ἡ φήσασα ὅτι· Οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων, καὶ διὰ τὰς βιωτικὰς ἀσχολίας παραιτησαμένων, γεύσεταί μου τοῦ δείπνου· ἑτέρους δ' ἀντὶ τούτων τοὺς μὴ περιπεπλεγμένους ταῖς τοῦ βίου πραγματίαις, κατοξιωθήσεσθαί φησι τοῦ μακαρίου δείπνου, πτωχούς τινας καὶ τυφλοὺς καὶ ἀναπήρους, τοὺς μηδαμῶς παραιτησαμένους τὴν κλῆσιν, διὰ τὸ μήτε ἀγοράζειν, μήτε πιπράσκειν, μήτε γάμῳ σχολάζειν, μήθ' ὑφ' ἑτέρων τινῶν τοιούτων περιέλκεσθαι, προθύμως δὲ καὶ ἑτοίμως καταδέχεσθαι τὴν χάριν· οὓς ὁ καλέσας πρῶτον μὲν ὑγιεῖς καταστήσει, οἷός τε ὢν ῥᾳδίως πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύειν· ἔπειτα, etc. (ut col. 573). Ὧν ἁπάντων ἐστέρησαν ἑαυτοὺς οἱ παραιτησάμενοι, τῆς Ἰουδαίων συναγωγῆς οἱ ἄρχοντες· μεθ' οὓς ἡ πληθὺς ὑπήκουσεν, ὡς πλατείαις πόλεως τῇ κατὰ νόμον πολιτείᾳ ζῶσα. — Τάχα δὲ διὰ τούτων τοὺς ἐξ ἐθνῶν ἠνίττετο, τῷ αὐτοῦ λόγῳ προσιέναι μέλλοντας. Τοιοῦτοι δὲ ὑπῆρχον οἱ πρὶν εἰδωλολάτραι ὑπὸ δαιμόνων πονηρῶν τὰς ψυχὰς λελωβημένοι· οὓς ἀκολούθως τῇ ἐπαγγελίᾳ ὑποδεξάμενος ὁ ἑστιάτωρ, πρῶτα μὲν σώους καὶ ὑγιεῖς ἀποκαταστήσει, ἀνοίξας τυφλῶν ὀφθαλμοὺς, πᾶσάν τε νόσον καὶ πᾶσαν μαλακίαν τῶν ψυχῶν αὐτῶν ἰασάμενος· ἔπειτα τὸ πνευματικὸν αὐτοῖς παραθήσει δεῖπνον. Πρῶτοι μὲν οὖν ἐκλήθησαν οἱ ἐκ περιτομῆς, οἳ καὶ τὴν χάριν καθύβρισαν· δεύτεροι δὲ μετ' ἐκείνους οἱ ἐκ τῶν ἀλλοφύλων ἐθνῶν, οἱ πρὶν τὰς διανοίας τυφλοὶ καὶ ἀνάπηροι καὶ χωλοὶ καὶ κωφοὶ, οἳ καὶ προθύμως ὑπήκουσαν· εἶεν δ' ἂν ἐν πλατείαις μὲν οἱ τὴν εὐρύχωρον τῆς ἀπωλείας ὁδὸν βαδίζοντες, καὶ βιοῦντες ἄνευ διδαχῆς καὶ δογμάτων· ἐν δὲ ῥύμαις, οι συστέλλοντες τὴν κακίαν οἵᾳ δήποτε προφάσει· οἱ δὲ λοιποὶ, οἱ ἐξ ἐσχάτων ἀπὸ τῶν ὁδῶν καὶ φραγμῶν καλούμενοι τρίτοι, αἱ ἐν ᾅδου ψυχαί· πολλαὶ γὰρ ὁδοὶ τῶν ἐξελθόντων τὸν βίον τοῦτον· αἷς ἐκήρυξε μετὰ τὴν ἀπόθεσιν τοῦ σώματος ὁ Σωτήρ· φιλανθρώπως δ' ἀνάγκην προσάγει τοῖς οὐκέτι αὐτεξουσίοις. Τοιοῦτον μὲν δὴ τὸ δεῖπνον, ὅπερ ἐνταῦθα τοῖς δαιτυμόσιν ἡτοίμασται· καὶ τοιοῦτοί τινες οἱ καλούμενοι, οἱ μὲν ἀπειθεῖς, καὶ διὰ τοῦτο ἀπομένοντες ἄγευστοι· οἱ δὲ εὐπειθεῖς, καὶ διὰ τοῦτο προλαμβανόμενοι. Σὺ δέ μοι ἐντεῦθεν μετάβα τῇ διανοίᾳ, etc. (ut col. 572). Μακάριοι γοῦν οἱ νῦν πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι τότε χορτασθήσονται, τοῦ δείπνου τοῦ βασιλικοῦ ἐμφορούμενοι καὶ μεταλαμβάνοντες τοῦ ἄρτου τῆς ζωῆς, καὶ τῆς εὐφροσύνης τοῦ καινοῦ ποτηρίου. Ὧν τὰ σύμβολα ἐπιτελῶν πρὸ τοῦ πάθους ὁ Σωτὴρ, Οὐ μὴ πίω, ἔφη, ἀπ' ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ' ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς ἐμοῦ· πλήρης ἀγαθῶν τράπεζα, ἧς μεταλήψονται οἷς τὴν διαθήκην διέθετο, διὰ τὸ μεμενηκέναι μετ' αὐτοῦ ἐν τοῖς πειρασμοῖς,
