηται.» Καὶ ἐπιλέγει· «Πῶς οὖν εἰκόνα τοῦ ἀοράτου Θεοῦ τὸν τοῦ Θεοῦ Λόγον Ἀστέριος εἶναι γέγραφεν; Αἱ γὰρ εἰκόνες τούτων ὧν εἰσιν εἰκόνες, καὶ ἀπόντων δεικτικαί εἰσιν· ὥστε καὶ τὸν ἀπόντα δι' αὐτῶν φαίνεσθαι δοκεῖν. Εἰ δὲ τοῦ Θεοῦ τοῦ ἀοράτου ὄντος, ἀόρατον εἶναι καὶ τὸν Λόγον συμβαίνει, πῶς εἰκὼν τοῦ ἀοράτου Θεοῦ ὁ Λόγος καθ' ἑαυτὸν εἶναι δύναται, καὶ αὐτὸς ἀόρατος ὤν;» Καὶ προϊὼν αὖθις λοιδορεῖ, λέγων οὕτω· «Πῶς οὖν οἱ πλήρεις δόλου καὶ ῥᾳδιουργίας, ἀποστολικῶς εἰπεῖν, μεταφέρουσι τὸ ῥητὸν εἰς τὴν πρώτην αὐτοῦ, ὡς οἴονται, κτίσιν, καὶ ταῦτα τοῦ Δαυῗδ περὶ τῆς κατὰ σάρκα αὐτοῦ γεννήσεως σαφῶς εἰρηκότος;» Καὶ μεταξὺ τούτων μακρὸν κατατείνας λόγον ἐπιφέρει· «Τί οὖν πρὸς ταῦτα λέξει; οὐ γὰρ οἶμαι αὐτὸν ἔχειν τι περὶ τούτου λέγειν. Οὐδὲν γὰρ σαφῶς αὐτὸν καὶ ἀπαρακαλύπτως ἡγοῦμαι, καὶ πρὸς ἑτέρους ὁμολογῆσαι ἂν ὅπερ αὐτὸς ἐν τῇ ἑαυτοῦ κρύπτει διανοίᾳ· ὡς ἔστι σαφῶς ἀφ' ὧν γέγραφε, μανθάνειν. Ἄλλος μὲν γὰρ, φησὶν, ἔστιν ὁ Πατὴρ ὁ γεννήσας ἐξ αὐτοῦ τὸν μονογενῆ Λόγον καὶ πρωτότοκον ἁπάσης κτίσεως, μόνος μόνον, τέλειος τέλειον, βασιλεὺς βασιλέα, Κύριος Κύριον, Θεὸς Θεὸν, οὐσίας τε καὶ βουλῆς, καὶ δόξης, καὶ δυνάμεως ἀπαράλλακτον εἰκόνα. Ταῦτα τὰ ῥητὰ σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος ἐλέγχει δόξαν. Πῶς γὰρ ὁ Κύριος γεννηθεὶς καὶ Θεὸς, ὡς αὐτὸς προλαβὼν ἔφη, δύναται εἰκὼν Θεοῦ εἶναι; Ἕτερον γὰρ εἰκὼν Θεοῦ, καὶ ἕτερον ὁ Θεός. Ὥστε εἰ μὲν εἰκὼν, οὐ Κύριος, οὐδὲ Θεὸς, ἀλλ' εἰκὼν Κυρίου καὶ Θεοῦ· εἰ δὲ Κύριος ὄντως καὶ Θεὸς, οὐκέτι [ὁ Κύριος καὶ ὁ Θεὸς] εἰκὼν Κυρίου καὶ Θεοῦ εἶναι δύναται.» Καὶ ταῦτα σφόδρα ἀβλεπτῶν εἴρηκεν, οὐκ ἐννοήσας, ὡς καὶ ὁ Υἱὸς δύναται ἔμψυχός ποτε εἰκὼν τοῦ ἰδίου Πατρὸς λεχθῆναι, ἐπειδὰν ᾖ τῷ Πατρὶ ὁμοιότατος. Τοῦτο γοῦν καὶ ἡ Γραφὴ διδάσκει ἡ λέγουσα· Ἔζησε δὲ Ἀδὰμ
"much he may teach that God differs from the Word, as a man seems to differ from his own image." And having said some things in between, he adds: "Therefore it is evident that before the assumption of our body, the Word, in Himself, was not an image of the invisible God; for it belongs to an image to be seen, in order that through the image what was hitherto unseen may be able to be seen." And he subjoins: "How then has Asterius written that the Word of God is an image of the invisible God? For images are indicative of those things of which they are images, even when absent, so that even one who is absent seems to appear through them. But if, God being invisible, it happens that the Word also is invisible, how can the Word in Himself be an image of the invisible God, when He Himself also is invisible?" And proceeding further, he again rails, speaking thus: "How then do those full of deceit and villainy, to speak apostolically, transfer the saying to His first creation, as they suppose, and that too when David has clearly spoken concerning His birth according to the flesh?" And after stretching out a long discourse amid these things, he adds: "What then will he say to these