τούτων ἐλπίδα, τοῖς μὲν ἄλλοις ἅπασι, τὰ τῆς βασιλείας εἰς ἀτελεύτητον διαρκέσειν αἰῶνα φάσκοι, μόνῳ δὲ αὐτῷ τῷ Χριστῷ τούτων ἁπάντων ἀθρόαν γενήσεσθαι στέρησιν, παυθησομένης μὲν αὐτοῦ τῆς βασιλείας, τῆς δὲ σαρκὸς, ἧς ἀνείληφε, καταλειφθησομένης ἐρήμου, τοῦ δὲ τοῦ προσόντος ἐν Θεῷ Λόγου, ἀφοριζομένου δὲ τοῦ σώματος, κἂν ἀθάνατον τοῦτο καὶ ἄφθιτον ᾖ, τῷ δὲ Θεῷ συναφθησομένου, ὡς ἓν καὶ ταὐτὸν πάλιν τῷ Θεῷ γενήσεσθαι, καθὰ καὶ πρότερον ἦν· τίς ἂν λείποιτο τούτῳ δυσσεβείας ὑπερβολή; Διὸ δὴ τούτοις ἀναγκαία ἡ τῆς ἀποστολικῆς διαστολῆς μαρτυρία, φήσασα· Κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται, παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Θαυμάζειν δέ μοι ἔπεισιν, ἐπιθεωροῦντι τὴν ἀποστολικὴν διάνοιαν. Ὥσπερ γὰρ θεσπίζων τὸ μέλλον αὐτοῖς Γαλάταις τὴν τοῦ Σωτῆρος ἐξηκρίβου θεολογίαν, αὐτόθεν ἐν ἀρχῇ τῆς πρὸς αὐτοὺς ἐπιστολῆς, καινότερον ἢ κατὰ τὸ σύνηθες γράφων ὧδε· Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. Οὐκ ἂν γοῦν οὕτω γράψαντα εὕροι τις ἂν αὐτὸν ἐν ἑτέροις· τῷ μηδένας εἶναι, ὡς εἰκὸς, περὶ τὴν πίστιν ὁμοίως, οἷς ἔγραφεν, ἑτέρους. Ὡς γὰρ ψιλὸν ἄνθρωπον ὑπολαμβάνουσι τὸν Χριστὸν, προσῆγε τὴν διόρθωσιν, οὐκ ἄνθρωπον αὐτὸν κατὰ τὴν ἀρχὴν τῆς ἐπιστολῆς διδάσκων. Καὶ προϊὼν τοῖς αὐτοῖς ἔλεγεν, ὅτι· Τὸ εὐαγγέλιόν μου, τὸ εὐαγγελισθὲν εις ὑμᾶς, οὐκ ἔστι κατὰ ἄνθρωπον, οὐδὲ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Δι' ὧν, αὖθις, ὅτι μὴ ἄνθρωπος ἦν ψιλὸς Ἰησοῦς Χριστὸς, παρίστη. Τίς δ' ἦν εἰ μὴ ἄνθρωπος, προϊὼν αὖθις διεσάφει λέγων· Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί. Ὁρᾷς πῶς Υἱὸν Θεοῦ σαφῶς ἀνηγόρευε τὸν Σωτῆρα, καὶ διὰ τοῦτο Θεόν. Καὶ ὅτι γε πρὸ τῆς ἐνσάρκου παρουσίας Υἱὸν αὐτὸν τοῦ Θεοῦ ὄντα ἠπίστατο τρανότατα παρίστησιν ἐπιλέγων ἐν τῇ αὐτῇ πρὸς Γαλάτας ἐπιστολῇ· Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἀκ γυναικός. Οὐκοῦν οὐ νῦν, ἀλλὰ πρὶν ἢ γενέσθαι ἐκ γυναικὸς, Υἱὸν ὄντα, καὶ προόντα, ἀπέστειλεν ὁ Πατὴρ, ὡς ἂν ὁ πάλαι Υἱὸς Θεοῦ καὶ Υἱὸς ἀνθρώπου
hope of these things, should assert that for all the rest the blessings of the kingdom will endure unto an endless age, whereas for Christ Himself alone there will come a sudden deprivation of all these things, His kingdom coming to an end, and the flesh which He has assumed being left deserted, while the Word present in God, separated from the body—even though this be immortal and imperishable—will be conjoined with God, so as to become once again one and the selfsame with God, even as He was beforehand: what excess of impiety would be left over for such a man? Wherefore indeed the testimony of the apostolic injunction is necessary for these matters, when it declared: Even though an angel from heaven should preach a gospel, beside that which you received, let him be anathema. And wonder comes over me as I contemplate the apostolic mind. For as though divining the future, he expounded with precision the theology of the Saviour to the Galatians themselves, right at the beginning of the epistle to them, writing in a more novel fashion than was customary, thus: Paul, an apostle, not from men, neither through man, but through Jesus Christ. At all events, one would not find him having written thus among others, because, as is likely, there were no others similarly disposed concerning the faith to whom he was writing. For inasmuch as they suppose the Christ to be a bare man, he applied the correction, teaching at the beginning of the epistle that He is not a man. And going on he said to the same men: My gospel, which was preached unto you, is not according to man; neither did I receive it from man, nor was I taught it, save through a revelation of Jesus Christ. Through which words, once again, he established that Jesus Christ was not a bare man. And Who He was, if not a man, going on once again he made clear, saying: But when God, Who set me apart from my mother's womb, was well pleased to reveal His Son in me. Do you see how clearly he proclaimed the Saviour to be Son of God, and on that account God? And that even before His incarnate advent he knew Him to be Son of God, he establishes most distinctly when he adds in the selfsame epistle to the Galatians: But when the fullness of the time came, God sent forth His Son, born of a woman. Accordingly not now, but being Son and pre-existing before being born of a woman, the Father sent Him, so that He Who of old was Son of God, as Son of man also