Migne Reading Room

PG 24 · cols. 732–741 · Read from the page

Against Marcellus

Against Marcellus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:732Read from the page
δόχου. Καὶ πάλιν τοῦ Ἀποστόλου γράψαντος ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ τοῦτον τὸν τρόπον· Ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν ἁπάντων· ἔλαθεν, ἢ οὐκ ἐνόησεν, ἢ καὶ ἑκὼν διαστρέφει τὸν λόγον γράφων· Ἡ δὲ ἡμετέρα Ἰερουσαλὴμ, ἄνω ἐστί· αὕτη γὰρ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς. Καὶ αὖθις τοῦ Σωτῆρος ἡμῶν τῷ Πέτρῳ εἰρηκότος· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλον εἶ ἐμοὶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων, οὐ συνεὶς ὅπως ὁ λόγος εἴρητο πρὸς τὸν Ἀπόστολον, καὶ διὰ ποίαν αἰτίαν, πρὸς τὸν διάβολον ταῦτα λελέχθαι φησὶν, ὁμοῦ δὴ τοιαῦτα σφάλματα ὑπὸ μίαν τίθησι περικοπὴν, αὐτολεξεὶ τοῦτον γράφων τὸν τρόπον· « Ὅτι δὲ οὐδὲν ὄνομα μεῖζον Ἰησοῦ τῶν ἐπὶ τῆς γῆς ὀνομασθέντων γέγονε, μαρτυρεῖ μὲν τὸ Εὐαγγέλιον, ἔνθα ὁ ἄγγελος τῇ Μαριάμ· Μὴ φοβοῦ, ἔφη, εὗρες γὰρ χάριν παρὰ τοῦ Θεοῦ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξη υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ υἱὸς Ὑψίστου κληθήσεται. Δῆλον δέ ἐστι καὶ ἀπὸ τῆς τοῦ Ζαχαρίου προφητείας, πάλαι περὶ τοῦ ὀνόματος τούτου προφητευσάσης· Ἔδειξε γάρ μοι, φησὶ, Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου. Καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖσθαι αὐτῷ. Καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον· Ἐπιτιμήσαι Κύριος ἐν σοὶ, ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλήμ. Πότε γὰρ αὐτῷ ἐπετίμησεν; Ὅτε τὸν ἀγαπηθέντα ὑπ' αὐτοῦ ἄνθρωπον, τῷ ἑαυτοῦ συνῆψε Λόγῳ ὁ ἐκλεξάμενος, φησὶ, τὴν Ἰερουσαλὴμ, δῆλον ὅτι ταύτην τὴν ἡμετέραν περὶ ἧς ὁ Ἀπόστολος λέγει· Ἡ δὲ ἡμετέρα Ἰερουσαλὴμ ἄνω ἐστίν· αὕτη γὰρ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς. Τηνικαῦτα γὰρ, ἐν τῇ μεγάλῃ αὐτῇ Ἰερουσαλὴμ, τουτέστιν ἐν τῇ ἡμετέρᾳ Ἐκκλησίᾳ γενόμενος, ἐπετίμησε τῷ διαβόλῳ, κατὰ τὴν προφητείαν εἰπών· Ἄπελθε ὀπίσω μου, Σατανᾶ· ὅτι
cessor. And again, when the Apostle wrote in the Epistle to the Galatians in this manner: Now the Jerusalem above is free, which is the mother of us all; it escaped his notice, or he did not understand, or else willingly distorts the statement, writing: Now our Jerusalem is above; for this one is in bondage with her children. And once more, when our Saviour had said to Peter: Get behind Me, Satan; you are a stumbling-block to Me, because you do not mind the things of God, rather the things of men, not understanding how the word had been spoken to the Apostle, and for what reason, he says that these things were spoken to the devil, and puts together such blunders under a single passage, writing word for word in this manner: "Now that no name among those named upon the earth has proved greater than Jesus, the Gospel bears witness, where the angel said to Mariam: Do not fear, for you have found grace with God; and behold, you shall conceive in the womb, and shall bring forth a son, and shall call His name Jesus. This One shall be great, and shall be called Son of the Most High. And it is manifest also from the prophecy of Zechariah, which prophesied of old concerning this name: For the Lord showed me, says he, Jesus the great priest, standing before the face of the angel of the Lord. And the devil stood at his right hand, to oppose him. And the Lord said unto the devil: May the Lord, Who chose Jerusalem, rebuke you. For when did He rebuke him? When He Who chose Jerusalem, says he, clearly meaning this Jerusalem of ours concerning which the Apostle says, Now our Jerusalem is above; for this one is in bondage with her children, joined the man loved by Him unto His own Word. For at that time, having come to be in that great Jerusalem itself, that is to say in our Church, He rebuked the devil, speaking according to the prophecy: Depart behind Me, Satan; because
Notes, col. 732