which declared: None of those men who were invited, and who excused themselves on account of worldly occupations, shall taste of My supper; and in place of these He says that others, not entangled in the affairs of life, shall be deemed worthy of the blessed supper, certain poor and blind and maimed persons, who in no way excused themselves from the call, because they neither bought, nor sold, nor devoted themselves to marriage, nor were drawn away by any other such things, but eagerly and readily welcomed the grace; whom He Who called them will first render sound, being able easily to heal every disease and every infirmity; and thereafter, etc. (as at col. 573). Of all these things those who excused themselves deprived themselves, namely the rulers of the synagogue of the Jews; after whom the multitude obeyed, living in the polity according to the law as in the broad streets of a city. — And perhaps through these He hinted at those from the nations, who were about to come to His word. For such were the former idolaters, maimed in their souls by wicked demons; whom the Host, welcoming in accordance with the promise, will first restore safe and sound, having opened the eyes of the blind, and having healed every disease and every infirmity of their souls; and thereafter He will set before them the spiritual supper. First, therefore, those of the circumcision were called, who even insulted the grace; and second after them those from the foreign nations, who formerly were blind in their minds and maimed and lame and deaf, who also eagerly obeyed; and those in the broad streets might be those walking the wide road of perdition, and living without teaching and doctrines; and those in the lanes, those who cloak their wickedness under whatever pretext; while the rest, called third from the uttermost parts out of the roads and hedges, are the souls in Hades; for many are the roads of those who have departed this life; to whom the Saviour preached after the laying aside of His body; and in His love for mankind He brings compulsion to bear upon those no longer possessing free will. Such indeed is the supper which has here been prepared for the guests; and such are those who are called, some disobedient, and on this account remaining without a taste of it; and others obedient, and on this account taken in beforehand. Pass over in thought from here, I pray you, etc. (as at col. 572). Blessed, then, are those who now hunger and thirst after righteousness, for then they shall be filled, enjoying their fill of the royal supper and partaking of the bread of life, and of the gladness of the new cup. Performing the symbols of these things before His passion, the Saviour said, I shall by no means drink henceforth of this fruit of the vine until that day when I drink it new with you in the kingdom of My Father; a table full of good things, of which those will partake with whom He appointed a covenant, because they have remained with Him in temptations,