things? For I do not suppose that he has anything to say concerning this. For I do not consider that he would clearly and undisguisedly confess even to others that which he himself hides in his own mind, as one may clearly learn from what he has written. For another, he says, is the Father Who begot out of Himself the only-begotten Word and Firstborn of all creation—alone begetting Him alone, perfect begetting Him perfect, King begetting King, Lord begetting Lord, God begetting God, an indistinguishable image of essence and counsel, and glory, and power. These expressions clearly convict his base opinion concerning divinity. For how can He Who was begotten as Lord and God, as he himself previously said, be an image of God? For an image of God is one thing, and God is another. So that if He is an image, He is not Lord, nor God, but an image of Lord and God; whereas if He is truly Lord and God, no longer can [the Lord and God] be an image of Lord and God." And he has spoken these things with extreme blindness, not having perceived how the Son also can at any time be called a living image of His own Father, seeing that He is most like the Father. This at all events the Scripture also teaches, which says: And Adam lived
PG 24:765Read from the page
τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ. Καὶ περὶ τῆς θεότητος δὲ τοῦ Υἱοῦ ὁ Ἀπόστολος διδάσκει, λέγων· Ὅς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε· καὶ πάλιν· Ὅς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως. Καὶ ἐν ἑτέροις δὲ εἴρηται· Ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου, καὶ εἴσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ· αὖθις δὲ ὁ Ἀπόστολος· Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν, κατ' εἰκόνα τοῦ κτίσαντος, λέγων, δῆλός ἐστιν, οὐ τὴν σάρκα εἰρῆσθαι διδάσκων τὴν εἰκόνα εἶναι τοῦ Θεοῦ. Μεταβὰς δὲ αὖθις Μάρκελλος ἐπὶ τοὺς ἐπισκόπους, ὧδε γράφει· «Ἰδοὺ γὰρ τὸ κατὰ Ἀστέριον ἡμᾶς οὐ τοσοῦτον λυπεῖ, εἰ τοιαῦτα προήχθη γράφειν, ἀλλ' ὅτι καί τινες τῶν προεστάναι δοκούντων τῆς Ἐκκλησίας, τῆς μὲν ἀποστολικῆς ἐπιλαθόμενοι παραδόσεως, τὰ δὲ ἔξωθεν τῶν θείων προτιμήσαντες, τοιαῦτά τινα γράψαι τε καὶ διδάξαι ἐτόλμησαν, ἃ οὐδὲν ἔλαττον τῆς τῶν προειρημένων ἔχεται πλάνης.» Καὶ μεθ' ἕτερα ἐπιλέγει· «Ἐντυχὼν γὰρ Ναρκίσσου τοῦ Νερωνιάδος προεστῶτος ἐπιστολῇ, ἣν γέγραφε πρὸς Χρηστόν τινα, καὶ Εὐφρόνιον, καὶ Εὐσέβιον, ὡς Ὁσίου τοῦ ἐπισκόπου ἐρωτήσαντος αὐτὸν, εἰ, ὥσπερ Εὐσέβιος ὁ τῆς Παλαιστίνης δύο οὐσίας εἶναί φησιν, οὕτω καὶ αὐτὸς λέγοι. Ἔγνων αὐτὸν ἀπὸ τῶν γραφέντων, τρεῖς εἶναι πιστεύειν οὐσίας ἀποκρινόμενον.» Ταῦτ' εἰπὼν, ἀπὸ τοῦ Ναρκίσσου ἐπὶ τὸν Εὐσέβιον μεταβαίνει, κατηγορῶν, ὅτι τὸν Λόγον τοῦ Θεοῦ, Θεὸν εἶναι ὁμολογεῖ. Γράφει δὲ καὶ περὶ αὐτοῦ ταῦτα· «Διελεῖν γὰρ τὸν Λόγον τοῦ Θεοῦ τολμήσας, καὶ ἕτερον Θεὸν τὸν Λόγον ὀνομάσαι, οὐσίᾳ τε καὶ δυνάμει διεστῶτα τοῦ Πατρὸς, εἰς ὅσην βλασφημίαν ἐκπέπτωκεν, ἔνεστι σαφῶς ἀπ' αὐτῶν τῶν ὑπ' αὐτοῦ γραφέντων ῥητῶν ῥᾳδίως μανθάνειν.» Γέγραφε δὲ αὐταῖς λέξεσιν οὕτως· «Οὐ δή που δὲ ἡ εἰκὼν καὶ τὸ οὗ ἐστιν ἡ εἰκὼν, ἓν καὶ ταὐτὸν ἐπινοεῖται· ἀλλὰ δύο μὲν οὐσίαι, καὶ δύο πράγματα, καὶ δύο δυνάμεις, ὧν καὶ τοσαῦται προσηγορίαι.» Καὶ ταῦτα ὡς καλῶς διαβάλλων προστίθησι λέγων· «Πῶς οὖν οὐ τὴν αὐτὴν οὗτοι τοῖς ἔξωθεν κακίστην ὁδὸν τραπέντας, τὰ αὐτὰ διδάξαι τε καὶ γράψαι