On the reading

Printed τέξη, for τέξῃ.

PG 24:733Read from the page
« σκάνδαλον εἶ ἐμοί. Οὗτος τοίνυν ἐστὶν ὁ ἱερεὺς ὁ μέγας, οὗ τύπον ἔσωζεν ὁ τηνικαῦτα Ἰησοῦς. Οὐ γὰρ ἦν δυνατὸν ἐκεῖνον μέγαν κληθῆναι ἱερέα, καίτοι ἔνδοξον ἐν πᾶσι γεγονότα, Μωϋσέως μὴ ὀνομασθέντος μεγάλου. Οὕτω γὰρ μέγας ἦν Μωϋσῆς, ὅτι καὶ θεράπων ἤκουσε Θεοῦ καὶ Θεὸς τοῦ Φαραὼ ὑπ' αὐτοῦ τοῦ Θεοῦ ὠνομάσθη. Εἰ δέ τις κατὰ τοῦτο μέγαν εἰρῆσθαι τὸν Ἰησοῦν νομίζοι, ὅτι αὐτὸς ἠξιώθη εἰσαγαγεῖν τὸν λαὸν εἰς τὴν ἁγίαν γῆν καὶ ἕτερα πολλὰ θαύματα ἐποίησε· γνώτω καὶ διὰ τοῦτο, ὅτι οὐ τῷ τυπικῷ τοσοῦτον διέφερε πράγματι τὸ λεχθὲν μέγεθος ἐπὶ τοῦ Ἰησοῦ, ἀλλὰ τὸ μικρὸν ὕστερον τὸν ἑαυτοῦ λαὸν εἰς τὴν μεγάλην ταύτην εἰσαγαγεῖν Ἰερουσαλὴμ μέλλειν. » Ὁρᾷς ὅσον ἠγνόησεν ἀποπλανηθεὶς τῆς ἱστορίας, καὶ μὴ δυνηθεὶς ἐπιστῆσαι τῷ ὑπὸ τοῦ προφήτου Ζαχαρίου δηλωθέντι Ἰησοῦ. Ὁ μὲν γὰρ ἦν υἱὸς Ἰωσεδὲκ, φυλῆς Λευϊτῶν ἀπὸ γένους Ἀαρὼν τὴν ἀρχιερωσύνην ἀναδεδεγμένος· παρ' ὃ καὶ μέγας ἱερεὺς ἐχρημάτιζεν, ὥσπερ οὖν ὁ προφήτης διδάσκει, λέγων· Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν. Ὁ δὲ Μωϋσέως διάδοχος Ἰησοῦς, ὁ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἄγων τὸν λαὸν τοῦ Κυρίου, καὶ ἕτερα πολλὰ, καὶ θαυμαστὰ ποιήσας, υἱὸς ἐτύγχανε τοῦ Ναυῆ, φυλῆς δὲ τῆς Ἐφραΐμ, οὐδὲν κοινὸν ἐχούσης πρὸς ἱερωσύνην. Ὁ τοίνυν τοσοῦτον ἀποσφαλεὶς τῆς προχείρου λέξεως, ψιλήν τε τὴν ἱστορίαν ἀγνοήσας, πῶς ἂν γένοιτο ἀξιόχρεως
you are a stumbling-block to Me. This One therefore is the great priest, of Whom the Jesus of that time preserved a type. For it was not possible for that man to be called a great priest, albeit having proved glorious in all things, when Moses had not been named great. For so great was Moses that he was both called a servant of God and was named a god of Pharaoh by God Himself. And if anyone should suppose Jesus to have been called great on this account, because he himself was counted worthy to bring the people into the holy land and wrought many other wonders, let him know for this reason also that the greatness spoken concerning Jesus did not belong so much to the typical deed, rather to the fact that a little later He was about to bring His own people into this great Jerusalem." You see how greatly he was ignorant, having wandered astray from the history, and not having been able to attend to the Jesus signified by the prophet Zechariah. For the one was the son of Josedec, of the tribe of the Levites, having received the high-priesthood from the race of Aaron; wherefore he was also styled great priest, even as the prophet teaches, saying: And the Lord showed me Jesus the great priest. Whereas Moses' successor Jesus, who led the people of the Lord into the land of promise, and did many other marvellous things, happened to be the son of Nave, and of the tribe of Ephraim, which had nothing in common with the priesthood. How then could one who erred so far from the obvious text, and was ignorant of the bare history, become trustworthy
PG 24:736Read from the page