two hundred and thirty years, and begot according to his form and according to his image, and called his name Seth. And concerning the divinity of the Son also the Apostle teaches, saying: Who, existing in the form of God, did not consider being equal to God a thing to be grasped, but emptied Himself; and again: Who, being the radiance of glory and the impress of His subsistence. And in other places also it has been said: For He is a radiance of everlasting light, and an unspotted mirror of the working of God, and an image of His goodness; and again the Apostle, saying: Having stripped off the old man, and having put on the new, who is being renewed unto knowledge, according to the image of Him Who created him, is evident in teaching that it was not the flesh that was said to be the image of God. Passing over again to the bishops, Marcellus writes thus: "For behold, the matter regarding Asterius does not grieve us so much, if he was led on to write such things, as that certain even of those who seem to preside over the Church, forgetting the apostolic tradition and preferring extraneous doctrines to the divine ones, have dared both to write and to teach certain such things as cleave no less to the error of those previously mentioned." And after other things he subjoins: "For having come upon a letter of Narcissus, president of Neronias, which he wrote to a certain Chrestus, and Euphronius, and Eusebius, as though Bishop Hosius had asked him whether, just as Eusebius of Palestine says there are two essences, so he himself also would say. I knew him from what had been written, answering that he believed there are three essences." Having said these things, he passes over from Narcissus to Eusebius, accusing him because he confesses the Word of God to be God. And he writes concerning him these things also: "For having dared to divide the Word of God, and to name the Word another God, distinct from the Father in essence and power, into how great a blasphemy he has fallen one may clearly and easily learn from the very expressions written by him." And he has written in these very words thus: "Surely the image and that of which it is the image are not conceived as one and the same; rather, there are two essences, and two things, and two powers, of which there are also as many appellations." And disparaging these things as though finely, he adds, saying: "How then, having turned onto the very same most evil road as those outside, to teach and write the same things did these men not
Notes, col. 765

On the reading

Printed τραπέντας, for τραπέντες.