πρὸς διδασκαλίαν τῆς ἀνωτάτω θεολογίας; Καὶ ἐπὶ τοῦ Πέτρου δὲ ὡσαύτως ἐπιστῆσαι δέον τὸ, ὅπως ἐλέχθη πρὸς αὐτὸν τὸ, Ὕπαγε ὀπίσω μου· καὶ τίς ἡ τοῦ Σατανᾶ ὀνόματος ἑρμηνεία· διὰ τί δὲ, καὶ σκάνδαλον αὐτὸν εἶπεν· πῶς δὲ σχεδὸν ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ τὸ, Μακάριος εἶ, Σίμων Βαριωνᾶ, πρὸς αὐτὸν ἐλέγετο καὶ τό· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, καὶ τίς ἡ διάνοια τοῦ ὀπίσω πορεύεσθαι, τοῦ Σωτῆρος ἣν παρὰ πόδας αὐτὸς διεσάφησε συνάψας ἑξῆς τὸ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· ὃ δὴ καὶ ἔργῳ διεπράξατο μικρὸν ὕστερον αὐτὸς ὁ Πέτρος, μαρτυρίῳ τελειωθείς. Ἀλλὰ καὶ ἐπιζητῆσαι δέον, ἐπὶ ποίοις μὲν αὐτὸν ἐμακάρισεν, ἐπὶ ποίοις δὲ αὐτῷ ἐπέπληξεν; Ὁ δὲ, μηδενὶ τούτων προσεσχηκὼς, ταῦτ' εἰρῆσθαι πρὸς τὸν διάβολον ἀπεφήνατο τῆς Γραφῆς ἐναντίως. Ἆρα οὖν τοῦτο μόνον ἠγνόησεν; Οὐχὶ δὲ καὶ προϊὼν αὖθις, τῆς ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν μνημονεύσας, ἔπειτα βουληθεὶς δεῖξαι, ὅτι καὶ πρὸ αὐτοῦ κατὰ τοὺς χρόνους τοὺς προφητικοὺς φέρεταί τις ἐκ νεκρῶν ἐγηγερμένος, πάλιν κἀνταῦθα σφάλλεται, πρῶτον λέγων τὸν Ἐλισσαῖον τὸν προφήτην ἐκ νεκρῶν ἐγεῖραι· ἀγνο-
for the teaching of the supreme theology? And in the case of Peter likewise it was needful to attend to how the saying, Get behind Me, was spoken to him; and what the interpretation of the name Satan is; and why He also called him a stumbling-block; and how at almost one and the same time both the saying, Blessed are you, Simon Barjona, was spoken to him and the saying: Get behind Me, Satan, and what the meaning of going behind the Saviour is, which He Himself immediately made clear by joining next the saying, If anyone wills to come behind Me, let him deny himself, and take up his cross, and follow Me; which very thing Peter himself accomplished in deed a little later, having been perfected by martyrdom. And it was needful to inquire further, upon what grounds He pronounced him blessed, and upon what grounds He rebuked him? Yet he, having paid heed to none of these things, declared contrary to Scripture that these things had been spoken to the devil. Was this then the only thing of which he was ignorant? Does he not also, proceeding further, after making mention of the resurrection of our Saviour, and next wishing to show that even before Him in the prophetic times someone is recorded as having been raised from the dead, stumble again here too, saying that Elisha the prophet was the first to raise from the dead; not know-
PG 24:737Read from the page
ήσας, ὡς καὶ πρὸ Ἐλισσαίου Ἠλίας ὁ μέγας τὸν τῆς χήρας υἱὸν ἀποθανόντα ἀνέστησεν, ὡς ἔστι μαθεῖν ἐκ τῆς τρίτης τῶν Βασιλειῶν· ὁ δὲ καὶ τοῦτ' ἀγνοήσας φαίνεται, δι' ὧν ταῦθ' οὕτω γράφει· « Οὐ μόνον τοίνυν τῆς καινῆς κτίσεως πρωτότοκον αὐτὸν ὁ Ἀπόστολος εἶναί φησιν, ἀλλὰ καὶ πρωτότοκον ἐκ νεκρῶν, δι' οὐδὲν ἕτερον ἐμοὶ δοκεῖν, ἀλλ' ἵνα διὰ τοῦ πρωτοτόκου τῶν νεκρῶν, ὅπως καὶ πρωτότοκος ἁπάσης κτίσεως εἴρηται, γνωσθῆναι δυνηθῇ. Οὐ γὰρ ἐκ νεκρῶν ἀνέστη πρῶτος ὁ δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς, ἀλλ' ὁ δι' Ἐλισσαίου τοῦ προφήτου ἀναστὰς, ἀνέστη πρότερος. Καὶ Λάζαρος πρὸ τῆς αὐτοῦ ἀναστάσεως ἀνέστη, καὶ ἐν τῷ καιρῷ τοῦ πάθους πολλὰ σώματα τῶν κεκοιμημένων ἀνέστησαν. » Καὶ τοῦτο δὲ ἀθεωρήτως δοκεῖ μοι τεθεικέναι ὁ Μάρκελλος· λέγω δὲ τὸ « πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων πρὸ αὐτοῦ ἐγηγέρθαι. » Οὐ γὰρ προσέσχεν ὅλῃ τῇ τοῦ Εὐαγγελίου γραφῇ διδασκούσῃ, ὅτι μετὰ τὴν αὐτοῦ, τὰ τῶν ἁγίων ἐγήγερται σώματα. Εὕροις δ' ἂν αὐτὸν σφαλλόμενον καὶ ἐν τῇ τοῦ ἀποστολικοῦ ῥητοῦ ἐκθέσει. Ὁ μὲν γὰρ θεῖος Ἀπόστολος, Ῥωμαίοις γράφων, τάδε φησίν· Ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐσοῦ ἐν Γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ μονογενοῦς ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης. Ὁ δὲ, οὐκ οἶδα, ποίᾳ διανοίᾳ, κἀνταῦθα διαστρέφει τὴν ἀποστολικὴν λέξιν· ἀντὶ τοῦ ὁρισθέντος ποιήσας προορισθέντος, ἵν' ᾖ ὁμοίως τοῖς κατὰ πρόγνωσιν προορισθεῖσιν. Αέγει οὖν κατὰ λέξιν οὕτω· « Ὥσπερ οὖν τὴν Ἐκκλησίαν πάλαι προωρίσατο ὁ παντοκράτωρ Θεὸς, οὕτω καὶ τὴν κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονομίαν· δι' οὗ τὸ τῶν θεοσεβῶν γένος, εἰς υἱοθεσίαν καλέσαι προωρίσατο, πρότερον θεμελιώσας ἐν τῇ αὐτοῦ διανοίᾳ. Διὰ τοῦτο ὁ Ἀπόστολος τῷ ἁγίῳ Πνεύματι σαφῶς προαγορεύει, τοῦ προορισθέντος Υἱοῦ Θεοῦ, λέγων.' » Καὶ αὖθίς φησιν ἐν ἑτέροις· « Οὗτός ἐστι περὶ οὗ ὁ Παῦλος ἔφη τοῦ προορισθέντος Υἱοῦ Θεοῦ. » Καὶ ἐνταῦθα δὲ, οὐ τὴν λέξιν μόνην τὴν ἀποστολικὴν παρέφθειρεν, ἀλλὰ καὶ τὴν διάνοιαν αὐτὴν διὰ τῆς προσθήκης τῆς τοῦ λάγου προθέσεως.
ing that even before Elisha the great Elijah raised up the widow's son when he had died, as one may learn from the third Book of Kingdoms; and he plainly ignored this too, from what he writes thus: "Not only therefore does the Apostle say that He is firstborn of the new creation, rather also firstborn from the dead, for no other reason, as it seems to me, than that through 'the firstborn of the dead' it might become possible to know in what manner He has also been called 'firstborn of all creation.' For our Master Jesus Christ did not rise first from the dead, rather the one who rose through Elisha the prophet rose earlier. And Lazarus rose before His resurrection, and at the time of the passion many bodies of those who had fallen asleep rose." And Marcellus seems to me to have set this down also without examination; I mean the statement that "many bodies of the saints who had fallen asleep had been raised before Him." For he did not pay heed to the whole text of the Gospel teaching that after His resurrection the bodies of the saints were raised. And you would find him stumbling also in the exposition of the apostolic saying. For the divine Apostle, writing to the Romans, says thus: Separated unto the gospel of God, which He promised beforehand through His prophets in the holy Scriptures concerning His only-begotten Son from the seed of David according to the flesh, Who was declared Son of God in power according to the Spirit of holiness. Yet he, with I know not what mind, distorts the apostolic wording here too, making "foreordained" in place of "declared," so that He might be like those foreordained according to foreknowledge. He speaks therefore word for word thus: "Just as therefore Almighty God of old foreordained the Church, so too did He foreordain the dispensation of Christ according to the flesh; through Whom He foreordained to call the race of the godly unto adoption as sons, having earlier laid the foundation in His own mind. On this account the Apostle by the Holy Spirit clearly proclaims beforehand, saying, 'of the foreordained Son of God.'" And again he says in another place: "This is He concerning Whom Paul spoke, 'of the foreordained Son of God.'" And here too he corrupted not only the apostolic wording, rather also the thought itself through the addition of the preposition of the word.
Ἀδελφὰ δὲ τούτοις πράττων. τῆς Ψαλμωδίας περι-
And doing things akin to these, when the Psalmody con-
Notes, col. 737

On the reading

Printed αὐσοῦ, for αὐτοῦ.

Printed Αέγει, for Λέγει.

Printed λάγου, for λόγου.

Printed πράττων., for πράττων,.

PG 24:740Read from the page
εχούσης· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. ὁ δὲ κἀνταῦθα προσθήκῃ κέχρηται τῇ μηδαμῶς ἐμφερομένῃ, πρὸς τὸ καταμέμφεσθαι τῷ μὴ ὁμοίως αὐτῷ φάσκοντι· Ἐπάκουσον οὖν ὅπως γράφει λέγων « Διὰ τοῦτο τοίνυν, δοκεῖ μοι καλῶς ἔχειν τι, περὶ ὧν μηδέ πω πρότερον διῆλθε, νυνὶ διελθεῖν. » Τὰ γὰρ πλεῖστα τῶν ὑπ' αὐτοῦ γραφέντων, ἐκ τῶν ἤδη προειρημένων ἡμῖν γέγονε δῆλα. Ἐκ γαστρὸς, φησὶ, πρὸ ἑωσφόρου ἐξεγέννησά σε. ᾬετο γὰρ πάντως που τὴν, ἐξ, πρόθεσιν κλαπεῖσαν συνδραμεῖσθαι τῇ τῆς αἱρέσεως γνώμῃ. Διὸ, τὸ κυριώτατον τῆς συλλαβῆς ἐξελὼν, τὴν ἀρχαίαν αὐτοῦ ἀναγέννησιν σημῆναι ἐβουλήθη. Καὶ ἐπειδήπερ ἐν τούτοις ἰσχυρῶς διετείνετο περὶ τοῦ οἰκείου σφάλματος, τὸν ὀρθῶς γράψαντα μεμψάμενος, οὐδὲν αὐτὸς εἰπὼν τοῖς ἐντυγχάνουσι, τὴν αὐτὴν τῆς ἀναγνώσεως παραδίδωσι μαρτυρίαν. Προϊὼν δ' αὖθις ὁ αὐτὸς, εἰσάγει τὸν Σωτῆρα λέγοντα· Ἐγώ εἰμι ἡ ἡμέρα· ὧδέ πη φάσκων· « Σκότους γὰρ ὄντος πρότερον, διὰ τὴν τῆς θεοσεβείας ἄγνοιαν, τῆς δὲ ἡμέρας φαίνεσθαι μελλούσης, Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ἡμέρα. » Εἰκότως τὸν ἀστέρα ἑωσφόρον ὀνομάζει. Καὶ ἐν ἑτέρῳ τόπῳ φησίν· « Ἐπειδὴ μετὰ τὴν τῆς σαρκὸς ἀνάληψιν, Χριστός τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὁδὸς καὶ ἡμέρα. » Καὶ αὖθις προϊὼν τοῦ ἀποστόλου τίθησι τὸ, Ἡ δὲ ἡμετέρα Ἰερουσαλὴμ ἄνω ἐστίν. Καὶ τί με δεῖ μηκύνειν, παρὸν τῷ βουλομένῳ ἐκ τῶν προειρημένων τὰ παραπλήσια ἐκ τοῦ παντὸς συγγράμματος ἀναλέγεσθαι, καὶ τὸ εὐχερὲς τοῦ ἀνδρὸς ἐποπτεύειν. Ἐξ ἧς εὐχερείας ἀκούσει αὐτοῦ τὸν
tains: From the womb before the morning star I begot Thee, here too he has used an addition nowhere contained in the text, in order to find fault with him who did not speak in the same way as himself. Hear therefore how he writes, saying "On this account therefore, it seems good to me now to go through something concerning matters which he never before went through." For most of the things written by him have become plain from what has already been stated beforehand by us. From the womb, says he, before the morning star I brought Thee forth. For he doubtless supposed that the preposition "out of," if stolen away, would concur with the opinion of the heresy. Wherefore, having removed the most essential part of the syllable, he wished to signify His ancient regeneration. And although in these matters he contended vehemently over his own blunder, blaming him who had written rightly, while saying nothing himself to the readers, he hands down the very same testimony of the reading. Proceeding further again, the same man introduces the Saviour as saying: I am the day; speaking somewhat thus: "For since darkness existed earlier on account of ignorance of godliness, and the day was about to appear, For I am, says He, the day." Naturally he names the star morning-star. And in another place he says: "Since after the assumption of the flesh, both Christ and Jesus are proclaimed, and life and way and day." And again proceeding further, he sets down as the apostle's the saying, Now our Jerusalem is above. And why need I speak at length, when it is open to anyone who wishes from what has been said beforehand to gather similar things out of the whole treatise, and to survey the recklessness of the man. Out of which recklessness one will hear him
PG 24:741Read from the page
Σολομῶνα προφήτην ἀποκαλοῦντος πολλάκις, καὶ τὰς παροιμίας προφητείας ὀνομάζοντος. Ὥσπερ οὖν ἐν οἷς φησιν· « Τούτου γὰρ χάριν ὁ ἁγιώτατος προφήτης Σολομὼν, δέξασθαί τε στροφὰς λόγων ἔφη· » καὶ πάλιν· « Ῥήσεις τε σοφῶν καὶ αἰνίγματα » τὴν παροιμίαν προφητείαν ὀνομάζει· καὶ αὖθις· « Διό μοι δοκεῖ ὁ σοφώτατος οὗτος προφήτης καὶ τὰ πρῶτα ῥήματα τῆς προφητείας παροιμιωδῶς εἰρηκέναι. » Καὶ δεύτερον δὲ, καὶ τρίτον, καὶ πολλάκις, ὡς ἔφην, τοῦτο ποιεῖ, ἀγνοῶν ὅτι διαιρέσεις χαρισμάτων εἰσὶν, εἰ καὶ τὸ αὐτὸ πνεῦμα. Καὶ ἄλλῳ μὲν δίδοται λόγος σοφίας, κατὰ τὸν Ἀπόστολον, ἄλλῳ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὺτῷ πνεύματι, ἄλλῳ προφητεία. Διόπερ ὁ Σολομὼν σοφίας μὲν εἰληφὼς χάρισμα μεμαρτύρηται. Καὶ ἔδωκε γὰρ Κύριος τῷ Σολομῶνι σοφίαν, ὡς ἡ Γραφή φησι, καὶ ἐσοφίσθη ὑπὲρ πάντας ἀνθρώπους· Οὔτε δὲ τὸν βίον προφητικὸν ἐσχηκὼς, οὔτε τὸν τῆς προφητείας χαρακτῆρα, τὸν ἀπὸ τοῦ Τάδε λέγει Κύριος, τῶν τε ὁμοιοτρόπων γνωριζόμενον, διὰ τῶν οἰκείων ἐμφαίνει λόγων. Ὀ δὲ τούτων οὐδὲν ἰδὼν, ὥσπερ τι χαριζόμενος τῷ ἀνδρὶ προφήτην αὐτὸν καλεῖ, οὐ συνιεὶς, ὅτι οἱ προφῆται περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι. Καὶ τὰς Παροιμίας δὲ αὐτοῦ προφητείαν εἶναι λέγει, εἰ μηδαμοῦ τῆς θείας Γραφῆς διδασκούσης, αὐτοῦ δὲ τοῦ σοφωτάτου σὺν θείῳ πνεύματι, ταύτῃ μὲν τῇ βίβλῳ Παροιμίας ὄνομα θέντος, τῇ δὲ ἑτέρᾳ, Ἐκκλησιαστής· καὶ τῇ τρίτῃ, ᾌσματα ἀσμάτων, οὐκ ἀθεεὶ, οὐδὲ ἀνθρωπίνῳ λογισμῷ ταύταις ἐπιβάλλοντος ταῖς ἐπιγορίαις. Ἀλλὰ καὶ αὐτὴν τὴν θεόπνευστον αὐτοῦ Γραφὴν, δι' Ἑλληνικῶν πειρᾶται παραδειγμάτων ἑρμηνεύειν, οὐκ ἐπακούσας Παύλου τοῦ ἀποστόλου λέγοντος· Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ καρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς Πνεύματος ἁγίου, πνευματικὰ (πνευματικοῖς) συγκρίνοντες. Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ, μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι ὅτι πνευματικῶς ἀνακρί-
frequently calling Solomon a prophet, and naming the proverbs prophecies. Just as where he says: "For on this account the most holy prophet Solomon said, 'and to receive turns of words';" and again: "'Sayings of the wise and riddles,'" he names the proverb prophecy; and once more: "Wherefore this wisest prophet seems to me to have spoken the first words of the prophecy also in the manner of proverbs." And a second time, and a third, and frequently, as I said, he does this, not knowing that there are distributions of gifts, even though the same Spirit. And to one is given a word of wisdom, according to the Apostle, to another a word of knowledge according to the same Spirit, to a different one faith in the same Spirit, to another prophecy. Wherefore Solomon is testified to have received a gift of wisdom. For the Lord gave wisdom to Solomon, as the Scripture says, and he became wise beyond all men; while through his own words he shows that he had neither the prophetic manner of life nor the distinctive mark of prophecy, which is recognized from "Thus says the Lord" and expressions of a like kind. Yet he, having seen none of these things, calls him a prophet as though doing the man some favour, not understanding that the prophets went about in sheepskins, in goatskins, destitute, afflicted, ill-treated. And he says that his Proverbs also are prophecy, although nowhere does the divine Scripture teach this, whereas the wisest man himself with the divine Spirit gave to this book the name Proverbs, and to the other, Ecclesiastes; and to the third, Songs of Songs, applying himself to these appellations neither without God nor by human reasoning. Moreover, he even attempts to interpret his divinely inspired Scripture itself through Greek examples, not having hearkened to Paul the apostle when he says: Now we have received not the spirit of the world, rather the Spirit that is from God, so that we may know the things freely given to us by God; which we also speak, not in words taught by human wisdom, rather in words taught by the Holy Spirit, comparing spiritual things (with spiritual). Now a natural man does not receive the things of the Spirit of God, for they are foolishness to him, and he cannot know them because they are spiritually dis-
Notes, col. 741

On the reading

Printed αὺτῷ, for αὐτῷ.

Printed Ὀ, for Ὁ.

Printed ἀσμάτων, for ᾀσμάτων.

Printed ἐπιγορίαις, for ἐπηγορίαις.

Printed καρισθέντα, for χαρισθέντα.